Eranistes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
153.1.1
τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὃς θεός ἐστι καὶ ἄνθρωπος, αἰώνιός τε καὶ πρόσφατος." Ἰησοῦς γὰρ Χριστὸς χθὲς καὶ σήμερον, ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." {ΕΡΑΝ.} Πολλοὺς μὲν περὶ τούτου διεξελήλυθας λόγους· ἐγὼ δὲ τοῖς ἐν ταῖς ἐκκλησίαις πάλαι διαλάμψασιν ἁγίοις ἀκολουθῶ. Δεῖξον τοίνυν ἐκείνους μετὰ τὴν ἕνωσιν διαιροῦντας τῷ λόγῳ τὰς φύσεις. {ΟΡΘ.} Ἐγὼ μέν σοι τοὺς ἐκείνων ἀναγνώσομαι πόνους· σὺ δὲ θαυμάσεις, εὖ οἶδα, τὴν τῆς διαιρέσεως ἀμετρίαν, ἣν τοῖς οἰκείοις συγγράμμασιν ἐντεθείκασι, πρὸς τὰς δυσσεβεῖς αἱρέσεις ἀγωνιζό μενοι. Ἄκουσον τοίνυν ἐκείνων, ὧν ἤδη τὰς μαρτυρίας σοι παρηγάγο μεν, ἄντικρυς ταῦτα καὶ διαρρήδην λεγόντων. Τοῦ ἁγίου Ἰγνατίου ἐπισκόπου Ἀντιοχείας καὶ μάρτυρος. Ἐκ τῆς πρὸς Σμυρναίους ἐπιστολῆς. Ἐγὼ γὰρ καὶ μετὰ τὴν ἀνάστασιν ἐν σαρκὶ αὐτὸν οἶδα καὶ πιστεύω ὄντα, καὶ ὅτε πρὸς τοὺς περὶ Πέτρον ἦλθεν, ἔφη αὐτοῖς," Λάβετε, ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι οὐκ εἰμὶ δαιμόνιον ἀσώματον." Καὶ εὐθὺς αὐτοῦ ἥψαντο, καὶ ἐπίστευσαν. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Μετὰ δὲ τὴν ἀνάστασιν καὶ συνέφαγεν αὐτοῖς, καὶ συνέπιεν, ὡς σαρκι κῶς, καὶ πνευματικῶς ἡνωμένος τῷ πατρί. Εἰρηναίου ἐπισκόπου Λουγδούνου. Ἐκ τοῦ τρίτου λόγου τῶν εἰς τὰς αἱρέσεις. Ἥνωσεν οὖν, καθὼς προέφαμεν, τὸν ἄνθρωπον τῷ θεῷ. Εἰ γὰρ μὴ ἄν θρωπος ἐνίκησεν τὸν ἀντίπαλον τοῦ ἀνθρώπου, οὐκ ἂν δικαίως ἐνικήθη ὁ ἐχθρός· πάλιν τε, εἰ μὴ ὁ θεὸς ἐδωρήσατο τὴν σωτηρίαν, οὐκ ἂν βεβαίως ἔσχομεν αὐτήν· καὶ εἰ μὴ συνηνώθη ὁ ἄνθρωπος τῷ θεῷ, οὐκ ἂν ἠδυνήθη μετασχεῖν τῆς ἀφθαρσίας. Ἔδει γὰρ τὸν μεσίτην θεοῦ τε καὶ ἀνθρώπων διὰ τῆς ἰδίας πρὸς ἑκατέρους οἰκειότητος εἰς φιλίαν καὶ ὁμόνοιαν τοὺς ἀμφοτέρους συναγαγεῖν, καὶ θεῷ μὲν παραστῆσαι τὸν ἄνθρωπον, ἀνθρώποις δὲ γνωρίσαι τὸν θεόν.