Eranistes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
117.1.1
Περὶ μὲν γὰρ τῆς οὐσίας οὐδένα προσοίσομεν λόγον· μίαν γὰρ κἀκεῖ νος ὁμολογεῖ. {ΕΡΑΝ.} Σαφές. {ΟΡΘ.} Τὸ δέ γε νοσοῦν τῆς δόξης θεραπεῦσαι σπουδάσομεν. {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ποίαν δὲ νοσεῖν αὐτὸν εἰρήκαμεν νόσον; {ΕΡΑΝ.} Περὶ τὰς ὑποστάσεις ἔφαμεν αὐτὸν χωλεύειν. {ΟΡΘ.} Οὐκοῦν ἐπειδὴ μίαν ἐκεῖνος εἶναι λέγει τῆς τριάδος ὑπό στασιν, ἐπιδείξομεν αὐτῷ τὴν θείαν γραφὴν τὰς τρεῖς ὑποστάσεις κη ρύττουσαν. {ΕΡΑΝ.} Τοῦτο μὲν οὕτω πρακτέον· τὸν δὲ προκείμενον καταλελοί παμεν λόγον. {ΟΡΘ.} Οὐδαμῶς. Αὐτοῦ γὰρ πέρι τὰς ἀποδείξεις συλλέγομεν, καὶ τοῦτο παραυτίκα μαθήσῃ. Εἰπὲ οὖν μοι, πάσας τὰς αἱρέσεις τὰς ἀπὸ Χριστοῦ καλουμένας ὁμολογεῖν ὑπείληφας καὶ τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἀλλὰ τινὰς μὲν τὴν θεότητα μόνην, τινὰς δὲ μόνην τὴν ἀνθρωπότητα; {ΕΡΑΝ.} Ναί. {ΟΡΘ.} Ἄλλας δέ γε μέρος τῆς ἀνθρωπότητος; {ΕΡΑΝ.} Οὕτως οἶμαι. Προσήκει δὲ ἡμῖν δηλῶσαι, πῶς μὲν οἱ ταῦτα φρονοῦντες, πῶς δὲ οἱ ἐκεῖνα, προσαγορεύονται, ἵνα σαφέστερον τὸ ζητούμενον γένηται. {ΟΡΘ.} Ἐγὼ τοῦτο ἐρῶ. Σίμων καὶ Μένανδρος καὶ Κέρδων καὶ Μαρκίων καὶ Βαλεντῖνος καὶ Βασιλείδης καὶ Βαρδισάνης καὶ Μάνης ἠρνήθησαν ἄντικρυς τὴν ἀνθρωπότητα τοῦ Χριστοῦ. Ἀρτέμων δὲ καὶ Θεόδοτος καὶ Σαβέλλιος καὶ Παῦλος ὁ Σαμοσατεὺς καὶ Μάρκελλος καὶ Φωτεινὸς εἰς τὴν ἐναντίαν ἐκ διαμέτρου βλασφημίαν κατέπεσον. Ἄνθρωπον γὰρ μόνον κηρύττουσι τὸν Χριστόν, τὴν δὲ πρὸ τῶν αἰώνων ὑπάρχουσαν ἀρνοῦνται θεότητα. Ἄρειος δὲ καὶ Εὐνόμιος κτιστὴν μὲν καλοῦσι τοῦ μονογενοῦς τὴν θεότητα, σῶμα δὲ μόνον 118 αὐτὸν ἀνειληφέναι φασίν. Ἀπολινάριος δὲ ἔμψυχον μὲν τὸ ληφθὲν ὁμολογεῖ σῶμα, τὴν δὲ λογικὴν ψυχὴν καὶ τῆς τιμῆς καὶ τῆς σωτη ρίας ἐν τοῖς οἰκείοις λόγοις ἀποστερεῖ. Αὕτη μὲν οὖν ἡ τῶν διεφθαρ μένων δογμάτων διαφορά. Αὐτὸς δὲ ἡμῖν φιλαλήθως εἰπέ, χρή τινα πρὸς τούτους ποιεῖσθαι διάλεξιν, ἢ δεῖ κατὰ κρημνῶν φερομένους περιορᾶν καὶ οἰμώζειν ἐᾶν; {ΕΡΑΝ.} Μισανθρωπίας ἔργον ἡ τῶν καμνόντων ὑπεροψία. {ΟΡΘ.} Προσήκει τοίνυν καὶ συναλγεῖν καὶ θεραπεύειν εἰς δύναμιν. {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Εἰ τοίνυν σώματα θεραπεύειν ἠπίστασο, πολλοὶ δέ σε περι στάντες ἰατρεύειν ἠξίουν, διάφορα ἐπιδεικνύντες παθήματα, οἷον ὀφθαλμῶν ἐπιρροίας καὶ ἀκοῶν τραύματα καὶ ὀδόντων ὀδύνας, καὶ οἱ μὲν νεύρων τάσιν, οἱ δὲ λύσιν, καὶ ὁ μὲν πλημμύραν χολῆς, ὁ δὲ φλέγματος, τί ἂν ἔδρασας, εἰπέ μοι; ἓν ἅπασι κατεσκεύαζες φάρμα κον, ἢ ἑκάστῳ πάθει τὸ πρόσφορον; {ΕΡΑΝ.} Τὸ ἑκάστῳ δηλονότι κατάλληλόν τε καὶ ἀλεξίκακον. {ΟΡΘ.} Οὐκοῦν τὰ μὲν θερμὰ τῶν παθῶν καταψύχων, τὰ δὲ ψυχρὰ διαθερμαίνων, καὶ τὰ μὲν τεταμένα χαλῶν, τὰ δέ γε λελυμένα τονωτι κοῖς φαρμάκοις ῥωννύς, καὶ τὰ μὲν πλαδῶντα ξηραίνων, ὑγραίνων δὲ τὰ ξηρά, ἐξήλαυνες μὲν τὰς νόσους, ἐπανῆγες δὲ τὴν ὑγείαν ὑπὸ τούτων ἐκβεβλημένην; {ΕΡΑΝ.} Οὕτω θεραπεύειν ὁ τῆς ἰατρικῆς παρακελεύεται νόμος· τὰ ἐναντία γάρ, φασί, τῶν ἐναντίων ἰάματα. {ΟΡΘ.} Εἰ δὲ φυτουργὸς ἦσθα, πᾶσιν ἂν τοῖς φυτοῖς τὴν αὐτὴν προσήνεγκας ἐπιμέλειαν, ἢ τῇ μὲν ῥοιᾷ τὴν αὐτῇ προσήκουσαν, τῇ δὲ συκῇ τὴν οἰκείαν, καὶ τῇ ὄχνῃ ὡσαύτως, καὶ τῇ μηλέᾳ, καὶ ταῖς ἡμε ρίσι τὰς καταλλήλους· καὶ ἁπαξαπλῶς ἑκάστῳ γε φυτῷ τὴν πρόσ φορον; {ΕΡΑΝ.} Δῆλον ὡς ἕκαστον φυτὸν τῆς οἰκείας ἐπιμελείας προσδεῖ ται. {ΟΡΘ.} Εἰ δὲ ναυπηγικὴν μετεχείριζες τέχνην, ἐθεάσω δὲ τὴν ἱστοδόκην νεουργίας δεομένην, τὴν τοῖς πηδαλίοις διαφέρουσαν ἐπιμέλειαν προσήνεγκας ἂν αὐτῇ, ἢ τὴν τῇ ἱστοδόκῃ προσήκουσαν; {ΕΡΑΝ.} Ἀναμφίλεκτα καὶ ταῦτ' ἔστιν. Ἕκαστον γὰρ τὴν οἰκείαν 119 θεραπείαν ἐπιζητεῖ, καὶ φυτὸν καὶ σώματος μόριον καὶ σκεύη καὶ μέρη νηός. {ΟΡΘ.} Πῶς οὖν οὐ σχέτλιον, σώματι μὲν καὶ τοῖς ἀψύχοις καταλλή λους θεραπείας προσφέρειν, ἐπὶ δὲ τῶν ψυχῶν τὸν θεραπευτικὸν τοῦ τον μὴ φυλάττειν κανόνα; {ΕΡΑΝ.} Λίαν ἐστὶν ἀδικώτατον, καὶ οὐ μόνον ἀδικίας, ἀλλὰ καὶ ἀνοίας μεστόν. Οἱ γὰρ ἄλλως ποιοῦντες αὐτῆς εἰσι τῆς θεραπείας ἀνεπιστήμονες. {ΟΡΘ.} Οὐκοῦν πρὸς αἵρεσιν ἑκάστην διαλεγόμενοι τὸ ταύτῃ πρόσ φορον προσοίσομεν φάρμακον; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Πρόσφορος δὲ θεραπεία, τὸ προστιθέναι μὲν τὸ ἐλλεῖπον, ἀφαιρεῖν δὲ τὸ πλεονάζον· ἦ γάρ; {ΕΡΑΝ.} Ναί. {ΟΡΘ.} Φωτεινὸν τοίνυν καὶ Μάρκελλον καὶ τοὺς ἐκείνων ἀγχιθύρους θεραπεύειν πειρώμενοι, τί ἂν προσθέντες τὸν θεραπευτικὸν κανόνα πληρώσαιμεν; {ΕΡΑΝ.