Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Eranistes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
125.1.1
{ΕΡΑΝ.} Ἀληθῶς λέγεις. {ΟΡΘ.} Οὕτω αὐτῷ προσήκει τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχειν· ἄναρχος γὰρ καὶ ἀνώλεθρος, καὶ συντόμως εἰπεῖν, ἀΐδιος, καὶ τῷ πατρὶ συναΐδιος. {ΕΡΑΝ.} Ταῦτα μὲν οὕτω κἀμοὶ συνδοκεῖ. Χρὴ δὲ σκοπῆσαι λοιπόν, πῶς ἁρμόττει ταῦτα καὶ τῷ θαυμασίῳ Μελχισεδέκ. {ΟΡΘ.} Ὡς εἰκόνι καὶ τύπῳ· ἡ δὲ εἰκών, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οὐ πάντα ἔχει ὅσα τὸ ἀρχέτυπον ἔχει. Τῷ μὲν οὖν σωτῆρι ταῦτα προσήκει φύσει καὶ ἀληθείᾳ· τῷ δέ γε Μελχισεδὲκ ἡ τῆς ἀρχαιογο νίας ἱστορία προσήρμοσε ταῦτα. Διδάξασα γὰρ ἡμᾶς τοῦ πατριάρχου Ἀβραὰμ τὸν πατέρα, τοῦ δὲ Ἰσαὰκ καὶ τὸν πατέρα καὶ τὴν μητέρα, καὶ τοῦ Ἰακὼβ ὡσαύτως, καὶ τῶν τούτου παίδων, καὶ μέντοι καὶ τῶν πρόπαλαι γενομένων τὴν γενεαλογίαν ἐπιδείξασα, τοῦ Μελχισεδὲκ οὔτε τὸν πατέρα εἴρηκεν οὔτε τὴν μητέρα, οὔτε μὴν ἔκ τινος τῶν Νῶε παίδων κατάγειν τὸ γένος ἐδίδαξεν, ἵνα γένηται τοῦ ἀληθῶς ἀμήτορος καὶ ἀπάτορος τύπος. Οὕτω δὲ νοεῖν ἡμᾶς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος· ἐν αὐτῷ γὰρ τῷ χωρίῳ καὶ ταῦτα προστέθεικεν·" Ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν, τὸν Ἀβραὰμ ἀποδεδεκάτωκε, καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας ηὐλόγηκεν." {ΕΡΑΝ.} Καὶ ἐπειδὴ τῶν γεγεννηκότων αὐτὸν οὐκ ἐμνημόνευσεν ἡ θεία γραφή, ἀπάτωρ δύναται καὶ ἀμήτωρ καλεῖσθαι; {ΟΡΘ.} Εἰ ἀληθῶς ἀπάτωρ ἦν καὶ ἀμήτωρ, οὐκ ἂν ἦν εἰκών, ἀλλ' ἀλήθεια. Ἐπειδὴ δὲ οὐ φύσει ταῦτ' ἔχει, ἀλλὰ κατὰ τὴν τῆς θείας γραφῆς οἰκονομίαν, δείκνυσι τῆς ἀληθείας τὸν τύπον. {ΕΡΑΝ.} Χρὴ τὴν εἰκόνα ἔχειν ἐναργεῖς τοῦ ἀρχετύπου τοὺς χαρακτῆρας. {ΟΡΘ.} Ὁ ἄνθρωπος εἰκὼν καλεῖται θεοῦ; {ΕΡΑΝ.} Οὐκ ἔστιν εἰκὼν θεοῦ, ἀλλὰ κατ' εἰκόνα θεοῦ ἐγένετο. {ΟΡΘ.} Ἄκουσον οὖν τοῦ ἀποστόλου λέγοντος·" Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα θεοῦ ὑπάρ χων." {ΕΡΑΝ.} Ἔστω εἰκὼν θεοῦ. {ΟΡΘ.} Ἐχρῆν τοίνυν, κατὰ τὸν σὸν λόγον, σώζειν αὐτὸν ἐναργεῖς 126 τοῦ ἀρχετύπου τοὺς χαρακτῆρας, καὶ μήτε κτιστὸν εἶναι, μήτε σύν θετον, μήτε περιγεγράφθαι. Ἔδει παραπλησίως αὐτὸν ἐκ μὴ ὄντων δημιουργεῖν· ἔδει λόγῳ καὶ δίχα πόνου πάντα τεκταίνειν· καὶ πρὸς τούτοις, μὴ νοσεῖν, μὴ ἀθυμεῖν, μὴ θυμοῦσθαι, μὴ ἁμαρτάνειν, ἀλλ' ἀθάνατον εἶναι καὶ ἄφθαρτον, καὶ πάντα ἔχειν, ὅσα τὸ ἀρχέτυπον ἔχει. {ΕΡΑΝ.} Οὐ κατὰ πάντα ἐστὶν ὁ ἄνθρωπος εἰκὼν θεοῦ. {ΟΡΘ.} Ἀληθὲς πλὴν ἐν οἷσπερ ἂν αὐτὸν δῷς εἶναι εἰκόνα, παμπόλλῳ τινὶ μέτρῳ τῆς ἀληθείας ἀποδέοντα πάντως εὑρήσεις. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Σκόπησον δὲ καὶ τόδε· τὸν υἱὸν ὁ θεῖος ἀπόστολος εἰκόνα προσηγόρευσε τοῦ πατρός· ἔφη γάρ·" Ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου." {ΕΡΑΝ.} Τί οὖν; οὐ πάντα ἔχει ὁ υἱὸς ὅσαπερ ὁ πατήρ; {ΟΡΘ.} Πατὴρ οὐκ ἔστιν, οὔτε ἀγέννητος οὔτε ἀναίτιος. {ΕΡΑΝ.} Εἰ ταῦτα εἶχεν, οὐκ ἂν ἦν υἱός. {ΟΡΘ.} Ἀληθὴς ἄρα ὁ λόγος ὃν εἴρηκα ἐγώ, ὡς ἡ εἰκὼν οὐ πάντα ἔχει ὅσα τὸ ἀρχέτυπον ἔχει; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Οὕτω τοίνυν καὶ τὸν Μελχισεδὲκ εἶπεν ὁ θεῖος ἀπόστολος ἀφωμοιῶσθαι τῷ υἱῷ τοῦ θεοῦ. {ΕΡΑΝ.} Δῶμεν τὸ ἀπάτωρ, καὶ ἀμήτωρ, καὶ ἀγενεαλόγητος, οὕτως εἶναι ὡς εἴρηκας· τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, πῶς νοήσομεν; {ΟΡΘ.} Τὴν παλαιὰν γενεαλογίαν συγγράφων ὁ θεσπέσιος Μωϋσῆς ἐδίδαξεν ἡμᾶς, ὡς Ἀδὰμ ἐτῶν τοσῶνδε γενόμενος ἐγέννησε τὸν Σήθ, καὶ ἐπιζήσας ἔτη τοσάδε τοῦ βίου τὸ τέρμα κατέλαβεν. Οὕτω καὶ περὶ τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς καὶ τῶν ἄλλων εἴρηκε. Τοῦ μέντοι Μελχισεδὲκ καὶ τὴν ἀρχὴν τῆς γενέσεως καὶ τῆς ζωῆς τὸ τέλος ἐσίγησεν. Οὐκοῦν, κατὰ τὴν ἱστορίαν, οὔτε ἀρχὴν ἡμερῶν, οὔτε ζωῆς τέλος ἔχει· κατὰ δὲ τὴν ἀλήθειαν, ὁ μονογενὴς τοῦ θεοῦ υἱός, οὔτε ἤρξατο τοῦ εἶναι, οὔτε λήψεται τέλος. {ΕΡΑΝ.} Ὡμολόγηται. 127 {ΟΡΘ.} Κατὰ μὲν οὖν τὰ θεοπρεπῆ ταῦτα καὶ ὄντως θεῖα, τύπος ὁ Μελχισεδὲκ τοῦ δεσπότου Χριστοῦ· κατὰ δέ γε τὴν ἀρχιερωσύνην, ἥτις ἀνθρώποις μᾶλλον ἢ θεῷ προσήκει, ὁ δεσπότης Χριστὸς ἀρχιε ρεὺς γέγονε κατὰ τὴν τάξιν Μελχισεδέκ. Καὶ γὰρ ἐκεῖνος ἐθνῶν ὑπῆρχεν ἀρχιερεύς· καὶ ὁ δεσπότης Χριστὸς ὑπὲρ ἁπάντων ἀνθρώπων τὴν παναγίαν καὶ σωτήριον θυσίαν προσήνεγκεν. {ΕΡΑΝ.} Πολλοὺς περὶ τούτου κατηναλώσαμεν λόγους. {ΟΡΘ.} Ἐδεῖτο καὶ πλειόνων, ὡς οἶσθα· δυσνόητον γὰρ ἔφησθα τὸ χωρίον. {ΕΡΑΝ.} Ἐπὶ τὸν προκείμενον ἐπανέλθωμεν λόγον. {ΟΡΘ.} Τί δὲ ἦν ἡμῖν τὸ ζητούμενον; {ΕΡΑΝ.} Ἐμοῦ λέγοντος, μὴ χρῆναι καλεῖν ἄνθρωπον τὸν Χριστόν, ἀλλὰ μόνον θεόν, πολλάς γε ἄλλας αὐτὸς μαρτυρίας παρήγαγες, καὶ δὴ καὶ τὴν ἀποστολικὴν ῥῆσιν ἐκείνην, ἣν Τιμοθέῳ γράφων τέθεικεν·" Εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς, ὁ δοὺς ἑαυτὸν ἀντίλυτρον ἀντὶ πάντων." {ΟΡΘ.} Ἀνεμνήσθην πόθεν εἰς τήνδε τὴν παρέκβασιν ἐξεκλίναμεν. Ἐμοῦ γὰρ εἰρηκότος ὡς καὶ αὐτὸ τὸ τοῦ μεσίτου ὄνομα τοῦ σωτῆρος ἡμῶν τὰς δύο φύσεις παραδηλοῖ, αὐτὸς ἔφησθα καὶ Μωϋσέα κεκλῆσ θαι μεσίτην, ἄνθρωπος δὲ μόνον ἐκεῖνος ἐτύγχανεν ὤν, οὐ θεὸς καὶ ἄνθρωπος. Τούτου δὴ χάριν ἠναγκάσθην ταῦτα διεξελθεῖν, ἵνα δείξω τὸν τύπον οὐ πάντα ἔχοντα ὅσα τὸ ἀρχέτυπον ἔχει. Εἰπὲ τοίνυν, εἰ συνομολογεῖς χρῆναι καὶ ἄνθρωπον ὀνομάζεσθαι τὸν σωτῆρα Χρι στόν. {ΕΡΑΝ.} Ἐγὼ θεὸν αὐτὸν καλῶ· θεοῦ γάρ ἐστιν υἱός. {ΟΡΘ.} Εἰ θεὸν αὐτὸν καλεῖς, ἐπειδὴ θεοῦ αὐτὸν ἐδιδάχθης υἱόν, κάλει καὶ ἄνθρωπον· υἱὸν γὰρ ἀνθρώπου πολλάκις ἑαυτὸν προσηγό ρευσεν. {ΕΡΑΝ.} Οὐχ ἁρμόττει αὐτῷ τὸ ἄνθρωπος ὄνομα, ὡς τὸ θεὸς ὄνομα. {ΟΡΘ.} Ὡς οὐκ ὂν ἀληθές, ἢ δι' ἑτέραν αἰτίαν; {ΕΡΑΝ.} Τὸ θεὸς ὄνομα τῆς φύσεως ὄνομα· τὸ δὲ ἄνθρωπος τῆς οἰκονομίας πρόσρημα. 128 {ΟΡΘ.} Τὴν δὲ οἰκονομίαν ἀληθῆ φαμεν, ἢ φαντασιώδη τινὰ καὶ ψευδῆ; {ΕΡΑΝ.} Ἀληθῆ. {ΟΡΘ.} Εἰ τοίνυν ἀληθὴς τῆς οἰκονομίας ἡ χάρις, τὴν ἐνανθρώπησιν δὲ τοῦ θεοῦ λόγου καλοῦμεν οἰκονομίαν, ἀληθὲς ἄρα καὶ τὸ ἄνθρωπος ὄνομα· φύσιν γὰρ ἀνθρωπείαν ἀναλαβὼν ἐχρημάτισεν ἄνθρωπος. {ΕΡΑΝ.} Πρὸ τοῦ πάθους ἐκαλεῖτο ἄνθρωπος· μετὰ δὲ τὸ πάθος οὐκ ἔτι. {ΟΡΘ.} Καὶ μὴν μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἔγραψε Τιμοθέῳ τὴν ἐπιστολὴν ὁ θεῖος ἀπόστολος, ἐν ᾗ τὸν σωτῆρα Χριστὸν προση γόρευσεν ἄνθρωπον. Μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν ἐν Ἀθήναις δημηγορῶν ἄνδρα κέκληκε. Μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν Κορινθίοις γράφων βοᾷ·" Ἐπειδὴ γὰρ δι' ἀνθρώπου θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις τῶν νεκρῶν." Καὶ διδάσκων σαφέστερον περὶ τίνος λέγει, ἐπήγαγεν·" Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκουσιν, οὕτω καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν ὁ θεῖος Πέτρος Ἰουδαίοις διαλεγόμενος ἄνδρα αὐτὸν προσηγόρευσε. Μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν ὁ καλλίνικος Στέφανος καταλευόμενος ἔφη τοῖς Ἰουδαίοις·" Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ." Μὴ τοίνυν ἡμᾶς αὐτοὺς σοφωτέρους νομίσωμεν τῶν μεγάλων κηρύκων τῆς ἀληθείας. {ΕΡΑΝ.