Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
94.1
ΠΡΩΤΟΓΕΝΕΙ ΥΠΑΡΧΩ. Πάλαι μὲν δέδωκεν ὑμῖν ὁ φιλάνθρωπος Δεσπότης δύναμιν ἀρκοῦσαν ὑπουργῆσαι τῇ γνώμῃ. Ηὔξησε δὲ ταύτην ἐπὶ τοῦ παρόντος, ἵνα ῥᾷον καὶ τῆς ἀληθείας πολεμουμένης ὑπερμαχήσῃ τὸ ὑμέτερον μέγεθος καὶ καταλύσῃ τὸ ψεῦδος καὶ ταῖς Ἐκκλησίαις τὴν ποθουμένην πρυτανεύσῃ γαλήνην. Ὁπόσης γὰρ ἐνεπλήσθησαν ζάλης τῆς ἑῴας αἱ Ἐκκλησίαι, παρὰ πολλῶν μὲν καὶ ἄλλων ἡ ὑμετέρα μεγαλοφυΐα μεμάθηκεν, ἀκριβέστερον δὲ παρὰ τῶν θεοφιλεστάτων ἐπισκόπων μαθήσῃ, οἳ τῆς μακρᾶς ταύτης ἀποδημίας ἐν ὥρᾳ χειμῶνος τούτου χάριν ἠνέσχοντο, μετὰ τὴν θείαν χάριν τῇ τῆς ὑμετέρας ἐξουσίας προμηθείᾳ θαρροῦντες. Λύσατε τοίνυν ἡμῖν, ὦ φιλόχριστοι, τὸν χειμῶνα καὶ τὴν σκοτομήνην εἰς αἰθρίαν καθαρὰν μεταβάλετε, καὶ τὰς καθ' ἡμῶν κινηθείσας χαλινώσατε γλώττας. Ἡμεῖς γὰρ διὰ τὴν θείαν χάριν, τῶν ἀποστολικῶν διηνεκῶς ὑπερμαχοῦμεν δογμάτων, καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν φυλάττομεν ἄσυλον, καὶ τοὺς ταῦτα παραχαράττειν τολμῶντας τὰ δόγματα ἀσεβεῖς ὀνομάζομεν. Καὶ τούτων μάρτυρες οἱ παρ' ἡμῶν κατηχούμενοι, οἱ παρ' ἡμῶν βαπτιζόμενοι, οἱ τῶν ἐν ταῖς ἐκκλησίαις διαλέξεων ἐπαίοντες. Εἰ δὲ κατηγορεῖν ἐννόμως ἐθέλουσι, χρὴ παρόντας ἐλέγχειν, οὐκ ἀπόντας συκοφαντεῖν. Οὕτω γὰρ καὶ τοῖς ἄλλοις ἡ ὑμετέρα μεγαλοφυΐα δικάζουσα πράγμασιν ἐκφέρει τὰς ψήφους, ἐκ τῶν τῆς κατηγορίας καὶ ἀπολογίας λόγων συνορῶσα τὸ δίκαιον.