Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
83.1
ΔΙΟΣΚΟΡΩ ΕΠΙΣΚΟΠΩ ΑΛΕΞΑΝΔΡΕΙΑΣ. Μεγίστην φέρει τοῖς συκοφαντουμένοις παραψυχὴν τὰ τῆς θείας Γραφῆς διηγήματα. Ὅταν γάρ τις ὑπὸ γλώττης ἀχαλι νώτου ψευδηγορίαις βληθεὶς τὰς ὀξείας δέξηται τῆς ἀθυμίας ἀκίδας, ἀναμιμνῄσκεται τῆς κατὰ τὸν ἀξιάγαστον Ἰωσὴφ ἱστορίας καὶ ὁρῶν τῆς σωφροσύνης τὸ ἄγαλμα καὶ τῆς παντο δαπῆς ἀρετῆς τὸν διδάσκαλον συκοφαντίας γραφὴν ὑπομεί ναντα καὶ ὡς γάμον ἀλλότριον διορύξαντα καθειρχθέντα καὶ πεδηθέντα καὶ πλεῖστον ὅσον ἐν εἱρκτῇ διατρίψαντα χρόνον, τῷ τούτου τοῦ διηγήματος φαρμάκῳ θεραπεύει τὴν ἀλγηδόνα. Οὕτω πάλιν εὑρίσκων τὸν πραότατον Δαυὶδ ὡς τύραννον ὑπὸ τοῦ Σαοὺλ ἐλαυνόμενον δὶς τὸν πολέμιον καὶ θηρεύσαντα καὶ ἀλώβητον ἀπολύσαντα ἀλεξιφάρμακον πάλιν ἐντεῦθεν τῆς ἀθυμίας λαμβάνει. Ὅταν δὲ καὶ αὐτὸν ἴδῃ τὸν δεσπότην Χρισ τόν, τῶν αἰώνων τὸν ποιητήν, τὸν τῶν ἁπάντων δημιουργόν, τὸν ἀληθινὸν θεὸν καὶ τοῦ ἀληθινοῦ Θεοῦ υἱὸν πλάνον ὑπὸ τῶν ἀλιτηρίων Ἰουδαίων ὠνομασμένον, οὐκέτι μόνον ψυχαγωγίαν, ἀλλὰ καὶ εὐθυμίαν καρποῦται μεγίστην, ἅτε δὴ τῆς δεσποτι κῆς ἀξιούμενος κοινωνίας. Ταῦτα δὲ γράψαι νῦν ἠναγκάσθην ἐντυχὼν τοῖς παρὰ τῆς σῆς ἁγιότητος γραφεῖσι τῷ θεοφιλεστάτῳ καὶ ἁγιωτάτῳ ἀρχι επισκόπῳ τῷ κυρίῳ Δόμνῳ. Προσέκειτο γὰρ αὐτοῖς καὶ τόδε ὥς τινες τὴν μεγίστην πόλιν τὴν ὑπὸ τῆς σῆς ὁσιότητος ἰθυνο μένην κατειληφότες ἐγράψαντο ἡμᾶς, ὡς εἰς δύο υἱοὺς μερί ζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ ταῦτα ἐν Ἀντιοχείᾳ διαλεγομένους, ἔνθα πολλαὶ μυριάδες τῶν ἀκροατῶν πληροῦσι τὸν σύλλογον. Καὶ ἐκείνους μὲν ἐθρήνησα ὡς προ φανῆ συκοφαντίαν ὑφᾶναι τετολμηκότας, ἤλγησα δὲ– καί μοι σύγγνωθι, δέσποτα, ὑπ' ὀδύνης λέγειν βιαζομένῳ– ὅτι μοι θατέραν τῶν ἀκοῶν ἡ κατὰ θεόν σου τελειότης οὐκ ἐφύλαξεν ἀκεραίαν, ἀλλὰ τοῖς ψευδῶς παρ' ἐκείνων εἰρημένοις ἐπίστευ σεν. Καίτοι ἐκεῖνοι μὲν τρεῖς εἰσιν ἢ τέσσαρες ἢ πέντε καὶ δέκα, ἐγὼ δὲ πολλὰς ἔχω μυριάδας ἀνθρώπων τῇ τῆς διδασκα λίας ὀρθότητι μαρτυρούσας. Ἓξ μὲν γὰρ ἔτη διετέλεσα διδάσκων ἐπὶ τοῦ τῆς μακαρίας καὶ ὁσίας μνήμης Θεοδότου τοῦ τῆς Ἀντιοχέων ἐπισκόπου, ὃς καὶ βίῳ λαμπρῷ καὶ τῇ τῶν θείων δογμάτων ἐκεκόσμητο γνώσει· τρία καὶ δέκα πάλιν ἕτερα ἐπὶ τοῦ μακαρίου Ἰωάννου, ὃς τοσοῦτον ἐγάννυτο διαλεγομέ νων ἡμῶν, ὡς ἄμφω τὼ χεῖρε κινεῖν καὶ διανίστασθαι πολλά κις. Ὅτι δὲ παιδόθεν τοῖς λογίοις τοῖς θείοις ἐντεθραμμένος