Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
82.1
ΕΥΣΕΒΙΩ ΕΠΙΣΚΟΠΩ ΑΓΚΥΡΑΣ. Ἤλπισα συχνὰς ἐν τῷ παρόντι καιρῷ δέξασθαι τῆς σῆς ἁγιωσύνης ἐπιστολάς. Προδηλοτάτην γὰρ ὑπομεμενηκότες συκοφαντίαν, παραψυχῆς ἀδελφικῆς ἐδεόμεθα. Οἱ γὰρ τὴν Μαρκίωνος καὶ Βαλεντίνου καὶ Μάνητος καὶ τῶν ἄλλων δοκητῶν αἵρεσιν ἐπὶ τοῦ παρόντος ἀνανεούμενοι, δυσχεραί νοντες ὅτι τὴν αἵρεσιν αὐτῶν ἄντικρυς στηλιτεύομεν, ἐξ απατῆσαι τὰς βασιλικὰς ἐπειράθησαν ἀκοάς, αἱρετικοὺς ἡμᾶς ἀποκαλοῦντες, καὶ εἰς δύο μερίζειν υἱοὺς συκοφαντοῦντες τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Ἀλλ' οὐκ ἔπεισαν ὥσπερ ἤλπισαν λέγοντες. Οὗ δὴ χάριν ὑπομνηστικὸν ἐγράφη τῷ μεγαλοπρεπεστάτῳ καὶ ἐνδο ξοτάτῳ στρατηγῷ καὶ ὑπάτῳ, αἱρέσεως μὲν κατηγορίαν οὐδε μίαν ἔχον, ἄλλας δέ τινας αἰτίας, καὶ ταύτας ψευδεῖς. Συνό δους γὰρ ἔλεγόν με συχνὰς εἰς τὴν Ἀντιόχειαν συναγείρειν, καὶ τοῦτό τινας λυπεῖν, καὶ διὰ τοῦτο χρῆναί με ἡσυχίαν ἄγειν, καὶ τὰς ἐγκεχειρισμένας οἰκονομεῖν Ἐκκλησίας. Τούτου μοι τοίνυν τοῦ ὑπομνηστικοῦ δειχθέντος, ἥρπασα τὴν ψῆφον, ὡς πρόξενον ἀγαθῶν. Πρῶτον μὲν γὰρ τὴν τριπόθητον ἀπ έλαβον ἡσυχίαν. Εἶτα δὲ πολλὰς ἐλπίζω τῶν ὑπ' ἐμοῦ πλημ μεληθέντων ἐξαλειφθῆναι κηλίδας διὰ τὴν τυρευθεῖσαν καθ' ἡμῶν ἀδικιὰν ὑπὸ τῶν τῆς ἀληθείας ἐχθρῶν. Ἔδειξε δὲ καὶ λίαν ἐναργῶς κἀν τῷ παρόντι βίῳ τῶν ὅλων ὁ Πρύτανις, ὅσην τῶν ἀδικουμένων ποιεῖται κηδεμονίαν. Ἡμῶν γὰρ ἡσυχίαν ἀγόντων, καὶ εἴσω τῶν τῆς πατρίδος ὅρων εἰργομένων, καὶ τῶν κατὰ τὴν Ἀνατολὴν πάντων ἀνιωμένων μέν, καὶ πικρῶς ὀδυ ρομένων, σιγᾶν δὲ διὰ τὸ προσπεσὸν δέος ἠναγκασμένων (τὰ γὰρ καθ' ἡμῶν γεγενημένα τὸ τῆς δειλίας πᾶσιν ἐνέθηκε δέος), αὐτὸς ὁ Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε, καὶ τῶν τὴν συκοφαντίαν ὑφηνάντων τὴν συκοφαντίαν διήλεγξε, καὶ τὸ δυσσεβὲς αὐτῶν ἐγύμνωσε φρόνημα. Οὗτοι καὶ τὴν Ἀλεξάν δρειαν ἐξώπλισαν καθ' ἡμῶν, καὶ τὰς πάντων ἀκοὰς περιβομ βοῦσι διὰ τῶν ἀξίων αὐτῶν ὑπουργῶν, ὡς ἡμεῖς ἀνθ' ἑνὸς δύο κηρύττομεν υἱούς. Ἐγὼ δὲ τοσοῦτον ἀπέχω τοῦ μυσαροῦ τού του φρονήματος, ὅτι καί τινας τῶν ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων εὑρηκὼς πρὸς τὴν Ἀρείου μανίαν ἐν συντάγμασιν