Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
85.1
ΒΑΣΙΛΕΙΩ ΕΠΙΣΚΟΠΩ. Κεφάλαιον τῶν ἀγαθῶν τὴν ἀγάπην ὁ θεσπέσιος προσηγό ρευσε Παῦλος, καὶ ταύτῃ τρέφεσθαι τῆς πίστεως τοὺς τρο φίμους παρεκελεύσατο. Ταύτης ἔχουσα τὸν πλοῦτον ἡ σὴ θεοσέβεια, καὶ ἅπερ ἐχρῆν εἰσηγήσατο, καὶ τὰ θυμήρη μεμή νυκε. Τί γὰρ θυμηρέστερον τοῖς φοβουμένοις τὸν Κύριον τῆς τῶν ὀρθῶν δογμάτων ὑγείας τε καὶ συμφωνίας; Εὖ ἴσθι τοίνυν, θεοφιλέστατε, ὡς ἄγαν ἥσθημεν τὰ περὶ τοῦ κοινοῦ φίλου μεμαθηκότες· καὶ ὅσον πρώην ἠλγήσαμεν, ἀκούσαντες ὡς μίαν εἶναι φύσιν σαρκὸς καὶ θεότητος λέγει, καὶ ὡς ἄντικρυς τῇ ἀπαθεῖ θεότητι τὸ σωτήριον πάθος προσάπτει, οὕτως ηὐφράν θημεν τοῖς τῆς σῆς ὁσιότητος γράμμασιν ἐντυχόντες, καὶ με μαθηκότες ὡς ἀκεραίους φυλάττει τὰς τῶν φύσεων ἰδιότητας, καὶ οὔτε τὸν Θεὸν Λόγον εἰς σάρκα τετράφθαι φησίν, οὔτε τὴν σάρκα εἰς θεότητος μεταβεβλῆσθαι φύσιν· ἀλλ' ἐν τῷ ἑνὶ Υἱῷ, τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ, τῷ ἐνανθρωπήσαντι Θεῷ Λόγῳ, ἀσυγχύτους μεμενηκέναι φησὶν τὰς ἑκατέρας φύσεως ἰδιό τητας· καὶ τὸν τῶν ὅλων Θεὸν ἀνυμνήσαμεν ἐπὶ τῇ τῆς θείας πίστεως συμφωνίᾳ. Εἰς μέντοι Κιλικίαν ἑκατέραν γεγράφαμεν, καίτοι σαφῶς οὐκ εἰδότες, εἴπερ τινές εἰσιν ἐναντία τῇ ἀληθείᾳ φρονοῦντες, καὶ παρηγγυήσαμεν τοῖς θεοφιλεστάτοις ἐπισκόποις ἰχνεῦσαι καὶ ζητῆσαι, εἴπερ ἄρα τινές εἰσιν εἰς δύο υἱοὺς διαιροῦντες τὸν ἕνα Κύριον Ἰησοῦν Χριστόν· καὶ ἢ παραινετικῶς σωφρο νίσαι, ἢ τοῦ καταλόγου χωρίσαι τῶν ἀδελφῶν. Τῷ ὄντι γὰρ ὁμοίως ἀποστρεφόμεθα καὶ τοὺς μίαν φύσιν σαρκὸς καὶ θεό τητος εἶναι λέγειν τολμῶντας, καὶ τοὺς εἰς δύο υἱοὺς μερί ζοντας τὸν ἕνα Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ τῶν ἀποσ τολικῶν ὅρων ἔξω βαίνειν ἐπιχειροῦντας. Ὅτι δὲ καὶ πρὸς εἰρήνην ἐσμὲν εὐτρεπεῖς, θαρρείτω σου ἡ ὁσιότης. Εἰ γὰρ ὁ Προφήτης φησίν· Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός, πολλῷ μᾶλλον ἡμεῖς τὴν κατὰ Θεὸν εἰρή νην ἀσπαστῶς προσδεχόμεθα. Ἐπειδὴ δὲ καὶ εἰς τὴν Ἀλεξάνδρειάν τινες ἔδραμον τῶν τῷ ψεύδει συντεθραμμένων, καὶ συκοφαντίας ἔρραψαν καθ' ἡμῶν, καὶ τοῖς τοιούτοις λόγοις ὑπαχθεὶς ὁ θεοφιλέστατος τῆς πόλεως ἐκείνης ἐπίσκοπος, καί τοι πληροφορηθεὶς δι' ἡμετέρων γραμμάτων, τινὰ τῶν θεοσεβεστάτων ἐπισκόπων εἰς τὴν βασιλεύουσαν ἀπέστειλε πόλιν· καταξιωσάτω σου ἡ θεοσέβεια τὴν οἰκείαν εὔνοιαν δεῖξαι συνήθως καὶ ἀντιτάξαι τῷ ψεύδει τὴν ἀλήθειαν.