Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
97.1
ΣΠΟΡΑΚΙΩ ΚΟΜΗΤΙ. Ἐψυχαγώγησέ με τῆς ὑμετέρας μεγαλοπρεπείας τὰ γράμ ματα· ηὔξησε δέ μου τὴν θυμηδίαν καὶ ὁ θεοφιλέστατος πρεσ βύτερος καὶ μονάζων Ἰάμβλιχος, τὸν θερμὸν ὑμῶν διηγησά μενος ζῆλον, καὶ τὴν περὶ τὰ θεῖα σπουδήν, καὶ τὴν περὶ ἡμᾶς γνησίαν διάθεσιν. Ἐγὼ δὲ καὶ ταῦτα μαθὼν καὶ τοῦ ἐνδοξοτάτου καὶ φιλοχρίστου τοῦ κυρίου τοῦ πατρικίου τοὺς ὑπὲρ ἡμῶν ἀγῶνας ἀκούων, τὴν ἀποστολικὴν ὑμῖν εὐλογίαν προσφέρω, ἣν ὁ μακάριος Ὀνησιφόρος ἐκ τῆς ἁγίας ἐκεί νης ἐκαρπώσατο γλώσσης· Δῴη ἔλεος Κύριος– τῷ ὑμε τέρῳ οἴκῳ–, ὅτι πολλάκις με ἀνέψυξε καὶ τὴν ἅλυσίν μου οὐκ ἐπῃσχύνθη· δῴη ὑμῖν ὁ Κύριος ἔλεος εὑρεῖν παρὰ Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. Ταῦτα ὑμῖν ἐπεύχομαι, κἂν μείζοσιν οἱ τῆς ἀληθείας ἐχθροὶ περιβάλωσί με λυπηροῖς, ὡς νομίζουσιν. Εἰς γὰρ τὴν πρόθεσιν ἀφορᾶν ἐδιδάχθημεν. Καὶ τοῦτο δὲ ἴστω ὑμῶν τὸ μέγεθος, ὡς μετὰ τῆς εὐσεβείας καὶ ὁ θάνατος ἡμῖν ἥδιστος καὶ αἱ τῆς οἰκουμένης ἐσχατιαί. Ἀνιᾷ δὲ ὅμως ἡμᾶς τῶν Ἐκκλησιῶν ὁ χειμών, ὃν δυνατὸς λῦσαι τῶν ὅλων ὁ Κύριος. 98 ΠΑΓΧΑΡΙΩ. Ἡμεῖς μὲν ἀνιώμεθα τῶν Ἐκκλησιῶν τὸν κλύδωνα βλέ ποντες· ὁ δὲ τούτων Δεσπότης καὶ κυβερνήτης ἀεὶ διὰ τρικυ μιῶν ἔδειξε τοῖς ἀνθρώποις τὴν οἰκείαν σοφίαν καὶ δύναμιν. Ἐξαίφνης γὰρ ἐπιτιμᾷ τοῖς ἀνέμοις καὶ τὴν γαλήνην ἐργά ζεται· τοῦτο δὲ καὶ ἐπὶ τοῦ σκάφους τῶν ἀποστόλων πεποίη κεν. Ἀλλ' ὅμως καὶ ταύτην τοῦ Σωτῆρος ἡμῶν τὴν δύναμιν ἐπιστάμενοι καὶ τὰς ἄλλας αὐτοῦ πάλιν οἰκονομίας εἰδότες, κἄν τι τῶν ἐναντίων ἐκβῇ, χάριν ὁμολογοῦμεν καὶ ὡς θεόσδοτον δεχόμεθα δῶρον. Τῶν γὰρ παρόντων καταφρονεῖν, τὰ δὲ προσ δοκώμενα προσμένειν ἐδιδάχθημεν ἀγαθά. Τὴν δὲ σὴν μεγαλο πρέπειαν τὴν ὑπὲρ τῆς ἀποστολικῆς πίστεως εἰσενεγκεῖν προσήκει σπουδήν, ἵνα τὴν ὑπὲρ ταύτης ἀντίδοσιν παρὰ Θεοῦ τῶν ὅλων κομίσηται.

Intertext edge

Open linked passage

Note