ἀποτεινομένους, καὶ ἀναγκαζομένους διὰ τὸν πρὸς ἐκείνους ἀγῶνα πλείονι διαιρέσει κεχρῆσθαι, δυσχεραίνω καὶ οὐ προσίεμαι τὴν τοιαύτην διαίρεσιν· οἶδα γὰρ ὡς ἡ ἀνάγκη τῆς διαιρέσεως ἀμετρίαν εἰργάζετο. Καὶ ἵνα με μή τις ὑπολάβοι δεδιότα νῦν ταῦτα λέγειν, ἔξ εστι τῷ βουλομένῳ τοῖς παλαιοῖς μου συγγράμμασιν ἐντυχεῖν, τοῖς πρὸ τῆς συνόδου τῆς ἐν Ἐφέσῳ, καὶ τοῖς μετ' ἐκείνην τοῖς πάλιν πρὸ δυοκαίδεκα ἐτῶν. Διὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν, καὶ τοὺς προφήτας ἅπαντας ἡρμηνεύσαμεν, καὶ τὸ Ψαλτή ριον, καὶ τὸν Ἀπόστολον· καὶ πρὸς τοὺς τὰ Ἀρείου φρονοῦντας, καὶ πρὸς τοὺς τὰ Μακεδονίου νοσοῦντας, καὶ πρὸς τὴν Ἀπολιναρίου τερθρείαν, καὶ πρὸς τὴν Μαρκίωνος λύτταν συνεγράψαμεν πάλαι· καὶ ἐν ἑκάστῳ τῶν συγγραμμάτων, διὰ τὴν τοῦ Θεοῦ μου χάριν, τὸ ἐκκλησιαστικὸν φρόνημα δια λάμπει. Καὶ μυστικὴ δὲ ἡμῖν συγγέγραπται βίβλος, καὶ περὶ Προνοίας ἑτέρα, καὶ πρὸς τὰς πεύσεις τῶν Μάγων ἄλλη, καὶ τῶν ἁγίων οἱ βίοι καὶ πρὸς τούτοις ἕτερα πολλά, ἵνα μὴ καθ' ἕκαστον λέγω. Ἀπηρίθμησα δὲ ταῦτα, οὐ φιλοτιμίᾳ χρώμενος, ἀλλὰ πρόκλησιν προσφέρων, καὶ τοῖς κατηγόροις, καὶ τοῖς κρίνειν ἐθέλουσιν, ὁποῖα ἂν ἐθέλωσι βασανίσαι τῶν συγγραμ μάτων. Οὐ γὰρ εὑρήσουσιν ἡμᾶς, διὰ τὴν τοῦ Θεοῦ μου χάριν, ἄλλο τι φρονοῦντας, ἢ ἅπερ παρὰ τῆς ἁγίας Γραφῆς παρει λήφαμεν. Ταῦτα τοίνυν μαθοῦσα παρ' ἡμῶν ἡ ἁγιότης σου διδαξάτω τοὺς ἀγνοοῦντας, καὶ τὰς λοιδορούσας ἡμᾶς ἀχαλινώτους γλώττας, καὶ τοὺς ἐξηπατημένους πειθέτω, μὴ τοιαῦτα περὶ ἡμῶν δοξάζειν, οἷα παρὰ τῶν συκοφαντούντων ἔμαθον, ἀλλὰ πείθεσθαι τῷ νομοθέτῃ βοῶντι· Ἀκοὴν ματαίαν οὐ παρα δέξῃ, καὶ ἀναμένειν τὴν τῶν πραγμάτων ἐξέτασιν. Ἐγὼ δὲ εὔχομαι μὲν γαλήνης ἀπολαῦσαι τὰς Ἐκκλησίας, καὶ τὸν μακρὸν τοῦτον καὶ χαλεπὸν διαλυθῆναι χειμῶνα. Εἰ δὲ οὐκ ἐᾷ τῶν ἡμετέρων ἁμαρτημάτων τὸ πλῆθος, ἀλλ' ἐξεδόθημεν διὰ ταῦτα τῷ σινιάζοντι, εὐχόμεθα τῶν ὑπὲρ τῆς πίστεως κινδύ νων μεταλαχεῖν· ἵν' ἐπειδὴ τὴν ἀπὸ τοῦ βίου παρρησίαν οὐκ ἔχομεν, ἀπό γε τοῦ φυλάξαι τὴν πίστιν ἀκίβδηλον, οἴκτου τύχωμεν καὶ συγγνώμης ἐν τῇ τῆς Δεσποτικῆς ἐπιφανείας ἡμέρᾳ. Ταῦτα δὲ ἡμῖν συνεύξασθαι καὶ τὴν σὴν παρακαλοῦμεν ἁγιωσύνην.

Intertext edge

Open linked passage

Note