Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
89.1
ΦΛΩΡΕΝΤΙΩ ΠΑΤΡΙΚΙΩ. Μείζονι μὲν ἢ κατ' ἐμαυτὸν ἐγχειρῶ πράγματι, τῷ ὑμε τέρῳ μεγέθει πέμπων ἐπιστολάς. Ἀλλ' οὐ θρασύτης αἰτία τῆς τόλμης, ἀλλ' οἱ ταῖς καθ' ἡμῶν λοιδορίαις χρησάμενοι. Προὔργου γὰρ ὑπελάβομεν, διδάξαι τὰς ἀκλινεῖς ὑμῶν ἀκοάς, ὡς ἄντικρυς ἡμᾶς συκοφαντοῦσιν οἱ τῶν ἡμετέρων κατηγο ροῦντες δογμάτων. Ἡμεῖς δὲ ἕτερα μὲν πλεῖστα πεπλημμε ληκέναι φαμέν· τὴν δέ γε δογματικὴν τῶν ἀποστόλων διδασκα λίαν μέχρι τοῦ παρόντος ἀλώβητον ἐφυλάξαμεν, καὶ διὰ ταύτην μόνην οἴκτου τυχεῖν καὶ φιλανθρωπίας ἐν τῇ τῆς Δεσποτικῆς ἐπιφανείας ἐλπίζομεν ἡμέρᾳ. Ὑπὲρ γὰρ ταύτης πρὸς τὰς παντοδαπὰς αἱρέσεις διατελοῦμεν ἀγωνιζόμενοι· ταύτην διη νεκῶς τοῖς τροφίμοις τῆς εὐσεβείας προσφέρομεν· διὰ ταύτης λύκους μυρίους εἰς πρόβατα μεταβαλόντες, τῷ πάντων ἡμῶν Ἀρχιποιμένι καὶ Σωτῆρι προσενηνόχαμεν. Ταῦτα δὲ ἡμῖν παρέδοσαν οὐ μόνον οἱ ἀπόστολοι καὶ προφῆται, ἀλλὰ καὶ οἱ τὰ τούτων ἡρμηνευκότες συγγράμματα, Ἰγνάτιος, Εὐστάθιος, Ἀθανάσιος, Βασίλειος, Γρηγόριος, Ἰωάννης, καὶ οἱ ἄλλοι τῆς οἰκουμένης φωστῆρες· καὶ πρὸ τούτων οἱ ἐν Νικαίᾳ συνελη λυθότες ἅγιοι Πατέρες· ὧν τὴν ὁμολογίαν τῆς πίστεως ὡς πατρῷον κλῆρον φυλάττομεν ἄσυλον, καὶ τοὺς ταῦτα παρα βαίνειν τολμῶντας τὰ δόγματα κιβδήλους ἀποκαλοῦμεν, καὶ τῆς ἀληθείας ἐχθρούς. Παρακαλῶ τοίνυν τὴν ὑμετέραν μεγα λοφυΐαν, ταῦτα παρ' ἡμῶν διδαχθεῖσαν, ἐπιστομίσαι τοὺς λοιδορίαις καθ' ἡμῶν χρησαμένους. Ἄτοπον γὰρ οἶμαι τοῖς κατὰ τῶν ἀπόντων λεγομένοις ὡς ἀληθέσι πιστεύειν· ἔννομον δὲ καὶ δίκαιον τοὺς βουλομένους διώκειν παρόντων κατηγορεῖν τῶν φευγόντων, καὶ τοὺς ἐλέγχους παράγειν. Οὕτω γὰρ οἱ δικάζοντες εὑρεῖν τἀληθὲς ῥᾳδίως δυνήσονται.