Eranistes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
108.1.1
Ἐκ τοῦ λόγου ὃν εἶπε, Γότθου πρέσβεως πρὸ αὐτοῦ εἰρηκότος. Ὅρα ἐκ προοιμίων τί ποιεῖ. Τὴν φύσιν περιβάλλεται τὴν ἡμετέραν, τὴν ἠσθενηκυῖαν, τὴν ἡττηθεῖσαν, ὥστε μαχέσασθαι καὶ ἀναπαλαῖσαι δι' αὐτῆς· καὶ ἐκ τῶν προοιμίων πρόρριζον ἀνασπᾷ τῆς ἀπονοίας τὴν φύσιν. Τοῦ αὐτοῦ ἐκ τοῦ γενεθλιακοῦ λόγου. Πῶς γὰρ οὐκ ἐσχάτης παραπληξίας, αὐτοὺς μὲν εἰς λίθους καὶ ξύλα εὐτελῆ ξόανα τοὺς ἑαυτῶν εἰσάγοντας θεοὺς καὶ καθάπερ ἐν δεσμω τηρίῳ τινὶ κατακλείοντας, μηδὲν αἰσχρὸν ἡγεῖσθαι μήτε ποιεῖν μήτε λέγειν, ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ θεὸς ζῶντα ἐκ πνεύματος ἁγίου, δι' αὐτοῦ τὴν οἰκουμένην ὠφέλησεν; Εἰ γὰρ αἰσχρὸν ἐν ἀνθρωπίνῳ σώματι θεὸν οἰκῆσαι, πολλῷ μᾶλλον ἐν λίθῳ καὶ ξύλῳ, ὅσῳ ὁ λίθος καὶ τὸ ξύλον ἀτιμότερον ἀνθρώπου· εἰ μὴ ἄρα καὶ τῶν ἀναισθήτων τούτων ὑλῶν εὐτελέστερον τὸ γένος ἡμῶν αὐτοῖς εἶναι δοκεῖ. Αὐτοὶ καὶ εἰς λίθους καὶ εἰς κύνας, πολλοὶ δὲ τῶν αἱρετικῶν καὶ εἰς ἕτερα τούτων ἀτιμότερα τοῦ θεοῦ κατάγουσι τὴν οὐσίαν. Ἡμεῖς δὲ τούτων μὲν οὐδὲν οὔτ' ἂν ἀκοῦσαί ποτε ἀνασχοί μεθα. Ἐκεῖνο δέ φαμεν, ὅτι καθαρὰν σάρκα καὶ ἁγίαν καὶ ἄμωμον καὶ ἁμαρτίᾳ πάσῃ γενομένην ἄβατον ἐκ παρθενικῆς μήτρας ἀνέλαβεν ὁ Χριστός, καὶ τὸ οἰκεῖον διώρθωσε σκεῦος. Καὶ μετ' ὀλίγα. Ἐκεῖνο δέ φαμεν, ὅτι ναὸν ἅγιον ἑαυτῷ κατασκευάσας ὁ θεὸς λόγος, δι' ἐκείνου τὴν ἐκ τῶν οὐρανῶν πολιτείαν εἰς τὸν βίον εἰσήγαγε τὸν ἡμέτερον. Τοῦ αὐτοῦ ἀπὸ τοῦ λόγου, ὅτι τὰ ταπεινῶς εἰρημένα καὶ γεγενη μένα παρὰ τοῦ Χριστοῦ, οὐ δι' ἀσθένειαν δυνάμεως, ἀλλὰ δι' οἰκονομίας διαφόρους. Τίνες οὖν εἰσιν αἱ αἰτίαι τοῦ ταπεινὰ πολλὰ καὶ αὐτὸν καὶ τοὺς ἀποστόλους εἰρηκέναι περὶ αὐτοῦ; Πρώτη μὲν αἰτία καὶ μεγίστη, τὸ σάρκα αὐτὸν περιβεβλῆσθαι, καὶ βούλεσθαι καὶ τοὺς τότε καὶ τοὺς μετὰ ταῦτα πιστώσασθαι πάντας, ὅτι οὐ σκιά τίς ἐστιν οὐδὲ σχῆμα ἁπλῶς τὸ ὁρώμενον, ἀλλ' ἀλήθεια φύσεως. Εἰ γὰρ τοσαῦτα ταπεινὰ καὶ ἀνθρώπινα, καὶ αὐτοῦ καὶ τῶν ἀποστόλων εἰρηκότων περὶ αὐτοῦ, ὅμως ἴσχυσεν ὁ διάβολος πεῖσαί τινας τῶν ἀθλίων καὶ ταλαιπώρων 109 ἀνθρώπων ἀρνήσασθαι τῆς οἰκονομίας τὸν λόγον, καὶ τολμῆσαι εἰπεῖν ὅτι σάρκα οὐκ ἔλαβε, καὶ τὴν πᾶσαν τῆς φιλανθρωπίας ὑπό θεσιν ἀνελεῖν· εἰ μηδὲν τούτων εἶπε, πόσοι οὐκ ἂν εἰς τὸ βάραθρον τοῦτο κατέπεσον. {ΟΡΘ.