Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
84.1
ΤΟΙΣ ΕΝ ΚΙΛΙΚΙΑ ΕΠΙΣΚΟΠΟΙΣ. Τὰς καθ' ἡμῶν γεγενημένας συκοφαντίας μεμάθηκεν πάν τως ἡ ὑμετέρα φιλοθεΐα. Οἱ γὰρ τἀναντία τῇ ἀληθείᾳ φρο νοῦντες εἰς δύο μερίζειν ἡμᾶς υἱούς φασι τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν. Λέγουσι δέ τινες τῆς συκοφαντίας αὐτοὺς λαμβάνειν τὰς ἀφορμὰς ἔκ τινων εὐαριθμήτων παρ' ὑμῖν ταῦτα φρονούντων, καὶ εἰς δύο πρόσωπα διαιρούντων τὸν ἐνανθρωπήσαντα Θεὸν Λόγον. Οὓς δεῖ τῆς ἀποστολικῆς ἐπακοῦσαι φωνῆς διαρρήδην βοώσης· Εἷς Κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα. Καὶ πάλιν· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. Ἔδει δὲ αὐτοὺς καὶ ταῖς Δεσποτικαῖς ἀκολουθῆσαι διδασκαλίαις. Καὶ γὰρ αὐτὸς ὁ Κύριος οὕτω φησίν· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ. Καὶ πάλιν· Ἐὰν οὖν ἴδητε τὸν Υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον. Καὶ ἡ παράδοσις δὲ τοῦ ἁγίου βα πτίσματος ἕνα Υἱὸν ἡμᾶς εἶναι διδάσκει, ὡς ἕνα Πατέρα, καὶ ἓν ἅγιον Πνεῦμα. Καταξιωσάτω τοίνυν ἡ ὑμετέρα φιλοθεΐα, εἴπερ ἄρα τινὲς ὅλως εἰσὶν– ἐγὼ γὰρ οὐ πείθομαι–, τοῖς ἀποστολικοῖς δόγμα σιν ἀπειθοῦντες, καὶ ἐπιστομίσαι αὐτούς, καὶ ἐκκλησιαστικῶς σωφρονίσαι, καὶ διδάξαι τοῖς τῶν ἁγίων Πατέρων ἀκολουθεῖν ἴχνεσι, καὶ τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων ἀκήρατον φυλάττειν, ἅτε δὴ τὴν εὐαγγελικὴν καὶ ἀποστολικὴν διδασκαλίαν ἐν κεφα λαίῳ διδάσκουσαν. Πρέπει γὰρ ὑμῖν, θεοφιλέστατοι, καὶ τῆς τοῦ Θεοῦ δόξης καὶ τῆς κοινῆς εὐκλείας φροντίσαι, καὶ μὴ περιιδεῖν τὴν κατὰ τοῦ κοινοῦ χωροῦσαν λοιδορίαν διὰ τὴν τῶν ὀλίγων τούτων ἀνθρώπων ἀμαθίαν, ἢ φιλονεικίαν, εἴπερ τινὲς ὅλως εἰσίν, εἰ καὶ μὴ κατὰ τούτων, ὡσπεροῦν καὶ καθ' ἡμῶν, παρέθηξαν τὰς γλώσσας οἱ συκοφάνται. Καταξιοῦτε δὲ μνη μονεύειν ἡμῶν ἐν ταῖς πρὸς τὸν Κύριον προσευχαῖς. Τοῦτο γὰρ ὁ τῆς ἀγάπης παρακελεύεται νόμος.