Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
ΘΕΟΝΙΛΛΗ. Πάλαι ἂν ἐγεγράφειν, εἰ πάλαι ἐγνώκειν τὴν τελευτὴν τοῦ μεγαλοπρεπεστάτου τῆς σῆς σεμνοπρεπείας ὁμοζύγου. Καὶ νῦν δὲ γράφω, οὐχ ἵνα τὴν τῆς ἀθυμίας ὑπερβολὴν λόγοις παραμυθητικοῖς κατευνάσω· τοῖς γὰρ ἐπισταμένοις φιλοσοφεῖν καὶ τοῦδε τοῦ βίου τὴν φύσιν ἐπεσκεμμένοις ἀπόχρη καὶ μόνος ὁ λογισμὸς ἀποσκεδάσαι τῆς λύπης τὰς τρικυμίας. Κἂν τῆς μακρᾶς ἐκείνης συνηθείας ἀναμιμνήσκῃ, αὐτὸς τοὺς θείους νόμους ἀναγιγνώσκει καὶ τοῖς ἐκείνης δάκρυσιν ἀντι τάττει καὶ τῆς φύσεως τὸν δρόμον καὶ τοῦ Θεοῦ τὸν ὅρον καὶ τὴν ἐλπίδα τῆς ἀναστάσεως. Ταῦτ' εἰδὼς οὐ δέομαι λόγων πολλῶν, ἀλλ' εἰς καιρὸν τῇ φιλοσοφίᾳ κεχρῆσθαι παρακαλῶ· καὶ νομίσαι τοῦ κατοιχομένου τὴν τελευτὴν ἀποδημίαν μακράν· καὶ προσμεῖναι τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ὑπόσχεσιν. Ἀψευδὴς γὰρ ὁ τὴν ἀνάστασιν ἐπαγγειλάμενος, μᾶλλον δὲ ἀληθείας πηγή.

Intertext edge

Open linked passage

Note