} Ὀλίγας μὲν ἐκ παμπόλλων σοι παρήγαγον χρήσεις τῶν κηρύκων τῆς ἀληθείας, ἵνα μὴ τῷ πλήθει τὰς ἀκοὰς ἀποκναίσω. Ἀποχρῶσι δὲ καὶ αὗται δεῖξαι τῶν ἀξιεπαίνων ἀνδρῶν τοῦ φρονή ματος τὸν σκοπόν. Σὸν δ' ἂν εἴη φάναι λοιπόν, ὅπως ἔχειν σοι τὰ εἰρημένα δοκεῖ. {ΕΡΑΝ.} Συνῳδὰ μὲν εἰρήκασιν ἅπαντες, καὶ συμφωνοῦσι τοῖς τὴν πρὸς ἀνίσχοντα ἥλιον γεωργήσασι γῆν οἱ τὴν πρὸς δυόμενον φυτουρ γήσαντες· πολλὴν δὲ εἶδον ἐν τοῖς λόγοις διαίρεσιν. {ΟΡΘ.} Διάδοχοι τῶν θείων ἀποστόλων οἱ ἄνδρες γεγένηνται. Τινὲς δὲ καὶ τῆς ἱερᾶς αὐτῶν φωνῆς καὶ τῆς ἀξιαγάστου θέας ἀπή λαυσαν· οἱ δέ γε πλεῖστοι τοῖς τοῦ μαρτυρίου στεφάνοις κατεκοσμή θησαν. Ἢ τοίνυν εὐαγές σοι δοκεῖ καὶ κατὰ τούτων τὴν βλάσφημον κινῆσαι γλῶτταν; {ΕΡΑΝ.} Τοῦτο μὲν δράσαι δειμαίνω, τὴν δὲ πολλὴν διαίρεσιν οὐ προσίεμαι. {ΟΡΘ.} Ἀλλ' ἐγώ σοι πάλιν παράδοξον μηχανήσομαι θεραπείαν. Ἕνα γὰρ τῶν τῆς θαυμασίας ὑμῶν αἱρέσεως διδασκάλων Ἀπολινάριον εἰς μέσον παράξω, καὶ δείξω τοῖς ἁγίοις πατράσι τό," Ὁ λόγος σὰρξ ἐγένετο," παραπλησίως νενοηκότα. Ἄκουσον τοίνυν ἐν τῷ κατὰ κεφάλαιον βιβλίῳ οἷα περὶ τούτου συνέγραψεν. Ἀπολιναρίου. Ἐκ τοῦ κατὰ κεφάλαιον βιβλίου. Εἰ ὃ προσλαμβάνει τις οὐ τρέπεται εἰς τοῦτο, προσέλαβε δὲ σάρκα Χριστός, οὐκ ἄρα ἐτράπη εἰς σάρκα. Καὶ πάλιν εὐθὺς ἐπισυνάπτων φησί. Καὶ γὰρ ἑαυτὸν ἡμῖν εἰς συγγένειαν ἐχαρίσατο διὰ τοῦ σώματος, ἵνα σώσῃ. Μακρῷ δὲ κάλλιον τοῦ σωζομένου τὸ σῶζον· μακρῷ ἄρα 110 καλλίων ἡμῶν καὶ ἐν τῇ σωματώσει. Οὐκ ἂν δὲ ἦν καλλίων εἰς σάρκα τραπείς. Καὶ μετ' ὀλίγα δὲ οὕτω λέγει. Τὸ ἁπλοῦν ἕν ἐστι, τὸ δὲ σύνθετον οὐ δύναται ἓν εἶναι. Τροπὴν ἂν λέγοι τοῦ ἑνὸς λόγου ὁ φάσκων αὐτὸν σάρκα γεγενῆσθαι. Εἰ δὲ καὶ τὸ σύνθετον ἕν ἐστιν, ὥσπερ ἄνθρωπος, τὸ κατὰ σύνθεσιν ἓν λέγει ὁ διὰ τὴν πρὸς σάρκα ἕνωσιν λέγων·" Ὁ λόγος σὰρξ ἐγένετο." Καὶ αὖθις μετὰ βραχέα καὶ ταῦτα εἴρηκε. Σάρκωσις κένωσις· ἡ δὲ κένωσις οὐχ υἱὸν θεοῦ, ἀλλὰ υἱὸν ἀνθρώπου τὸν κενώσαντα ἑαυτὸν ἀπέφηνε, κατὰ τὴν περιβολήν, οὐ κατὰ μετα βολήν. {ΟΡΘ.