} Οὐ σοφώτερον ἐμαυτὸν τῶν ἁγίων διδασκάλων ὑπείληφα, ἀλλ' οὐχ εὑρίσκω τὴν τοῦ ὀνόματος χρείαν. {ΟΡΘ.} Τοὺς οὖν ἀρνουμένους τοῦ κυρίου τὴν ἀνθρωπότητα, Μαρκιωνιστάς φημι, καὶ Μανιχαίους, καὶ τοὺς ἄλλους, ὅσοι ταύτην νοσοῦσι τὴν νόσον, πῶς ἂν πείσαις ὁμολογῆσαι τῆς ἀληθείας τὸ κήρυγμα; οὐ ταύτας καὶ τὰς τοιαύτας μαρτυρίας προσφέρων, καὶ διδάσκων ὡς οὐ μόνον θεός, ἀλλὰ καὶ ἄνθρωπος ὁ δεσπότης Χριστός; {ΕΡΑΝ.} Ἴσως τούτοις ἀνάγκη ταῦτα προσφέρειν. {ΟΡΘ.} Τοὺς δέ γε πιστοὺς τί δήποτε μὴ διδάσκεις τοῦ δόγματος 129 τὴν ἀλήθειαν; ἢ ἐπιλέλησαι τῆς ἀποστολικῆς νομοθεσίας, ἕτοιμον εἶναι πρὸς ἀπολογίαν παρεγγυώσης; Σκοπήσωμεν δὲ οὕτως. Ὁ ἄριστος στρατηγὸς μόνοις τοῖς πολεμίοις συμπλέκεται καὶ τοξεύει καὶ ἀκοντίζει καὶ φάλαγγα ῥήγνυσιν, ἢ καὶ τοὺς στρατιώτας καθοπλίζει καὶ τάττει καὶ εἰς ἀνδρείαν τὰ τούτων παραθήγει φρονήματα; {ΕΡΑΝ.} Τοῦτο μᾶλλον ποιητέον αὐτῷ. {ΟΡΘ.} Οὐ γὰρ ἴδιον στρατηγοῦ, τὸ αὐτὸν μὲν προκινδυνεύειν καὶ παρατάττεσθαι, τοὺς δὲ στρατιώτας ἐπ' ἄμφω καθεύδειν ἐᾶν, ἀλλὰ καὶ τούτους διεγείρειν εἰς τὴν παράταξιν. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Τοῦτο καὶ ὁ θεῖος ποιεῖ Παῦλος. Τοῖς γὰρ πεπιστευκόσιν ἐπιστέλλων ἔλεγεν·" Ἀναλάβετε τὴν πανοπλίαν τοῦ θεοῦ, ἵνα δυνη θῆτε ἀντιστῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου." Καὶ πάλιν·" Στῆτε οὖν περιζωσάμενοι τὰς ὀσφύας ὑμῶν ἐν ἀληθείᾳ," καὶ τὰ ἑξῆς. Ἀναμνήσθητι δὲ ἃ καὶ ἔμπροσθεν εἰρήκαμεν, ὅτι καὶ ὁ ἰατρὸς προστίθησι τὴν ἐλλείπουσαν τῇ φύσει ποιότητα. Εἰ γὰρ εὕροι πλεονά ζουσαν τὴν ψυχράν, προστίθησι τὴν θερμήν, καὶ ὡσαύτως τὰς ἄλλας· τοῦτο καὶ ὁ κύριος ἐποίησεν. {ΕΡΑΝ.} Καὶ ποῦ τοῦτο δείξεις πεποιηκότα τὸν κύριον; {ΟΡΘ.} Ἐν τοῖς θείοις εὐαγγελίοις. {ΕΡΑΝ.} Δεῖξον οὖν, καὶ πλήρωσον τὴν ὑπόσχεσιν. {ΟΡΘ.} Τί τὸν σωτῆρα Χριστὸν ἐνόμιζον οἱ Ἰουδαῖοι; {ΕΡΑΝ.} Ἄνθρωπον. {ΟΡΘ.} Ὅτι δὲ καὶ θεὸς ἦν, παντάπασιν ἠγνόουν; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Τοιγάρτοι τοῦτο μαθεῖν τοὺς ἀγνοοῦντας ἐχρῆν; {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Ἄκουσον τοίνυν αὐτοῦ πρὸς αὐτοὺς λέγοντος·" Πολλὰ ἔργα ὑπέδειξα ὑμῖν παρὰ τοῦ πατρός μου, διὰ ποῖον αὐτῶν λιθάζετέ με;" Τῶν δὲ εἰρηκότων," Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν," ἐπήγαγεν·"̓ Εν τῷ νόμῳ ὑμῶν γέγραπται· Ἐγὼ εἶπον· θεοί ἐστε. Εἰ ἐκείνους εἶπε θεούς, πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι 130 ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμι; Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ πατρός μου, μὴ πιστεύετέ μοι. Εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ θέλητε πιστεύειν, τοῖς ἔργοις μου πιστεύσατε, ἵνα γνῶτε καὶ πιστεύ σητε, ὅτι ἐγὼ ἐν τῷ πατρί, καὶ ὁ πατὴρ ἐν ἐμοί ἐστιν." {ΕΡΑΝ.} Ἐν οἷς ἀνέγνως ἀρτίως, ἔδειξας τὸν κύριον τοῖς Ἰου- δαίοις θεὸν ἑαυτὸν οὐκ ἄνθρωπον δείξαντα. {ΟΡΘ.} Οὐδὲ γὰρ ἐδέοντο μαθεῖν ὅπερ ᾔδεισαν. Ὅτι μὲν γὰρ ἄνθρω πος ἦν, ᾔδεισαν· ὅτι δὲ καὶ θεὸς ὑπῆρχεν, οὐκ ᾔδεισαν. Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τῶν Φαρισαίων πεποίηκεν. Ὡς γὰρ ἀνθρώπῳ κοινῷ προσιόντας ἰδών, ἤρετο αὐτοὺς οὕτως·" Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός;" Ἐκείνων δὲ εἰρηκότων," Τοῦ Δαβίδ," αὐτὸς ἐπήγαγε·" Πῶς οὖν Δαβὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ; Εἶπε, γάρ φησιν, ὁ κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου." Εἶτα συλλογίζεται·" Εἰ οὖν κύριος αὐτοῦ ἐστι, πῶς υἱὸς αὐτοῦ ἐστι;" {ΕΡΑΝ.} Κατὰ σαυτοῦ τὴν μαρτυρίαν παρήγαγες. Ἀναφανδὸν γὰρ ὁ κύριος τοὺς Φαρισαίους ἐδίδαξε μὴ καλεῖν αὐτὸν υἱὸν Δαβίδ, ἀλλὰ κύριον Δαβίδ. Διὰ δὲ τούτων πέφανται θεὸς καλεῖσθαι βουλόμενος, ἀλλ' οὐκ ἄνθρωπος. {ΟΡΘ.} Οὐ προσέσχες, ὡς ἔοικε, τῇ θείᾳ διδασκαλίᾳ. Οὐ γὰρ ἀνεῖλε τὸ καλεῖσθαι υἱὸς Δαβίδ, ἀλλὰ προστέθεικε τὸ χρῆναι πιστεύ εσθαι καὶ κύριος εἶναι τοῦ Δαβίδ. Τοῦτο γὰρ διδάσκει σαφῶς τό·" Εἰ οὖν κύριος αὐτοῦ ἐστι, πῶς υἱὸς αὐτοῦ ἐστιν;" Οὐ γὰρ εἶπεν, εἰ κύριός ἐστιν, υἱὸς οὐκ ἔστιν, ἀλλά," Πῶς υἱὸς αὐτοῦ ἐστιν;" ἀντὶ τοῦ, κατά τι κύριος, καὶ κατά τι υἱός. Ταῦτα δὲ ἄντικρυς καὶ τὴν θεότητα δείκνυσι καὶ τὴν ἀνθρωπότητα. {ΕΡΑΝ.} Οὐ χρεία συλλογισμῶν. Ἄντικρυς γὰρ ὁ κύριος ἐδίδαξεν, ὡς οὐ βούλεται καλεῖσθαι υἱὸς Δαβίδ. {ΟΡΘ.} Ἔδει τοίνυν καὶ τοὺς τυφλοὺς καὶ τὴν Χαναναίαν καὶ μέντοι καὶ τοὺς ὄχλους διδάξαι, μὴ καλεῖν αὐτὸν υἱὸν Δαβίδ. Καὶ γὰρ οἱ 131 τυφλοὶ ἐβόων·" Υἱὲ Δαβίδ, ἐλέησον ἡμᾶς." Καὶ ἡ Χαναναία·" Υἱὲ Δαβίδ, ἐλέησόν με, ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται·" καὶ τὸ πλῆθος·" Ὡσαννὰ τῷ υἱῷ Δαβίδ· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνό ματι κυρίου." Καὶ οὐ μόνον οὐκ ἐδυσχέρανεν, ἀλλὰ καὶ τὴν πίστιν ἐπῄνεσε. Τοὺς μὲν γὰρ τυφλοὺς τῆς μακροτάτης νυκτὸς ἠλευθέρωσε, καὶ τὴν ὀπτικὴν αὐτοῖς ἐνέργειαν ἐδωρήσατο. Τῆς δὲ Χαναναίας τὴν θυγατέρα κορυβαντιῶσαν καὶ μεμηνυῖαν ἰάσατο, καὶ τὸν παμπόνηρον ἐξήλασε δαίμονα. Τῶν δέ γε ἀρχιερέων καὶ Φαρισαίων χαλεπαινόντων τοῖς βοῶσιν," Ὡσαννὰ τῷ υἱῷ Δαβίδ," οὐ μόνον οὐκ ἐκώλυσε τοὺς βοῶντας, ἀλλὰ καὶ ἐβεβαίωσε τὴν εὐφημίαν." Ἀμήν, γὰρ ἔφη, λέγω ὑμῖν, κἂν οὗτοι σιγήσωσιν, οἱ λίθοι κεκράξονται." {ΕΡΑΝ.} Τούτων πρὸ τῆς ἀναστάσεως ἠνείχετο τῶν προσρημάτων, συγκατιὼν τῇ ἀσθενείᾳ τῶν μηδέπω γνησίως πεπιστευκότων· μετὰ δὲ τὴν ἀνάστασιν περιττὰ ταυτὶ τὰ ὀνόματα. {ΟΡΘ.} Τὸν οὖν μακάριον Παῦλον ποῦ τάξομεν; ἐν τοῖς τελείοις ἢ ἐν τοῖς ἀτελέσιν; {ΕΡΑΝ.} Οὐ χρὴ παίζειν ἐν τοῖς σπουδαίοις. {ΟΡΘ.} Οὐ χρὴ τῆς τῶν θείων λογίων ὀλιγωρεῖν ἀναγνώσεως. {ΕΡΑΝ.} Καὶ τίς οὕτω τρισάθλιος, ὡς τῆς οἰκείας ἀμελεῖν σωτη ρίας; {ΟΡΘ.} Ἀπόκριναι πρὸς τὴν ἐρώτησιν, καὶ μαθήσῃ τὴν ἄγνοιαν. {ΕΡΑΝ.} Ποίαν ἐρώτησιν; {ΟΡΘ.} Ποῦ τάττομεν τὸν θεῖον ἀπόστολον; {ΕΡΑΝ.} Δῆλον ὡς ἐν τοῖς τελειοτάτοις καὶ τῶν τελείων διδάσκαλον. {ΟΡΘ.} Πότε δὲ τοῦ κηρύγματος ἤρξατο; {ΕΡΑΝ.} Μετὰ τὴν τοῦ σωτῆρος ἀνάληψιν καὶ τὴν τοῦ πνεύματος ἐπιφοίτησιν καὶ τὴν Στεφάνου τοῦ νικηφόρου κατάλευσιν. {ΟΡΘ.