Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
92.1
ΑΝΑΤΟΛΙΩ ΠΑΤΡΙΚΙΩ. Τοὺς μὲν θεοσεβεστάτους ἐπισκόπους εἰς τὴν βασιλεύουσαν ἀνελθεῖν παρεσκεύασε πόλιν ὁ ὁσιώτατος ἀρχιεπίσκοπος ὁ κύριος Δόμνος, ὥστε τὴν κατὰ πάντων ἡμῶν γεγενημένην διελέγξαι συκοφαντίαν. Τῆς δὲ ὑμετέρας μεγαλοφυΐας διαφερόντως ἐπὶ τοῦ παρόντος δεόμεθα, ἐπειδὴ τῶν ὅλων ὁ Κύριος καὶ πίστιν ὑμῖν εἰλικρινῆ δέδωκε, καὶ ζῆλον ὑπὲρ ταύτης θερμόν, καὶ φρένας συνέσει κεκοσμημένας, καὶ πρὸς τούτοις δύναμιν τοῖς ἀγαθοῖς ὑμῶν ὑπουργοῦσαν βουλεύμασιν. Ἐπαμύνατε τοιγαροῦν τοῖς ἀδικουμένοις, καὶ τὸ ψεῦδος καταγωνί σασθε, καὶ τῆς ἀποστολικῆς διδασκαλίας πολεμουμένης ὑπερμαχήσατε. Συνεργήσει γὰρ δήπουθεν τῶν Ἐκκλησιῶν ὁ Δεσπότης καὶ Κυβερνήτης τῇ τῆς ὑμετέρας μεγαλοπρεπείας σπουδῇ, καὶ διαλύσει τὸ νέφος τὸ σκυθρωπόν, καὶ καθαρὰν αἰθρίαν χαριεῖται τοῖς τροφίμοις τῆς πίστεως. Εἰ δὲ καὶ συγχωρήσοι τὸν χειμῶνα νικῆσαι, τὸ μὲν ὑμέτερον μέγεθος τέλειον ἀπολήψεται τὸν μισθόν, ἡμεῖς δὲ τὸν κλύδωνα στέρξομεν, καὶ ἔνθα ἂν ἡμᾶς ἐξώσῃ, μετὰ ψυχαγωγίας διάξομεν, τὸ θεῖον κριτήριον ἀναμένοντες, καὶ τὴν ὀρθὴν ἐκείνην καὶ δικαίαν προσμένοντες ψῆφον.

Intertext edge

Open linked passage

Note