} Ἰδού σοι καὶ τὸ τῆς περιβολῆς ὄνομα προσενήνοχεν ὁ τῶν σῶν δογμάτων διδάσκαλος. Καὶ μέντοι Κἀν τῷ περὶ πίστεως λογιδίῳ οὕτω λέγει. Πιστεύομεν οὖν, ἀναλλοιώτου μενούσης τῆς θεότητος, τὴν σάρκωσιν αὐτῆς γεγενῆσθαι πρὸς ἀνακαίνισιν τῆς ἀνθρωπότητος. Οὔτε γὰρ ἀλ λοίωσις, οὔτε μετακίνησις, οὔτε περικλεισμὸς γέγονε περὶ τὴν ἁγίαν τοῦ θεοῦ δύναμιν. Καὶ μετ' ὀλίγα. Προσκυνοῦμεν δὲ θεὸν σάρκα ἐκ τῆς ἁγίας παρθένου προσλαβόντα, καὶ διὰ τοῦτο ἄνθρωπον μὲν ὄντα κατὰ τὴν σάρκα, θεὸν δὲ κατὰ τὸ πνεῦμα. Καὶ ἐν ἑτέρᾳ δὲ ἐκθέσει οὕτως ἔφη. Ὁμολογοῦμεν τὸν υἱὸν τοῦ θεοῦ υἱὸν ἀνθρώπου γεγενῆσθαι, οὐκ ὀνόματι, ἀλλ' ἀληθείᾳ προσλαβόντα σάρκα ἐκ Μαρίας τῆς παρθένου. {ΕΡΑΝ.} Οὐκ ᾤμην ταῦτα φρονεῖν τὸν Ἀπολινάριον· ἑτέρας γὰρ περὶ τοῦ ἀνδρὸς εἶχον δόξας. {ΟΡΘ.} Ἰδοὺ τοίνυν μεμάθηκας, ὡς οὐ μόνον οἱ προφῆται καὶ ἀπόστολοι, καὶ οἱ μετ' αὐτοὺς χειροτονηθέντες τῆς οἰκουμένης διδάσκαλοι, ἀλλὰ καὶ Ἀπολινάριος, ὁ τοὺς αἱρετικοὺς φληνάφους συγγράψας, καὶ ἄτρεπτον ὁμολογεῖ τὸν θεὸν λόγον, καὶ οὐκ εἰς σάρκα αὐτὸν τετράφθαι φησίν, ἀλλὰ σάρκα ἀνειληφέναι· καὶ τοῦτο πολλάκις 111 εἶπεν, ὡς ἀκηκόατε. Μὴ τοίνυν ἀποκρύψαι τῇ βλασφημίᾳ φιλονεική σητε τὸν διδάσκαλον." Οὐκ ἔστι γὰρ μαθητὴς ὑπὲρ τὸν διδάσκαλον," ὡς ὁ κύριος ἔφη. {ΕΡΑΝ.} Ὁμολογῶ κἀγὼ καὶ ἄτρεπτον εἶναι τὸν θεὸν λόγον καὶ σάρκα ἀνειληφέναι. Τὸ γὰρ τοσούτοις μάρτυσιν ἀντιτείνειν παρα πληξίας ἐσχάτης. {ΟΡΘ.} Δοκεῖ τοίνυν καὶ τῶν λοιπῶν ζητημάτων γενέσθαι τὴν λύσιν; {ΕΡΑΝ.} Εἰς τὴν ὑστεραίαν τὴν τούτων ἀναβαλώμεθα βάσανον. {ΟΡΘ.} Ἀπίωμεν τοίνυν διαλύσαντες τὴν συνουσίαν, καὶ ὧν ὡμολο γήσαμεν μνημονεύσωμεν. ΑΣΥΓΧΥΤΟΣ ΔΙΑΛΟΓΟΣ Βʹ {ΕΡΑΝ.} Ἐγὼ μὲν ἀφικόμην ὡς ὑπεσχόμην· σὲ δὲ χρὴ δυοῖν θάτερον δράσαι, ἢ τὰ ζητούμενα λύσαι, ἢ τοῖς παρ' ἡμῶν λεγομένοις συνθέσθαι. {ΟΡΘ.