Epistulae Collectio Sirmondiana
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
99.1
ΚΛΑΥΔΙΑΝΩ ΑΝΤΙΓΡΑΦΕΙ. Οἶμαι καὶ τὴν σὴν εἰδέναι μεγαλοπρέπειαν, καίτοι μηδέπω συναφθεῖσαν ἡμῖν, τῆς καθ' ἡμῶν γεγενημένης συκοφαντίας τὸ προφανές. Πολλάκις γὰρ ἡμῶν ἐν ἐκκλησίᾳ διαλεγομένων ἀκήκοεν, καὶ τὸν ἕνα Κύριον Ἰησοῦν κηρυττόντων, καὶ δεικ νύντων τά τε τῆς θεότητος, τά τε τῆς ἀνθρωπότητος ἴδια. Οὐ γὰρ εἰς δύο υἱοὺς τὸν ἕνα διαιροῦμεν, ἀλλ' ἕνα Μονογενῆ προσκυνοῦντες, σαρκὸς καὶ θεότητος δείκνυμεν τὸ διάφορον. Τοῦτο δέ, ὡς οἶμαι, καὶ οἱ τὰ Ἀρείου φρονοῦντες ὁμολογοῦσι, καὶ οὐ καλοῦσι τὴν σάρκα θεότητα, οὔτε μὴν τὴν θεότητα σάρκα προσαγορεύουσι. Σαφῶς γὰρ ἡμᾶς ἡ θεία Γραφὴ καὶ ταύτην κἀκείνην διδάσκει τὴν φύσιν. Ἀλλ' ὅμως, τούτων οὕτω παρ' ἡμῶν εἰρημένων ἀεί, ψευδεῖς τινες καθ' ἡμῶν ὑφαίνουσι λόγους. Ἡμεῖς δὲ τῷ συνειδότι θαρροῦντες καὶ μάρτυρα τῆς διδασκαλίας ἔχοντες τῶν ἐννοιῶν τὸν Ἐπόπτην, ἱστὸν ἀρά χνης, κατὰ τὸν Προφήτην, ὑπολαμβάνομεν τὰ τῆς συκοφαν τίας ὑφάσματα. Ἐκεῖνο γὰρ προσμένομεν τὸ κριτήριον, τὸ μὴ δεόμενον λόγων, ἀλλὰ δῆλα ποιοῦν τὰ τέως λανθάνοντα. Ταῦτα διὰ τῶν θεοφιλεστάτων ἐπισκόπων γράφω, προὔργου νομίσας προσειπεῖν τὴν σὴν δι' αὐτῶν μεγαλοπρέπειαν καὶ τῆς ὑποσχέσεως ἀναμνῆσαι. Οὐδὲ γὰρ πολεμούμενος τοῦ θηρεύειν ἀπέχομαι. Οἶδα γὰρ καὶ τοὺς ἱεροὺς ἀποστόλους μετὰ τοῦ βάλλεσθαι τῇ πνευματικῇ σαγήνῃ χρησαμένους ἀεί.