} Τῆς τοῦ Χριστοῦ θεότητος τὴν ὁμολογίαν· αὕτη γὰρ αὐτοῖς ἐλλείπει. {ΟΡΘ.} Περὶ δέ γε τῆς ἀνθρωπότητος οὐδὲν πρὸς αὐτοὺς ἐροῦμεν. Ὁμολογοῦσι γὰρ ἄνθρωπον τὸν δεσπότην Χριστόν. {ΕΡΑΝ.} Ὀρθῶς λέγεις. {ΟΡΘ.} Ἀρείῳ δὲ καὶ Εὐνομίῳ περὶ τῆς τοῦ μονογενοῦς ἐνανθρωπή σεως διαλεγόμενοι, τί ἂν προσθεῖναι πείσαιμεν αὐτοὺς τῇ σφετέρᾳ ὁμολογίᾳ; {ΕΡΑΝ.} Τῆς ψυχῆς τὴν ἀνάληψιν· σῶμα γὰρ τὸν θεὸν λόγον μόνον ἀνειληφέναι φασίν. {ΟΡΘ.} Ἀπολιναρίῳ δὲ τί ἐλλείπει, ὥστε αὐτὸν ἀκριβοῦν τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον; {ΕΡΑΝ.} Τὸ μὴ διιστάναι τὸν νοῦν ἀπὸ τῆς ψυχῆς, ἀλλ' ὁμολογεῖν τὴν λογικὴν ψυχὴν μετὰ τοῦ σώματος ἀνειλῆφθαι. {ΟΡΘ.} Οὐκοῦν καὶ τούτῳ περὶ τούτου διαλεξόμεθα; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Μαρκίωνα δὲ καὶ Βαλεντῖνον καὶ Μάνητα, καὶ ὅσοι γει τονεύουσι τούτοις, τί μὲν ὁμολογεῖν ἔφαμεν κατὰ τόδε τὸ μέρος, τί δὲ πάμπαν ἀρνεῖσθαι; 120 {ΕΡΑΝ.} Ὅτι πιστεύειν μὲν ἔφασαν εἰς τὴν θεότητα τοῦ Χριστοῦ· τὸν δὲ περὶ τῆς ἀνθρωπότητος οὐ προσίενται λόγον. {ΟΡΘ.} Τοιγάρτοι πεῖσαι τούτους σπουδάσομεν, στέρξαι καὶ τὸν περὶ τῆς ἀνθρωπότητος λόγον, καὶ μὴ φαντασίαν τὴν θείαν οἰκονο μίαν καλεῖν. {ΕΡΑΝ.} Οὕτω προσήκει ποιεῖν. {ΟΡΘ.} Ἐροῦμεν τοίνυν αὐτοῖς, ὡς οὐ χρὴ μόνον θεόν, ἀλλὰ καὶ ἄνθρωπον ἀποκαλεῖν τὸν Χριστόν. {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Καὶ πῶς οἷόν τε παραιτουμένους ἡμᾶς τὸ καὶ ἄνθρωπον ἀποκαλεῖν τὸν Χριστόν, ἄλλοις τοῦτο παρεγγυᾶν; οὐ γὰρ εἴξουσι παραινοῦσιν ἡμῖν, ἀλλὰ ταὐτὰ φρονοῦντας ἐλέγξουσι. {ΕΡΑΝ.} Καὶ πῶς ἡμεῖς τὰ αὐτὰ φρονοῦμεν ἐκείνοις καὶ σάρκα ὁμολογοῦντες καὶ ψυχὴν λογικὴν ἀνειληφέναι τὸν θεὸν λόγον; {ΟΡΘ.} Εἰ τοίνυν τὰ πράγματα ὁμολογοῦμεν, τί δήποτε φεύγομεν τὰ ὀνόματα; {ΕΡΑΝ.} Ἀπὸ τῶν τιμιωτέρων χρὴ τὸν σωτῆρα καλεῖν. {ΟΡΘ.} Φύλαξον τοιγαροῦν τοῦτον τὸν κανόνα, καὶ μὴ καλέσῃς ἐσταυρωμένον μηδὲ ἐκ νεκρῶν ἐγηγερμένον, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. {ΕΡΑΝ.} Ἀλλὰ ταῦτα τῶν παθημάτων ἐστὶ τῶν σωτηρίων ὀνόματα· ἡ δὲ τῶν παθημάτων ἄρνησις, τῆς σωτηρίας ἀναίρεσις. {ΟΡΘ.