} Ἐδεξάμην τὴν πρόκλησιν· ὀρθὴν γὰρ αὐτὴν καὶ δικαίαν ὑπείληφα. Δεῖ δὲ ἡμᾶς ἀναμνησθῆναι πρότερον, ποῖ κατελίπομεν τῇ προτεραίᾳ τὸν λόγον, καὶ ποῖον ἔσχεν ἡ διάλεξις πέρας. {ΕΡΑΝ.} Ἐγὼ τοῦ πέρατος ἀναμνήσω. Μέμνημαι γὰρ ὡς συνω μολογήσαμεν ἄτρεπτον εἶναι τὸν θεὸν λόγον καὶ σάρκα εἰληφέναι, οὐκ αὐτὸν εἰς σάρκα τραπῆναι. {ΟΡΘ.} Ἔοικας στέργειν τὰ δεδογμένα· φιλαλήθως γὰρ τούτων ἀνέμνησας. {ΕΡΑΝ.} Καὶ ἤδη πρότερον ἔφην, ὡς ὁ τοσούτοις ἀντιτείνων καὶ τοιούτοις διδασκάλοις ἐναργέστατα μέμηνεν· οὐχ ἥκιστα δέ με κατῄδεσεν Ἀπολινάριος ταὐτὰ τοῖς ὀρθοδόξοις εἰπών, καίτοι προ φανῶς ἐν τοῖς περὶ σαρκώσεως λόγοις ἐναντίαν ὁδεύσας ὁδόν. {ΟΡΘ.} Οὐκ οὖν σάρκα τὸν θεὸν λόγον ἀνειληφέναι φαμέν; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Τὴν δὲ σάρκα τί νοοῦμεν; σῶμα μόνον, ὡς Ἀρείῳ καὶ Εὐνομίῳ δοκεῖ, ἢ σῶμα καὶ ψυχήν; {ΕΡΑΝ.} Σῶμα καὶ ψυχήν. {ΟΡΘ.} Ποίαν ψυχήν; τὴν λογικὴν ἢ τὴν παρά τινων φυτικὴν ἤγουν ζωτικὴν καλουμένην; Ἀναγκάζει γὰρ ἡμᾶς ἐρωτᾶν ἃ μὴ δεῖ τῶν Ἀπολιναρίου συγγραμμάτων ἡ μυθώδης τερθρεία. {ΕΡΑΝ.} Ἀπολινάριος γὰρ διαφορὰν λέγει ψυχῶν; {ΟΡΘ.} Ἐκ τριῶν συγκεῖσθαι λέγει τὸν ἄνθρωπον, ἐκ σώματος καὶ ψυχῆς τῆς ζωτικῆς καὶ αὖ πάλιν ἐκ τῆς λογικῆς, ἣν νοῦν προσαγορεύει. Ἡ δὲ θεία γραφὴ μίαν οἶδεν, οὐ δύο ψυχάς· καὶ τοῦτο διδάσκει σαφῶς 113 ἡμᾶς ἡ τοῦ πρώτου ἀνθρώπου διάπλασις." Ἔλαβε, γάρ φησιν, ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς καὶ ἔπλασε τὸν ἄνθρωπον καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν." Καὶ μέντοι καὶ ἐν τοῖς εὐαγγελίοις ὁ κύριος τοῖς ἁγίοις εἴρηκε μαθηταῖς·" Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι δυνάμενον ἐν γεέννῃ." Καὶ ὁ θειό τατος Μωϋσῆς, τὸν ἀριθμὸν τεθεικὼς τῶν κατεληλυθότων εἰς Αἴγυπτον καὶ εἰρηκὼς μεθ' ὅσων ἕκαστος εἰσελήλυθε φύλαρχος, ἐπήγαγε·" Πᾶσαι αἱ ψυχαὶ αἱ εἰσελθοῦσαι εἰς Αἴγυπτον ἑβδομήκοντα πέντε," μίαν ἑκάστου τῶν εἰσεληλυθότων ἀριθμήσας ψυχήν. Καὶ ὁ θεῖος ἀπόστολος ἐν Τρωάδι, πάντων ὑπειληφότων τεθνάναι τὸν Εὔτυχον, ἔφη·" Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστι." {ΕΡΑΝ.