Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
95.1
ΑΝΤΙΟΧΩ ΥΠΑΡΧΩ. Τῆς μεγίστης ἀρχῆς τὰς μὲν φροντίδας ἀπέθεσθε, τὸ δὲ κλέος ὑμῶν παρὰ πᾶσιν ἀνθεῖ. Οἱ γὰρ τὰς ὑμετέρας εὐεργεσίας τρυγήσαντες ᾄδουσι ταύτας ἐνδελεχῶς– πλεῖστοι δὲ οὗτοι καὶ πανταχοῦ, καὶ πολλοῖς τὰς εὐφημίας προσφέροντες, καὶ τὰς ἐκείνων γλώττας πάλιν εἰς ἐπαίνους κινοῦντες. Ἐγὼ δὲ γάννυμαι, θεωρῶν τὸν ἀξιέραστον καρπόν, τὴν πολυθρύλητον ὡραίζοντα ῥίζαν. Οὗ δὴ χάριν ἐπὶ τὰ μείζω καὶ τελειότερα τὴν ὑμετέραν μεγαλοφυΐαν παρακαλῶ, καὶ τῆς τῶν Ἐκκλησιῶν ἀξιῶ φροντίσαι γαλήνης. Πολλοῦ γὰρ ταύτας χειμῶνος ἐνέπλησαν οἱ τὰς καθ' ἡμῶν συκοφαντίας ὑφήναντες. Διά τοι τοῦτο καὶ οἱ θεοφιλέστατοι ἐπίσκοποι καὶ μακρᾶς ὁδοιπορίας καὶ ἀσθενείας καὶ γήρως καταφρονήσαντες καὶ τὰ σφέτερα ποίμνια καταλιπόντες ἀποίμαντα, τὴν μακρὰν ταύτην πορείαν ἐστείλαντο, διελέγξαι τὸ κατὰ πάντων ἡμῶν συντεθὲν ἐπειγόμενοι ψεῦδος. Ἐπαμυνάτω τοίνυν αὐτοῖς τὸ ὑμέτερον μέγεθος καὶ τῆς συκοφαντουμένης ἑῴας κηδόμενον καὶ τῆς ἀποστολικῆς προμηθούμενον πίστεως. Πρέπει γὰρ ὑμῖν τοῖς ἄλλοις κατορθώμασι καὶ τόδε προσθεῖναι τὸ κλέος. ΝΟΜΩ ΠΑΤΡΙΚΙΩ. Δὶς μὲν ἤδη γράψας, οἶμαι δ' ὅτι καὶ τρίς, ἀντιγράφων οὐκ ἔτυχον· καὶ σιγῆσαι λοιπὸν βουληθεὶς καὶ νῦν γοῦν ἐμαυτόν τε γνῶναι καὶ τῶν ἐξουσιῶν τὸ μέγεθος ἐπιγνῶναι, ἄμεινον ᾠήθην αὖθις γράψαι καὶ παρακαλέσαι μαθεῖν τὴν αἰτίαν τῆς σιωπῆς. Τῷ ὄντι γὰρ οὐκ οἶδά τι πλημμελήσας εἰς τὴν ὑμετέ ραν μεγαλοπρέπειαν. Ἐπειδὴ δὲ οὐ μόνον ἑκόντες, ἀλλὰ καὶ ἄκοντες πταίομεν καὶ ἀγνοοῦμεν ἔστιν ὅτε ἃ πλημμελοῦμεν, ἡ ὑμετέρα μεγαλοφυΐα, τῶν θείων νόμων ἀναμνησθεῖσα, οἳ διαρρήδην παρεγγυῶσιν· Ἐὰν ἁμάρτῃ ὁ ἀδελφός σου εἰς σέ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ μόνον καὶ αὐτοῦ, δήλην μοι τῆς λύπης ποιῆσαι καταξιωσάτω τὴν ἀφορμήν, ἵνα ἢ ἀθῷον ἐμαυτὸν ἐπιδείξω ἢ γνοὺς τὸ πλημμέλημα συγγνώμην αἰτήσω. Ἐλπίζω δὲ τὸ πρότερον ἔσεσθαι, τῇ τοῦ συνειδότος μαρτυρίᾳ θαρρῶν. Πάντας μὲν οὖν ἀνθρώπους ἡ μεγαλοψυχία κοσμεῖ, οὐχ ἥκιστα δὲ τοὺς κατὰ τὴν ὑμετέραν μεγαλοφυΐαν καὶ διὰ τῆς θύραθεν παιδείας ἡγμένους καὶ τὰ θεῖα πεπαιδευμένους καὶ τῶν ἀποστολικῶν ἐπαίοντας νόμων ἄντικρυς βοώντων· Μὴ ἐπιδυέτω ὁ ἥλιος ἐπὶ τῷ παρ οργισμῷ ὑμῶν· καὶ τῶν Ὁμηρικῶν μεμνημένους ἐπῶν· Σὺ δέ, μεγαλήτορα θυμὸν Ἴσχειν ἐνὶ στήθεσσι· φιλοφροσύνη γὰρ ἀμείνων. Ταῦτα δὲ οὐ διδάσκων ἔφην, ἀλλ' ἀναμιμνῄσκων ἐν πολλοῖς οὖσαν τὴν ὑμετέραν μεγαλοπρέπειαν· καὶ μέντοι καὶ τῶν τοῦ Κυρίου μεμνημένος νόμων, οἳ ταῦτα διαγορεύουσιν· Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀ κεῖ μνησθῇς ὅτι ἔχει τι ὁ ἀδελφός σου κατὰ σοῦ, ἄφες ἐκεῖ τὸ δῶρόν σου ἔμπροσθεν τοῦ θυσιαστη ρίου, καὶ ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν προσφέρεις τὸ δῶρόν σου. Τού τοις ἑπόμενος, ἀναγκαῖον ᾠήθην καὶ διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων προσειπεῖν ὑμῶν τὸ μέγεθος, καὶ παρακαλέσαι φροντίσαι τῆς τῶν Ἐκκλησιῶν γαλήνης. Παμπόλλης γὰρ ἐνεπλήσθησαν ζάλης.