Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
87.1
ΔΟΜΝΩ ΕΠΙΣΚΟΠΩ ΑΠΑΜΕΙΑΣ. Ὁ μὲν τῆς φιλαδελφίας ἀπῄτει νόμος πολλὰς ἡμᾶς ἐν τῷ παρόντι καιρῷ δέξασθαι παρὰ τῆς σῆς φιλοθεΐας ἐπιστολάς. Παρεγγυᾷ γὰρ ὁ θεῖος Ἀπόστολος κλαίειν μετὰ κλαιόντων, καὶ χαίρειν μετὰ χαιρόντων. Ἐδεξάμην δὲ οὐδε μίαν, καίτοι παραγενομένων ἔναγχος πρὸς ἡμᾶς τῶν τε θεοσεβεστάτων μοναζόντων τῆς ὑμετέρας μονῆς, καὶ τοῦ θεο σεβεστάτου Ἡλίου τοῦ πρεσβυτέρου. Ἐγὼ δὲ γράφω καὶ προσφθέγγομαί σου τὴν ὁσιότητα καὶ γνωρίζω ὡς ἤρκεσεν ἡμῖν ἀντὶ πάντων ἡ τοῦ Δεσπότου ψυχαγωγία. Τῷ ὄντι γάρ, οὐδ' εἰ ἰσάριθμα τῶν ἡμετέρων τριχῶν σχοίημεν στόματα, ὑμνῆσαι αὐτὸν ἀξίως ἰσχύομεν, διὰ τὴν εἰς αὐτὸν ὁμολογίαν τῆς δοκούσης ἀτιμίας ἀξιωθέντες, ἣν πάσης τιμῆς σεβασμιω τέραν ἡγούμεθα. Εἰ δὲ καὶ τὰς ἐσχατιὰς τῆς οἰκουμένης οἰκῆ σαι κατακριθείημεν, πλέον αὐτὸν ἀνυμνήσομεν, ὅσῳ μειζόνων ἀγαθῶν ἀξιούμεθα. Εὐξάσθω δὲ ὅμως ἡ ὁσιότης σου καὶ αἰτη σάτω ταῖς ἁγίαις Ἐκκλησίαις γαλήνην. Τῆς γὰρ τούτων ἕνεκα ζάλης καὶ ἡμεῖς θρηνοῦμεν καὶ στένομεν καὶ ὀλοφυρόμεθα. Καὶ γὰρ ἐξέωσαν, ὡς ἔγνωμεν, ταύτην οἱ ἀπὸ Ὀσροηνῆς κληρικοί, μυρία πάντων ἡμῶν καταχέαντες, καίτοι ὁμοῦ οὐδὲ συνδικάσαντος, οὐδὲ τῆς ἐπ' αὐτοῖς κοινωνήσαντος ψήφου, ἀλλά, ὡς οἶδέ σου ἡ ὁσιότης, καὶ τὴν κοινωνίαν αὐτοῖς δοθῆναι τὸ Πάσχα παρακαλέσαντος. Ἀλλὰ ῥᾴδιον τοῖς συκοφάνταις λέγειν ἃ βούλονται. Ἡμᾶς δὲ ὁ τοῦ Δεσπότου παραμυθεῖται μακαρισμός. Μακάριοι γάρ ἐστε, φησίν, ὅταν ὀνειδί σωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ἕνεκεν ἐμοῦ, ψευδόμενοι. Χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς.

Intertext edge

Open linked passage

Note