Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
81.1
ΝΟΜΩ ΥΠΑΤΩ. Ἐν βραχεῖ μὲν ἡμέρας μορίῳ τῆς ὑμετέρας μεγαλοφυΐας ἀπέλαυσα, βιαίας ἀνάγκης με στερησάσης τοῦ ποθουμένου. Ἤλπισα δὲ καὶ τὴν μικρὰν συνουσίαν ζώπυρον εὐνοίας καὶ θερμῆς ἔσεσθαι διαθέσεως· ἐψεύσθην δὲ τῆς ἐλπίδος. Δὶς μὲν γὰρ ἤδη γεγραφώς, ἀντιγράφων οὐκ ἔτυχον· βασιλικῇ δὲ ψήφῳ τῆς Κυρρεστῶν χώρας τοὺς ὅρους ὑπερβαίνειν κεκώλυμαι. Αἰτία δὲ οὐδεμία τῇ δοκούσῃ πρόσκειται τιμωρίᾳ, ἀλλ' ὅτι συνόδους ἐπισκοπικὰς συναθροίζω. Καὶ οὔτε γραφῆς δεικνυ μένης, οὔτε τοῦ διώκοντος φαινομένου, οὔτε τοῦ φεύγοντος ἐλεγχθέντος, ἡ ψῆφος ἐξηνέχθη. Καὶ στέργομεν ταύτην, τῶν ἀδικουμένων τὰς ἀντιδόσεις εἰδότες. Οἶδα μέντοι τὸν Φῆστον–̔ Ρωμαίων δὲ οὗτος ἦν ἡγεμὼν τὴν Ἰουδαίων εὐταξίαν πεπιστευμένος–, ᾐτηκότων τῶν Ἰουδαίων τὴν τοῦ θεσπεσίου Παύλου σφαγήν, ἄντικρυς εἰρηκότα· Οὐκ ἔξεστιν ἡμῖν Ῥωμαίοις οὖσι χαρίζεσθαι ἄνθρωπον, πρὶν ἂν ὁ κατηγορούμενος κατὰ πρόσωπον σχοίη τοὺς κατηγό ρους, τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήμα τος. Καὶ ταῦτα ἔλεγεν ἄνθρωπος οὐ πεπιστευκὼς τῷ Δεσπότῃ Χριστῷ, ἀλλὰ τῇ πολυθέῳ πλάνῃ δουλεύων. Ἐγὼ δὲ οὔτε ἐρωτηθεὶς εἴτε συνάγω συνόδους, εἴτε μή, καὶ ἐπὶ τίσι συνάγω, καὶ τί τοῦτο λυμαίνεται ἢ τοῖς ἐκκλησιαστικοῖς, ἢ τοῖς κοινοῖς, τοῖς τὰ μέγιστα παρανομήσασι παραπλησίως τῶν ἄλλων εἴργομαι πόλεων· μᾶλλον δὲ τοῖς μὲν ἄλλοις ἅπασι πᾶσα πόλις ἀνέῳ κται, οὐ μόνον τοῖς τὰ Ἀρείου καὶ Εὐνομίου φρονοῦσιν, ἀλλὰ καὶ Μανιχαίοις, καὶ Μαρκιωνισταῖς, καὶ τοῖς τὰ Βαλεντίνου καὶ Μοντανοῦ νοσοῦσι, καὶ μέντοι καὶ Ἕλλησι καὶ Ἰουδαίοις· ἐγὼ δέ, τῶν εὐαγγελικῶν ὑπεραγωνιζόμενος δογμάτων, πάσης εἴργομαι πόλεως. Ἀλλ' ἐναντία φρονεῖν ἡμᾶς φασί τινες. Οὐκοῦν γενέσθω συνέδριον, παρέστωσαν τῶν θεοφιλεστάτων ἐπισκόπων οἱ κρίνειν εἰδότες, παρέστωσαν τῶν ἐν τέλει καὶ ἀξιωμάτων οἱ τὰ θεῖα πεπαιδευμένοι· εἴπωμεν ἃ φρονοῦμεν, εἰπάτωσαν οἱ κρίνοντες, ποῖον φρόνημα συμβαίνει τῇ τῶν ἀποστόλων διδασκαλίᾳ. Ἀλλά γε ταῦτα γέγραφα, οὔτε τὴν μεγίστην πόλιν ἰδεῖν ἐφιέμενος, οὔτε εἰς ἄλλην ἀπᾶραι γλιχόμενος. Τῷ ὄντι γὰρ μᾶλλον ἀσπάζομαι τὴν ἡσυχίαν τῶν ἐν μοναχικῷ προσχήματι τὰς Ἐκκλησίας οἰκονομεῖν βουλομένων. Ἴστω γὰρ ὑμῶν τὸ μέγεθος, ὡς οὔτε ἐπὶ τοῦ μακαριωτάτου καὶ ἐν ἁγίοις Θεοδό του, οὔτε ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Ἰωάννου, οὔτε ἐπὶ τοῦ ἁγιωτάτου ἐπισκόπου τοῦ κυρίου Δόμνου, ἑκὼν εἰς τὴν Ἀντιόχειαν εἰσῄειν· ἀλλὰ καὶ πεντάκις καὶ ἑξάκις καλούμενος μόλις ὑπήκουον· καὶ ὑπήκουον τῷ ἐκκλησιαστικῷ κανόνι πειθόμενος, ὃς κινδυνεύειν παρακελεύεται τὸν καλούμενον εἰς σύνοδον, καὶ παραγίνεσθαι μὴ βουλόμενον. Εἰσίοντες δὲ τί τῶν ἀπαρεσκόντων