Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
88.1
ΤΑΥΡΩ ΠΑΤΡΙΚΙΩ. Ὑπερβαίνειν με τοὺς ὅρους οἱ συκοφάνται βιάζονται καὶ γράφειν ὑμῖν, τοῖς τὰς μεγίστας κεκοσμηκόσιν ἀρχὰς καὶ τὰς ὑπερτάτας εἰληχόσι τιμὰς ἀναγκάζουσιν. Οὗ δὴ χάριν παρα καλῶ συγγνώμης μεταλαχεῖν. Γράφω γὰρ οὐκ αὐθαδείᾳ χρώ μενος, ἀλλ' ὑπὸ τῆς χρείας ὠθούμενος· οὐδὲ τὸ σκυθρωποῖς τισιν ἀδίκως περιπεσεῖν ὑφορώμενος– τοῦτο γὰρ ὡς ἐπίπαν πεπόνθασιν ἅπαντες οἱ τῷ Θεῷ γνησίως δεδουλευκότες–, ἀλλὰ τὴν ὑμετέραν μεγαλοφυΐαν πεῖσαι βουλόμενος, ὡς ψευδεῖς καθ' ἡμῶν ὠδίνουσι λόγους οἱ τῶν ἡμετέρων κατηγοροῦντες δογμάτων. Ἡμεῖς μὲν γάρ, μετὰ τὴν μητρῴαν θηλήν, τὴν ἀποστολικὴν τροφὴν ἐδεξάμεθα, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νι καίᾳ πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων καὶ μεμα θήκαμεν καὶ διδάσκομεν· καὶ τοὺς ἄλλο τι παρὰ ταύτην φρονοῦντας δυσσεβείας γραφόμεθα. Εἰ δέ τις ἕτερα διδάσκειν ἡμᾶς παρὰ ταύτην ἰσχυρίζεται, μὴ ἐρήμην κατηγορείτω, ἀλλὰ παρόντας ἐξελεγξάτω. Τοῦτο γὰρ καὶ τοῖς θείοις νόμοις καὶ τοῖς ἀνθρωπείοις δοκεῖ. Τίνι δὲ οὕτω προσήκει τῶν ἀδικουμέ νων ὑπερμαχεῖν, ὡς ὑμῖν, ὦ φιλόχριστοι, οἷς καὶ τοῦ γένους ἡ περιφάνεια, καὶ τῶν ἀξιωμάτων τὸ ὕψος, καὶ μέντοι καὶ τὸ τῶν νομίμων πρωτεύειν, παρέχει τὴν παρρησίαν;

Intertext edge

Open linked passage

Note