} Οὗτος παρ' αὐτὸ τοῦ βίου τὸ τέλος ἐσχάτην γράφων ἐπι στολὴν Τιμοθέῳ τῷ μαθητῇ, καὶ οἷόν τινα κλῆρον αὐτῷ πατρῷον κατὰ διαθήκας παραδιδούς, καὶ ταῦτα τέθεικε·" Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβὶδ κατὰ τὸ εὐαγγέλιόν μου." Ὑπέδειξε δὲ καὶ τὰ ὑπὲρ τοῦ εὐαγγελίου παθήματα 132 καὶ ταύτῃ δεικνὺς τὴν τοῦ εὐαγγελίου ἀλήθειαν." Ἐν ᾧ, γὰρ ἔφη, κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος." Πολλὰς δὲ καὶ ἄλλας τοιάσδε μαρτυρίας ῥᾴδιον ἦν μοι παραγαγεῖν, ἀλλὰ παρέλκον τοῦτο νενόμικα. {ΕΡΑΝ.} Ὑποσχόμενος δείξειν τὸν κύριον τὴν ἐλλείπουσαν διδα σκαλίαν προστιθέντα τοῖς δεομένοις, ὅτι μὲν τοῖς Φαρισαίοις καὶ τοῖς ἄλλοις Ἰουδαίοις περὶ τῆς οἰκείας διελέχθη θεότητος, εἴρη κας· ὅτι δέ γε καὶ τὴν περὶ τῆς σαρκὸς διδασκαλίαν προσήνεγκεν, οὐκ ἀπέδειξας. {ΟΡΘ.} Μάλιστα μὲν περιττὸν ἦν περὶ τῆς ὁρωμένης διαλεχθῆναι σαρκός· ἐναργῶς γὰρ ἑωρᾶτο, καὶ ἐσθίουσα καὶ πίνουσα καὶ κοπιῶσα καὶ καθεύδουσα. Πλὴν ὅμως, ἵνα τὰ πρὸ τοῦ πάθους παρῶ πολλά γε ὄντα καὶ διάφορα, μετὰ τὴν ἀνάστασιν ἀπιστοῦσι τοῖς ἀποστόλοις οὐ τὴν θεότητα, ἀλλὰ τὴν ἀνθρωπότητα ἔδειξε·" Βλέπετε, γάρ φησι, τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." Ἰδού σοι πεπληρώκαμεν τὴν ὑπόσχεσιν· ἐδείξαμεν γὰρ τοῖς μὲν ἀγνοοῦσι τὴν θεότητα τὴν περὶ ταύτης προσενεχθεῖσαν διδασκαλίαν· τοῖς δὲ ἀπιστοῦσι τῇ τῆς σαρκὸς ἀναστάσει ταύτην ἐπιδειχθεῖσαν· παῦσαι τοίνυν φιλονεικῶν, καὶ τὰς δύο τοῦ σωτῆρος ὁμολόγησον φύσεις. {ΕΡΑΝ.} Δύο πρὸ τῆς ἑνώσεως ἦσαν· συνελθοῦσαι δὲ μίαν ἀπετέλε σαν φύσιν. {ΟΡΘ.} Πότε δὲ φὴς γεγενῆσθαι τὴν ἕνωσιν; {ΕΡΑΝ.} Εὐθὺς ἐγὼ λέγω παρὰ τὴν σύλληψιν. {ΟΡΘ.} Τὸν δὲ θεὸν λόγον οὐ προϋπάρχειν τῆς συλλήψεως λέγεις; {ΕΡΑΝ.} Πρὸ τῶν αἰώνων εἶναί φημι. {ΟΡΘ.} Τὴν δέ γε σάρκα συνυπάρχειν αὐτῷ; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἀλλ' ἐκ πνεύματος ἁγίου μετὰ τὴν τοῦ ἀγγέλου διαπλασθῆ ναι πρόσρησιν; {ΕΡΑΝ.} Οὕτως φημί. {ΟΡΘ.} Οὐκοῦν οὐ δύο ἦσαν πρὸ τῆς ἑνώσεως φύσεις, ἀλλὰ μία μόνη. Εἰ γὰρ προϋπάρχει μὲν ἡ θεότης, ἡ δέ γε ἀνθρωπότης οὐ 133 συνυπάρχει (διεπλάσθη γὰρ μετὰ τὸν ἀγγελικὸν ἀσπασμόν, συνῆπται δὲ τῇ διαπλάσει ἡ ἕνωσις), μία ἄρα φύσις πρὸ τῆς ἑνώσεως ἦν, ἡ ἀεὶ οὖσα καὶ πρὸ τῶν αἰώνων οὖσα. Ἀλλὰ γὰρ καὶ αὖθις αὐτὸ τοῦτο σκοπήσωμεν. Τὴν σάρκωσιν ἤγουν τὴν ἐνανθρώπησιν ἄλλο τι νομί ζεις παρὰ τὴν ἕνωσιν; {ΕΡΑΝ.} Οὐχί. {ΟΡΘ.} Σάρκα γὰρ προσλαβὼν ἐσαρκώθη; {ΕΡΑΝ.} Φαίνεται. {ΟΡΘ.} Συνῆπται δὲ τῇ προσλήψει ἡ ἕνωσις; {ΕΡΑΝ.} Οὕτω λέγω. {ΟΡΘ.} Μία οὖν φύσις πρὸ τῆς ἐνανθρωπήσεως ἦν. Εἰ γὰρ ταὐτὸν ἕνωσίς τε καὶ ἐνανθρώπησις, ἐνηνθρώπησε δὲ τὴν ἀνθρωπείαν φύσιν λαβών, ἔλαβε δὲ ἡ τοῦ θεοῦ μορφὴ τὴν τοῦ δούλου μορφήν, μία ἄρα φύσις ἡ θεία πρὸ τῆς ἑνώσεως ἦν. {ΕΡΑΝ.} Καὶ πῶς ταὐτὸν ἕνωσίς τε καὶ ἐνανθρώπησις; {ΟΡΘ.} Συνωμολόγησας ἀρτίως μὴ διαφέρειν ταυτὶ τὰ ὀνόματα. {ΕΡΑΝ.} Τοῖς σοῖς με παρεκρούσω συλλογισμοῖς. {ΟΡΘ.} Καὶ μὴν ἁπλῆν σοι παρενήνοχα πεῦσιν. {ΕΡΑΝ.} Ἀλλὰ τοῖς προρρηθεῖσι προσεῖχον συλλογισμοῖς ἔτι. {ΟΡΘ.} Τὸν αὐτὸν οὖν, εἰ δοκεῖ, πάλιν ἀναλάβωμεν λόγον. {ΕΡΑΝ.} Τοῦτο ποιητέον. {ΟΡΘ.} Ἡ σάρκωσις πρὸς τὴν ἕνωσιν ἔχει διαφορὰν κατ' αὐτὴν τὴν τοῦ πράγματος φύσιν; {ΕΡΑΝ.} Πλείστην μὲν οὖν. {ΟΡΘ.} Δίδαξον τὰ εἴδη ταύτης ἀφθόνως. {ΕΡΑΝ.} Καὶ αὐτὸς τῶν ὀνομάτων ὁ νοῦς δηλοῖ τὸ διάφορον. Ἡ μὲν γὰρ σάρκωσις τῆς σαρκὸς δηλοῖ τὴν ἀνάληψιν, ἡ δέ γε ἕνωσις τὴν τῶν διεστώτων συνάφειαν. {ΟΡΘ.} Πρεσβυτέραν δὲ τὴν σάρκωσιν τῆς ἑνώσεως λέγεις; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἀλλ' ἐν τῇ συλλήψει γεγενῆσθαι τὴν ἕνωσιν; {ΕΡΑΝ.} Οὕτω φημί. {ΟΡΘ.} Οὐκοῦν εἰ μηδὲ τὸ ἀκαριαῖον τοῦ χρόνου τῆς λήψεως τῆς σαρκὸς καὶ τῆς ἑνώσεως γεγένηται μέσον, ἡ δὲ ληφθεῖσα φύσις 134 οὐ προϋπῆρχε τῆς λήψεως καὶ τῆς ἑνώσεως· ταὐτὸ μὲν πρᾶγμα σημαίνουσι σάρκωσίς τε καὶ ἕνωσις· μία δὲ ἄρα φύσις πρὸ τῆς ἑνώ σεως ἤγουν σαρκώσεως ἦν, μετὰ δέ γε τὴν ἕνωσιν δύο λέγειν προσ ήκει, τήν τε λαβοῦσαν καὶ τὴν ληφθεῖσαν. {ΕΡΑΝ.} Ἐκ δύο φύσεων λέγω τὸν Χριστόν, δύο δὲ φύσεις οὐ λέγω. {ΟΡΘ.} Ἑρμήνευσον ἡμῖν, πῶς τὸ ἐκ δύο φύσεων λέγεις, ὡς τὸν χρυσόπαστον ἄργυρον, ὡς τὴν τοῦ ἠλέκτρου κατασκευήν, ὡς τὴν κόλλην τὴν ἐκ μολίβδου καὶ κασσιτέρου κεραννυμένην; {ΕΡΑΝ.} Οὐδενὶ τούτων ἐοικέναι τήνδε λέγω τὴν ἕνωσιν· ἄρρητός τε γάρ ἐστι καὶ ἄφραστος καὶ πάντα νοῦν ὑπερβαίνουσα. {ΟΡΘ.} Ὁμολογῶ κἀγὼ μὴ ἐφικτὸν εἶναι τὸν τῆς ἑνώσεως λόγον. Ὅτι δέ γε φύσις ἑκατέρα καὶ μετὰ τὴν ἕνωσιν μεμένηκεν ἀκραιφνής, παρὰ τῆς θείας ἐδιδάχθην γραφῆς. {ΕΡΑΝ.} Καὶ ποῦ τοῦτο ἐδίδαξεν ἡ θεία γραφή; {ΟΡΘ.} Πᾶσα ταύτης ἐστὶ τῆς διδασκαλίας ἀνάπλεως. {ΕΡΑΝ.} Δὸς ὧν λέγεις τὰς ἀποδείξεις. {ΟΡΘ.} Σὺ γὰρ οὐχ ὁμολογεῖς φύσεως ἑκατέρας τὰ ἴδια; {ΕΡΑΝ.} Μετὰ τὴν ἕνωσιν οὐδαμῶς. {ΟΡΘ.} Τοῦτο τοίνυν αὐτὸ παρὰ τῆς θείας διδαχθῶμεν γραφῆς. {ΕΡΑΝ.} Ἐγὼ πείθομαι τῇ θείᾳ γραφῇ. {ΟΡΘ.} Ὅταν τοίνυν ἀκούσῃς Ἰωάννου τοῦ θεσπεσίου βοῶντος·"̓ Εν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος·" καί·" Πάντα δι' αὐτοῦ ἐγένετο," καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, τὴν σάρκα λέγεις ἐν ἀρχῇ πρὸς τὸν θεὸν εἶναι, καὶ φύσει θεὸν εἶναι, καὶ πάντα πεποιηκέναι, ἢ τὸν θεὸν λόγον τὸν πρὸ τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον; {ΕΡΑΝ.} Τῷ μὲν θεῷ λόγῳ ταῦτα προσήκειν φημί· οὐ χωρίζω δὲ αὐτὸν τῆς ἡνωμένης σαρκός. {ΟΡΘ.} Οὔτε χωρίζομεν τοῦ θεοῦ λόγου τὴν σάρκα, οὔτε σύγχυσιν ποιοῦμεν τὴν ἕνωσιν. {ΕΡΑΝ.} Ἐγὼ μίαν οἶδα μετὰ τὴν ἕνωσιν φύσιν. {ΟΡΘ.} Οἱ εὐαγγελισταὶ τὰ εὐαγγέλια πηνίκα συνέγραψαν; πρὸ τῆς ἑνώσεως ἢ μετὰ πλεῖστον τῆς ἑνώσεως χρόνον; {ΕΡΑΝ.} Δῆλον ὅτι μετὰ τὴν ἕνωσιν καὶ τὴν γέννησιν καὶ τὰ θαύ 135 ματα καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάληψιν καὶ τὴν τοῦ παναγίου πνεύματος ἐπιφοίτησιν. {ΟΡΘ.} Ἄκουσον τοίνυν τοῦ μὲν Ἰωάννου λέγοντος·" Ἐν ἀρχῇ ἦν ὁλόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν," καὶ τὰ ἑξῆς· τοῦ δὲ Ματθαίου·" Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ Ἀβραάμ," καὶ τὰ ἑξῆς. Καὶ ὁ Λουκᾶς δὲ αὐτὸν ἐξ Ἀβραὰμ καὶ Δαβὶδ ἐγενεαλόγησε. Προσάρμοσον τοίνυν ταῦτα κἀκεῖνα φύσει μιᾷ. Ἀλλ' οὐκ ἂν δύναιο· ἐναντίον γὰρ τῷ ἐν ἀρχῇ εἶναι, τὸ ἐξ Ἀβραὰμ εἶναι, καὶ τῷ πάντα πεποιηκέναι τὸ κτιστὸν τὸν πρόγονον ἐσχηκέναι. {ΕΡΑΝ.} Ταῦτα λέγων εἰς δύο πρόσωπα τὸν μονογενῆ μερίζεις υἱόν. {ΟΡΘ.} Ἕνα μὲν υἱὸν τοῦ θεοῦ καὶ οἶδα καὶ προσκυνῶ τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν· τῆς δὲ θεότητος καὶ τῆς ἀνθρωπότητος τὴν διαφορὰν ἐδιδάχθην. Σὺ δέ γε ὁ μίαν λέγων μετὰ τὴν ἕνωσιν γεγενῆσ θαι φύσιν, προσάρμοσον ταύτῃ τὰ τῶν εὐαγγελίων προοίμια. {ΕΡΑΝ.} Ὡς ἔοικεν, ἰσχυρὰν ἄγαν καὶ ἴσως ἀμήχανον ὑπολαμβά νεις τὴν πρότασιν. {ΟΡΘ.