Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
90.1
ΛΟΥΠΙΚΙΝΩ ΜΑΓΙΣΤΡΩ. Τοὺς τῆς νεότητος διεξελθόντες ἀγῶνας καὶ τῶν τοῦ γήρως ὅρων εἴσω γενόμενοι καὶ πλείονος τιμῆς ὡς γεγηρα κότες ἀπολαύσεσθαι προσδοκήσαντες, τοῖς τῆς συκοφαντίας βαλλόμεθα βέλεσι, καὶ πρὸς τὰς γεγενημένας κατηγορίας ἀπολογίαν προσφέρειν ἀναγκαζόμεθα· οὗ δὴ χάριν καὶ τὴν ὑμετέραν παρακαλοῦμεν μεγαλοπρέπειαν ταῖς τῶν κατηγο ρούντων ἡμᾶς μὴ πιστεῦσαι ψευδολογίαις. Εἰ μὲν γὰρ τῶν σιωπὴν ἀσπαζομένων ἐτύγχανον, ἴσως ἂν εἶχε χώραν τῆς κακοδοξίας ἡ ὑποψία. Ἐπειδὴ δὲ διηνεκῶς ἐν ταῖς Ἐκκλησίαις διαλεγόμεθα, πολλὰς διὰ τὴν θείαν χάριν ἔχομεν μυριά δας τῇ τῶν δογμάτων ὀρθότητι μαρτυρούσας. Τοῖς γὰρ ἀποσ τολικοῖς ὅροις καὶ νόμοις ἀκολουθοῦμεν, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπὸ τῶν ἁγίων καὶ μακαρίων Πατέρων, οἷόν τινα κανόνα καὶ γνώμονα τοῖς λόγοις προσφέροντες, τὴν διδασκαλίαν εὐθύνομεν. Εἰ δέ τις ἕτερά τινα παρὰ ταῦτα φρονεῖν ἡμᾶς ἰσχυρίζεται, παρόντων κατηγορείτω, μὴ ἀπόν τας συκοφαντείτω. Δίκαιον γὰρ λόγων μεταλαχεῖν καὶ τὸν φεύγοντα καὶ πρὸς τὴν γεγενημένην κατηγορίαν τὴν ἀπολο γίαν ποιήσασθαι, καὶ τηνικαῦτα τοὺς δικάζοντας κατὰ τοὺς νόμους τὴν ψῆφον ἐξενεγκεῖν. Τούτων ἀπολαῦσαι κἀγὼ διὰ τῆς ὑμετέρας μεγαλοπρεπείας παρακαλῶ. Εἰ δ' ἐρήμην τινὲς ἡμῶν καταψηφίσασθαι βούλονται, ἀσπαστῶς καὶ τὴν ἄδικον δεχόμεθα ψῆφον. Ἀναμένομεν γὰρ τὸ τοῦ Δεσπότου κριτή ριον, ἔνθα οὔτε μαρτύρων, οὔτε κατηγόρων δεόμεθα. Πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτοῦ κατὰ τὸν θεῖον Ἀπόστολον.

Intertext edge

Open linked passage

Note