ἀκριβῆ λίαν εἶχεν τῶν θείων δογμάτων τὴν εἴδησιν, ἐμαρτύρη σεν ἐν τοῖς γράμμασιν ἡ ἁγιότης ἡ σή. Πρὸς δὲ τούτοις ἕβδο μόν ἐστιν ἔτος τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου τοῦ κυρίου Δόμνου καὶ μέχρι τῆς σήμερον ἡμέρας, τοσούτου διεληλυθότος χρόνου, οὐδεὶς οὔτε τῶν θεοφιλεστάτων ἐπισκόπων οὔτε τῶν εὐλαβεστάτων κληρικῶν τοῖς παρ' ἡμῶν εἰρημένοις ἐμέμψατο πώποτε. Μεθ' ὅσης δὲ θυμηδίας καὶ οἱ φιλόχριστοι λαοὶ τῶν ἡμετέρων ἐπακούουσι λόγων, ῥᾴδιον σου τῇ κατὰ Θεὸν τελειό τητι παρὰ τῶν ἐκεῖθεν αὐτόσε παραγινομένων, καὶ μέντοι καὶ παρὰ τῶν ἐντεῦθεν ἐκεῖσε ἀφικνουμένων μαθεῖν. Καὶ ταῦτα λέγω οὐ σεμνυνόμενος, ἀλλ' ἀπολογεῖσθαι βιαζό μενος, οὔτε μὴν λαμπρότητα ἀλλὰ ὀρθότητα μόνον τοῖς ἐμαυ τοῦ λόγοις προσμαρτυρῶν. Καὶ ὁ μέγας δὲ τῆς οἰκουμένης διδάσκαλος, ὁ θεσπέσιος Παῦλος, ἔσχατον ἑαυτὸν τῶν ἁγίων καὶ πρῶτον τῶν ἁμαρτωλῶν ὀνομάζων ἀεὶ, ἠναγκάσθη, τῶν ψευδηγόρων ἐμφράττων τὰ στόματα, τὸν τῶν οἰκείων πόνων ἐνθεῖναι κατάλογον· καὶ δείκνυς ὡς τῆς ἀνάγκης ἦν, ἀλλ' οὐ τῆς γνώμης ἡ τῶν παθημάτων διήγησις, ἐπήγαγεν· ἄφρων ἐγενόμην καυχώμενος· ὑμεῖς με ἠναγκάσατε. Ἐγὼ δὲ ἄθλιον ἐμαυτὸν καὶ τρισάθλιον οἶδα· πολλοῖς γὰρ ὑπόκειμαι πλημμελήμασι· διὰ μόνην δὲ πίστιν ἐν τῇ τῆς θείας ἐπιφανείας ἡμέρᾳ φειδοῦς τινος ἀπολαύσεσθαι προσδοκῶ. Τοῖς γὰρ τῶν ἁγίων πατέρων ἀκολουθεῖν ἴχνεσιν καὶ προθυμοῦμαι καὶ προσεύχομαι καὶ τὴν εὐαγγελικὴν διδασκαλίαν, ἣν ἐν κεφαλαίῳ παρέδοσαν ἡμῖν οἱ ἐν Νικαίᾳ τῆς Βιθυνίας συνελη λυθότες ἁγιώτατοι πατέρες, σπουδάζω φυλάττειν ἀκήρατον. Καὶ ὥσπερ ἕνα πιστεύω εἶναι Θεὸν Πατέρα καὶ ἓν Πνεῦμα ἅγιον ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, οὕτως ἕνα Κύριον Ἰησοῦν Χριστόν, Υἱὸν τοῦ Θεοῦ μονογενῆ πρὸ τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένον, ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τῆς τοῦ Πατρὸς ὑποστάσεως, διὰ τὴν τῶν ἀνθρώπων σωτηρίαν σαρκωθέντα καὶ ἐνανθρωπήσαντα καὶ κατὰ σάρκα ἐκ Μαρίας τῆς Παρθένου τεχθέντα. Οὕτω γὰρ ἡμᾶς καὶ ὁ πάνσοφος ἐδίδαξε Παῦλος· Ὧν οἱ πατέρες, φησί, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐ λογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ πάλιν· Περὶ τοῦ Υἱοῦ αὐτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα τοῦ ὁρισθέντος Υἱοῦ Θεοῦ ἐν δυνάμει κατὰ πνεῦμα ἁγιωσύνης. Διὰ γάρ τοι τοῦτο καὶ Θεοτόκον ἀποκαλοῦμεν τὴν ἁγίαν