} Τὸ δὲ ἄνθρωπος ὄνομα φύσεως ὄνομά ἐστιν· ἡ δὲ τούτου σιωπή, τῆς φύσεως ἄρνησις· ἡ δὲ τῆς φύσεως ἄρνησις, τῶν παθη μάτων ἀναίρεσις· ἡ δέ γε τούτων ἀναίρεσις φροῦδον τὴν σωτηρίαν ποιεῖ. {ΕΡΑΝ.} Τὸ μὲν εἰδέναι τὴν ληφθεῖσαν φύσιν προὔργου τίθεμαι· τὸ δέ γε ἄνθρωπον ἀποκαλεῖν τὸν σωτῆρα τῆς οἰκουμένης σμικρύνειν ἐστὶ τοῦ δεσπότου τὴν δόξαν. {ΟΡΘ.} Οὐκοῦν σοφώτερον σαυτὸν καὶ Πέτρου καὶ Παύλου καὶ αὐτοῦ γε τοῦ σωτῆρος ἡγῇ; Ὁ μὲν γὰρ κύριος πρὸς Ἰουδαίους ἔφη· 121" Τί με ζητεῖτε ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα, ἣν ἤκουσα παρὰ τοῦ πατρός μου;" Καὶ πολλαχοῦ δὲ υἱὸν ἀνθρώπου ἑαυτὸν προσηγόρευσεν. Ὁ δὲ πανεύφημος Πέτρος πρὸς τὸν Ἰουδαϊ- κὸν διαλεγόμενος δῆμον οὕτως ἔφη·" Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς." Καὶ ὁ μακάριος Παῦλος ἐπὶ τοῦ Ἀρειου πάγου τοῖς παρεστῶσι προσφέρων τὸ σωτήριον κήρυγμα πρὸς πολλοῖς ἄλλοις καὶ ταῦτα ἔφη·" Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεός, τὰ νῦν παραγγέλλει πᾶσι πανταχοῦ μετανοεῖν· καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαι οσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν." Ὁ τοίνυν τὸ παρὰ τοῦ κυρίου καὶ τῶν ἀποστόλων τεθέν τε καὶ κηρυχθὲν ὄνομα παραιτούμενος, σοφώτερον ἑαυτὸν καὶ τῶν μεγάλων διδασκάλων ὑπείληφε, καὶ μέντοι καὶ αὐτῆς τῆς τῶν σοφωτάτων διδασκάλων πηγῆς. {ΕΡΑΝ.} Τοῖς ἀπίστοις ἐκεῖνοι τήνδε τὴν διδασκαλίαν προσήνεγ καν· νῦν δὲ τῆς οἰκουμένης τὸ πλεῖστον ἐπίστευσεν. {ΟΡΘ.} Μάλιστα μέν εἰσιν ἔτι καὶ Ἰουδαῖοι καὶ Ἕλληνες καὶ αἱρετικῶν μυρία συστήματα, καὶ χρὴ τούτων ἑκάστῳ κατάλληλον διδασκαλίαν προσφέρειν. Εἰ δὲ καὶ πάντες ἦμεν ὁμόφρονες, εἰπέ, τί λωβᾶται τὸ θεὸν καὶ ἄνθρωπον ὁμολογεῖν τὸν Χριστόν; Ἢ οὐ θεό τητα τελείαν ἐν αὐτῷ καὶ ἀνθρωπότητα ὡσαύτως ἀνελλιπῆ θεωροῦ μεν; {ΕΡΑΝ.} Ταῦτα πολλάκις ὡμολογήσαμεν. {ΟΡΘ.} Τί δήποτε τοίνυν ἀναιροῦμεν ἅπερ πολλάκις ὡμολογήσα μεν; {ΕΡΑΝ.} Τὸ ἄνθρωπον καλεῖν τὸν Χριστὸν ὑπείληφα περιττόν, μάλιστα πιστόν τινα πιστῷ προσδιαλεγόμενον. {ΟΡΘ.} Τὸν θεῖον ἀπόστολον πιστὸν εἶναι νομίζεις; {ΕΡΑΝ.} Πιστῶν μὲν οὖν ἁπάντων διδάσκαλον. {ΟΡΘ.} Τὸν δὲ Τιμόθεον τῆσδε τῆς προσηγορίας ὑπείληφας ἄξιον; {ΕΡΑΝ.} Ὡς ἐκείνου γε μαθητὴν καὶ τῶν ἄλλων διδάσκαλον. {ΟΡΘ.} Ἄκουσον τοίνυν τοῦ διδασκάλου τῶν διδασκάλων τῷ