} Ἔστω σοι ῥᾳδία καὶ εὐπετής, μόνον ἡμῖν τὸ ζητούμενον λῦσον. {ΕΡΑΝ.} Ἀμφότερα τῷ δεσπότῃ προσήκει Χριστῷ, καὶ τὸ ἐν ἀρχῇ εἶναι καὶ τὸ ἐξ Ἀβραὰμ καὶ Δαβὶδ κατὰ σάρκα βλαστῆσαι. {ΟΡΘ.} Μίαν μετὰ τὴν ἕνωσιν χρῆναι λέγειν ἐνομοθέτησας φύσιν· τὸν οἰκεῖον τοίνυν μὴ παραβῇς νόμον μεμνημένος σαρκός. {ΕΡΑΝ.} Καὶ δίχα τοῦ μνημονεῦσαι σαρκὸς λῦσαι τὴν πρότασιν εὐπετές· ἀμφότερα γὰρ τῷ σωτῆρι προσαρμόττω Χριστῷ. {ΟΡΘ.} Κἀγὼ καὶ ταῦτα κἀκεῖνα προσήκειν φημὶ τῷ δεσπότῃ Χριστῷ, ἀλλὰ δύο φύσεις ἐν αὐτῷ θεωρῶν, καὶ ἑκατέρᾳ προσνέμων τὰ πρόσφορα. Εἰ δὲ μία φύσις ἐστὶν ὁ Χριστός, πῶς οἷόν τε αὐτῇ προσαρ μόσαι τὰ ἐναντία; Ἐναντίον γὰρ τῷ ἐν ἀρχῇ εἶναι τὸ ἐξ Ἀβραὰμ καὶ Δαβὶδ τὴν ἀρχὴν εἰληφέναι, μᾶλλον δὲ πολλοστῇ γενεᾷ μετὰ τὸν Δαβὶδ γεννηθῆναι. Ἐναντίον δὲ πάλιν καὶ τῷ πάντα πεποιηκέναι τὸ 136 ἐκ πεποιημένων βλαστῆσαι, καὶ τῷ ἐκ θεοῦ εἶναι τὸ ἀνθρώπους ἐσχηκέναι πατέρας. Ἐναντίον δὲ καὶ τῷ αἰωνίῳ τὸ πρόσφατον. Καὶ δῆτα σκοπήσωμεν οὑτωσί· τῶν ἁπάντων φαμὲν τὸν θεὸν λόγον δημιουργόν; {ΕΡΑΝ.} Οὕτω πιστεύειν παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν. {ΟΡΘ.} Πόστῃ δὲ μεμαθήκαμεν ἡμέρᾳ τὸν Ἀδὰμ διαπλασθῆναι μετὰ τὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δημιουργίαν; {ΕΡΑΝ.} Ἕκτῃ. {ΟΡΘ.} Ἀπὸ δὲ τοῦ Ἀδὰμ μέχρι τοῦ Ἀβραὰμ πόσαι διεληλύθασιγενεαί; {ΕΡΑΝ.} Εἴκοσι ταύτας ὑπείληφα. {ΟΡΘ.} Ἀπὸ δὲ τοῦ Ἀβραὰμ μέχρι τοῦ σωτῆρος ἡμῶν Χριστοῦ πόσας ὁ εὐαγγελιστὴς Ματθαῖος ἀριθμεῖ γενεάς; {ΕΡΑΝ.} Τεσσαρακονταδύο. {ΟΡΘ.} Εἰ τοίνυν μία φύσις ὁ δεσπότης Χριστός, πῶς οἷόν τε αὐτὸν καὶ πάντων ὁρατῶν τε καὶ ἀοράτων ὑπάρχειν δημιουργόν, καὶ μετὰ γενεὰς τοσαύτας ὑπὸ τοῦ παναγίου πνεύματος διαπλασθῆναι ἐν μήτρᾳ παρθενικῇ; πῶς δὲ καὶ τοῦ Ἀδὰμ ποιητὴς καὶ τῶν τοῦ Ἀδὰμ ἀπογόνων υἱός; {ΕΡΑΝ.} Καὶ ἤδη πρότερον ἔφην ὡς ἁρμόττει αὐτῷ καὶ ταῦτα κἀκεῖνα ὡς σεσαρκωμένῳ θεῷ· μίαν γὰρ οἶδα τοῦ λόγου φύσιν σεσαρ κωμένην. {ΟΡΘ.} Οὐδέ γε ἡμεῖς, ὦ ἀγαθέ, δύο φύσεις τοῦ θεοῦ λόγου σεσαρ κῶσθαί φαμεν· μίαν γὰρ ἴσμεν τοῦ θεοῦ λόγου τὴν φύσιν· ἀλλὰ τὴν σάρκα, ᾗ χρησάμενος ἐσαρκώθη, ἑτέρας εἶναι φύσεως ἐδιδάχθημεν. Οἶμαι δέ γε τοῦτο καί σε συνομολογεῖν. Εἰπὲ τοίνυν, τὴν σάρκωσιν κατὰ τροπήν τινα γεγενῆσθαι λέγεις; {ΕΡΑΝ.} Οὐκ οἶδα τὸν τρόπον, πιστεύω δὲ αὐτὸν σαρκωθῆναι. {ΟΡΘ.} Κακούργως προὐβάλου τὴν ἄγνοιαν καὶ τοῖς Φαρισαίοις παραπλησίως. Καὶ γὰρ ἐκεῖνοι, τῆς δεσποτικῆς ἐρωτήσεως τὸ ἰσχυρὸν θεασάμενοι, εἶτα τὸν ἔλεγχον ὑπειδόμενοι, τό," Οὐκ οἴδα μεν," εἶπον. Ἐγὼ δὲ βοῶ διαρρήδην, ὡς ἡ θεία σάρκωσις ἐλευθέρα τροπῆς. Εἰ γὰρ κατ' ἀλλοίωσίν τινα καὶ τροπὴν ἐσαρκώθη, οὐδαμῶς 137 αὐτῷ μετὰ τὴν τροπὴν ἁρμόττει τὰ θεῖα τῶν ὀνομάτων τε καὶ πραγ μάτων. {ΕΡΑΝ.} Ὡμολογήσαμεν πολλάκις ἄτρεπτον εἶναι τὸν θεὸν λόγον. {ΟΡΘ.} Τοιγαροῦν σάρκα λαβὼν ἐσαρκώθη. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Οὐκοῦν ἄλλη μὲν ἡ σαρκωθεῖσα τοῦ θεοῦ λόγου φύσις, ἄλλη δὲ ἡ τῆς σαρκός, ἣν ἀναλαβοῦσα ἡ θεία τοῦ λόγου φύσις ἐσαρκώθη καὶ ἐνηνθρώπησεν. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Οὐκοῦν ἐτράπη εἰς σάρκα; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Εἰ τοίνυν οὐ τραπεὶς ἀλλὰ σάρκα λαβὼν ἐσαρκώθη, ἁρ μόττει δὲ αὐτῷ καὶ ταῦτα κἀκεῖνα ὡς σαρκωθέντι θεῷ· τοῦτο γὰρ εἶπας ἀρτίως· οὐ συνεχύθησαν αἱ φύσεις, ἀλλ' ἔμειναν ἀκραιφνεῖς. Οὕτω γὰρ νοοῦντες καὶ τὴν τῶν εὐαγγελιστῶν συμφωνίαν ὀψόμεθα. Τοῦ γὰρ ἑνὸς μονογενοῦς, τοῦ δεσπότου λέγω Χριστοῦ, ὁ μὲν τὰ θεῖα κηρύττει, ὁ δὲ τὰ ἀνθρώπινα. Οὕτω δὲ νοεῖν καὶ αὐτὸς ὁ δεσπότης ἡμᾶς διδάσκει Χριστός· νῦν μὲν γὰρ ἑαυτὸν υἱὸν προσαγορεύει θεοῦ, νῦν δὲ υἱὸν ἀνθρώπου· καὶ ποτὲ μὲν ὡς γεγεννηκυῖαν τὴν μητέρα τιμᾷ, ποτὲ δὲ ὡς δεσπότης ἐπιτιμᾷ· καὶ νῦν μὲν τοὺς υἱὸν Δαβὶδ ὀνομάζον τας ἀποδέχεται, νῦν δὲ διδάσκει τοὺς ἀγνοοῦντας ὡς οὐ μόνον υἱός ἐστιν, ἀλλὰ καὶ κύριος τοῦ Δαβίδ. Καὶ καλεῖ μὲν τὴν Ναζαρὲτ καὶ τὴν Καπερναοὺμ πατρίδα· βοᾷ δὲ πάλιν·" Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι." Παμπόλλων δὲ τοιούτων εὑρήσεις ἀνάπλεω τὴν θείαν γραφήν. Ταῦτα δὲ οὐ μιᾶς φύσεως, ἀλλὰ δύο δηλωτικά. {ΕΡΑΝ.} Ὁ δύο φύσεις ἐν τῷ Χριστῷ θεωρῶν εἰς δύο υἱοὺς μερίζει τὸν ἕνα μονογενῆ. {ΟΡΘ.} Οὐκοῦν καὶ τὸν Παῦλον ἐκ ψυχῆς λέγων καὶ σώματος δύο Παύλους τὸν ἕνα Παῦλον ἀπέφηνας. {ΕΡΑΝ.} Ἀπεοικὸς τὸ παράδειγμα. {ΟΡΘ.} Οἶδα κἀγώ. Ἐνταῦθα γὰρ φυσικὴ τῶν ὁμοχρόνων καὶ 138 κτιστῶν καὶ ὁμοδούλων ἡ ἕνωσις· ἐπὶ δὲ τοῦ δεσπότου Χριστοῦ τὸ ὅλον εὐδοκίας ἐστί, καὶ φιλανθρωπίας καὶ χάριτος. Πλὴν καὶ φυσικῆς ἐνταῦθα τῆς ἑνώσεως οὔσης, ἀκέραια μεμένηκε τὰ τῶν φύσεων ἴδια. {ΕΡΑΝ.} Εἰ διέμεινεν ἀμιγῆ τὰ τῶν φύσεων ἴδια, πῶς μετὰ τοῦ σώματος ὀρέγεται τροφῆς ἡ ψυχή; {ΟΡΘ.} Οὐχ ἡ ψυχὴ τροφῆς ὀριγνᾶται· πῶς γὰρ ἥ γε ἀθάνατος καὶ κρείττων τροφῆς; Ἀλλὰ τὸ σῶμα τὴν ζωτικὴν δύναμιν παρὰ τῆς ψυχῆς κομιζόμενον αἰσθάνεται τῆς ἐνδείας, καὶ προσλαβεῖν τὸ ἐλλεῖ πον ἐφίεται· οὕτω καὶ ἀναπαύλης μετὰ πόνον ἱμείρεται, καὶ μετὰ ἐγρήγορσιν ὕπνου, καὶ τῶν ἄλλων ὡσαύτως. Αὐτίκα τοίνυν μετὰ τὴν διάλυσιν τὴν ζωτικὴν οὐκ ἔχον ἐνέργειαν οὐδὲ ὀρέγεται τοῦ ἐλλείπον τος, καὶ μὴ προσλάμβανον ὑπομένει φθοράν. {ΕΡΑΝ.} Ὁρᾷς ὅτι τῆς ψυχῆς ἐστι τὸ πεινῆν καὶ διψῆν, καὶ τὰ τούτοις προσόμοια; {ΟΡΘ.} Εἰ τῆς ψυχῆς ταῦτα ἦν, καὶ μετὰ τὴν ἀπαλλαγὴν ἂν τοῦ σώματος καὶ τὴν πείναν ὑπέμεινε καὶ τὸ δίψος, καὶ τὰ ἄλλα ὡσαύτως. {ΕΡΑΝ.} Τίνα οὖν φὴς εἶναι ἴδια τῆς ψυχῆς; {ΟΡΘ.} Τὸ λογικόν, τὸ ἁπλοῦν, τὸ ἀθάνατον, τὸ ἀόρατον. {ΕΡΑΝ.} Τίνα δὲ τοῦ σώματος; {ΟΡΘ.} Τὸ σύνθετον, τὸ ὁρατόν, τὸ θνητόν. {ΕΡΑΝ.} Ἐκ δὲ τούτων φαμὲν συγκεῖσθαι τὸν ἄνθρωπον; {ΟΡΘ.} Οὕτω φαμέν. {ΕΡΑΝ.} Ὁριζόμεθα οὖν τὸν ἄνθρωπον ζῷον λογικὸν θνητόν; {ΟΡΘ.} Ὡμολόγηται. {ΕΡΑΝ.} Καὶ ἐκ τούτων κἀκείνων αὐτὸν ὀνομάζομεν; {ΟΡΘ.} Ἀληθές. {ΕΡΑΝ.} Ὥσπερ τοίνυν οὐ διαιροῦμεν ἐνταῦθα, ἀλλὰ τὸν αὐτὸν καλοῦμεν καὶ λογικὸν καὶ θνητόν· οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ προσήκει ποιεῖν, καὶ αὐτῷ προσαρμόττειν τά τε θεῖα τά τε ἀνθρώπινα. {ΟΡΘ.} Ἡμέτερος οὗτος ὁ λόγος, εἰ καὶ μὴ ἀκριβῶς αὐτὸν ἐξειρ γάσω. Σκόπησον τοίνυν ὡδί. Ὅταν τὸν περὶ τῆς ἀνθρωπείας ψυχῆς ἐξετάζωμεν λόγον, μόνον τὰ προσήκοντα τῇ ταύτης φύσει καὶ ἐνεργείᾳ φαμέν; {ΕΡΑΝ.} Μόνα. 139 {ΟΡΘ.} Ὅταν δὲ περὶ τοῦ σώματος ἡμῖν οἱ λόγοι γίνωνται, πάλιν οὐ μόνα τὰ τούτου διέξιμεν ἴδια; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Ἐπειδὰν δὲ περὶ τοῦ ζῴου παντὸς ἡ διάλεξις γίνηται, ἀδεῶς λοιπὸν καὶ ταῦτα κἀκεῖνα προσφέρομεν. Ἁρμόττει γὰρ τῷ ἀνθρώπῳ τά τε τοῦ σώματος τά τε τῆς ψυχῆς ἴδια. {ΕΡΑΝ.} Παγκαλῶς εἴρηκας. {ΟΡΘ.