Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
86.1
ΦΛΑΒΙΑΝΩ ΕΠΙΣΚΟΠΩ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ. Πολλὰς μὲν ἐν τῷ παρόντι καιρῷ, τὰ πάντα θεοφιλέστατε, τρικυμιῶν ἐδεξάμεθα προσβολάς, καὶ τὸν τοῦ παντὸς ἐπικα λεσάμενοι Κυβερνήτην, ἀντισχεῖν ἠδυνήθημεν πρὸς τὸν κλύ δωνα· τὰ δὲ νῦν καθ' ἡμῶν ἐπιχειρηθέντα πᾶσαν τραγικὴν ὑπερβαίνει διήγησιν. Νομίσαντες γὰρ σύμμαχον σχήσειν καὶ συνεργὸν εἰς τὰ κατὰ τῆς ἀποστολικῆς πίστεως τυρευόμενα, τὸν θεοφιλέστατον τῆς Ἀλεξανδρείας ἐπίσκοπον, τὸν κύριον Διόσκορον, ἀπεστείλαμεν ἕνα τῶν παρ' ἡμῖν εὐλαβεστάτων πρεσβυτέρων, συνέσει κοσμούμενον, μετὰ συνοδικῶν γραμμά των, διδάξαντες αὐτοῦ τὴν θεοσέβειαν, ὡς ταῖς γεγενημέναις ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Κυρίλλου συνθήκαις ἐμμένομεν, καὶ τήν τε παρ' αὐτοῦ γραφεῖσαν στέργομεν ἐπιστολήν, τήν τε τοῦ μακαριωτάτου καὶ ἐν ἁγίοις Ἀθανασίου, ἣν πρὸς τὸν μακάριον Ἐπίκτητον ἔγραψεν, ἀσπασίως δεχόμεθα· καὶ πρό γε τούτων, τὴν ἐν Νικαίᾳ τῆς Βιθυνίας ἐκτεθεῖσαν πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων. Καὶ παρεκαλέσαμεν τοὺς τούτοις ἐμμένειν οὐ βουλομένους ἐμμεῖναι παρασκευάσαι. Ἀλλά τις ἐντεῦθεν δραμὼν τῶν τἀναντία φρονούντων καὶ τοὺς θορύβους τούτους ἐργαζομένων, ἐξαπατήσας τῶν αὐτόθι τινάς, καὶ μυρίας καθ' ἡμῶν συκοφαντίας ὑφήνας, παρεσ κεύασεν ἀθέσμους καθ' ἡμῶν ἐκβοήσεις γενέσθαι. Ὁ δὲ θεοφιλέστατος ἐπίσκοπος Διόσκορος γέγραφεν ἡμῖν ἐπιστολήν, ἣν οὐκ ἔδει γράψαι τὸν παρὰ τοῦ τῶν ὅλων Θεοῦ μεμαθηκότα ἀκοὴν ματαίαν οὐ παραδέχεσθαι. Πιστεύσας γὰρ τοῖς καθ' ἡμῶν εἰρημένοις, ὡς ἀκριβῶς τούτων ἕκαστον ἐξ ετάσας, καὶ ἐκ τῆς βασάνου μεμαθηκὼς ἀληθές, οὕτως ἡμῶν κατεψηφίσατο. Ἀλλ' ἡμεῖς γενναίως τὴν συκοφαντίαν ἠνέγ καμεν καὶ χρηστοῖς γράμμασιν ἠμειψάμεθα καὶ πεπείκαμεν αὐτοῦ τὴν θεοσέβειαν, ὡς πάντα ταῦτα ψευδῆ καὶ ὡς οὐδεὶς τῶν τῆς Ἀνατολῆς θεοφιλεστάτων ἐπισκόπων ἐναντία τοῖς ἀποστολικοῖς φρονεῖ δόγμασιν. Ἐπείσθησαν δὲ καὶ δι' αὐτῆς τῶν πραγμάτων τῆς πείρας καὶ οἱ ἀποσταλέντες παρ' αὐτοῦ εὐλαβέστατοι κληρικοί. Ὁ δὲ πᾶσιν ἐρρῶσθαι φράσας καὶ τοῖς συκοφαντοῦσι τὰς ἀκοὰς ἐκδοὺς πρᾶγμα πεποίηκεν οὐδαμῶς πιστευθῆναι δυνάμενον, εἰ μὴ πᾶσαν εἶχε μαρτυροῦσαν τὴν