Παρθένον καὶ τοὺς τῆς προσηγορίαν ταύτην παραιτουμένους, ἀλλοτρίους τῆς εὐσεβείας ἡγούμεθα. Ὡσαύτως δὲ καὶ τοὺς εἰς δύο πρόσωπα ἢ δύο υἱοὺς ἢ δύο κυρίους μερίζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν κιβδήλους ὀνομάζομεν καὶ τῆς τῶν φιλοχρίστων ἀποκρίνομεν μοίρας. Ἠκούσαμεν γὰρ τοῦ θειοτάτου Παύλου λέγοντος· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Καὶ πάλιν· Εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα. Καὶ αὖθις· Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Καὶ ἑτέρωθι· Ὁ καταβὰς αὐτός ἐστιν καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν. Καὶ μυ ρίας δὲ τοιαύτας ἑτέρας ἔστιν εὑρεῖν παρ' αὐτῷ φωνὰς τὸν ἕνα Κύριον κηρυττούσας. Οὕτω καὶ ὁ θεῖος εὐαγγελιστὴς βοᾷ· Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογε νοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Καὶ ὁ τούτου δὲ ὁμώνυμος, ὁ Βαπτιστὴς φημί, βοᾷ λέγων· Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἐμπροσθέν μου γέγο νεν, ὅτι πρῶτός μου ἦν. Καὶ τὸ ἓν πρόσωπον δείξας ἀμφότερα τέθεικεν καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια. Ἀνθρώπειον μὲν γὰρ καὶ τὸ ἀνὴρ καὶ τὸ ἔρχεται, θεῖον δὲ τὸ ὅτι πρῶ τός μου ἦν. Ἀλλ' ὅμως οὐκ ἄλλον οἶδε τὸν ὀπίσω ἐρχόμενον καὶ ἄλλον τὸν πρὸ αὐτοῦ ὄντα, ἀλλὰ τὸν αὐτὸν οἶδεν προαιώ νιον μὲν ὡς θεόν, ἄνθρωπον δὲ μετ' αὐτὸν ἐκ τῆς Παρθένου τεχθέντα. Οὕτω καὶ ὁ τρισμακάριος Θωμᾶς τῇ τοῦ Κυρίου σαρκὶ τὴν χεῖρα προσενεγκὼν Κύριον ὠνόμασε καὶ Θεόν, διὰ τῆς ὁρωμένης φύσεως καταμαθὼν τὴν ἀόρατον. Οὕτω καὶ ἡμεῖς τῆς μὲν αὐτοῦ σαρκὸς καὶ τῆς θεότητος τὴν διαφορὰν ἐπιστάμεθα, ἕνα δὲ ἴσμεν Υἱὸν τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Ταῦτα γὰρ καὶ παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθημεν καὶ παρὰ τῶν ταύτην ἡρμηνευκότων Πατέρων, Ἀλεξάνδρου καὶ Ἀθανασίου τῶν μεγαλοφώνων κηρύκων τῆς ἀληθείας, οἳ τὸν ἀποσ τολικὸν ὑμῶν διεκόσμησαν θρόνον, καὶ Βασιλείου καὶ Γρηγο ρίου καὶ τῶν ἄλλων τῆς οἰκουμένης φωστήρων· ὅτι δὲ καὶ τοῖς τῶν μακαρίων Θεοφίλου καὶ Κυρίλλου συγγράμμασιν κεχρημένοι τοὺς ἀντιλέγειν τολμῶντας καὶ διὰ τούτων ἐπιστομίζομεν, αὐτὰ μαρτυρεῖ τὰ γράμματα. Τοὺς γὰρ τῆς δεσποτικῆς σαρκὸς καὶ τῆς θεότητος τὴν διαφορὰν ἀρνουμένους καὶ ποτὲ μὲν τὴν θείαν φύσιν εἰς σάρκα τετράφθαι λέγοντας, ποτὲ δὲ τὴν σάρκα εἰς θεότητος μεταβεβλῆσθαι φύσιν, τοῖς τῶν