} Οὕτω τοιγαροῦν καὶ τοὺς περὶ τοῦ δεσπότου Χριστοῦ ποιεῖσθαι προσήκει λόγους· καὶ περὶ μὲν τῶν φύσεων διαλεγομένους ἀπονέμειν ἑκατέρᾳ τὰ πρόσφορα, καὶ εἰδέναι τίνα μὲν τῆς θεότητος, τίνα δὲ τῆς ἀνθρωπότητος ἴδια. Ὅταν δέ γε τοὺς περὶ τοῦ προσώπου ποιώμεθα λόγους, κοινὰ χρὴ ποιεῖν τὰ τῶν φύσεων ἴδια καὶ ταῦτα κἀκεῖνα τῷ σωτῆρι προσαρμόττειν Χριστῷ, καὶ τὸν αὐτὸν καλεῖν καὶ θεὸν καὶ ἄνθρωπον, καὶ υἱὸν θεοῦ καὶ υἱὸν ἀνθρώπου, καὶ υἱὸν Δαβὶδ καὶ κύριον Δαβίδ, καὶ σπέρμα Ἀβραὰμ καὶ ποιητὴν Ἀβραάμ, καὶ τὰ ἄλλα πάντα ὡσαύτως. {ΕΡΑΝ.} Τὸ μὲν ἓν εἶναι πρόσωπον τοῦ Χριστοῦ, καὶ αὐτῷ προσή κειν καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια, λίαν ὀρθῶς εἴρηκας, καὶ δέχομαι τόνδε τὸν ὅρον τῆς πίστεως. Τὸ δὲ φάναι πάλιν, ὡς χρὴ περὶ τῶν φύσεων διαλεγομένους ἀπονέμειν ἑκάστῃ τὰ ἴδια, λύειν δοκεῖ μοι τὴν ἕνωσιν· οὗ δὴ χάριν τούτους καὶ τοὺς τοιούτους οὐ προσίεμαι λόγους. {ΟΡΘ.} Καὶ μὴν ὅτε τὰ περὶ ψυχῆς καὶ σώματος ἐξητάζομεν, ἀξιάγαστος ἔδοξεν εἶναί σοι ἡ τῶν λόγων ἐκείνων διαίρεσις· αὐτίκα γοῦν τὴν εὐφημίαν προσήνεγκας. Τί δήποτε τοίνυν ἐπὶ τῆς τοῦ δεσπό του Χριστοῦ θεότητός τε καὶ ἀνθρωπότητος τὸν αὐτὸν οὐ δέχῃ κανόνα; Ἢ οὐδὲ ψυχῇ καὶ σώματι παρισοῖς τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα; ἀλλὰ ψυχῇ μὲν καὶ σώματι δίδως ἀσύγχυτον ἕνωσιν· κρᾶσιν δὲ καὶ σύγχυσιν ὑπομεμενηκέναι λέγειν τολμᾷς τὴν θεότητα τοῦ Χριστοῦ καὶ τὴν ἀνθρωπότητα; {ΕΡΑΝ.} Ἐγὼ μὲν τὴν θεότητα τοῦ Χριστοῦ καὶ μέντοι καὶ τὴν σάρκα ψυχῆς καὶ σώματος πολλῷ τινι καὶ ἀπείρῳ μέτρῳ τιμαλ φεστέραν ὑπείληφα· μίαν μέντοι φύσιν μετὰ τὴν ἕνωσιν λέγω. {ΟΡΘ.} Καὶ πῶς οὐ δυσσεβές τε καὶ σχέτλιον, τὸ λέγειν ψυχὴν μὲν σώματι συναφθεῖσαν ἥκιστα παθεῖν τὸ τῆς συγχύσεως πάθος, τὴν δὲ 140 θεότητα τοῦ τῶν ὅλων δεσπότου μὴ δυνηθήναι μήτε τὴν οἰκείαν φύσιν ἀκήρατον διασῶσαι, μήτε τὴν ἀνθρωπείαν ἣν ἔλαβεν ἐπὶ τῶν ὅρων τῶν οἰκείων διατηρῆσαι, ἀλλὰ κερᾶσαι τὰ ἄκρατα, καὶ μῖξαι τὰ ἄμικτα; Ταῦτα γὰρ ὑποπτεύειν ἡ μία φύσις παρασκευάζει. {ΕΡΑΝ.} Καί μοι τὸ τῆς συγχύσεως φευκτόν ἐστιν ὄνομα· δύο δὲ λέγειν παραιτοῦμαι φύσεις, ἵνα μὴ τῇ τῶν υἱῶν περιπέσω δυάδι. {ΟΡΘ.} Ἐγὼ δὲ ἑκάτερον διαφυγεῖν σπουδάζω κρημνόν, καὶ τὸν τῆς δυσσεβοῦς συγχύσεως καὶ τὸν τῆς δυσσεβοῦς διαιρέσεως. Ἐμοὶ γὰρ ἴσως ἀνόσιον καὶ διχῆ τὸν ἕνα μερίζειν υἱὸν καὶ τὸ ἀρνεῖσθαι τὴν δυάδα τῶν φύσεων. Εἰπὲ δέ μοι πρὸς τῆς ἀληθείας· εἴ τίς σοι τῶν Ἀρείου ἢ τῶν Εὐνομίου στασιωτῶν προσδιαλεγόμενος σμικρύνειν τὸν υἱὸν πειρῷτο, καὶ τοῦ πατρὸς δεικνύναι μείονά τε καὶ ὑποδεέστερον, ἐκεῖνα λέγων, ἅπερ λέγειν εἰώθασι, καὶ προφέρων ἀπὸ τῆς θείας γραφῆς τό·" Πάτερ, εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο·" καὶ τό·" Νῦν ἡ ψυχή μου τετάρακται," καὶ τὰ ἄλλα τὰ τοιαῦτα· πῶς ἂν αὐτοῦ διαλύσαις τὰ προβλήματα; πῶς δ' ἂν δείξειας οὐκ ἐλαττούμενον ἐκ τούτων τὸν υἱόν, οὐδέ γε ἑτεροούσιον ὄντα, ἀλλ' ἐκ τῆς τοῦ πατρὸς γεγεννημένον οὐσίας; {ΕΡΑΝ.} Εἴποιμ' ἄν, ὡς τὰ μὲν θεολογικῶς, τὰ δὲ οἰκονομικῶς ἡ θεία λέγει γραφή, καὶ ὡς οὐ χρὴ τὰ οἰκονομικῶς εἰρημένα τοῖς θεο λογικοῖς συναρμόττειν. {ΟΡΘ.} Ἀλλά γε ἐκεῖνος φαίη ἄν, ὡς κἀν τῇ παλαιᾷ πολλὰ οἰκονο μικῶς ἡ θεία λέγει γραφή. Τοιοῦτο γάρ ἐστι τό·" Ἤκουσεν Ἀδὰμ τῆς φωνῆς κυρίου τοῦ θεοῦ περιπατοῦντος·" καὶ τό·" Καταβὰς ὄψομαι εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συν τελοῦνται, εἰ δὲ μήγε, ἵνα γνῶ·" καὶ τό·" Νῦν ἔγνων, ὅτι φοβῇ σὺ τὸν θεόν·" καὶ πολλὰ ἕτερα τοιαῦτα. {ΕΡΑΝ.} Πρὸς ταῦτα πάλιν ἀποκριναίμην ἄν, ὡς πολλὴ τῶν οἰκονο μιῶν ἡ διαφορά. Ἐν μὲν γὰρ τῇ παλαιᾷ λόγων τοιούτων οἰκονομία, ἐνταῦθα δὲ καὶ πραγμάτων. {ΟΡΘ.} Ἀλλ' ἔροιτο ἂν ἐκεῖνος· Ποίων πραγμάτων; {ΕΡΑΝ.} Ἀλλ' εὐθὺς ἀκούσεται, τῶν τῆς σαρκώσεως. Ἐνανθρωπήσας γὰρ ὁ τοῦ θεοῦ υἱός, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων, ποτὲ 141 μὲν τὴν σάρκα, ποτὲ δὲ τὴν θεότητα δείκνυσιν· ὥσπερ ἀμέλει κἀν ταῦθα τῆς σαρκὸς καὶ τῆς ψυχῆς ἔδειξε τὴν ἀσθένειαν· δειλίας γὰρ τὸ πάθος. {ΟΡΘ.} Εἰ δέ γε ὑπολαβὼν εἴποι· Καὶ μὴν ψυχὴν οὐκ ἀνέλαβεν, ἀλλὰ σῶμα μόνον, ἡ δὲ θεότης ἀντὶ τῆς ψυχῆς ἑνωθεῖσα τῷ σώματι πάντα τὰ τῆς ψυχῆς ἀνεδέξατο, ποίοις ἂν λόγοις τὴν ἀντίθεσιν δια λύσαις; {ΕΡΑΝ.} Ἐκ τῆς θείας γραφῆς τὰς ἀποδείξεις προφέρων, καὶ δεικ νὺς ὡς οὐ σάρκα μόνην, ἀλλὰ καὶ ψυχὴν ὁ θεὸς λόγος ἀνέλαβεν. {ΟΡΘ.} Καὶ ποίας ἐν τῇ γραφῇ τοιαύτας εὑρήσομεν ἀποδείξεις; {ΕΡΑΝ.} Οὐκ ἤκουσας τοῦ κυρίου λέγοντος·" Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· οὐδεὶς αἴρει αὐτὴν ἀπ' ἐμοῦ, ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτήν·" καὶ πάλιν·" Νῦν ἡ ψυχή μου τετάρακται." καὶ αὖθις·" Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου·" καὶ τὸ παρὰ τοῦ Δαβὶδ εἰρημένον, καὶ παρὰ τοῦ Πέτρου ἡρμηνευμένον, ὅτι" Οὐκ ἐγκατελεί φθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν;" Ταῦτα καὶ ὅσα τοιαῦτα σαφῶς δείκνυσιν, ὡς οὐ σῶμα μόνον, ἀλλὰ καὶ ψυχὴν ὁ θεὸς λόγος ἀνέλαβεν. {ΟΡΘ.} Ἁρμοδίως μὲν ἄγαν καὶ εὐγνωμόνως τὰς μαρτυρίας παρή γαγες. Ἀντιθείη δ' ἂν ἐκεῖνος, ὡς καὶ πρὸ τῆς ἐνανθρωπήσεως Ἰουδαίοις διαλεγόμενος ὁ θεὸς ἔφη·" Νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου." Εἶτα συλλογιζόμενος φαίη ἄν, ὅτι καθάπερ ἐν τῇ παλαιᾷ ψυχὴν οὐκ ἔχων ἐμνημόνευσε ψυχῆς, οὕτω κἀνταῦθα πεποίηκεν. {ΕΡΑΝ.} Ἀλλ' ἀκούσεται πάλιν, ὡς καὶ σωματικῶν μορίων περὶ τοῦ θεοῦ διαλεγομένη μέμνηται ἡ θεία γραφή." Κλῖνον, γάρ φησι, τὸ οὖς σου, καὶ ἐπάκουσον·" καί·" Ἄνοιξον τοὺς ὀφθαλμούς σου, καὶ ἴδε·" καὶ·" Τὸ στόμα κυρίου ἐλάλησε ταῦτα·" καί·" Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασάν με," καὶ μυρία τοιαῦτα. Εἰ τοίνυν καὶ μετὰ τὴν ἐνανθρώ πησιν τὴν ψυχὴν οὐ ψυχὴν νοητέον, οὔτε τὸ σῶμα ἄρα σῶμα νοητέον· 142 καὶ εὑρεθήσεται φαντασία τὸ μέγα τῆς οἰκονομίας μυστήριον, καὶ διοίσομεν οὐδὲν Μαρκίωνος καὶ Βαλεντίνου καὶ Μάνεντος· τοιαῦτα γὰρ ἅττα κἀκεῖνοι μυθολογοῦσιν. {ΟΡΘ.} Εἰ δέ γε διαλεγομένων ὑμῶν ἐξαπίνης ἀφίκοιτό τις τῆς Ἀπολιναρίου συμμορίας, καὶ ἔροιτο· Ποίαν, ὦ λῷστε, λέγεις ἀνειλη φέναι ψυχήν; τί ἂν ἀποκρίναιο; {ΕΡΑΝ.} Πρῶτον μέν, ὡς μίαν οἶδα τὴν τοῦ ἀνθρώπου ψυχήν. Ἔπειτα προσθείην ἄν, Εἰ δέ γε σὺ δύο νομίζεις, καὶ τὴν μὲν λογικήν, τὴν δὲ ἄλογον νομίζεις, τὴν λογικὴν ἀνειλῆφθαί φημι. Σὺ γάρ, ὡς ἔοικε, τὴν ἄλογον ἔχεις, ἀτελῆ γεγενῆσθαι τὴν ἡμετέραν σωτηρίαν ἡγούμενος. {ΟΡΘ.} Εἰ δὲ τῶνδε τῶν λόγων ἀπαιτοίη τὰς ἀποδείξεις; {ΕΡΑΝ.