} Δέδεικται σαφῶς ὡς μίαν ἕκαστος ἄνθρωπος ἔχει ψυχήν. {ΟΡΘ.} Ἀλλ' Ἀπολινάριος δύο λέγει, καὶ τὴν μὲν ἄλογον ἀνειληφέναι τὸν θεὸν λόγον, ἀντὶ δὲ τῆς λογικῆς αὐτὸν ἐν σαρκὶ γεγενῆσθαι. Τούτου χάριν ἠρόμην, ποίαν φὴς μετὰ τοῦ σώματος ἀνειλῆφθαι ψυχήν. {ΕΡΑΝ.} Τὴν λογικὴν ἔγωγέ φημι· τῇ γραφῇ γὰρ ἕπομαι τῇ θείᾳ. {ΟΡΘ.} Τελείαν τοίνυν ἀναληφθῆναί φαμεν ὑπὸ τοῦ θεοῦ λόγου τὴν τοῦ δούλου μορφήν; {ΕΡΑΝ.} Τελείαν. {ΟΡΘ.} Καὶ μάλα εἰκότως. Ἐπειδὴ γὰρ ὁ πρῶτος ἄνθρωπος ὅλος ὑπὸ τὴν ἁμαρτίαν ἐγένετο, καὶ τοὺς τῆς θείας εἰκόνος ἀπώλεσε χαρακτῆρας, ἠκολούθησε δὲ τῷ γενεάρχῃ τὸ γένος· ἀναγκαίως ὁ δημιουργὸς καινουργῆσαι τὴν ἀμαυρωθεῖσαν εἰκόνα θελήσας, ὅλην τὴν φύσιν ἀναλαβὼν πολλῷ τῶν προτέρων ἀμείνους ἐνετύπωσε χαρακτῆρας. {ΕΡΑΝ.} Ταῦτα μὲν ἀληθῆ. Ἀξιῶ δὲ πρῶτον ἡμῖν εὐκρινεῖς γενέσ θαι τῶν ὀνομάτων τὰς σημασίας, ἵν' ἡ διάλεξις ἀκωλύτως προβαίνῃ, καὶ μηδὲν τῶν ἀμφιβαλλομένων μεταξὺ ζητούμενον διακόπτῃ τὸν λόγον. {ΟΡΘ.} Ἄριστα εἴρηκας· ἔρου τοίνυν περὶ οὗ ἂν ἐθέλῃς. {ΕΡΑΝ.} Ἰησοῦν τὸν Χριστὸν τί χρὴ καλεῖν; ἄνθρωπον ἢ θεόν; 114 {ΟΡΘ.} Οὐδέτερον δίχα θατέρου, ἀλλ' ἑκάτερον. Ὁ γὰρ θεὸς λόγος ἐνανθρωπήσας Ἰησοῦς Χριστὸς ὠνομάσθη." Καλέσεις, γάρ φησι, τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὑτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ." Καί," Σήμερον τίκτεται ὑμῖν Χριστὸς κύριος ἐν πόλει Δαβίδ." Ἀγγέλων δὲ αὗται φωναί. Πρὸ δὲ τῆς ἐνανθρωπήσεως θεὸς καὶ θεοῦ υἱὸς καὶ μονογενὴς καὶ κύριος καὶ θεὸς λόγος καὶ ποιητὴς ὠνομάζετο." Ἐν ἀρχῇ, γάρ, ἦν, φησίν, ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος·" καί," Πάντα δι' αὐτοῦ ἐγένετο·" καί," Ζωὴ ἦν·" καί," Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον·" καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια καὶ τῆς φύσεως τῆς θείας δηλωτικά. Μετὰ δέ γε τὴν ἐνανθρώπησιν Ἰησοῦς καὶ Χριστὸς ὁ αὐτὸς ὠνομάσθη. {ΕΡΑΝ.} Οὐκοῦν θεὸς μόνον Ἰησοῦς ὁ κύριος. {ΟΡΘ.} Ἐνανθρωπήσαντα θεὸν λόγον ἀκούεις, καὶ θεὸν μόνον ἀπο καλεῖς; {ΕΡΑΝ.} Ἐπειδὴ μὴ τραπεὶς ἐνηνθρώπησεν, ἀλλὰ μεμένηκεν ὅπερ ἦν, χρὴ καλεῖν αὐτὸν ὅπερ ἦν. {ΟΡΘ.