θαυμασίων τούτων ἀνδρῶν φαρμάκοις θεραπεύειν σπου δάζομεν. Σαφῶς γὰρ καὶ τῶν δύο φύσεων ἡμᾶς τὴν διαφορὰν ἐκπαιδεύουσι καὶ τὸ ἄτρεπτον τῆς θείας κηρύττουσι φύσεως καὶ τὴν δεσποτικὴν σάρκα θείαν μὲν ἀποκαλοῦσιν, ὡς τοῦ Θεοῦ Λόγου σάρκα γεγενημένην· τὸ δὲ εἰς θεότητος αὐτὴν μεταβεβλῆσθαι φύσιν, ὡς ἀσεβὲς ἀποκηρύττουσιν. Ὅτι δὲ καὶ ὁ τῆς μακαρίας καὶ ὁσίας μνήμης Κύριλλος πολλάκις ἡμῖν ἐπέστειλεν, οἶμαι καὶ τὴν σὴν εἰδέναι σαφῶς ἁγιότητα. Καὶ ἡνίκα δὲ τὰ κατὰ Ἰουλιανοῦ συγγράμματα εἰς τὴν Ἀντιόχειαν πέπομφεν, ὡσαύτως δὲ καὶ τὰ εἰς τὸν ἀπο πομπαῖον γραφέντα, τὸν μακάριον ᾔτησεν Ἰωάννην τὸν τῆς Ἀντιοχείας ἐπίσκοπον ἐπιδεῖξαι αὐτὰ τοῖς κατὰ τὴν Ἑῴαν διαπρέπουσι διδασκάλοις, καὶ δὴ τοῖς γράμμασιν εἴξας ὁ μακά ριος Ἰωάννης πέπομφεν ἡμῖν τὰς βίβλους καὶ ἀναγνόντες ἐθαυμάσαμεν καὶ ἐπεστείλαμεν τῷ τῆς μακαρίας μνήμης Κυρίλλῳ. Καὶ ἀντέγραψε πάλιν ἡμῖν καὶ ἀκρίβειαν ἡμῖν καὶ διάθεσιν μαρτυρῶν καὶ σώζεται παρ' ἡμῖν ταῦτα τὰ γράμματα. Ὅτι δὲ καὶ τοῖς περὶ Νεστορίου ὑπαγορευθεῖσι τόμοις ὑπὸ τοῦ τῆς μακαρίας μνήμης Ἰωάννου δὶς ὑπεγράψαμεν, μαρτυ ροῦσιν ἡμῶν αἱ χεῖρες. Ἀλλ' οὗτοι ταῦτα περὶ ἡμῶν θρυλοῦσι, τὴν οἰκείαν νόσον τῇ καθ' ἡμῶν συκοφαντίᾳ συσκιάζειν πει ρώμενοι. Ἀποστραφήτω τοίνυν ἡ ὁσιότης σου τοὺς λαλοῦντας τὸ ψεῦ δος καὶ τῆς ἐκκλησιαστικῆς φροντισάτω γαλήνης καὶ τοὺς διαφθείρειν τολμῶντας τῆς ἀληθείας τὰ δόγματα ἢ τοῖς ἀλε ξικάκοις θεραπευέτω φαρμάκοις ἢ τὴν θεραπείαν μὴ δεχομέ νους ὡς ἀνηκέστως διακειμένους τῶν ποιμνίων ἐξελασάτω, ἵνα μὴ τῆς ἐκείνων λώβης μεταλάχῃ τὰ πρόβατα· ἡμᾶς δὲ τῆς συνήθους ἀξιούτω προσρήσεως. Ὅτι γὰρ ἃ φρονοῦμεν γεγράφαμεν, μαρτυρεῖ καὶ τὰ παρ' ἡμῶν συγγραφέντα εἴς τε τὰς θείας Γραφὰς καὶ κατὰ τῶν τὰ Ἀρείου καὶ Εὐνομίου φρονούντων. Πρὸς δὲ τούτοις καὶ σύντομον ἀκροτελεύτιον τίθημι· Εἴ τις οὐ λέγει τὴν ἁγίαν Παρθένον Θεοτόκον ἢ ψιλὸν ἄνθρωπον ἀποκαλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἢ εἰς δύο υἱοὺς μερίζει τὸν ἕνα Μονογενῆ καὶ πρωτότοκον πάσης κτίσεως, ἐκπέσοι τῆς εἰς Χριστὸν ἐλπίδος καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο, γένοιτο. Τούτων δὲ παρ' ἡμῶν οὕτως εἰρημένων τὰς ἱεράς σου εὐχὰς παρασχεῖν μοι, δέσποτα, καταξίωσον καὶ ἀντιγράφοις εὐφρᾶ ναι, δηλοῦσιν ὡς ἀπεστράφη σου ἡ ἁγιωσύνη τοὺς συκοφάν τας. Πᾶσαν τὴν σὺν τῇ σῇ θεοσεβείᾳ ἐν Χριστῷ ἀδελφότητα ἐγώ τε καὶ οἱ σὺν ἐμοὶ προσαγορεύομεν.