Θεῷ πεποιήκαμεν; ὅτι τὸν δεῖνα καὶ τὸν δεῖνα σιγῆς ἀξίας παρανομίας τετολμηκότας τῶν ἱερῶν ἐχω ρίσαμεν καταλόγων; ὅτι τοὺς ἐπαινουμένους καὶ βίῳ κοσμου μένους τῇ τῆς ἱερωσύνης χειροτονίᾳ προσάγομεν; ὅτι τοῖς λαοῖς τὴν εὐαγγελικὴν διδασκαλίαν προσφέρομεν; Εἰ ταῦτα γραφῆς ἄξια καὶ τιμωρίας, καὶ τὰς μείζους ὑπὲρ τούτων ἥδιστα τιμωρίας δεχόμεθα. Ἀλλὰ γὰρ ἀναγκάζουσί με οἱ συκοφάνται. Καὶ πρὸ αὐτῆς τῆς συλλήψεως ὑπέσχοντό με τῷ Θεῷ προσφέρειν οἱ φύσαντες, καὶ ἐκ σπαργάνων κατὰ τὰς ἐπαγγελίας ἀνέθηκαν, τροφῆς τοιαύτης ἠξίωσαν. Ἐν μοναστηρίῳ τὸν πρὸ τῆς ἐπισκοπῆς διατελέσας χρόνον, ἄκων τὴν τῆς ἐπισκοπῆς ἐδεξάμην χειρο τονίαν. Πέντε καὶ εἴκοσι διετέλεσα ἔτη, οὔτε κατεντευχθεὶς ὑπό τινος, οὔτε αἰτιασάμενος ἕτερον. Οὐ προσήδρευσέ τις δικαστηρίῳ τῶν ὑπ' ἐμὲ εὐλαβεστάτων κληρικῶν ἐν τοσούτοις ἔτεσιν. Οὐκ ὀβολόν, οὐχ ἱμάτιον παρά τινος ἐδεξάμην. Ἕνα ἄρτον ἢ ὠὸν οὐδεὶς τῶν ἐμῶν συνοίκων ἐδέξατο πώποτε. Πλὴν τῶν ῥακίων ὧν περιβέβλημαι, οὐδὲν κτήσασθαι ἠνεσχόμην. Δημοσίας στοὰς ἐκ τῶν ἐκκλησιαστικῶν προσόδων ἀνέστησα· γεφύρας δύο μεγίστας ᾠκοδόμησα, λουτρῶν ἐπεμελήθην κοι νῶν· ἐκ τοῦ παραρρέοντος ποταμοῦ τὴν πόλιν ὑδρευο μένην εὑρών, τὸν ἀγωγὸν κατεσκεύασα, καὶ τὴν ἄνυδρον πόλιν ὑδάτων ἐπλήρωσα. Καὶ ἵνα ταῦτα καταλίπω, κώμας ὀκτὼ τῆς Μαρκίωνος καὶ τὰς πέριξ κειμένας ἀσμένως πρὸς τὴν ἀλή θειαν ἐποδήγησα· ἄλλην κώμην Εὐνομιανῶν πεπληρωμένην, καὶ ἄλλην Ἀρειανῶν, τῷ φωτὶ τῆς θεογνωσίας προσήγαγον, καὶ διὰ τὴν θείαν χάριν οὐδὲ ἓν παρ' ἡμῖν αἱρετικῶν ὑπ ελείφθη ζιζάνιον. Καὶ ταῦτα οὐκ ἀκινδύνως πεποίηκα, ἀλλὰ τὸ αἷμά μου πολλάκις ἐκχύσας, πολλάκις καταλευσθεὶς ὑπ' αὐ τῶν, καὶ εἰς αὐτὰς φθάσας τοῦ ᾅδου τὰς πύλας. Ἀλλὰ γὰρ ἄφρων ἐγενόμην καυχώμενος· τῆς δὲ ἀνάγκης, οὐ τῆς γνώμης τὰ εἰρημένα. Τοῦτο δὲ καὶ ὁ τρισμακάριος Παῦ λος ἠναγκάσθη δρᾶσαί ποτε, τῶν κατηγορούντων ἐμφράττων τὸ στόμα. Στέγω δὲ ὅμως τὴν δοκοῦσαν ἀτιμίαν καὶ τιμὴν ἄκραν ὑπολαμβάνω· ἀκούω γὰρ τῆς ἀποστολικῆς βοώσης φω νῆς· Πάντες οἱ θέλοντες ζῆν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ διωχθήσονται. Τὴν δὲ ὑμετέραν μεγαλοπρέπειαν παρακαλῶ φροντίσαι τῶν ἐκκλησιαστικῶν πραγμάτων, καὶ τὴν ἐπαναστᾶσαν κατευνάσαι ζάλην· τῷ ὄντι γὰρ οὐδὲ ἐν ἀρχῇ τῆς διαστάσεως τοιαύτη τὴν Ἐκκλησίαν κατέλαβε σύγχυσις. Οὐδεὶς ὑμᾶς διδάσκει τῶν κινδύνων τὸ μέγεθος, τῶν ἐν Φοι νίκῃ Χριστιανῶν τοὺς θρήνους, τῶν παρ' ἡμῖν ἁγιωτάτων μο ναζόντων τοὺς ὀδυρμούς. Οὗ δὴ χάριν καὶ πλείοσιν ἐχρησάμην λόγοις, ἵνα μαθοῦσα ὑμῶν ἡ μεγαλοφυΐα τῶν Ἐκκλησιῶν τὸν κλύδωνα καταπαύσῃ τοῦτον καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρ πώσηται.

Intertext edge

Open linked passage

Note