Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1
ΕΥΓΡΑΦΙΑ. Περιττὸν μὲν οἶμαι τὸ πάλιν ἐπῳδὰς τῇ λύπῃ προσφέρειν πνευματικάς. Ἀπόχρη γὰρ καὶ μόνη τῶν σωτηρίων παθημάτων ἡ μνήμη σβέσαι καὶ τὴν ἀκμάζουσαν ἀθυμίαν. Ὑπὲρ γὰρ τῆς τῶν ἀνθρώπων ταῦτα γεγένηται φύσεως. Τὸν γὰρ θάνατον ὁ Δεσπότης κατέλυσεν, οὐχ ἵνα ἓν σῶμα κρεῖττον ἀποφήνῃ θανάτου· ἀλλ' ἵνα δι' ἐκείνου τὴν κοινὴν ἀνάστασιν πραγμα τεύσηται καὶ ταύτην ἡμῖν τὴν ἐλπίδα βεβαίαν παράσχῃ. Εἰ δὲ καὶ τῶν θείων ἑορτῶν παντοδαπὴν ψυχαγωγίαν προσφερου σῶν οὐ καταγωνίζῃ τῆς ἀθυμίας τὸ πάθος, παρακαλῶ σου τὴν σεμνοπρέπειαν, τοῦ προικῴου γοῦν γραμματείου τὰ μετὰ τὴν ἐπίδοσιν ἀναγνῶναι καὶ γνῶναι σαφῶς, ὡς ἡγήσατο τοῦ γάμου τοῦ θανάτου ἡ μνήμη. Τὸ γὰρ θνητὸν τῆς φύσεως ἐπιστάμε νοι καὶ προμηθούμενοι τῆς τῶν ἔτι ζώντων εἰρήνης, τὰς καλουμένας αἱρέσεις ἐπιτάττουσιν καὶ οὐ δυσχεραίνουσι πρὸ τῆς γαμικῆς συναφείας μεμνημένοι θανάτου· ἀλλὰ διαρρήδην βοῶσιν, εἰ μὲν ὁ ἀνὴρ προτελευτήσοι, συνέδοξε τόδε γενέσθαι· εἰ δὲ ἡ γυνὴ τοῦτο ὑπομείνοι τὸ πάθος, τόδε συνήρεσε. Τί τοίνυν δυσχεραίνομεν ταῦτα πρὸ τοῦ γάμου μεμαθηκότες, καὶ ταῦτα καθ' ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν προσμένοντες; Ἀνάγκη γὰρ πᾶσα διαλυθῆναι τὴν συζυγίαν, ἢ τοῦ ἀνδρὸς προτελευτῶντος, ἢ τῆς γυναικὸς προαπιούσης. Τοῦτον γὰρ ἔχει τὸν δρόμον ὁ βίος. Καὶ τὰ θεῖα τοίνυν καὶ τὰ ἀνθρώπινα σαφῶς εἰδυῖά σου ἡ θαυμασιότης, σκεδασάτω τὴν ἀθυμίαν καὶ τὴν κοινὴν ἐλπίδα τῶν εὐσεβῶν προσμεινάτω.