Ἐκκλησίαν. Ἠνέσχετο μὲν γὰρ τῶν ἀναθεματιζόντων ἡμᾶς· ἀναστὰς δὲ καὶ προσφωνήσας τὰς ἐκείνων φωνὰς ἐπεβε βαίωσε. Πρὸς δὲ τούτοις καί τινας τῶν θεοφιλεστάτων ἐπισ κόπων εἰς τὴν βασιλεύουσαν ἀπέστειλεν, ὡς ἔγνωμεν, πόλιν, αὐξῆσαι τοὺς καθ' ἡμῶν θορύβους ἐλπίζων. Ἡμεῖς δὲ πρῶτον μὲν τὸν τῶν ὅλων Ἐπόπτην πρόμαχον ἔχομεν· ὑπὲρ γὰρ τῶν θείων αὐτοῦ δογμάτων ἀγωνιζόμεθα. Ἔπειτα δὲ καὶ τὴν σὴν ἁγιωσύνην παρακαλοῦμεν τῆς πολε μουμένης πίστεως ὑπερμαχῆσαι καὶ τῶν πατηθέντων ὑπερ αγωνίσασθαι κανόνων. Ἐν ἐκείνῃ γὰρ τῇ βασιλευούσῃ πόλει συνελθόντες οἱ μακάριοι Πατέρες, συμφώνως τοῖς ἐν Νικαίᾳ συναθροισθεῖσι τὰς διοικήσεις διέκριναν, καὶ ἑκάστῃ διοικήσει τὰ ἑαυτῆς ἀπένειμαν, ἄντικρυς ἀπαγορεύσαντες ἐξ ἑτέρας τινὰς διοικήσεως ἑτέρᾳ μὴ ἐπιέναι, ἀλλὰ τὸν Ἀλεξανδρείας ἐπίσκοπον τὰ τῆς Αἰγύπτου μόνα διοικεῖν, καὶ ἑκάστην διοί κησιν τὰ οἰκεῖα. Ὁ δὲ τούτοις ἐμμένειν τοῖς ὅροις οὐ βούλεται, ἀλλ' ἄνω καὶ κάτω τοῦ μακαρίου Μάρκου τὸν θρόνον προβάλ λεται· καὶ ταῦτα σαφῶς εἰδώς, ὡς τοῦ μεγάλου Πέτρου τὸν θρόνον ἡ Ἀντιοχέων μεγαλόπολις ἔχει, ὃς καὶ τοῦ μακαρίου Μάρκου διδάσκαλος ἦν, καὶ τοῦ χοροῦ τῶν ἀποστόλων πρῶτος καὶ κορυφαῖος. Ἀλλ' ἡμεῖς τοῦ μὲν θρόνου τὸ ὕψος ἐπιστά μεθα, ἑαυτοὺς δὲ καὶ γινώσκομεν καὶ μετροῦμεν. Τὴν γὰρ ἀποστολικὴν ταπεινοφροσύνην ἄνωθεν μεμαθήκαμεν. Τὴν δὲ σὴν ὁσιότητα παρακαλοῦμεν, μήτε τοὺς ἁγίους κανόνας πατουμένους παριδεῖν, καὶ τῆς θείας πίστεως ὑπερμαχῆσαι προθύμως. Εἰς ταύτην γὰρ ἔχομεν τὴν ἐλπίδα τῆς σωτηρίας καὶ διὰ ταύτης τυχεῖν προσδοκῶμεν φιλανθρωπίας. Ἵνα δὲ μηδὲ τοῦτο ἀγνοήσῃ σου ἡ ὁσιότης, ἴσθι, δέσποτα, ὡς τὴν πρὸς ἡμᾶς ἔσχε μικροψυχίαν, ἐξ οὗ τοῖς παρ' ὑμῖν γεγενημένοις συνοδικοῖς ἐπὶ τοῦ τῆς μακαρίας μνήμης Πρόκλου συνεθέμεθα, τοῖς τῶν ἁγίων Πατέρων κανόσιν ἀκολουθή σαντες· καὶ περὶ τούτου καὶ ἅπαξ ἡμῖν καὶ δὶς ἐνεκάλεσεν, ὡς προδεδωκόσι καὶ τῆς Ἀντιοχέων, ὡς λέγει, καὶ τῆς Ἀλεξανδρέων Ἐκκλησίας τὰ δίκαια. Τούτων μεμνημένος καὶ και ρὸν εὑρών, ὡς ὑπέλαβε, τὴν δυσμένειαν ἔδειξεν. Ἀλλὰ τῆς ἀληθείας οὐδὲν ἰσχυρότερον. Οἶδε γὰρ αὕτη καὶ δι' ὀλίγων νικᾶν. Παρακαλῶ δέ σου τὴν ἁγιότητα καὶ μνημονεύειν ἡμῶν ἐν ταῖς πρὸς τὸν Κύριον προσευχαῖς, ἵνα ἀντισχεῖν δυνη θῶμεν πρὸς τὰ διάφορα κύματα.