Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistulae Collectio Sirmondiana
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
9.1
ΑΝΕΠΙΓΡΑΦΟΣ. Ἡ μὲν θεοσέβεια ὑμῶν δυσχεραίνει καὶ ἄχθεται διὰ τὴν ἀδίκως ἡμῖν καὶ δίχα κρίσεως ἐπενεχθεῖσαν ψῆφον· ἐμὲ δὲ αὐτὸ τοῦτο ψυχαγωγεῖ. Εἰ μὲν γὰρ δικαίως κατεκρίθην, ἤλγησα ἄν, ὡς παρασχὼν ἀφορμὰς εὐλόγους τοῖς κατακρίνασιν. Ἐπειδὴ δὲ ἐν τούτῳ τῷ μέρει καθαρόν μοι τὸ συνειδός, χαίρω καὶ γάννυμαι καὶ προσμένω τῶν ἄλλων λύσιν ἁμαρτη μάτων διὰ τήνδε τὴν ἀδικίαν. Οὐδὲ γὰρ ὁ Ναβουθὲ δι' ἄλλην ἀρετὴν πολυθρύλητος, ἀλλ' ὅτι τὴν ἄδικον ἐκείνην ὑπέμεινε σφαγήν. Εὔξασθαι δὲ παρακαλῶ παρὰ τοῦ Θεοῦ μὴ ἐγκατα λειφθῆναι ἡμᾶς, καὶ ὁ πολεμῶν πολεμείτω. Ἀρκεῖ γάρ μοι εἰς πᾶσαν θυμηδίαν ἡ τοῦ Θεοῦ μου εὐμένεια· κἂν αὐτὸς ἡμῖν παρῇ, τῶν λυπηρῶν ἁπάντων ὡς ἀθυρμάτων καταφρονοῦμεν.

Intertext edge

Open linked passage

Note