} Ἄτρεπτος μὲν ὁ θεὸς λόγος καὶ ἦν καὶ ἔστι καὶ ἔσται· ἀνθρωπείαν δὲ φύσιν λαβὼν ἐνηνθρώπησε. Προσήκει τοίνυν ἡμᾶς ἑκατέραν φύσιν ὁμολογεῖν καὶ τὴν λαβοῦσαν καὶ τὴν ληφθεῖσαν. {ΕΡΑΝ.} Ἀπὸ τῆς κρείττονος ὀνομάζειν χρή. {ΟΡΘ.} Ὁ ἄνθρωπος ἐκεῖνος, τὸ ζῷον λέγω, ἁπλοῦς ἐστιν ἢ σύν θετος; {ΕΡΑΝ.} Σύνθετος. {ΟΡΘ.} Ἐκ τίνων συγκείμενος; {ΕΡΑΝ.} Ἐκ ψυχῆς καὶ σώματος. {ΟΡΘ.} Τῶν δὲ φύσεων τούτων ποτέρα κρείττων; {ΕΡΑΝ.} Δῆλον ὡς ἡ ψυχή· λογική τε γάρ ἐστι καὶ ἀθάνατος καὶ τοῦ ζῴου τὴν ἡγεμονίαν πεπίστευται. Τὸ δὲ σῶμα θνητόν ἐστι καὶ ἐπίκηρον καὶ τῆς ψυχῆς χωριζόμενον ἄλογόν ἐστι καὶ νεκρόν. {ΟΡΘ.} Ἔδει τοιγαροῦν τὴν θείαν γραφὴν ἐκ τῆς ἀμείνονος φύσεως ὀνομάζειν τὸ ζῷον. 115 {ΕΡΑΝ.} Οὕτως ὀνομάζει. Τοὺς γὰρ εἰσεληλυθότας εἰς Αἴγυπτον ψυχὰς προσηγόρευσεν. Ἐν ἑβδομήκοντα γὰρ καὶ πέντε, φησί, ψυχαῖς κατέβη Ἰσραὴλ εἰς Αἴγυπτον. {ΟΡΘ.} Ἀπὸ δὲ σώματος οὐδένα κέκληκεν ἡ θεία γραφή; {ΕΡΑΝ.} Τοὺς τῇ σαρκὶ δεδουλευκότας προσηγόρευσε σάρκας." Εἶπε, γάρ φησιν, ὁ θεός· οὐ μὴ καταμείνῃ τὸ πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας." {ΟΡΘ.} Δίχα δὲ κατηγορίας οὐδένα προσηγόρευσε σάρκα; {ΕΡΑΝ.} Οὐ μέμνημαι. {ΟΡΘ.} Ἐγώ σε τοιγαροῦν ἀναμνήσω καὶ διδάξω, ὡς τοὺς ἄγαν ἁγίους σάρκας προσηγόρευσεν. Ἀπόκριναι τοίνυν· τοὺς ἀποστόλους τί ἂν καλέσῃς; πνευματικοὺς ἢ σαρκικούς; {ΕΡΑΝ.} Πνευματικοὺς καὶ τῶν πνευματικῶν κορυφαίους καὶ διδασκάλους. {ΟΡΘ.} Ἄκουσον τοίνυν τοῦ θεσπεσίου Παύλου λέγοντος·" Ὅτε δὲ ηὐδόκησεν ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὑτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὑτοῦ ἐν ἐμοί, ἵνα αὐτὸν εὐαγγε λίζωμαι ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους." Μὴ κατηγορῶν τῶν ἀποστόλων οὕτω τότε αὐτοὺς προσηγόρευσεν; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἀλλ' ἀπὸ τῆς ὁρωμένης φύσεως ὀνομάζων καὶ συγκρίνων τῇ οὐρανόθεν κλήσει τὴν δι' ἀνθρώπων κλῆσιν; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Τοιγάρτοι καὶ τοῦ ὑμνοποιοῦ Δαβὶδ ἄκουσον ᾄδοντος καὶ τῷ θεῷ λέγοντος·" Πρὸς σὲ πᾶσα σὰρξ ἥξει·" καὶ τοῦ προφήτου Ἡσαΐου θεσπίζοντος, ὅτι" Ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν." {ΕΡΑΝ.