Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
93.1
ΣΕΝΑΤΩΡΙΩ ΠΑΤΡΙΚΙΩ. Καὶ διὰ τῶν θεοφιλεστάτων καὶ ὁσιωτάτων ἐπισκόπων προσφθέγγομαι τὴν ὑμετέραν μεγαλοπρέπειαν, ἧς τὴν μνήμην ἄσβεστον περιφέρω. Καταλαβεῖν δὲ αὐτοὺς τὴν βασιλίδα παρεσκεύασε πόλιν ὁ ὁσιώτατος ἐπίσκοπος ὁ κύριος Δόμνος, ἵνα τὸ καθ' ἡμῶν συντεθὲν διαλύσωσι ψεῦδος. Προφανῆ γάρ τινες καθ' ἡμῶν συκοφαντίαν ἐξύφηναν, καὶ ζάλης τὰς Ἐκκλησίας ἐνέπλησαν, ὑπὲρ ὧν ὁ Δεσπότης Χριστὸς σταυρὸν ὑπέμεινεν αἰσχύνης καταφρονήσας, ὑπὲρ ὧν ὁ τῶν θείων ἀποστόλων χορὸς καὶ τῶν νικηφόρων μαρτύρων οἱ δῆμοι ταῖς παντοδαπαῖς τοῦ θανάτου παρεδόθησαν ἰδέαις. Ὑπὲρ τῆς τούτων εἰρήνης τὴν ὑμετέραν ἀγωνίσασθαι μεγαλοφυΐαν παρακαλῶ. Ῥᾴδιον μὲν γὰρ ἦν τῷ τῶν ὅλων Θεῷ νεῦσαι καὶ λῦσαι τὰ σκυθρωπά· ἀλλ' ἀναβάλλεται καὶ τῶν πολεμουμένων τὴν ἀνδρείαν ἐπιδεικνὺς καὶ ὑμῖν ἀφορμὰς εἰς ὠφέλειαν παρέχων.