} Δοίην ἂν εὐπετῶς, καὶ τῶν εὐαγγελικῶν ἀναμνήσω λογίων, ὅτι" Τὸ παιδίον Ἰησοῦς ηὔξανε, καὶ ἐκραταιοῦτο πνεύματι, καὶ χάρις θεοῦ ἦν ἐπ' αὐτῷ." Καὶ πάλιν·" Ἰησοῦς δὲ προέκοπτεν ἡλικίᾳ, καὶ σοφίᾳ, καὶ χάριτι παρὰ θεῷ καὶ ἀνθρώποις." Καὶ εἴποιμ' ἄν, ὡς οὐδὲν τούτων ἁρμόττει θεότητι. Ἡλικίᾳ μὲν γὰρ τὸ σῶμα προκόπτει, σοφίᾳ δὲ ἡ ψυχή, οὐχ ἡ ἄλογος, ἀλλ' ἡ λογική. Λογικὴν οὖν ἄρα ψυχὴν ὁ θεὸς λόγος ἀνείληφεν. {ΟΡΘ.} Γενναίως μὲν ἄγαν, ὦ ἄριστε, τὰς τρεῖς τῶν ἀντιπάλων διέρρηξας φάλαγγας· ἀλλὰ τὴν ἕνωσιν ἐκείνην, καὶ τὴν πολυθρύλητον κρᾶσιν καὶ σύγχυσιν, οὐ διχῆ μόνον, ἀλλὰ καὶ τριχῆ τῷ λόγῳ διέλυσας· καὶ οὐ μόνον θεότητος καὶ ἀνθρωπότητος τὸ διάφορον ἔδειξας, ἀλλὰ καὶ αὐτὴν διχῆ διεῖλες τὴν ἀνθρωπότητα· ἄλλο μέν τι τὴν ψυχήν, ἄλλο δέ τι εἶναι τὸ σῶμα διδάξας, ὡς μηκέτι δύο, κατὰ τὸν ἡμέτερον λόγον, ἀλλὰ τρεῖς νοεῖσθαι φύσεις τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. {ΕΡΑΝ.} Σὺ γὰρ οὐκ ἄλλην τινὰ φὴς οὐσίαν τὴν τῆς ψυχῆς παρὰ τὴν τοῦ σώματος φύσιν; {ΟΡΘ.} Ναιχί. {ΕΡΑΝ.} Πῶς τοίνυν ὁ λόγος παράδοξος ὤφθη σοι; {ΟΡΘ.} Ὅτι δύο παραιτούμενος εἰπεῖν τρεῖς ὡμολόγησας φύσεις. {ΕΡΑΝ.} Ἡ πρὸς τοὺς ἀντιπάλους διαμάχη τοῦτο ποιεῖν βιάζεται. Πῶς γὰρ ἄν τις ἑτέρως διαλεχθείη τοῖς τῆς σαρκὸς ἢ τῆς ψυχῆς ἢ 143 τοῦ νοῦ τὴν ἀνάληψιν ἀρνουμένοις, ἢ τὰς περὶ τούτων ἀποδείξεις ἀπὸ τῆς θείας προφέρων γραφῆς; Πῶς δὲ ἄν τις τοὺς τοῦ μονογενοῦς τὴν θεότητα σμικρύνειν φιλονεικοῦντας διελέγξαι λυττῶντας, ἢ τὰ μὲν θεολογικῶς, τὰ δὲ οἰκονομικῶς δεικνὺς εἰρηκυῖαν τὴν θείαν γραφήν; {ΟΡΘ.} Ἀληθὴς οὗτος ὁ λόγος· ἡμέτερος γάρ, μᾶλλον δὲ πάντων, ὅσοι τὸν ἀποστολικὸν κανόνα διετήρησαν ἀκλινῆ. Αὐτὸς δὲ συνήγορος τῶν ἡμετέρων ἀνεφάνης δογμάτων. {ΕΡΑΝ.} Καὶ πῶς τοῖς ὑμετέροις συνηγορῶ δύο μὴ λέγων υἱούς; {ΟΡΘ.} Πότε ἡμῶν ἀκήκοας δύο πρεσβευόντων υἱούς; {ΕΡΑΝ.} Ὁ δύο λέγων φύσεις δύο λέγει υἱούς. {ΟΡΘ.} Τρεῖς οὖν ἄρα σὺ λέγεις υἱούς· τρεῖς γὰρ εἴρηκας φύσεις. {ΕΡΑΝ.} Οὐκ ἦν ἑτέρως τὰ τῶν ἐναντίων διαλύσαι προβλήματα. {ΟΡΘ.} Ταὐτὸ τοῦτο καὶ παρ' ἡμῶν ἄκουσον· τοῖς αὐτοῖς γὰρ χρώμεθα καὶ ἡμεῖς ἀνταγωνισταῖς. {ΕΡΑΝ.} Ἀλλ' ἐγὼ μετὰ τὴν ἕνωσιν δύο φύσεις οὐ λέγω. {ΟΡΘ.} Καὶ μὴν μετὰ πολλὰς τῆς ἑνώσεως γενεὰς τούτοις ἔναγχος ἐχρήσω τοῖς λόγοις. Δίδαξον δὲ ὅμως ἡμᾶς, πῶς μίαν λέγεις μετὰ τὴν ἕνωσιν φύσιν· ὡς μιᾶς ἐξ ἀμφοῖν γενομένης, ἢ ὡς θατέρας μεινά σης, τῆς δὲ ἑτέρας ἀναιρεθείσης; {ΕΡΑΝ.} Ἐγὼ τὴν θεότητα λέγω μεμενηκέναι, καταποθῆναι δὲ ὑπὸ ταύτης τὴν ἀνθρωπότητα. {ΟΡΘ.} Ἑλλήνων ταῦτα μῦθοι καὶ Μανιχαίων λῆροι. Ἐγὼ δὲ καὶ τὸ φέρειν τούτους εἰς μέσον αἰσχύνομαι. Οἱ μὲν γὰρ καταπόσεις θεῶν ἐμυθεύσαντο, οἱ δὲ τῆς τοῦ φωτὸς θυγατρὸς ἐν τοῖς λόγοις αὐτῶν ἐμνημόνευσαν. Ἡμεῖς δὲ τοὺς τοιούσδε λόγους οὐχ ὡς δυσσεβεῖς μόνον, ἀλλὰ καὶ ὡς ἄγαν ἀνοήτους ἀποστρεφόμεθα. Πῶς γὰρ ἂν ἡ ἁπλῆ καὶ ἀσύνθετος φύσις, ἡ περιληπτικὴ τῶν ὅλων, ἡ ἀνέφικτος, ἡ ἀπερίγραφος, κατέπιεν ἣν ἀνέλαβε φύσιν; {ΕΡΑΝ.} Ὡς ἡ θάλασσα μέλιτος προσλαβοῦσα σταγόνα. Φροῦδος γὰρ εὐθὺς ἡ σταγὼν ἐκείνη γίνεται τῷ τῆς θαλάττης ὕδατι μιγνυμένη. {ΟΡΘ.} Τῆς θαλάττης καὶ τῆς σταγόνος ἐν ποσότητι τὸ διάφορον, καὶ ἐν μιᾷ γε ποιότητι· ἡ μὲν γὰρ μεγίστη, ἡ δὲ σμικροτάτη· καὶ ἡ μὲν γλυκεῖα, ἡ δὲ ἁλμυρά· ἐν δέ γε τοῖς ἄλλοις πλείστην συγγένειαν ἔστιν εὑρεῖν. Ῥυτὴν γὰρ ἔχουσι καὶ ὑγρὰν καὶ ῥοώδη τὴν φύσιν ἀμφότεραι· καὶ τὸ εἶναι δὲ αὐταῖς ὁμοίως κτιστόν, καὶ τὸ ἄψυχον δὲ 144 ὡσαύτως κοινόν, καὶ μέντοι καὶ σῶμα αὕτη κἀκείνη καλεῖται. Οὐδὲν οὖν ἀπεικός, τὰς ἀγχιστευούσας φύσεις ὑπομεῖναι τὴν κρᾶσιν, καὶ θατέραν ὑπὸ θατέρας ἀφανισθῆναι. Ἐνταῦθα δὲ τὸ διάφορον ἄπειρον, καὶ τοσοῦτον, ὡς μηδεμίαν εἰκόνα τῆς ἀληθείας εὑρίσκεσθαι. Ἐγὼ μέντοι δείκνυμι πολλὰ τῶν κεραννυμένων μὴ συγχεόμενα, ἀλλ' ἀκραιφνῆ διαμένοντα. {ΕΡΑΝ.} Καὶ τίς ἀκήκοε κρᾶσιν ἄκρατον πώποτε; {ΟΡΘ.} Ἐγώ σε τοῦτο συνομολογῆσαι παρασκευάσω. {ΕΡΑΝ.} Εἰ φανείη τὸ ῥηθησόμενον ἀληθές, οὐκ ἀντιτάξομαι τῇ ἀληθείᾳ. {ΟΡΘ.} Ἀπόκριναι τοίνυν, ἢ ἀνανεύων ἢ κατανεύων, ὅπως ἄν σοι ἔχειν ὁ λόγος δοκῇ. {ΕΡΑΝ.} Ἀποκρινοῦμαι. {ΟΡΘ.} Τὸ φῶς ἀνίσχον πάντα δοκεῖ σοι τὸν ἀέρα πληροῦν, πλὴν εἰ μή τις ἐν ἀντρίοις οἰκίσκοις καθειργμένος ἀφώτιστος διαμένοι; {ΕΡΑΝ.} Δοκεῖ μοι. {ΟΡΘ.} Καὶ ὅλον δι' ὅλου τοῦ ἀέρος χωρεῖν τὸ φῶς; {ΕΡΑΝ.} Καὶ τοῦτό μοι συνδοκεῖ. {ΟΡΘ.} Ἡ δὲ κρᾶσις οὐ δι' ὅλων τῶν κεραννυμένων χωρεῖ; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Τὸν δέ γε πεφωτισμένον ἀέρα οὐ φῶς καὶ ὁρῶμεν καὶ ὀνομάζομεν; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ἀλλ' ὅμως καὶ παρόντος τοῦ φωτός, καὶ ξηρᾶς ποιότητος αἰσθανόμεθα καὶ ὑγρᾶς· πολλάκις δὲ καὶ ψυχρᾶς καὶ θερμῆς. {ΕΡΑΝ.} Αἰσθανόμεθα τούτων. {ΟΡΘ.} Μετὰ δέ γε τὴν τοῦ φωτὸς ἀναχώρησιν μένει λοιπὸν αὐτὸς καθ' αὑτὸν ὁ ἀήρ. {ΕΡΑΝ.} Ἀληθῆ ταῦτα. {ΟΡΘ.} Σκόπησον δὴ οὖν καὶ τόδε· ὁ σίδηρος προσομιλῶν τῷ πυρὶ πυρακτοῦται; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Καὶ δι' ὅλης γε τῆς οὐσίας αὐτοῦ χωρεῖ τὸ πῦρ; {ΕΡΑΝ.} Ναί. {ΟΡΘ.} Πῶς οὖν οὐκ ἐναλλάττει τοῦ σιδήρου τὴν φύσιν ἡ ἄκρα ἕνωσις, καὶ ἡ δι' ὅλου χωροῦσά γε κρᾶσις; 145 {ΕΡΑΝ.} Καὶ μὴν πάμπαν ἐναλλάττει. Οὐκέτι γὰρ σίδηρος, ἀλλὰ πῦρ εἶναι νομίζεται· καὶ μέντοι καὶ τὴν πυρὸς ἐνέργειαν ἔχει. {ΟΡΘ.} Οὐκέτι τοίνυν αὐτὸν ὁ χαλκεὺς σίδηρον ὀνομάζει, οὐδὲ τῷ ἄκμονι προσφέρει, οὐδέ γε ἐπιφέρει τὴν σφύραν; {ΕΡΑΝ.} Ὡμολόγηται ταῦτα. {ΟΡΘ.} Οὐκ ἐλυμήνατο ἄρα τοῦ σιδήρου τὴν φύσιν ἡ τοῦ πυρὸς ὁμιλία. {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Εἰ τοίνυν ἐν σώμασιν ἔστιν εὑρεῖν ἀσύγχυτον κρᾶσιν, μανία ἄρα σαφὴς ἐπὶ τῆς ἀκηράτου καὶ ἀναλλοιώτου φύσεως σύγχυσιν νοεῖν καὶ τῆς φύσεως τῆς ἀναληφθείσης ἀφανισμόν, καὶ ταῦτα ληφθείσης ἐπ' εὐεργεσίᾳ τοῦ γένους. {ΕΡΑΝ.} Οὐκ ἀφανισμὸν τῆς ληφθείσης λέγομεν φύσεως, ἀλλὰ τὴν εἰς θεότητος οὐσίαν μεταβολήν. {ΟΡΘ.} Οὐκοῦν ἔχει τὸ ἀνθρώπινον εἶδος καὶ τὴν προτέραν περι γραφήν; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Πότε δὲ ταύτην ἐδέξατο τὴν μεταβολήν; {ΕΡΑΝ.} Μετὰ τὴν ἄκραν ἕνωσιν. {ΟΡΘ.} Πηνίκα δὲ ταύτην γεγενῆσθαι λέγεις; {ΕΡΑΝ.} Πολλάκις ἔφην, παρὰ τὴν σύλληψιν. {ΟΡΘ.} Καὶ μὴν μετὰ τὴν σύλληψιν καὶ ἔμβρυον ἦν ἐν τῇ μήτρᾳ, καὶ τεχθεὶς βρέφος καὶ ἦν καὶ ἐκλήθη, καὶ ὑπὸ ποιμένων προσεκυ νήθη; καὶ παιδίον ὡσαύτως καὶ ἐγένετο καὶ ὑπὸ τοῦ ἀγγέλου προσ ηγορεύθη. Οἶσθα ταῦτα, ἢ πλάττειν ἡμᾶς μύθους ὑπείληφας; {ΕΡΑΝ.} Ταῦτα ἡ τῶν θείων εὐαγγελίων ἱστορία διδάσκει, καὶ ἀντιλέγειν οὐχ οἷόν τε. {ΟΡΘ.} Σκοπήσωμεν οὖν καὶ τὰ ἑξῆς. Οὐχ ὁμολογοῦμεν περιτμη θῆναι τὸν κύριον; {ΕΡΑΝ.} Ὁμολογοῦμεν. {ΟΡΘ.} Τίνος οὖν ἡ περιτομή; σαρκὸς ἢ θεότητος; {ΕΡΑΝ.} Τῆς σαρκός. {ΟΡΘ.} Τίνος δὲ τὸ αὔξεσθαι καὶ προκόπτειν ἡλικίᾳ τε καὶ σοφίᾳ; {ΕΡΑΝ.} Δῆλον ὡς οὐδὲν τούτων ἁρμόττει θεότητι. 146 {ΟΡΘ.} Οὐκοῦν οὐδὲ τὸ πεινῆν καὶ διψῆν; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Οὐδέ γε τὸ βαδίζειν καὶ κοπιᾶν καὶ καθεύδειν, καὶ τὰ ἄλλα ἁπαξαπλῶς τὰ τοιαῦτα; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Εἰ τοίνυν παρὰ τὴν σύλληψιν ἡ ἕνωσις γέγονε, ταῦτα δὲ πάντα μετὰ τὴν σύλληψιν καὶ τὸν τόκον ἐγένετο, οὐκ ἄρα μετὰ τὴν ἕνωσιν τὴν οἰκείαν φύσιν ἡ ἀνθρωπότης ἀπώλεσεν. {ΕΡΑΝ.} Οὐκ ἀκριβῶς ὡρισάμην. Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνά στασιν ἡ σὰρξ ἐδέξατο τὴν εἰς θεότητος φύσιν μεταβολήν. {ΟΡΘ.} Οὐδὲν οὖν ἐν αὐτῇ μεμένηκε μετὰ τὴν ἀνάστασιν τῶν ὅσα τὴν φύσιν δηλοῖ. {ΕΡΑΝ.} Εἰ μεμένηκεν, οὐδὲ γέγονεν ἡ θεία μεταβολή. {ΟΡΘ.} Πῶς οὖν ἀπιστοῦσι τοῖς μαθηταῖς καὶ τὰς χεῖρας ὑπέδειξε καὶ τοὺς πόδας; {ΕΡΑΝ.} Ὡς εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων. {ΟΡΘ.} Ἀλλὰ εἰσῆλθε τῶν θυρῶν κεκλεισμένων, ὡς ἐξῆλθεν ἐκ τῆς μήτρας, τῶν τῆς παρθενίας κλείθρων ἐπικειμένων, ὡς ἐπὶ θαλάττης ἐβάδισεν. Οὐδέπω δὲ κατὰ τὸν σὸν ἐγεγόνει λόγον τῆς φύσεως ἡ μεταβολή. {ΕΡΑΝ.} Ἔδειξε τοῖς ἀποστόλοις ὁ δεσπότης χεῖρας, ὡς ἐπάλαισε τῷ Ἰακώβ. {ΟΡΘ.} Ἀλλ' οὐκ ἐᾷ νοεῖν οὕτως ὁ κύριος. Τῶν γὰρ μαθητῶν πνεῦμα θεωρεῖν τοπασάντων, ἐξήλασε τήνδε τὴν ὑποψίαν ὁ κύριος, καὶ τὴν τῆς σαρκὸς ὑπέδειξε φύσιν." Τί, γάρ φησι, τεταραγμένοι ἐστέ, καὶ διατί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν; Ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι. Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." Καὶ ὅρα τοῦ ῥήματος τὴν ἀκρίβειαν. Οὐ γὰρ εἶπε, σάρκα καὶ ὀστέα ὄντα, ἀλλὰ σάρκα καὶ ὀστέα ἔχοντα, ἵνα δείξῃ, ἄλλο μὲν τὸ ἔχον κατὰ τὴν φύσιν, ἄλλο δὲ τὸ ἐχόμενον. Ὥσπερ γὰρ ἄλλο μέν ἐστι τὸ λαβόν, ἄλλο δὲ τὸ ληφθέν, εἷς δὲ ἐξ ἀμφοῖν ὁ Χριστὸς θεωρεῖται, οὕτω τὸ ἔχον πρὸς τὸ ἐχόμενον πλείστην μὲν ἔχει διαφοράν, οὐκ εἰς 147 δύο δὲ πρόσωπα μερίζει τὸν ἐν τούτοις νοούμενον. Ὁ μέντοι κύριος ἀμφιβαλλόντων ἔτι τῶν μαθητῶν, καὶ τροφὴν ᾔτησε, καὶ λαβὼν ἔφαγεν, οὔτε φαντασίᾳ τὴν τροφὴν ἀναλίσκων, οὔτε τοῦ σώματος τὴν χρείαν πληρῶν. {ΕΡΑΝ.} Καὶ μὴν ἀνάγκη δυοῖν θάτερον δέξασθαι· ἢ γὰρ δεηθεὶς μετέλαβεν, ἢ μὴ δεόμενος ἔδοξε μὲν ἐσθίειν, ἥκιστα δὲ μετέλαβε τροφῆς. {ΟΡΘ.} Τροφῆς μὲν οὐκ ἔχρῃζεν ἀθάνατον γεγενημένον τὸ σῶμα. Περὶ γὰρ τῶν ἀνισταμένων ὁ κύριος ἔφη·" Ἐκεῖ οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι." Ὅτι μέντοι μετέλαβε τῆς τρο φῆς, μάρτυρες οἱ ἀπόστολοι. Ὁ μὲν γὰρ μακάριος Λουκᾶς ἐν τῷ προοιμίῳ τῶν Πράξεων ἔφη, ὡς" Συναλιζόμενος τοῖς ἀποστόλοις ὁ κύριος παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι." Ὁ δὲ θειότατος Πέτρος σαφέστερον εἴρηκεν·" Οἵτινες συνεφάγομεν καὶ συνεπίο μεν αὐτῷ μετὰ τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν." Ἐπειδὴ γὰρ τῶν κατὰ τὸν παρόντα βίον ζώντων ἴδιον τὸ ἐσθίειν, ἀναγκαίως ὁ κύριος τῆς σαρκὸς τὴν ἀνάστασιν διὰ βρώσεως καὶ πόσεως ἔδειξε τοῖς μὴ νομίζουσιν ἀληθῆ. Ταὐτὸ δὲ τοῦτο καὶ ἐπὶ τοῦ Λαζάρου καὶ ἐπὶ τῆς Ἰαείρου πεποίηκε θυγατρός. Καὶ γὰρ ταύτην ἀναστήσας προσέταξεν αὐτῇ δοθῆναι φαγεῖν, καὶ τὸν Λάζαρον συνεστιώμενον εἶχε, ταύτῃ δεικνὺς τὴν ἀνάστασιν ἀληθῆ. {ΕΡΑΝ.} Εἰ δοίημεν ἀληθῶς βεβρωκέναι τὸν κύριον, δῶμεν καὶ πάντας ἀνθρώπους μετὰ τὴν ἀνάστασιν μεταλαμβάνειν τροφῆς. {ΟΡΘ.} Τὰ διά τινα οἰκονομίαν ὑπὸ τοῦ σωτῆρος γενόμενα οὐκ ἔστι κανὼν καὶ ὅρος τῆς φύσεως· ἐπεὶ καὶ ἄλλα τινὰ ᾠκονόμησεν, ἃ τοῖς ἀναβιώσκουσιν οὐδ' ὅλως συμβήσεται. {ΕΡΑΝ.} Τίνα ταῦτα; {ΟΡΘ.} Τῶν ἀνισταμένων τὰ σώματα οὐκ ἄφθαρτα γενήσεται καὶ ἀθάνατα; {ΕΡΑΝ.} Οὕτως ἡμᾶς ὁ θεῖος Παῦλος ἐδίδαξε." Σπείρεται, γὰρ ἔφη, ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ. Σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ. Σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει. Σπείρεται σῶμα ψυχικόν, ἐγείρεται σῶμα πνευματικόν." 148 {ΟΡΘ.} Ἀλλ' ὁ κύριος ἄπηρα καὶ ἀλώβητα πάντων ἀνθρώπων ἐγείρει τὰ σώματα· οὔτε γὰρ χωλότης οὔτε τυφλότης ἐν τοῖς ἀνισταμένοις εὑρίσκεται· τῷ δέ γε οἰκείῳ σώματι τὰς ἐκ τῶν ἥλων γεγενημένας διατρήσεις κατέλιπε καὶ τὴν τῆς πλευρᾶς ὠτειλήν, καὶ τούτου μάρ τυρες αὐτός τε ὁ κύριος καὶ τοῦ Θωμᾶ αἱ χεῖρες. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Εἰ τοίνυν μετὰ τὴν ἀνάστασιν τροφῆς μετέλαβεν ὁ δεσπότης, καὶ τὰς χεῖρας ἔδειξε καὶ τοὺς πόδας τοῖς μαθηταῖς, καὶ τὰς ἐν τού τοις διατρήσεις τῶν ἥλων, καὶ μέντοι γε καὶ τὴν πλευρὰν καὶ τὴν ἐν αὐτῇ γεγενημένην ἐκ τῆς πληγῆς ὠτειλήν, καὶ ἔφη πρὸς αὐτούς·" Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα," μεμένηκεν ἄρα καὶ μετὰ τὴν ἀνάστασιν ἡ τοῦ σώματος φύσις, καὶ εἰς ἑτέραν οὐσίαν οὐ μετεβλήθη. {ΕΡΑΝ.} Οὐκοῦν καὶ θνητόν ἐστι καὶ παθητὸν μετὰ τὴν ἀνάστασιν; {ΟΡΘ.} Οὐδαμῶς, ἀλλ' ἄφθαρτον καὶ ἀπαθὲς καὶ ἀθάνατον. {ΕΡΑΝ.} Εἰ ἄφθαρτόν ἐστι καὶ ἀπαθὲς καὶ ἀθάνατον, εἰς ἑτέραν μεταβέβληται φύσιν. {ΟΡΘ.} Τοιγαροῦν καὶ τὰ πάντων ἀνθρώπων σώματα εἰς ἑτέραν οὐσίαν μεταβληθήσεται· ἄφθαρτα γὰρ ἅπαντα καὶ ἀθάνατα ἔσται· ἢ οὐκ ἀκήκοας τοῦ ἀποστόλου λέγοντος·" Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν;" {ΕΡΑΝ.} Ἀκήκοα. {ΟΡΘ.} Οὐκοῦν μένει μὲν ἡ φύσις, μεταβάλλεται δὲ αὐτῆς τὸ φθαρ τὸν εἰς ἀφθαρσίαν, καὶ τὸ θνητὸν εἰς ἀθανασίαν. Σκοπήσωμεν δὲ οὑτωσί· τὸ ἀσθενοῦν σῶμα καὶ τὸ ὑγιαῖνον σῶμα καλοῦμεν ὁμοίως. {ΕΡΑΝ.} Ναιχί. {ΟΡΘ.} Διατί; {ΕΡΑΝ.} Ἐπειδὴ μετέχει τῆς αὐτῆς οὐσίας τὰ ἀμφότερα. {ΟΡΘ.} Καὶ μὴν πλείστην ἐν αὐτοῖς ὁρῶμεν διαφοράν. Τὸ μὲν γάρ ἐστιν ὑγιές τε καὶ ἄρτιον καὶ ἀπήμαντον· τὸ δὲ ἢ τὸν ὀφθαλμὸν ἐκκεκομμένον, ἢ τὸ σκέλος ἔχει πεπληγμένον, ἢ ἄλλο τι πάθος παγ χάλεπον. 149 {ΕΡΑΝ.} Ἀλλὰ περὶ τὴν αὐτὴν φύσιν ἑκάτερον γίνεται, καὶ ἡ ὑγεία καὶ ἡ ἀσθένεια. {ΟΡΘ.} Οὐκοῦν τὸ σῶμα οὐσίαν κλητέον, καὶ τὴν νόσον καὶ τὴν ὑγείαν συμβεβηκός. {ΕΡΑΝ.} Πάνυγε· συμβαίνει γὰρ τῷ σώματι ταῦτά γε, καὶ ἀποσυμ βαίνει. {ΟΡΘ.} Τοιγάρτοι καὶ τὴν φθορὰν καὶ τὸν θάνατον συμβεβηκός, οὐκ οὐσίας ὀνομαστέον· συμβαίνουσι γάρ, καὶ ἀποσυμβαίνουσι. {ΕΡΑΝ.} Οὕτω κλητέον. {ΟΡΘ.} Οὐκοῦν καὶ τὰ τῶν ἀνθρώπων σώματα τῆς μὲν φθορᾶς ἀνιστάμενα καὶ τῆς θνητότητος ἀπαλλάττεται, τὴν δέ γε οἰκείαν οὐκ ἀπόλλυσι φύσιν. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Καὶ τὸ δεσποτικὸν τοιγαροῦν σῶμα ἄφθαρτον μὲν ἀνέστη, καὶ ἀπαθὲς καὶ ἀθάνατον καὶ τῇ θείᾳ δόξῃ δεδοξασμένον, καὶ παρὰ τῶν ἐπουρανίων προσκυνεῖται δυνάμεων· σῶμα δὲ ὅμως ἐστὶ τὴν προτέραν ἔχον περιγραφήν. {ΕΡΑΝ.} Ἐν μὲν τούτοις εἰκότα λέγειν δοκεῖς. Μετὰ δέ γε τὴν εἰς οὐρανοὺς ἀνάληψιν, οὐκ οἶμαί σε λέξειν, ὡς οὐκ εἰς θεότητος μετεβλήθη φύσιν. {ΟΡΘ.} Ἐγὼ μὲν οὐκ ἂν φαίην ἀνθρωπίνοις πειθόμενος λογισμοῖς. Οὐ γὰρ οὕτως εἰμὶ θρασύς, ὥστε φάναι τι σεσιγημένον παρὰ τῇ θείᾳ γραφῇ. Ἤκουσα μέντοι τοῦ θεσπεσίου Παύλου βοῶντος, ὅτι" Ἔστησεν ὁ θεὸς ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν." Μεμάθηκα δὲ καὶ παρὰ τῶν ἁγίων ἀγγέλων, ὅτι οὕτως ἐλεύσεται ὃν τρόπον αὐτὸν εἶδον οἱ μαθηταὶ πορευόμενον εἰς τὸν οὐρα νόν. Εἶδον δὲ περιγεγραμμένην φύσιν, οὐκ ἀπερίγραφον. Ἤκουσα δὲ καὶ τοῦ κυρίου λέγοντος·" Ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ." Καὶ οἶδα περιγεγραμμένον τὸ ὑπ' ἀνθρώπων ὁρώμενον. Ἀθέατος γὰρ ἡ ἀπερίγραφος φύσις. Καὶ μέντοι καὶ τό, καθίσαι ἐπὶ θρόνου δόξης, καὶ στῆσαι τοὺς μὲν ἀμνοὺς ἐκ δεξιῶν, τοὺς δὲ ἐρίφους ἐξ εὐωνύμων, τὸ περιγεγραμμένον δηλοῖ. 150 {ΕΡΑΝ.} Οὐκοῦν οὐδὲ πρὸ τῆς ἐνανθρωπήσεως ἀπερίγραφος ἦν. Ὑπὸ γὰρ τῶν Σεραφὶμ αὐτὸν εἶδεν ὁ προφήτης κυκλούμενον. {ΟΡΘ.} Οὐκ αὐτὴν εἶδεν ὁ προφήτης τοῦ θεοῦ τὴν οὐσίαν, ἀλλ' ὄψιν τινὰ τῇ αὐτοῦ δυνάμει συμβαίνουσαν. Μετὰ δὲ τὴν ἀνάστασιν ἅπαντες αὐτὴν τοῦ κριτοῦ τὴν ὁρωμένην ὄψονται φύσιν. {ΕΡΑΝ.} Ὑποσχόμενος λόγον μὴ λέγειν ἀμάρτυρον, λογισμοὺς ἡμῖν οἰκείους προσφέρεις. {ΟΡΘ.} Ἐγὼ ταῦτα παρὰ τῆς θείας ἐδιδάχθην γραφῆς. Ἤκουσα γὰρ Ζαχαρίου τοῦ προφήτου λέγοντος·" Ὄψονται εἰς ὃν ἐξεκέντη σαν." Πῶς δὲ ἕψεται τῇ προφητείᾳ τὸ τέλος, τῶν ἐσταυρωκότων μὴ γνωριζόντων ἣν ἐσταύρωσαν φύσιν; Ἤκουσα δὲ καὶ τοῦ νικηφόρου Στεφάνου βοῶντος·" Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ἀνεῳγμένους, καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἑστηκότα ἐκ δεξιῶν τοῦ θεοῦ." Εἶδε δὲ τὴν ὁρωμένην, οὐ τὴν ἀόρατον φύσιν. {ΕΡΑΝ.} Ταῦτα μὲν οὕτω γέγραπται. Ἀλλὰ τὸ σῶμα, μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν, οὐκ οἶμαί σε δείξειν ὑπὸ τῶν πνευματοφόρων ἀνδρῶν προσαγορευόμενον σῶμα. {ΟΡΘ.} Μάλιστα μὲν καὶ τὰ προειρημένα τοῦ σώματος ὑπάρχει δηλωτικά· τὸ γὰρ ὁρώμενον, σῶμα· δείξω δὲ ὅμως καὶ μετὰ τὴν ἀνάληψιν σῶμα καλούμενον τοῦ δεσπότου τὸ σῶμα. Ἄκουσον τοίνυν τοῦ ἀποστόλου διδάσκοντος·" Ἡμῶν γὰρ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν, ὃς μετα σχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ." Οὐ τοίνυν εἰς ἑτέραν μετα βέβληται φύσιν, ἀλλὰ μεμένηκε σῶμα, θείας μέντοι δόξης πεπληρωμέ νον καὶ φωτὸς ἐκπέμπον ἀκτῖνας· ἐκείνῳ τὰ τῶν ἁγίων σώματα γενήσεται σύμμορφα. Εἰ δὲ εἰς ἑτέραν ἐκεῖνο μετεβλήθη φύσιν, καὶ τὰ τούτων ὡσαύτως μεταβληθήσεται. Σύμμορφα γὰρ ἐκείνῳ γενήσεται. Εἰ δὲ τὰ τῶν ἁγίων φυλάττει τὸν χαρακτῆρα τῆς φύσεως, καὶ τὸ δεσποτικὸν ἄρα ὡσαύτως τὴν οἰκείαν οὐσίαν ἀμετάβλητον ἔχει. {ΕΡΑΝ.} Ἴσα τοίνυν ἔσται τῷ δεσποτικῷ σώματι τὰ τῶν ἁγίων σώματα; {ΟΡΘ.} Τῆς μὲν ἀφθαρσίας καὶ μέντοι καὶ τῆς ἀθανασίας μεθέξει καὶ ταῦτα. Κοινωνήσει δὲ καὶ τῆς δόξης, καθά φησιν ὁ ἀπόστολος· 151" Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν." Ἐν δέ γε τῇ ποσό τητι πολὺ τὸ διάφορον ἔστιν εὑρεῖν, καὶ τοσοῦτον, ὅσον ἡλίου πρὸς ἀστέρας, μᾶλλον δὲ ὅσον δεσπότου πρὸς δούλους, καὶ τοῦ φωτίζοντος πρὸς τὸ φωτιζόμενον. Μεταδέδωκε δὲ ὅμως τῶν οἰκείων ὀνομάτων τοῖς δούλοις, καὶ φῶς καλούμενος, φῶς τοὺς ἁγίους ἐκάλεσεν·"̔ Υμεῖς, γάρ φησιν, ἐστὲ τὸ φῶς τοῦ κόσμου." Καὶ ἥλιος δικαιοσύ νης ὀνομαζόμενος, περὶ τῶν δούλων φησί·" Τότε ἐκλάμψουσιν οἱ δίκαιοι ὡς ὁ ἥλιος." Κατὰ τὸ ποιὸν τοίνυν, οὐ κατὰ τὸ ποσόν, σύμ μορφα ἔσται τῷ δεσποτικῷ σώματι τῶν ἁγίων τὰ σώματα. Ἰδού σοι διαρρήδην ἐδείξαμεν ὅπερ ἡμᾶς ἐζήτησας. Εἰ δέ σοι δοκεῖ, καὶ ἑτέρως τοῦτο σκοπήσωμεν. {ΕΡΑΝ.} Πάντα δεῖ λίθον, κατὰ τὴν παροιμίαν, κινεῖν, ὥστε τὸ ἀληθὲς ἐξευρεῖν, οὐχ ἥκιστα δὲ θείων προκειμένων δογμάτων. {ΟΡΘ.} Εἰπὲ τοίνυν, τὰ μυστικὰ σύμβολα παρὰ τῶν ἱερωμένων τῷ δεσπότῃ θεῷ προσφερόμενα, τίνων ἐστὶ σύμβολα; {ΕΡΑΝ.} Τοῦ δεσποτικοῦ σώματός τε καὶ αἵματος. {ΟΡΘ.} Τοῦ ὄντος σώματος ἢ τοῦ οὐκ ὄντος; {ΕΡΑΝ.} Τοῦ ὄντος. {ΟΡΘ.} Ἄριστα. Χρὴ γὰρ εἶναι τὸ τῆς εἰκόνος ἀρχέτυπον. Καὶ γὰρ οἱ ζωγράφοι τὴν φύσιν μιμοῦνται, καὶ τῶν ὁρωμένων γράφουσι τὰς εἰκόνας. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Εἰ τοίνυν τοῦ ὄντος σώματος ἀντίτυπά ἐστι τὰ θεῖα μυστή ρια, σῶμα ἄρα ἐστὶ καὶ νῦν τοῦ δεσπότου τὸ σῶμα, θεῖον μέντοι καὶ δεσποτικὸν σῶμα, οὐκ εἰς θεότητος φύσιν μεταβληθέν, ἀλλὰ θείας δόξης ἀναπλησθέν. {ΕΡΑΝ.} Εἰς καιρὸν τὸν περὶ τῶν θείων μυστηρίων ἐκίνησας λόγον· ἐντεῦθέν σοι γὰρ δείξω τοῦ δεσποτικοῦ σώματος τὴν εἰς ἑτέραν φύσιν μεταβολήν. Ἀπόκριναι τοίνυν πρὸς τὰς ἐμὰς ἐρωτήσεις. {ΟΡΘ.} Ἀποκρινοῦμαι. {ΕΡΑΝ.} Τί καλεῖς τὸ προσφερόμενον δῶρον πρὸ τῆς ἱερατικῆς ἐπικλήσεως; {ΟΡΘ.} Οὐ χρὴ σαφῶς εἰπεῖν· εἰκὸς γάρ τινας ἀμυήτους παρεῖναι. {ΕΡΑΝ.} Αἰνιγματώδης ἡ ἀπόκρισις ἔστω. 152 {ΟΡΘ.} Τὴν ἐκ τοιῶνδε σπερμάτων τροφήν. {ΕΡΑΝ.} Τὸ δὲ ἕτερον σύμβολον πῶς ὀνομάζομεν; {ΟΡΘ.} Κοινὸν καὶ τοῦτο ὄνομα, πόματος εἶδος σημαῖνον. {ΕΡΑΝ.} Μετὰ δέ γε τὸν ἁγιασμὸν πῶς ταῦτα προσαγορεύεις; {ΟΡΘ.} Σῶμα καὶ αἷμα Χριστοῦ. {ΕΡΑΝ.} Καὶ πιστεύεις γε σώματος Χριστοῦ μεταλαμβάνειν καὶ αἵματος; {ΟΡΘ.} Οὕτω πιστεύω. {ΕΡΑΝ.} Ὥσπερ τοίνυν τὰ σύμβολα τοῦ δεσποτικοῦ σώματός τε καὶ αἵματος ἄλλα μέν εἰσι πρὸ τῆς ἱερατικῆς ἐπικλήσεως, μετὰ δέ γε τὴν ἐπίκλησιν μεταβάλλεται καὶ ἕτερα γίνεται, οὕτω τὸ δεσποτικὸν σῶμα μετὰ τὴν ἀνάληψιν εἰς τὴν θείαν μετεβλήθη οὐσίαν. {ΟΡΘ.} Ἑάλως αἷς ὕφηνας ἄρκυσιν. Οὐδὲ γὰρ μετὰ τὸν ἁγιασμὸν τὰ μυστικὰ σύμβολα τῆς οἰκείας ἐξίσταται φύσεως· μένει γὰρ ἐπὶ τῆς προτέρας οὐσίας, καὶ τοῦ σχήματος καὶ τοῦ εἴδους, καὶ ὁρατά ἐστι, καὶ ἁπτά, οἷα καὶ πρότερον ἦν· νοεῖται δὲ ἅπερ ἐγένετο, καὶ πιστεύ εται καὶ προσκυνεῖται, ὡς ἐκεῖνα ὄντα ἅπερ πιστεύεται. Παράθες τοίνυν τῷ ἀρχετύπῳ τὴν εἰκόνα, καὶ ὄψει τὴν ὁμοιότητα. Χρὴ γὰρ ἐοικέναι τῇ ἀληθείᾳ τὸν τύπον. Καὶ γὰρ ἐκεῖνο τὸ σῶμα τὸ μὲν πρό τερον εἶδος ἔχει, καὶ σχῆμα καὶ περιγραφήν, καὶ ἁπαξαπλῶς, τὴν τοῦ σώματος οὐσίαν· ἀθάνατον δὲ μετὰ τὴν ἀνάστασιν γέγονε, καὶ κρεῖτ τον φθορᾶς, καὶ τῆς ἐκ δεξιῶν ἠξιώθη καθέδρας, καὶ παρὰ πάσης προσκυνεῖται τῆς κτίσεως, ἅτε δὴ σῶμα χρηματίζον τοῦ δεσπότου τῆς φύσεως. {ΕΡΑΝ.} Καὶ μὴν τὸ μυστικὸν σύμβολον τὴν προτέραν ἀμείβει προσ ηγορίαν· οὐκέτι γὰρ ὀνομάζεται ὅπερ πρότερον ἐκαλεῖτο, ἀλλὰ σῶμα προσαγορεύεται. Χρὴ τοίνυν καὶ τὴν ἀλήθειαν θεόν, ἀλλὰ μὴ σῶμα καλεῖσθαι. {ΟΡΘ.} Ἀγνοεῖν μοι δοκεῖς. Οὐ γὰρ σῶμα μόνον, ἀλλὰ καὶ ἄρτος ζωῆς ὀνομάζεται. Οὕτως αὐτὸ καὶ ὁ κύριος προσηγόρευσε, καὶ αὐτὸ δὲ τὸ σῶμα θεῖον ὀνομάζομεν σῶμα, καὶ ζωοποιὸν καὶ δεσποτικὸν καὶ κυριακόν, διδάσκοντες ὡς οὐ κοινοῦ τινός ἐστιν ἀνθρώπου, ἀλλὰ

Intertext edge

Open linked passage

Note