} Ἀποδέδεικται σαφῶς, ὡς καὶ δίχα κατηγορίας ἀπὸ τῆς σαρκὸς ἡ θεία γραφὴ τὴν ἀνθρωπείαν ὀνομάζει φύσιν. {ΟΡΘ.} Ἐγὼ δέ σοι καὶ τὸ ἕτερον ἐπιδείξω. {ΕΡΑΝ.} Ποῖον ἕτερον; 116 {ΟΡΘ.} Ὅτι καὶ κατηγοροῦσά τινων ἡ θεία γραφὴ ἀπὸ τῆς ψυχῆς ὀνομάζει μόνης. {ΕΡΑΝ.} Καὶ ποῦ τοῦτο εὑρήσεις παρὰ τῇ θείᾳ γραφῇ; {ΟΡΘ.} Ἄκουσον τοῦ δεσπότου θεοῦ διὰ Ἰεζεκιὴλ τοῦ προφήτου λέγοντος·" Ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται." Καὶ μέντοι καὶ διὰ Μωϋσέως τοῦ μεγάλου φησί·" Ψυχὴ ἣ ἐὰν ἁμάρτῃ·" καὶ πάλιν·" Καὶ ἔσται πᾶσα ψυχή, ἥτις οὐκ ἀκούσεται τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται." Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα ἔστιν εὑρεῖν. {ΕΡΑΝ.} Ἀποδέδεικται ταῦτα. {ΟΡΘ.} Εἰ τοίνυν ἔνθα φυσική τίς ἐστιν ἕνωσις καὶ κτιστῶν καὶ ὁμοδούλων καὶ ὁμοχρόνων συνάφεια, οὐκ ἀπὸ μόνης τῆς κρείττονος φύσεως τόδε τὸ ζῷον ὀνομάζειν ἔθος τῇ θείᾳ γραφῇ, ἀλλὰ καὶ ἀπὸ τῆς ἥττονός τε καὶ μείζονος· πῶς ἡμῖν ἐγκαλεῖτε τὸν δεσπότην Χριστὸν μετὰ τοῦ θεὸν ὁμολογεῖν καὶ ἄνθρωπον ὀνομάζουσι, καὶ ταῦτα πολλῶν ἄγαν τοῦτο ποιεῖν ἀναγκαζόντων; {ΕΡΑΝ.} Καὶ τί τὸ ἀναγκάζον ὑμᾶς ἄνθρωπον ὀνομάζειν τὸν σωτῆρα Χριστόν; {ΟΡΘ.} Τὰ διάφορα καὶ παντάπασιν ἐναντία τῶν αἱρετικῶν δογμά των. {ΕΡΑΝ.} Καὶ τίνα τίσιν ἐναντία δόγματα; {ΟΡΘ.} Τὸ Ἀρείου τῷ Σαβελλίου. Ὁ μὲν γὰρ διαιρεῖ τὰς οὐσίας, ὁ δὲ τὰς ὑποστάσεις συγχέει. Ὁ μὲν Ἄρειος τρεῖς οὐσίας εἰσφέρει· ὁ δὲ Σαβέλλιος μίαν ὑπόστασιν ἀντὶ τῶν τριῶν λέγει. Εἰπὲ τοίνυν, πῶς δεῖ νόσον ἑκατέραν ἰάσασθαι· ἓν ἀμφοτέροις προσενεγκεῖν τοῖς παθή μασι φάρμακον, ἢ ἑκατέρῳ τὸ πρόσφορον; {ΕΡΑΝ.} Ἑκατέρῳ τὸ πρόσφορον. {ΟΡΘ.} Οὐκοῦν τὸν μὲν Ἄρειον πειρασόμεθα πεῖσαι μίαν τῆς ἁγίας τριάδος τὴν οὐσίαν ὁμολογεῖν, καὶ τούτου τὰς ἀποδείξεις προσ οίσομεν ἀπὸ τῆς θείας γραφῆς. {ΕΡΑΝ.} Οὕτω ποιητέον. {ΟΡΘ.} Τῷ δέ γε Σαβελλίῳ διαλεγόμενοι τοὐναντίον πράξομεν.