Eranistes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
104.1.1
τῆς χρήσεως ἐνδεικνύμενος, ὁμοῦ δὲ καὶ τὸ σφάλμα τινῶν ἐν παρα δρομῇ διορθούμενος, τῶν οἰομένων πνευματικὸν εἶναι τοῦ κυρίου τὸ σῶμα, ἵνα δείξῃ ὅτι ἐκ τοῦ ἀνθρωπείου φυράματος ἡ θεοφόρος σὰρξ συνεπάγη, τὴν ἐμφαντικωτέραν φωνὴν προετίμησε. Τὸ μὲν γὰρ διὰ γυναικὸς παροδικὴν ἔμελλε τὴν ἔννοιαν τῆς γεννήσεως ὑποφαίνειν· τὸ δ' ἐκ τῆς γυναικὸς ἱκανῶς παραδηλοῦν τὴν κοινωνίαν τῆς φύσεως τοῦ τικτομένου πρὸς τὴν γεννήσασαν. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Ναζιανζοῦ. Ἐκ τῆς πρὸς Κληδόνιον προτέρας ἐκθέσεως. Εἴ τις λέγει τὴν σάρκα ἐξ οὐρανοῦ κατεληλυθέναι, ἀλλὰ μὴ ἐντεῦθεν εἶναι καὶ παρ' ἡμῶν, ἀνάθεμα ἔστω. Τὸ γάρ," Ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ," καί," Οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι," καί," Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ υἱὸς τοῦ ἀνθρώπου," καὶ εἴ τι ἄλλο τοιοῦτο, νομιστέον λέγεσθαι διὰ τὴν πρὸς τὸν ἄνθρωπον ἕνωσιν, ὥσπερ καὶ διὰ τοῦ Χριστοῦ γεγονέναι τὰ πάντα, καὶ κατοικεῖν Χριστὸν ἐν ταῖς καρδίαις ἡμῶν, οὐ κατὰ τὸ φαινόμενον τοῦ θεοῦ, ἀλλὰ κατὰ τὸ νοούμενον, κιρναμένων ὥσπερ τῶν κλήσεων, οὕτω δὴ καὶ τῶν φύσεων. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τίς δὲ ὁ λόγος αὐτοῖς τῆς ἐνανθρωπήσεως ἤγουν σαρκώσεως ἴδωμεν, ὡς αὐτοὶ λέγουσιν. Εἰ μὲν ἵνα χωρηθῇ θεὸς ἄλλως ἀχώρητος ὤν, καὶ ὡς ὑπὸ παραπετάσματι τῇ σαρκὶ τοῖς ἀνθρώποις προσομιλήσῃ, κομψὸν τὸ προσωπεῖον αὐτοῖς, καὶ τὸ δρᾶμα τῆς ὑποκρίσεως· ἵνα μὴ λέγω ὅτι καὶ ἄλλως ὁμιλῆσαι ἡμῖν οἷόν τε ἦν, ὥσπερ ἐν βάτῳ πυρός, καὶ ἀνθρωπίνῳ εἴδει τὸ πρότερον. Εἰ δὲ ἵνα λύσῃ τὸ κατάκριμα τῆς ἁμαρτίας, τῷ ὁμοίῳ τὸ ὅμοιον ἁγιάσας, ὥσπερ σαρκὸς ἐδέησε διὰ τὴν σάρκα κατακριθεῖσαν, καὶ ψυχῆς διὰ τὴν ψυχήν, οὕτω καὶ νοῦ διὰ τὸν νοῦν, οὐ πταίσαντα μόνον ἐν τῷ Ἀδάμ, ἀλλὰ καὶ πρωτοπαθήσαντα, ὅπερ καὶ οἱ ἰατροὶ λέγουσιν ἐπὶ τῶν ἀρρωστημάτων. Ὃ γὰρ τὴν ἐντολὴν ἐδέξατο, τοῦτο καὶ τὴν ἐντολὴν οὐκ ἐφύλαξεν. Ὃ δὲ τὴν ἐντολὴν οὐκ ἐφύλαξε, τοῦτο καὶ τὴν παράβασιν ἐτόλμησεν. Ὃ δὲ παρέβη, 105 τοῦτο καὶ σωτηρίας ἐδεῖτο μάλιστα. Ὃ δὲ τῆς σωτηρίας ἐδεῖτο, τοῦτο καὶ προσελήφθη. Ὁ νοῦς ἄρα προσειλῆφθαι νῦν ἀποδέδεικται, κἂν μὴ βούλωνται, γεωμετρικαῖς, ὥς φασιν, ἀνάγκαις καὶ ἀποδείξεσι. Σὺ δὲ ποιεῖς παραπλήσιον, ὥσπερ ἂν εἰ ὀφθαλμοῦ ἀνθρώπου νοσήσαν τος, καὶ ποδὸς προσπταίσαντος, τὸν πόδα μὲν ἐθεράπευες, τὸν δὲ ὀφθαλ μὸν ἀθεράπευτον εἴας· ἢ ζωγράφου τι μὴ καλῶς γράψαντος, τὸ μὲν γραφὲν μετεποίεις, τὸν δὲ ζωγράφον ὡς κατορθοῦντα παρέτρεχες. Εἰ δὲ ὑπὸ τούτων ἐξειργόμενοι τῶν λογισμῶν, καταφεύγουσιν ἐπὶ τὸ δυνατὸν εἶναι θεῷ, καὶ χωρὶς νοῦ σῶσαι τὸν ἄνθρωπον, δυνατὸν δήπου καὶ χωρὶς σαρκὸς μόνῳ τῷ βούλεσθαι, ὥσπερ καὶ τὰ ἄλλα πάντα ἐνεργεῖ καὶ ἐνήργηκεν σωματικῶς. Ἄνελε οὖν μετὰ τοῦ νοῦ καὶ τὴν σάρκα, ἵν' ᾖ σοι τέλειον τὸ τῆς ἀπονοίας. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης. Ἐκ τοῦ λόγου τοῦ εἰς τὸν Ἀβραάμ. Κατέβη τοίνυν οὐ γυμνὸς ὁ λόγος, ἀλλὰ σὰρξ γενόμενος· οὐχ ἡ τοῦ θεοῦ μορφή, ἀλλ' ἡ τοῦ δούλου μορφή. Οὗτος οὖν ἐστιν ὁ εἰπὼν μὴ δύ νασθαι ἀφ' ἑαυτοῦ τι ποιεῖν. Τὸ γὰρ μὴ δύνασθαι ἀσθενείας ἐστίν. Ὡς γὰρ τῷ φωτὶ τὸ σκότος καὶ ὁ θάνατος τῇ ζωῇ, οὕτω τῇ δυνάμει ἀντιδιαστέλλεται ἡ ἀσθένεια. Ἀλλὰ μὴν Χριστὸς θεοῦ δύναμις. Οὐκ ἀδύνατον πάντως ἡ δύναμις. Εἰ γὰρ ἡ δύναμις ἀσθενοίη, τί τὸ δυνά μενον; Ὅταν οὖν ἀποφαίνηται ὁ λόγος ὅτι οὐ δύναται ποιεῖν, δῆλον ὅτι οὐχὶ τῇ θεότητι τοῦ μονογενοῦς τὴν ἀδυναμίαν προστίθησιν, ἀλλὰ τῇ ἀσθενείᾳ τῆς ἡμετέρας φύσεως προσμαρτυρεῖ τὸ ἀδύνατον. Ἀσθενὴς δὲ ἡ σάρξ, καθὼς γέγραπται, ὅτι" Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής." Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τελειότητος βίου. Ἀλλὰ πάλιν ὁ ἀληθινὸς νομοθέτης, οὗ τύπος ἦν ὁ Μωϋσῆς, ἐκ τῆς γῆς ἡμῶν ἑαυτῷ τὰς τῆς φύσεως πλάκας ἐλάξευσεν. Οὐ γὰρ γάμος αὐτοῦ τὴν θεοδόχον ἐδημιούργησε σάρκα, ἀλλ' αὐτὸς τῆς ἰδίας σαρκὸς γίνεται λατόμος, τῆς τῷ θείῳ δακτύλῳ καταγραφείσης. Πνεῦμα γὰρ ἅγιον ἦλθεν ἐπὶ τὴν παρθένον, καὶ ἡ τοῦ ὑψίστου ἐπεσκίασε δύναμις. 106 Ἐπεὶ δὲ τοῦτο γέγονε, πάλιν τὸ ἀσύντριπτον ἔσχεν ἡ φύσις, ἀθάνατος γενομένη τοῖς τοῦ δακτύλου χαράγμασιν. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Εὐνομίου λόγου. Φαμὲν τοίνυν, ὅτι ἐν μὲν τοῖς πρὸ τούτου λόγοις εἰπὼν τὴν σοφίαν ᾠκοδομηκέναι ἑαυτῇ οἶκον, τὴν τῆς σαρκὸς τοῦ κυρίου κατασκευὴν τῷ λόγῳ αἰνίσσεται. Οὐ γὰρ ἐν ἀλλοτρίῳ οἰκοδομήματι ἡ ἀληθινὴ σοφία κατῴκησεν, ἀλλ' ἑαυτῇ τὸ οἰκητήριον ἐκ τοῦ παρθενικοῦ σώματος ἐδομήσατο. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς πραγματείας. Ὁ λόγος πρὸ τῶν αἰώνων ἦν, ἡ σὰρξ δὲ ἐπὶ τῶν ἐσχάτων ἐγένετο χρό νων, καὶ οὐκ ἄν τις ἀναστρέψας εἴποι, ἢ ταύτην προαιώνιον εἶναι, ἢ ἐν τοῖς ἐσχάτοις γεγενῆσθαι τὸν λόγον. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς πραγματείας. Οὐκ ἐκ τοῦ θείου τε καὶ ἀκηράτου ἐστὶν ἡ τοῦ ἔκτισέ με φωνή, ἀλλὰ καθὼς εἴρηται, ἐκ τοῦ ἀναληφθέντος κατ' οἰκονομίαν ἀπὸ τῆς κτι στῆς ἡμῶν φύσεως. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τοὺς μακαρισμοὺς λόγου πρώτου." Ος ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών." Τί πτωχότερον ἐπὶ θεοῦ τῆς τοῦ δούλου μορφῆς; τί ταπεινότερον ἐπὶ τοῦ βασιλέως τῶν ὄντων ἢ τὸ εἰς κοινωνίαν τῆς πτωχῆς ἡμῶν φύσεως ἑκουσίως ἐλθεῖν;" Ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ κύριος τῶν κυριευόν των" ἐθελοντὶ τὴν τῆς δουλείας μορφὴν ὑποδύεται. Τοῦ ἁγίου Φλαβιανοῦ ἐπισκόπου Ἀντιοχείας. Ἐκ τῆς εἰς Ἰωάννην τὸν Βαπτιστὴν ὁμιλίας. Μὴ τοίνυν νόει σωματικῶς συνάφειαν, μηδὲ γαμικὴν ὁμιλίαν ἐκδέχου. Ὁ γὰρ σὸς δημιουργὸς τὸν σωματικὸν αὑτοῦ ναὸν παρὰ σοῦ τικτό μενον δημιουργεῖ. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό," Πνεῦμα κυρίου ἐπ' ἐμέ." 107 Ἀκούσατε τοῦ λέγοντος·" Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με." Οὐκ ἴστε, φησίν, ἃ ἀναγινώσκετε. Ἥκω γὰρ ὑμῖν ὁ χρισθεὶς τῷ πνεύματι. Πνεύματι δὲ χρίεται, οὐχ ἡ ἀθέατος φύσις, ἀλλὰ τὸ ἡμῖν ὁμογενές. Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. Ἐκ τοῦ λόγου τοῦ εἰς τό," Ὁ πατήρ μου μείζων μού ἐστιν." Διάκρινον λοιπὸν τὰς φύσεις, τήν τε τοῦ θεοῦ, τήν τε τοῦ ἀνθρώπου. Οὔτε γὰρ κατ' ἔκπτωσιν ἐκ θεοῦ γέγονεν ἄνθρωπος, οὔτε κατὰ προ κοπὴν ἐξ ἀνθρώπου θεός. Θεὸν γὰρ καὶ ἄνθρωπον λέγω. Ὅταν δὲ τὰ παθήματα τῇ σαρκὶ καὶ τὰ θαύματα τῷ θεῷ δῷς, ἀνάγκῃ καὶ μὴ θέλων δίδως, τοὺς μὲν ταπεινοὺς λόγους τῷ ἐκ Μαρίας ἀνθρώπῳ, τοὺς δὲ ἀνηγμένους καὶ θεοπρεπεῖς τῷ ἐν ἀρχῇ ὄντι λόγῳ. Διὰ τοῦτο γὰρ πῆ μὲν ἀνηγμένους, πῆ δὲ ταπεινοὺς φθέγγομαι λόγους, ἵνα διὰ μὲν τῶν ὑψηλῶν τοῦ ἐνοικοῦντος λόγου δείξω τὴν εὐγένειαν, διὰ δὲ τῶν ταπεινῶν τῆς ταπεινῆς σαρκὸς γνωρίσω τὴν ἀσθένειαν. Ὅθεν πῆ μὲν ἑαυτὸν ἴσον λέγω τοῦ πατρός, πῆ δὲ μείζονα τὸν πατέρα, οὐ μαχόμενος ἑαυτῷ, ἀλλὰ δεικνὺς ὡς θεός εἰμι καὶ ἄνθρωπος· θεὸς μὲν ἐκ τῶν ὑψηλῶν, ἄνθρωπος δὲ ἐκ τῶν ταπεινῶν. Εἰ δὲ θέλετε γνῶναι πῶς ὁ πατήρ μου μείζων μού ἐστιν, ἐκ τῆς σαρκὸς εἶπον, καὶ οὐκ ἐκ προσώπου τῆς θεότητος. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό," Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν." Ποῖος δὲ παρήκουσεν ἐν οὐρανοῖς Ἀδάμ; Ποῖος δὲ ἐξ οὐρανίου σώματος ἐπλάσθη παρὰ τὴν πρώτην πρωτόπλαστος; Ἀλλ' ἐπλάσθη ἐξ ἀρχῆς ὁ ἐκ τῆς γῆς, παρήκουσεν ὁ ἐκ τῆς γῆς, ἀνελήφθη ὁ ἐκ τῆς γῆς. Διὸ καὶ ἐσώθη ὁ ἐκ τῆς γῆς, ἵν' οὕτως ἀληθὴς ἅμα καὶ ἀναγκαῖος φανῇ τῆς οἰκονομίας ὁ λόγος. Τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως.