Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Eranistes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
154.1.1
Τοῦ αὐτοῦ ἐκ τοῦ τρίτου λόγου τῆς αὐτῆς πραγματείας. Διὸ πάλιν ἐν τῇ ἐπιστολῇ φησι·" Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς Χριστός, ἐκ τοῦ θεοῦ γεγέννηται," ἕνα καὶ τὸν αὐτὸν εἰδὼς Ἰησοῦν Χριστόν, ᾧ ἠνοίχθησαν αἱ πύλαι τοῦ οὐρανοῦ διὰ τὴν ἔνσαρκον ἀνάληψιν αὐτοῦ, ὃς καὶ ἐν τῇ αὐτῇ σαρκὶ ἐν ᾗ καὶ ἔπαθεν ἐλεύσεται, τὴν δόξαν ἀπο καλύπτων τοῦ πατρός. Τοῦ αὐτοῦ ἐκ τοῦ δ' λόγου τῶν εἰς τὰς αἱρέσεις. Καθὼς Ἡσαΐας φησί," Τέκνα Ἰακὼβ βλαστήσει, καὶ ἐξανθήσειἸσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ." Εἰς ὅλην οὖν τὴν οἰκουμένην τοῦ καρποῦ αὐτοῦ διασπαρέντος, εἰκότως ἐγκατε λείφθη, καὶ ἐκ μέσου ἐγένετο, τὰ ποτὲ μὲν καρποφορήσαντα καλῶς· ἐξ αὐτῶν γὰρ τὸ κατὰ σάρκα ὁ Χριστὸς ἐκαρποφορήθη καὶ οἱ ἀπό στολοι· νῦν δὲ μηκέτι εὔθετα ὑπάρχοντα πρὸς καρποφορίαν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἀνακρίνει δὲ καὶ τοὺς Ἐβιωναίους· πῶς δύνανται σωθῆναι, εἰ μὴ ὁ θεὸς ἦν ὁ τὴν σωτηρίαν αὐτῶν ἐπὶ τῆς γῆς ἐργασάμενος; ἢ πῶς ἄνθρωπος χωρήσει εἰς θεόν, εἰ μὴ ὁ θεὸς ἐχωρήθη εἰς ἄνθρωπον; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οἱ τὸν ἐκ τῆς παρθένου Ἐμμανουὴλ κηρύττοντες τὴν ἕνωσιν τοῦ λόγου τοῦ θεοῦ πρὸς τὸ πλάσμα αὐτοῦ ἐδήλουν. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς πραγματείας. Οὐ γὰρ δοκήσει ταῦτα, ἀλλ' ἐν ὑποστάσει ἀληθείας ἐγίνετο. Εἰ δὲ μὴ ὢν ἄνθρωπος ἐφαίνετο ἄνθρωπος, οὔτε ὃ ἦν ἐπ' ἀληθείας ἔμεινε, πνεῦμα θεοῦ· ἐπεὶ ἀόρατον τὸ πνεῦμα· οὔτε ἀλήθειά τις ἦν ἐν αὐτῷ· οὐ γὰρ ἦν ἐκεῖνα ἅπερ ἐφαίνετο. Προείπομεν δὲ ὅτι Ἀβραὰμ καὶ οἱ λοιποὶ προφῆται προφητικῶς αὐτὸν ἔβλεπον, τὸ μέλλον ἔσεσθαι δι' ὄψεως προφητεύοντες. Εἰ οὖν καὶ νῦν τοιοῦτος ἐφάνη, μὴ ὢν ὅπερ ἐφαίνετο, προφητική τις ὀπτασία γέγονε τοῖς ἀνθρώποις, καὶ δεῖ καὶ ἄλλην ἐκδέχεσθαι παρουσίαν αὐτοῦ, ἐν ᾗ τοιοῦτος ἔσται, οἷος νῦν ὁρᾶται προφητικῶς. Ἀπεδείξαμεν δέ, ὅτι τὸ αὐτό ἐστι δοκήσει λέγειν πεφη νέναι, καὶ οὐδὲν ἐκ τῆς Μαρίας εἰληφέναι. Οὐδὲ γὰρ ἦν ἀληθῶς σάρκα καὶ αἷμα ἐσχηκώς, δι' ὧν ἡμᾶς ἐξηγοράσατο, εἰ μὴ τὴν ἀρχαίαν πλάσιν 155 τοῦ Ἀδὰμ εἰς ἑαυτὸν ἀνεκεφαλαιώσατο. Μάταιοι οὖν οἱ ἀπὸ Βαλεν τίνου, τοῦτο δογματίζοντες, ἵνα ἐκβάλωσι τὴν ζωὴν τῆς σαρκός. Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος. Ἐκ τοῦ λόγου τοῦ εἰς τὴν τῶν ταλάντων διανομήν. Τούτους δὲ καὶ τοὺς ἑτεροδόξους φήσειεν ἄν τις γειτνιᾶν, σφαλλο μένους παραπλησίως. Καὶ γὰρ κἀκεῖνοι, ἤτοι ψιλὸν ἄνθρωπον ὁμολογοῦσι πεφηνέναι τὸν Χριστὸν εἰς τὸν βίον, τῆς θεότητος αὐτοῦ τὸ τάλαντον ἀρνούμενοι, ἤτοι τὸν θεὸν ὁμολογοῦντες, ἀναίνονται πάλιν τὸν ἄνθρωπον, πεφαντασιωκέναι διδάσκοντες τὰς ὄψεις αὐτῶν τῶν θεωμένων, ὡς ἄνθρωπον οὐ φορέσαντα ἄνθρωπον, ἀλλὰ δόκησίν τινα φασματώδη μᾶλλον γεγονέναι, οἷον ὥσπερ Μαρκίων καὶ Οὐα λεντῖνος καὶ οἱ Γνωστικοὶ τῆς σαρκὸς ἀποδιασπῶντες τὸν λόγον, τὸ ἓν τάλαντον ἀποβάλλονται, τὴν ἐνανθρώπησιν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς βασιλίδα τινὰ ἐπιστολῆς. Ἀπαρχὴν οὖν τοῦτον λέγει τῶν κεκοιμημένων, ἅτε πρωτότοκον τῶν νεκρῶν. Ὃς ἀναστὰς καὶ βουλόμενος ἐπιδεικνύναι, ὅτι τοῦτο ἦν τὸ ἐγηγερμένον, ὅπερ ἦν καὶ ἀποθνῇσκον, δισταζόντων τῶν μαθητῶν, προσκαλεσάμενος τὸν Θωμᾶν ἔφη," Δεῦρο, ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα ὀστοῦν καὶ σάρκα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὸν Ἑλκανᾶν καὶ τὴν Ἄνναν. Καὶ διὰ τοῦτο τρεῖς καιροὶ τοῦ ἐνιαυτοῦ προετυποῦντο εἰς αὐτὸν τὸν σωτῆρα, ἵνα τὰ προφητευθέντα περὶ αὐτοῦ μυστήρια ἐπιτελέσῃ. Ἐν μὲν τῷ πάσχα, ἵνα ἑαυτὸν ἐπιδείξῃ τὸν μέλλοντα ὡς πρόβατον θύ εσθαι καὶ ἀληθινὸν πάσχα δείκνυσθαι, ὡς ὁ ἀπόστολος λέγει," Τὸ δὲ πάσχα ἡμῶν ὑπὲρ ἡμῶν ἐτύθη Χριστός." Ἐν δὲ τῇ πεντηκοστῇ, ἵνα προσημήνῃ τὴν τῶν οὐρανῶν βασιλείαν, αὐτὸς πρῶτος εἰς οὐρανοὺς ἀναβὰς καὶ τὸν ἄνθρωπον δῶρον τῷ θεῷ προσενέγκας. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ᾠδὴν τὴν μεγάλην. Ὁ τὸν ἀπολωλότα ἐκ γῆς πρωτόπλαστον ἄνθρωπον καὶ ἐν δεσμοῖς θανάτου κρατούμενον ἐξ ᾅδου κατωτάτου ἑλκύσας· ὁ ἄνωθεν κατελ θὼν καὶ τὸν κάτω εἰς τὰ ἄνω ἀνενέγκας· ὁ τῶν νεκρῶν εὐαγγελιστὴς καὶ τῶν ψυχῶν λυτρωτὴς καὶ ἀνάστασις τῶν τεθαμμένων γινόμενος, οὗτος ἦν ὁ τοῦ νενικημένου ἀνθρώπου γεγενημένος βοηθός, κατ' 156 αὐτὸν ὅμοιος αὐτῷ, ὁ πρωτότοκος λόγος τὸν πρωτόπλαστον Ἀδὰμ ἐν τῇ παρθένῳ ἐπισκεπτόμενος· ὁ πνευματικὸς τὸν χοϊκὸν ἐν τῇ μήτρᾳ ἐπιζητῶν· ὁ ἀεὶ ζῶν τὸν διὰ παρακοῆς ἀποθανόντα· ὁ οὐράνιος τὸν ἐπίγειον εἰς τὰ ἄνω καλῶν· ὁ εὐγενὴς τὸν δοῦλον διὰ τῆς ἰδίας ὑπακοῆς ἐλεύθερον ἀποδεῖξαι θέλων· ὁ τὸν εἰς γῆν λυόμενον ἄνθρωπον καὶ βρῶμα ὄφεως γεγενημένον εἰς ἀδάμαντα τρέψας, καὶ τοῦτον ἐπὶ ξύλου κρεμασθέντα κύριον κατὰ τοῦ νενικηκότος ἀποδείξας, καὶ διὰ τοῦτο διὰ ξύλου ἡττηθεὶς Ἀδὰμ νῦν διὰ τοῦ ξύλου νικηφόρος εὑρίσκε ται. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οἱ γὰρ τὸν υἱὸν τοῦ θεοῦ ἔνσαρκον νῦν μὴ ἐπιγινώσκοντες, ἐπιγνώ σονται αὐτὸν κριτὴν ἐν δόξῃ παραγινόμενον, τὸν νῦν ἐν ἀδόξῳ σώματι ὑβριζόμενον. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ γὰρ οἱ ἀπόστολοι ἐλθόντες εἰς τὸ μνημεῖον τῇ ἡμέρᾳ τῇ τρίτῃ οὐχ εὕρισκον τὸ σῶμα τοῦ Ἰησοῦ· ὃν τρόπον οἱ υἱοὶ τοῦ Ἰσραὴλ τὴν ταφὴν τοῦ Μωϋσέως ἀναβάντες ἐν τῷ ὄρει ἐζήτουν, καὶ οὐχ εὕρισκον. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ βʹ ψαλμοῦ. Οὗτος ὁ προελθὼν εἰς τὸν κόσμον θεὸς καὶ ἄνθρωπος ἐφανερώθη. Καὶ τὸν μὲν ἄνθρωπον αὐτοῦ εὐκόλως ἔστι νοεῖν, ὅτε πεινᾷ καὶ κοπιᾷ, καὶ κάμνων διψᾷ, καὶ δειλιῶν φεύγει, καὶ προσευχόμενος λυπεῖται, καὶ ἐπὶ προσκεφαλαίου καθεύδει, καὶ ποτήριον πάθους παραιτεῖται, καὶ ἀγωνιῶν ἱδροῖ, καὶ ὑπ' ἀγγέλου δυναμοῦται, καὶ ὑπὸ Ἰούδα παραδίδοται, καὶ ἀτιμάζεται ὑπὸ Καϊάφα, καὶ ὑπὸ Ἡρώδου ἐξουθενεῖται, μαστίζεταί τε ὑπὸ Πιλάτου, καὶ ὑπὸ στρατιωτῶν παίζε ται, καὶ ὑπὸ Ἰουδαίων ξύλῳ προσπήγνυται, καὶ πρὸς πατέρα βοῶν παρατίθεται τὸ πνεῦμα, καὶ κλίνων κεφαλὴν ἐκπνεῖ, καὶ πλευρὰν λόγχῃ νύσσεται, καὶ σινδόνι ἑλισσόμενος ἐν μνημείῳ τίθεται, καὶ τριήμερος ὑπὸ πατρὸς ἀνίσταται. Τὸ δὲ θεϊκὸν αὐτοῦ πάλιν φανερῶς ἔστιν ἰδεῖν, ὅτε ὑπ' ἀγγέλων προσκυνεῖται, καὶ θεωρεῖται ὑπὸ ποι 157 μένων, καὶ προσδοκᾶται ὑπὸ Συμεών, καὶ ὑπὸ Ἄννης μαρτυρεῖται, καὶ ζητεῖται ὑπὸ μάγων, καὶ σημαίνεται δι' ἀστέρος, καὶ ὕδωρ ἐν γάμοις οἶνον ἀπεργάζεται, καὶ θαλάττῃ ὑπὸ βίας ἀνέμων κινουμένῃ ἐπιτιμᾷ, καὶ ἐπὶ θαλάσσης περιπατεῖ, καὶ τυφλὸν ἐκ γενετῆς ὁρᾶν ποιεῖ, καὶ νεκρὸν Λάζαρον τετραήμερον ἀνιστᾷ, καὶ ποικίλας δυνάμεις τελεῖ, καὶ ἁμαρτίας ἀφίησι, καὶ ἐξουσίαν δίδωσι μαθηταῖς. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὸν κγʹ ψαλμόν. Ἔρχεται ἐπὶ τὰς ἐπουρανίους πύλας, ἄγγελοι αὐτῷ συνοδεύουσι, καὶ κεκλεισμέναι εἰσὶν αἱ πύλαι τῶν οὐρανῶν. Οὐδέπω γὰρ ἀναβέβηκεν εἰς οὐρανούς· πρῶτον νῦν φαίνεται ταῖς δυνάμεσι ταῖς οὐρανίαις σὰρξ ἀναβαίνουσα. Λέγεται οὖν ταῖς δυνάμεσιν ὑπὸ τῶν ἀγγέλων τῶν προτρεχόντων τὸν σωτῆρα καὶ κύριον·" Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης." Τοῦ ἁγίου Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας καὶ ὁμολογητοῦ. Ἐκ τοῦ λόγου τοῦ εἰς τὰς ἐπιγραφὰς τῆς στηλογραφίας. Ἐντεῦθεν τοίνυν ἐπὶ θρόνου προὔγραφεν αὐτὸν ἁγίου καθέζεσθαι, δηλῶν ὅτι σύνθρονος ἀποδέδεικται τῷ θειοτάτῳ πνεύματι διὰ τὸν οἰκοῦντα θεὸν ἐν αὐτῷ διηνεκῶς. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ψυχῆς λόγου. Πρὸ μὲν τοῦ πάθους ἑκάστοτε τὸν σωματικὸν αὑτοῦ προὔλεγε θάνα τον, τοῖς ἀμφὶ τοὺς ἀρχιερέας ἐκδοθήσεσθαι φάσκων, καὶ τὸ τοῦ σταυροῦ τρόπαιον ἀπαγγέλλων. Μετὰ δὲ τὸ πάθος τριταῖος ἐκ τῶν νεκρῶν ἀναστάς, ἐνδοιαζόντων αὐτὸν ἐγηγέρθαι τῶν μαθητῶν, ἐπιφανεὶς αὐτοῖς αὐτῷ σώματι, σάρκα μὲν ἅπασαν σὺν ὀστέοις ἔχειν ὁμολογεῖ, ταῖς δὲ ὄψεσι τούτων τὰς τετρωμένας ὑποβάλλων πλευράς, καὶ τοὺς τύπους αὐτοῖς ὑποδεικνύει τῶν ἥλων. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό," Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ." 158 Οὐ γὰρ εἶπεν ὁ Παῦλος, συμμόρφους τοῦ υἱοῦ τοῦ θεοῦ, ἀλλά," Συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὑτοῦ," ἄλλο μέν τι δεικνύων εἶναι τὸν υἱόν, ἄλλο δέ τι τὴν εἰκόνα αὐτοῦ. Ὁ μὲν γὰρ υἱὸς τὰ θεῖα τῆς πατρῴας ἀρετῆς γνωρίσματα φέρων, εἰκών ἐστι τοῦ πατρός· ἐπειδὴ καὶ ὅμοιοι ἐξ ὁμοίων γεννώμενοι, εἰκόνες οἱ τικτόμενοι φαί νονται τῶν γεννητόρων ἀληθεῖς. Ὁ δὲ ἄνθρωπος ὃν ἐφόρεσεν, εἰκών ἐστι τοῦ υἱοῦ. Ἄλλως τε καὶ αὐτὸς ὁ τῆς ἀληθείας τοῦθ' ὑπαγορεύει θεσμός. Οὐ γὰρ τὸ ἀσώματον τῆς σοφίας πνεῦμα σύμμορφον τοῖς σωματικοῖς ἀνθρώποις ἐστίν, ἀλλ' ὁ τῷ πνεύματι σωματοποιηθεὶς ἀνθρώπινος χαρακτήρ, ὁ τοῖς ἄλλοις ἅπασιν ἰσάριθμα μέλη φορῶν, καὶ τὴν ὁμοίαν ἑκάστοις περιβεβλημένος ἰδέαν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὅτι δὲ τὸ σῶμα λέγει σύμμορφον τοῖς ἀνθρώποις εἶναι, σαφέστερον ἡμᾶς διδάσκει Φιλιππησίοις ἐπιστέλλων·" Ἡμῶν τὸ πολίτευμα, φησίν, ἐν οὐρανοῖς ὑπάρχει, ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν, εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ." Εἰ δὲ τὸ ταπεινὸν μετασχηματίζων τῶν ἀνθρώπων σῶμα σύμμορφον τῷ ἰδίῳ σώματι κατασκευάζει, ἕωλος πανταχόθεν ἀποδέδεικται ἡ τῶν ἐναντίων συκοφαντία. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἀλλ' ὥσπερ ἐκ τῆς παρθένου τεχθεὶς ὁ ἄνθρωπος ἐκ γυναικὸς λέγεται γεγονέναι, οὕτω δὴ καὶ ὑπὸ νόμον γεγενῆσθαι γράφεται τῷ διὰ τῶν νομικῶν ἔσθ' ὅτε βαδίσαι μηνυμάτων. Ὁπότε μάλιστα παῖδα μὲν αὐτὸν ὄντα ὀκταήμερον προθύμως οἱ γονεῖς περιτέμνειν ἠπείγοντο, καθάπερ ὁ εὐαγγελιστὴς ἐκδίδωσι Λουκᾶς·" Εἰς δὲ τὸ ἱερὸν ἀνῆγον μετέπειτα παραστῆσαι τῷ κυρίῳ, τὰς καθαρσίους ἐπιτελοῦντες ἀνα φοράς, τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ κυρίου, ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν." Εἰ τοίνυν τὰ καθάρσια δῶρα κατὰ τὸν νόμον ὑπὲρ αὐτοῦ προσεφέρετο, καὶ περιτομὴν 159 ὀκταήμερον ἐφόρει, ταύτῃ καὶ ὑπὸ νόμον αὐτὸν οὐκ ἀπεικότως γεγε νῆσθαι γράφει. Οὔτε δὲ ὁ λόγος ὑπέκειτο τῷ νόμῳ, καθάπερ οἱ συκο φάνται δοξάζουσιν, αὐτὸς ὢν ὁ νόμος, οὔτε ὁ θεὸς ἐδεῖτο θυμάτων καθαρσίων, ἀθρόᾳ ῥοπῇ καθαρίζων ἅπαντα καὶ ἁγιάζων. Ἀλλ' εἰ καὶ ἐκ τῆς παρθένου τὸ ἀνθρώπινον ὄργανον ἀναλαβὼν ἐφόρεσε, καὶ ὑπὸ νόμον ἐγένετο, κατὰ τὰς τῶν πρωτοτόκων ἀξίας καθαρισθείς, οὐκ αὐτὸς δεόμενος τῆς τούτων χορηγίας ὑπέμενε τὰς θεραπείας, ἀλλ' ἵνα τῆς τοῦ νόμου δουλείας ἐξαγοράσῃ τοὺς πεπραμένους τῇ δίκῃ τῆς ἀρᾶς. Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας. Ἐκ τοῦ πρὸς τὰς αἱρέσεις λόγου βʹ. Καὶ ὥσπερ οὐκ ἂν ἠλευθερώθημεν ἀπὸ τῆς ἁμαρτίας καὶ τῆς κατάρας, εἰ μὴ φύσει σὰρξ ἀνθρωπίνη ἦν, ἣν ἐνεδύσατο ὁ λόγος· οὐδὲν γὰρ κοινὸν ἦν ἡμῖν πρὸς τὸ ἀλλότριον· οὕτως οὐκ ἂν ἐθεοποιήθη ὁ ἄνθρω πος, εἰ μὴ φύσει ἐκ τοῦ πατρός, καὶ ἀληθινὸς καὶ ἴδιος ἦν αὐτοῦ ὁ λόγος, ὁ γενόμενος σάρξ. Διὰ τοῦτο γὰρ τοιαύτη γέγονεν ἡ συνάφεια, ἵνα τῷ κατὰ φύσιν τῆς θεότητος συνάψῃ τὸν φύσει ἄνθρωπον, καὶ βεβαία γένηται ἡ σωτηρία καὶ ἡ θεοποίησις αὐτοῦ. Οὐκοῦν οἱ ἀρνού μενοι ἐκ τοῦ πατρὸς εἶναι φύσει καὶ ἴδιον τῆς οὐσίας αὐτοῦ τὸν υἱόν, ἀρνησάσθωσαν καὶ ἀληθινὴν σάρκα καὶ ἀνθρωπίνην αὐτὸν μὴ εἰληφέναι ἐκ Μαρίας τῆς ἀεὶ παρθένου. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς. Εἰ διὰ τὸ εἶναι καὶ λέγεσθαι ἐν ταῖς γραφαῖς ἐκ Μαρίας εἶναι καὶ ἀνθρώπινον τὸ σῶμα τοῦ σωτῆρος, νομίζουσιν ἀντὶ τριάδος τετράδα λέγεσθαι, ὡς προσθήκης γινομένης διὰ τὸ σῶμα, πολὺ πλανῶνται, τὸ ποίημα συνεξισοῦντες τῷ ποιητῇ, καὶ ὑπονοοῦντες δύνασθαι τὴν θεό τητα προσθήκην λαμβάνειν. Καὶ ἠγνόησαν ὅτι οὐ διὰ προσθήκην θεότητος γέγονε σὰρξ ὁ λόγος, ἀλλ' ἵνα ἡ σὰρξ ἀναστῇ· οὐδὲ ἵνα βελτιωθῇ ὁ λόγος προῆλθεν ἐκ Μαρίας, ἀλλ' ἵνα τὸ ἀνθρώπινον γένος λυτρώσηται. Πῶς οὖν οἷόν τε τὸ διὰ τοῦ λόγου λυτρωθὲν σῶμα καὶ ζωοποιηθὲν προσθήκην εἰς θεότητα τῷ ζωοποιήσαντι λόγῳ ποιεῖν; 160 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ἀκουέτωσαν ὅτι εἰ κτίσμα ἦν ὁ λόγος, οὐ προσελάμβανεν τὸ κτιστὸν σῶμα, ἵνα τοῦτο ζωοποιήσῃ. Ποία γὰρ τοῖς κτίσμασι παρὰ κτίσμα τός ἐστι βοήθεια, δεομένου καὶ αὐτοῦ σωτηρίας; Ἀλλ' ἐπειδὴ κτίστης ὢν ὁ λόγος αὐτὸς δημιουργὸς γέγονε τῶν κτισμάτων, διὰ τοῦτο καὶ ἐπὶ συντελείᾳ τῶν αἰώνων τὸ κτιστὸν αὐτὸς συνεστήσατο, ἵνα πάλιν αὐτὸ ὡς κτίστης ἀνακαινίσῃ, καὶ ἀνακτίσαι δυνηθῇ. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου τοῦ μείζονος. Ἃ δὲ παρεθέμεθα περὶ τοῦ," Κάθου ἐκ δεξιῶν μου," ὅτι εἰς τὸ κυριακὸν σῶμα λέλεκται. Εἰ γάρ," Τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος," ὥς φησιν Ἰερεμίας, πάντα δὲ χωρεῖ ὁ θεός, ὑπ' οὐδενὸς δὲ χωρεῖται, εἰς ποῖον καθέζεται θρόνον; Τὸ σῶμα τοίνυν ἐστὶν ᾧ λέγει," Κάθου ἐκ δεξιῶν μου." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ δὲ προκοπὴν καὶ ἡλικίαν ἐπιδεχόμενον σῶμα αὐτό ἐστι κτίσμα καὶ ποίημα. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ σῶμα τοίνυν ἐστὶν ᾧ λέγει," Κάθου ἐκ δεξιῶν μου," οὗ καὶ γέγονεν ἐχθρὸς ὁ διάβολος σὺν ταῖς πονηραῖς δυνάμεσι, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες. Δι' οὗ σώματος ἀρχιερεὺς καὶ ἀπόστολος γέγονε καὶ ἐχρημάτισε, δι' οὗ παρέδωκεν ἡμῖν μυστηρίου, λέγων," Τοῦτό ἐστί μου τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν κλώμενον," καί," Τὸ αἷμα τῆς καινῆς δια θήκης (οὐ τῆς παλαιᾶς), τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον." Θεότης δὲ οὔτε σῶμα οὔτε αἷμα ἔχει, ἀλλ' ὃν ἐφόρεσεν ἐκ τῆς Μαρίας ἄνθρωπον, αἴτιος τούτων γέγονε, περὶ οὗ εἶπον οἱ ἀπόστολοι·" Ἰησοῦν τὸν ἀπὸ Ναζαρὲτ ἄνδρα ἀπὸ θεοῦ ἀποδεδειγμένον εἰς ὑμᾶς." Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς τόμου. Καὶ ὅτε λέγει," Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα," περὶ τοῦ ναοῦ τοῦ σώματος αὐτοῦ λέγει, οὐ περὶ τῆς θεότητος. Οὐ γὰρ ὁ ὕψιστος ὑψοῦται, ἀλλ' ἡ σὰρξ τοῦ ὑψίστου ὑψοῦται, καὶ τῇ σαρκὶ τοῦ ὑψίστου ἐχαρίσατο ὄνομα τὸ 161 ὑπὲρ πᾶν ὄνομα. Καὶ οὐχ ὁ λόγος τοῦ θεοῦ καταρχὴν ἔλαβε τὸ καλεῖσθαι θεός, ἀλλ' ἡ σὰρξ αὐτοῦ σὺν αὐτῷ ἐθεολογήθη. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ ὅτε λέγει," Οὔπω ἦν πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη," τὴν σάρκα αὐτοῦ λέγει μηδέπω δοξασθεῖσαν. Οὐ γὰρ ὁ κύριος τῆς δόξης δοξάζεται, ἀλλ' ἡ σὰρξ τοῦ κυρίου τῆς δόξης αὐτὴ λαμ βάνει δόξαν, συναναβαίνουσα αὐτῷ εἰς οὐρανόν. Ὅθεν φησί, καὶ πνεῦμα υἱοθεσίας οὔπω ἦν ἐν ἀνθρώποις, διότι ἡ ληφθεῖσα ἀπαρχὴ ἐξ ἀνθρώπων οὔπω ἦν ἀνελθοῦσα εἰς οὐρανόν. Ὅσα οὖν λέγει ἡ γραφή, ὅτι" ἔλαβεν" ὁ υἱὸς καὶ" ἐδοξάσθη," διὰ τὴν ἀνθρωπότητα αὐτοῦ λέγει, οὐ διὰ τὴν θεότητα. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὥστε ἀληθινὸς θεός ἐστιν οὗτος, καὶ πρὸ τοῦ γενέσθαι αὐτὸν ἄνθρω πον, καὶ μετὰ τὸ γενέσθαι μεσίτην θεοῦ καὶ ἀνθρώπων Ἰησοῦν Χριστόν, τὸν ἡνωμένον πατρὶ κατὰ πνεῦμα, ἡμῖν δὲ κατὰ σάρκα, τὸν μεσιτεύσαντα θεῷ καὶ ἀνθρώποις, τὸν μὴ μόνον ἄνθρωπον, ἀλλὰ καὶ θεόν. Τοῦ ἁγίου Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου. Ἐν ἐκθέσει πίστεως. Ὁμολογοῦμεν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, πρὸ πάντων μὲν τῶν αἰώνων ἀνάρχως ἐκ πατρὸς γεννηθέντα κατὰ τὴν θεότητα, ἐπ' ἐσχάτων δὲ τῶν ἡμερῶν ἐκ τῆς ἁγίας παρθένου Μαρίας τὸν αὐτὸν σαρκωθέντα, καὶ τέλειον τὸν ἄνθρωπον ἐκ ψυχῆς λογικῆς καὶ σώματος ἀνειληφότα, ὁμοούσιον τῷ πατρὶ κατὰ τὴν θεότητα, καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρω πότητα. Δύο γὰρ φύσεων τελείων ἕνωσις γεγένηται ἀφράστως. Διὸ ἕνα Χριστόν, ἕνα υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ καθομολογοῦμεν, εἰδότες ὅτιπερ συναΐδιος ὑπάρχων τῷ ἑαυ τοῦ πατρὶ κατὰ τὴν θεότητα, καθ' ἣν καὶ πάντων ὑπάρχει δημιουργός, 162 κατηξίωσε μετὰ τὴν συγκατάθεσιν τῆς ἁγίας παρθένου, ἡνίκα εἴρηκε πρὸς τὸν ἄγγελον," Ἰδοὺ ἡ δούλη κυρίου, γένοιτό μοι κατὰ τὸ ῥῆμά σου," ἀπορρήτως ἑαυτῷ ἐξ αὐτῆς οἰκοδομῆσαι ναόν, καὶ τοῦτον ἑνῶσαι ἑαυτῷ ἐξ αὐτῆς τῆς συλλήψεως, οὐ συναΐδιον ἐκ τῆς ἑαυτοῦ οὐ σίας οὐρανόθεν ἐπιφερόμενον σῶμα, ἀλλ' ἐκ τοῦ φυράματος τῆς ἡμετέρας οὐσίας, τουτέστιν ἐκ τῆς παρθένου, τοῦτο εἰληφὼς καὶ ἑαυτῷ ἑνώσας. Οὐχ ὁ θεὸς λόγος εἰς σάρκα τραπείς, οὔτε μὴν φάν τασμα φανείς· ἀλλ' ἀτρέπτως καὶ ἀναλλοιώτως τὴν ἑαυτοῦ διατηρῶν οὐσίαν, τὴν ἀπαρχὴν τῆς φύσεως τῆς ἡμετέρας εἰληφώς, ἑαυτῷ ἥνωσεν. Οὐκ ἀρχὴν ὁ θεὸς λόγος ἐκ τῆς παρθένου εἰληφώς, ἀλλὰ συναΐδιος τῷ ἑαυτοῦ πατρὶ ὑπάρχων, τὴν τῆς φύσεως τῆς ἡμετέρας ἀπαρχὴν ἑαυτῷ διὰ πολλὴν ἀγαθότητα ἑνῶσαι κατηξίωσεν, οὐ κρα θείς, ἀλλ' ἐν ἑκατέραις ταῖς οὐσίαις εἷς καὶ ὁ αὐτὸς φανείς, κατὰ τὸ γεγραμμένον·" Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Λύεται γὰρ ὁ Χριστὸς θεὸς κατὰ τὴν ἐμὴν οὐσίαν ἣν ἀνέλαβε, καὶ λελυμένον ἐγείρει τὸν ναὸν ὁ αὐτὸς κατὰ τὴν θείαν οὐσίαν, καθ' ἣν καὶ πάντων ὑπάρχει δημιουργός. Οὐδέποτε μετὰ τὴν ἕνωσιν, ἣν ἐξ αὐτῆς τῆς συλλήψεως ἑαυτῷ ἑνῶσαι κατηξίωσεν, ἢ ἀποστὰς τοῦ οἰκείου ναοῦ, ἢ ἀποστῆναι διὰ τὴν ἄφατον φιλανθρωπίαν δυνάμενος. Ἀλλ' ἔστιν ὁ αὐτὸς παθητὸς καὶ ἀπαθής· παθητὸς κατὰ τὴν ἀνθρω πότητα, ἀπαθὴς κατὰ τὴν θεότητα. Ἴδετε γάρ, ἴδετέ με, ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι. Ἐγείρας τοιγαροῦν τὸν ἑαυτοῦ ναὸν ὁ θεὸς λόγος, καὶ ἐν αὐτῷ τῆς φύσεως ἡμῶν ἀνάστασιν καὶ ἀνανέωσιν ἐργασά μενος, καὶ ταύτην τοῖς ἑαυτοῦ μαθηταῖς δείξας, ἔλεγε," Ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεω ρεῖτε," οὐκ ὄντα, ἀλλ'" ἔχοντα," ἵνα καὶ τὸν ἔχοντα καὶ τὸν ἐχόμενον κατανοήσας, οὐ κρᾶσιν, οὐ τροπήν, οὐκ ἀλλοίωσιν, ἀλλ' ἕνωσιν γεγενημένην ἐπίδοις. Διὰ τοῦτο καὶ τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὴν νύξιν ἐπέδειξε, καὶ ἔμπροσθεν τῶν μαθητῶν ἔφαγεν, ἵνα διὰ πάντων τὴν ἀνάστασιν τῆς ἡμετέρας φύσεως ἐν ἑαυτῷ ἀνανεω θεῖσαν πιστώσηται αὐτούς. Καὶ ὅτι κατὰ τὴν μακαρίαν τῆς θεότητος οὐσίαν ἄτρεπτος, ἀναλλοίωτος, ἀπαθής, ἀθάνατος, ἀνενδεὴς διατελῶν, 163 πάντα τὰ πάθη εἴασε κατὰ συγχώρησιν τῷ οἰκείῳ ἐπενεχθῆναι ναῷ, καὶ τοῦτον τῇ οἰκείᾳ ἀνέστησε δυνάμει, διά τε τοῦ οἰκείου ναοῦ τελείαν τὴν ἀνανέωσιν τῆς ἡμετέρας ἐξειργάσατο φύσεως. Τοὺς δὲ λέγοντας ψιλὸν ἄνθρωπον τὸν Χριστόν, ἢ παθητὸν τὸν θεὸν λόγον, ἢ εἰς σάρκα τραπέντα, ἢ συνουσιωμένον ἐσχηκέναι τὸ σῶμα, ἢ οὐρανόθεν τοῦτο κεκομικέναι, ἢ φάντασμα εἶναι, ἢ θνητὸν λέγοντας τὸν θεὸν λόγον δεδεῆσθαι τῆς παρὰ τοῦ πατρὸς ἀναστάσεως, ἢ ἄψυχον σῶμα ἀνειληφέναι, ἢ ἄνουν ἄνθρωπον, ἢ τὰς δύο φύσεις τοῦ Χριστοῦ κατὰ ἀνάκρασιν συγχυθείσας μίαν γεγενῆσθαι φύσιν, καὶ μὴ ὁμολογοῦντας εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν δύο εἶναι φύσεις ἀσυγχύτους, ἓν δὲ πρόσωπον, καθὸ εἷς Χριστός, εἷς υἱός, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία. Τοῦ αὐτοῦ. Οὐκοῦν εἰ ἡ τῶν πάντων σὰρξ ἐν Χριστῷ ὑποβέβληται ὕβρεσι, πῶς μετὰ τῆς θεότητος μιᾶς εἶναι ὑποστάσεως νομίζεται; Εἰ γὰρ μιᾶς ὑποστάσεως ὁ λόγος καὶ ἡ σὰρξ ἡ ἀπὸ γῆς τὴν φύσιν ἔχουσα, μιᾶς ἄρα ὑποστάσεως ὁ λόγος καὶ ἡ ψυχή, ἣν τελείαν ἀνέλαβε. Μιᾶς γὰρ φύσεώς ἐστιν ὁ λόγος μετὰ τοῦ θεοῦ, καὶ κατὰ τὴν τοῦ πατρὸς καὶ αὐτοῦ τοῦ υἱοῦ ὁμολογίαν τὴν λέγουσαν," Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν·" οὐκοῦν καὶ ὁ πατὴρ τῆς αὐτῆς οὐσίας μετὰ τοῦ σώματος ὀφείλει νομίζεσθαι. Καὶ τί ἔτι τοῖς Ἀρειανοῖς χολᾶτε, τοῖς λέγουσι τὸν υἱὸν τοῦ θεοῦ κτίσμα εἶναι, αὐτοὶ λέγοντες τὸν πατέρα μιᾶς εἶναι μετὰ τῶν κτισμάτων οὐσίας; Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Γρατιανὸν τὸν βασιλέα ἐπιστολῆς. Φυλάξωμεν διαίρεσιν θεότητος καὶ σαρκός. Εἰ τοῖς ἑκατέροις ἀποκρί νεται ὁ υἱὸς τοῦ θεοῦ, ἐπειδὴ ἐν αὐτῷ ἑκάτεραι φύσεις εἰσίν, ὁ αὐτὸς λαλεῖ, ἀλλ' οὐχ ἡμῖν πάντοτε ἑνί γε τρόπῳ. Πρόσεχε ἐν αὐτῷ νῦν μὲν δόξαν φθεγγόμενον, νῦν δὲ ἀνθρώπινα πάθη. Ὡς θεὸς λαλεῖ τὰ 164 θεῖα, ἐπειδήπερ ὁ λόγος ἐστίν· ὡς ἄνθρωπος λέγει τὰ ταπεινά, ἐπει δήπερ ἐν τῇ ἐμῇ ὑποστάσει λαλεῖ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὅθεν ἐκεῖνο τὸ ἀναγνωσθέν, ὡς ὁ κύριος τῆς δόξης ἐσταύρωται, μὴ τῇ ἑαυτοῦ δόξῃ σταυρωθέντα νομίσωμεν. Ἀλλ' ἐπειδὴ οὗτος θεός τε καὶ ἄνθρωπος, κατὰ μὲν τὴν θεότητα θεός, κατὰ δὲ τὴν πρόσληψιν τῆς σαρκὸς ἄνθρωπος Ἰησοῦς Χριστός, ὁ κύριος τῆς δόξης ἐσταυρῶσ θαι λέγεται. Καὶ γὰρ ἑκατέρας μετέχει φύσεως, τουτέστιν ἀνθρω πίνης καὶ θείας. Ἐν τῇ τοῦ ἀνθρώπου γὰρ φύσει τὸ πάθος ὑπέμεινεν, ἵνα ἀδιαιρέτως καὶ κύριος τῆς δόξης καὶ υἱὸς ἀνθρώπου εἶναι λέγηται ὁ παθών, καθὼς γέγραπται," Ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς." Τοῦ αὐτοῦ. Σιγάτωσαν τοιγαροῦν αἱ περὶ τῶν λόγων μάταιαι ζητήσεις. Ἡ γὰρ τοῦ θεοῦ βασιλεία, καθὼς γέγραπται, οὐκ ἐν πειθοῖς λόγων ἐστίν, ἀλλ' ἐν ἀποδείξει δυνάμεως. Φυλάξωμεν τὴν διαφορὰν τῆς σαρκός τε καὶ τῆς θεότητος. Εἷς γὰρ θεοῦ υἱός, εἷς ἑκάτερα λαλεῖ, ἐπειδήπερ ἑκατέρα φύσις ἐστὶν ἐν αὐτῷ. Ἀλλ' εἰ καὶ αὐτὸς λαλεῖ, οὐχ ἑνὶ μέντοι γε πάντοτε τρόπῳ λαλεῖ. Ὁρᾷς γὰρ ἐν αὐτῷ νῦν μὲν δόξαν θεοῦ, νῦν δὲ πάθη ἀνθρώπων. Ὡς θεὸς λαλεῖ τὰ θεῖα, ἐπειδήπερ λόγος· ὡς ἄνθρωπος λαλεῖ τὰ ὄντα ἀνθρώπινα, ἐπειδήπερ ἐν ταύτῃ ἐλάλει τῇ φύσει. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ περὶ τῆς ἐνανθρωπήσεως τοῦ κυρίου κατὰ Ἀπολιναριστῶν. Ἀλλ' ἐν ὅσῳ τούτους ἐλέγχομεν, ἀνεφύησαν ἕτεροι, λέγοντες τό τε σῶμα τοῦ Χριστοῦ καὶ τὴν θεότητα μιᾶς φύσεως εἶναι. Ποῖος ᾅδης τὴν τοσαύτην βλασφημίαν ἠρεύξατο; Ἀρειανοὶ γὰρ ἤδη τυγχάνουσιν ἀνεκτότεροι, ὧν ἡ ἀπιστία διὰ τούτους κρατύνεται, ὥστε μείζων φιλονεικία πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μιᾶς οὐσίας μὴ λέγειν· ἐπειδήπερ οὗτοι τὴν θεότητα τοῦ κυρίου καὶ τὴν σάρκα μιᾶς φύσεως εἰπεῖν ἐπεχείρησαν. 165 Τοῦ αὐτοῦ. Καὶ οὗτός μοι λέγει συνεχῶς τῆς ἐν Νικαίᾳ συνόδου ἑαυτὸν κατέχειν τὴν ἔκθεσιν· ἀλλ' ἐν ἐκείνῃ τῇ ἐξετάσει οἱ ἡμέτεροι πατέρες, οὐχὶ τὴν σάρκα, τὸν δὲ τοῦ θεοῦ λόγον, ἐκ μιᾶς ἐν τῷ πατρὶ οὐσίας εἶναι εἰρήκασι. Καὶ τὸν μὲν λόγον ἐκ τῆς τοῦ πατρὸς προεληλυθέναι οὐσίας, τὴν δὲ σάρκα ἐκ τῆς παρθένου τυγχάνειν ὡμολογήκασι. Διὰ τί τοίνυν ἡμῖν τὸ μὲν τῆς ἐν Νικαίᾳ προτείνουσιν ὄνομα, εἰσάγουσι δὲ καινά, καὶ ἅπερ οὐκ ἐνεθυμήθησαν οἱ ἡμέτεροι πρόγονοι; Τοῦ αὐτοῦ κατὰ Ἀπολιναρίου. Μήτε σὺ τοίνυν θέλε κατὰ φύσιν ἴσον τῆς θεότητος εἶναι τὸ σῶμα. Καὶ γὰρ πιστεύσεις, ὡς ἀληθὲς εἴη τὸ σῶμα τοῦ Χριστοῦ, καὶ προσ κομίσεις τῷ θυσιαστηρίῳ πρὸς μεταποίησιν, μὴ διαστίξῃς δὲ τὴν τῆς θεότητος καὶ τοῦ σώματος φύσιν, ἐροῦμεν καὶ σοί," Ἐὰν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες, ἡσύχασον." Δίελε γὰρ τόγε ὑπάρχον ἡμῶν, καὶ ὅπερ οἰκεῖον τυγχάνει τοῦ λόγου. Οὐκοῦν ἐγὼ μὲν οὐκ εἶχον ὅπερ ὑπῆρχεν αὐτοῦ· ἐκεῖνος δὲ οὐκ εἶχεν ὅπερ ὑπῆρχεν ἐμόν. Καὶ ἔλαβεν ὅπερ ὑπῆρχεν ἐμόν, μεταδώσων τῶν οἰκείων ἡμῖν· καὶ τοῦτο πρὸς ἀναπλήρωσιν οὐ σύγχυσιν ἀνεδέξατο. Τοῦ αὐτοῦ μετ' ὀλίγα. Παυσάσθωσαν τοίνυν οἱ λέγοντες ὡς ἡ τοῦ λόγου φύσις εἰς σαρκὸς μεταβέβληται φύσιν· ἵνα μὴ δόξῃ μεταβληθεῖσα κατὰ τὴν αὐτὴν ἑρμηνείαν γεγενῆσθαι καὶ ἡ τοῦ λόγου φύσις τοῖς τοῦ σώματος παθή μασι σύμμορφος. Ἕτερον γάρ ἐστι τὸ προσλαβόν, καὶ ἕτερόν ἐστι τὸ προσληφθέν. Δύναμις ἦλθεν ἐπὶ τὴν παρθένον, ὡς ὁ ἄγγελος πρὸς αὐτὴν λέγει," Ὅτι δύναμις ὑψίστου ἐπισκιάσει σοι." Ἀλλ' ἐκ τοῦ σώματος ἦν τῆς παρθένου τὸ τεχθέν· καὶ διὰ τοῦτο, θεία μὲν ἡ κατά βασις, ἡ δὲ σύλληψις ἀνθρωπίνη. Οὐκ αὐτὴ οὖν ἠδύνατο τοῦ τε σώμα τος πνεῦμα καὶ τῆς θεότητος φύσις. 166 Τοῦ ἁγίου Βασιλείου ἐπισκόπου Καισαρείας. Ἐκ τοῦ περὶ εὐχαριστίας λόγου. Διόπερ ἐπιδακρύσας τῷ φίλῳ, αὐτός γε τὴν κοινωνίαν τῆς ἀνθρωπίνης φύσεως ἐπεδείξατο, καὶ ἡμᾶς τῶν ἐφ' ἑκάτερα ὑπερβολῶν ἠλευ θέρωσε· μήτε καταμαλακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων. Ὡς οὖν κατεδέξατο τὴν πεῖναν ὁ κύριος, τῆς στερεᾶς τροφῆς διαπνευσθείσης αὐτῷ, καὶ τὴν δίψαν προσήκατο, τῆς ὑγρότητος ἀναλωθείσης τῆς ἐν τῷ σώματι· καὶ ἐκοπίασε, τῶν μυῶν καὶ τῶν νεύρων ἐκ τῆς ὁδοιπορίας ὑπερταθέν των· οὐ τῆς θεότητος τῷ καμάτῳ πιεζομένης, ἀλλὰ τοῦ σώματος τὰ ἐκ φύσεως ἐπακολουθοῦντα συμπτώματα δεχομένου. Τοῦ αὐτοῦ εἰς τὸ κατὰ Εὐνομίου. Ἐγὼ γὰρ καὶ τὸ ἐν μορφῇ θεοῦ ὑπάρχειν ἴσον δύνασθαι τῷ ἐν οὐσίᾳ θεοῦ ὑπάρχειν φημί. Ὡς γὰρ τὸ μορφὴν ἀνειληφέναι δούλου ἐν τῇ οὐσίᾳ τῆς ἀνθρωπότητος τὸν κύριον ἡμῶν γεγενῆσθαι σημαίνει, οὕτως ὁ λέγων ἐν μορφῇ θεοῦ ὑπάρχειν τῆς θείας οὐσίας παρίστησι τὴν ἰδιότητα. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Ναζιανζοῦ. Ἐκ τοῦ λόγου τοῦ εἰς τὴν νέαν κυριακήν. Ἥξειν πάλιν μετὰ τῆς ἐνδόξου αὐτοῦ παρουσίας, κρίνοντα ζῶντας καὶ νεκρούς. Οὐκέτι μὲν σάρκα, οὐκ ἀσώματον δέ, οἷς αὐτὸς οἶδε λόγοις θεοειδεστέρου σώματος, ἵνα καὶ ὀφθῇ ὑπὸ τῶν ἐκκεντησάντων, καὶ μείνῃ θεὸς ἔξω παχύτητος. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Κληδόνιον ἐπιστολῆς. Φύσεις μὲν γὰρ δύο θεὸς καὶ ἄνθρωπος, ἐπεὶ καὶ ψυχὴ καὶ σῶμα, υἱοὶ 167 δὲ οὐ δύο. Οὐδὲ γὰρ ἐνταῦθα δύο ἄνθρωποι, εἰ καὶ οὕτως ὁ Παῦλος καλεῖ τὸ ἐντὸς τοῦ ἀνθρώπου καὶ τὸ ἐκτός. Καὶ εἰ δεῖ συντόμως εἰπεῖν, ἄλλο μὲν καὶ ἄλλο τὰ ἐξ ὧν ὁ σωτήρ, ἐπεὶ μὴ ταὐτὸν τὸ ὁρατὸν τῷ ἀοράτῳ, καὶ τὸ ἄχρονον τῷ ὑπὸ χρόνον· οὐκ ἄλλος δὲ καὶ ἄλλος, μὴ γένοιτο. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Κληδόνιον προτέρας ἐκθέσεως. Εἴ τις ἀποτεθεῖσθαι νῦν τὴν σάρκα λέγει, καὶ γυμνὴν εἶναι τὴν θεό τητα σώματος, ἀλλὰ μὴ μετὰ τοῦ προσλήμματος καὶ εἶναι καὶ ἥξειν, μὴ ἴδοι τὴν δόξαν τῆς παρουσίας. Ποῦ γὰρ τὸ σῶμα νῦν, εἰ μὴ μετὰ τοῦ προσλαβόντος; Οὐ γὰρ δὴ κατὰ τοὺς Μανιχαίων λήρους τῷ ἡλίῳ ἐναποτίθεται, ἵνα τιμηθῇ διὰ τῆς ἀτιμίας· ἢ εἰς τὸν ἀέρα ἐχέθη καὶ διελύθη, ὡς φωνῆς φύσις, καὶ ὀδμῆς ῥύσις, καὶ ἀστραπῆς δρόμος οὐχ ἱσταμένης. Ποῦ δὲ καὶ τὸ ψηλαφηθῆναι μετὰ τὴν ἀνάστασιν, ἐν ᾗ ὀφθήσεταί ποτε ὑπὸ τῶν ἐκκεντησάντων; θεότης δὲ καθ' ἑαυτὴν ἀόρατος. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου βʹ. Ὡς μὲν γὰρ λόγος, οὔτε ὑπήκοος ἦν, οὔτ' ἀνήκοος· τῶν γὰρ ὑπὸ χεῖρα ταῦτα, καὶ τῶν δευτέρων· τὸ μὲν τῶν εὐγνωμονεστέρων, τὸ δὲ τῶν ἀξίων κρίσεως. Ὡς δὲ δούλου μορφή, συγκαταβαίνει τοῖς ὁμοδούλοις, καὶ μορφοῦται τὸ ἀλλότριον, ὅλον ἐν ἑαυτῷ φέρων ἐμὲ μετὰ τῶν ἐμῶν, ἵνα ἐν ἑαυτῷ δαπανήσῃ τὸ χεῖρον, ὡς κηρὸν πῦρ, ἢ ὡς ἀτμίδα γῆς ἥλιος. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὰ θεοφάνια. Ἐπειδὴ τοίνυν προῆλθεν ἐκ τῆς παρθένου μετὰ τῆς προσλήψεως ἐκ δύο τῶν ἑαυτοῖς ἐναντίων σαρκὸς καὶ πνεύματος. Ὧν τὸ μὲν αὐτῶν εἰς τὸν θεὸν προσειλῆφθαι, τὸ δὲ τὴν χάριν παρέσχηκε τῆς θεότητος. 168 Τοῦ αὐτοῦ μετ' ὀλίγα. Ἀπεστάλη μέν, ἀλλ' ὡς ἄνθρωπος. Διπλῆ γὰρ ἦν ἡ φύσις αὐτοῦ, ἀμέλει τοι ἐντεῦθεν καὶ ἐκοπίασε, καὶ ἐπείνησε, καὶ ἐδίψησε, καὶ ἠγω νίασε, καὶ ἐδάκρυσεν, ἀνθρωπίνου σώματος νόμῳ. Τοῦ αὐτοῦ ἐν τῷ βʹ λόγῳ τῷ περὶ υἱοῦ. Θεὸς δὲ λέγοιτο ἄν, οὐ τοῦ λόγου, τοῦ ὁρωμένου δέ. Πῶς γὰρ ἂν εἴη τοῦ κυρίως θεοῦ θεός; Ὥσπερ καὶ πατήρ, οὐ τοῦ ὁρωμένου, τοῦ λόγου δέ. Καὶ γὰρ ἦν διπλοῦς. Ὥστε τὸ μὲν κυρίως ἐπ' ἀμφοῖν, τὸ δὲ οὐ κυρίως, ἀλλ' ἐναντίως ἢ ἐφ' ἡμῶν ἕξει. Ἡμῶν γὰρ κυρίως μὲν θεός, οὐ κυρίως δὲ πατήρ. Καὶ τοῦτό ἐστιν ὃ ποιεῖ τοῖς αἱρετικοῖς τὴν πλάνην, ἡ τῶν ὀνομάτων ἐπίζευξις, ἐπαλλαττομένων τούτων διὰ τὴν σύγκρασιν. Σημεῖον δέ, ἡνίκα αἱ φύσεις διίστανται ταῖς ἐπινοίαις, συνδιαιρεῖται καὶ τὰ ὀνόματα. Παύλου λέγοντος ἄκουσον·" Ἵνα ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ πατὴρ τῆς δόξης." Χριστοῦ μὲν θεός, τῆς δὲ δόξης πατήρ. Εἰ γὰρ καὶ τὸ συναμφότερον ἕν, ἀλλ' οὐ τῇ φύσει, τῇ δὲ συνόδῳ. Τούτων τί ἂν γένοιτο γνωριμώτερον; Πέμπτον λεγέσθω, τὸ λαμβάνειν αὐτὸν ζωήν, ἢ κρίσιν, ἢ κληρονομίαν ἐθνῶν, ἢ ἐξουσίαν πάσης σαρκός, ἢ δόξαν, ἢ μαθητάς, ἢ ὅσα λέγεται. Καὶ ταῦτα τῆς ἀνθρωπότητος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου." Εἷς γὰρ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς." Πρεσβεύει γὰρ ἔτι ὡς ἄνθρωπος καὶ νῦν ὑπὲρ τῆς ἐμῆς σωτηρίας. Ὅτι μετὰ τοῦ σώματός ἐστιν ὃ προσέλαβεν, ἕως ἂν ἐμὲ ποιήσῃ θεόν, τῇ δυνάμει τῆς ἐνανθρωπήσεως, κἂν μηκέτι κατὰ σάρκα γινώσκηται, τὰ σαρκικὰ λέγω πάθη, καὶ χωρὶς τῆς ἁμαρτίας τῆς ἡμετέρας. 169 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἦ πᾶσιν εὔδηλον, ὅτι γινώσκει μὲν ὡς θεός, ἀγνοεῖ δέ, φησίν, ὡς ἄνθρωπος, ἐάν τις τὸ φαινόμενον χωρίσῃ τοῦ νοουμένου. Τὸ γὰρ ἀπόλυτον εἶναι τὴν τοῦ υἱοῦ προσηγορίαν καὶ ἄσχετον, οὐ προσκει μένου τῷ υἱῷ τοῦ τινος, ταύτην δίδωσι τὴν ὑπόνοιαν. Ὥστε τὴν ἄγνοιαν ὑπολαμβάνειν ἐπὶ τὸ εὐσεβέστερον, τῷ ἀνθρωπίνῳ, μὴ τῷ θείῳ ταύτην λογιζόμενος. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης. Ἐκ τοῦ κατηχητικοῦ λόγου. Καὶ τίς τοῦτό φησιν, ὅτι τῇ περιγραφῇ τῆς σαρκός, καθάπερ ἀγγείῳ τινί, τὸ ἄπειρον τῆς θεότητος περιελήφθη; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ δὲ ἀνθρώπου ψυχὴ κατὰ τὴν τῆς φύσεως ἀνάγκην συγκεκραμένη τῷ σώματι πανταχοῦ κατ' ἐξουσίαν γίνεται, τίς ἀνάγκη τῇ φύσει τῆς σαρκὸς τὴν θεότητα λέγειν ἐμπεριείργεσθαι; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τί κωλύει θείας φύσεως ἕνωσίν τινα καὶ προσεγγισμὸν γνωρίσαντας πρὸς τὸ ἀνθρώπινον, τὴν θεοπρεπῆ διάνοιαν καὶ ἐν τῷ προσεγγισμῷ διασώσασθαι, πάσης περιγραφῆς ἐκτὸς εἶναι τὸ θεῖον πιστεύοντας, κἂν ἐν ἀνθρώποις ᾖ; Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Εὐνομίου λόγου. Εἰ δὲ ὁ μὲν ἐκ τῆς Μαρίας ἀδελφοῖς διαλέγεται, ὁ δὲ μονογενὴς ἀδελφοὺς οὐκ ἔχει· πῶς γὰρ ἂν ἐν ἀδελφοῖς τὸ μονογενὲς διασώζοιτο; Καὶ ὁ εἰπών," Πνεῦμα ὁ θεός," φησὶ πρὸς τοὺς μαθητὰς ὁ αὐτός," Ψηλαφήσατέ με," ἵνα δείξῃ ὅτι ψηλαφητὴ μόνη ἡ ἀνθρωπίνη φύσις, ἀναφὲς δὲ τὸ θεῖον. Καὶ ὁ εἰπών," Πορεύομαι," τοπικὴν διασημαίνει μετάστασιν· ὁ δὲ τὰ πάντα ἐμπεριειληφώς, ἐν ᾧ, καθώς φησιν ὁ ἀπόστολος, ἐκτίσθη πάντα, καὶ ἐν αὐτῷ τὰ πάντα συνέστηκεν, οὐδὲν ἐν τοῖς οὖσιν ἔξω αὑτοῦ ἔχει, ὃ κατά τινα κίνησιν ἢ μεταχώρησιν γίνεται. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου." Τῇ δεξιᾷ οὖν τοῦ θεοῦ ὑψωθείς." Τίς οὖν ὑψώθη; ὁ ταπεινὸς ἢ ὁ ὕψιστος; τί δὲ τὸ ταπεινόν, εἰ μὴ τὸ ἀνθρώπινον; Τί δὲ ἄλλο παρὰ τὸ θεῖόν ἐστιν ὁ ὕψιστος; Ἀλλὰ μὴν ὁ θεὸς ὑψωθῆναι οὐ δεῖται, ὕψιστος ὤν· τὸ ἀνθρώπινον ἄρα ὁ ἀπόστολος ὑψωθῆναι λέγει. Ὑψωθῆναι δὲ διὰ τοῦ κύριος καὶ Χριστὸς γενέσθαι. Οὐκοῦν οὐ τὴν προαιώνιον ὕπαρξιν τοῦ κυρίου διὰ τοῦ ἐποίησε ῥήματος παρίστησιν ὁ ἀπόστολος, ἀλλὰ τὴν τοῦ ταπεινοῦ πρὸς τὸ ὑψηλὸν μεταποίησιν, τὴν ἐκ δεξιῶν τοῦ θεοῦ γεγενημένην. Σαφηνίζεται γὰρ διὰ τούτου τοῦ ῥήματος τὸ τῆς εὐσεβείας μυστήριον. Ὁ γὰρ εἰπών," Τῇ δεξιᾷ τοῦ θεοῦ ὑψω θείς," φανερῶς ἐκκαλύπτει τὴν ἀπόρρητον τοῦ μυστηρίου οἰκονομίαν, ὅτι ἡ δεξιὰ τοῦ θεοῦ, ἡ ποιητικὴ τῶν ὄντων πάντων, ἥτις ἐστὶν ὁ κύριος, δι' οὗ τὰ πάντα ἐγένετο, καὶ οὗ χωρὶς ὑπέστη τῶν γεγονότων οὐδέν, αὕτη τὸν ἑνωθέντα πρὸς αὐτὴν ἄνθρωπον εἰς τὸ ἴδιον ἀνήγαγεν ὕψος διὰ τῆς ἑνώσεως. Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. Ἐκ τοῦ λόγου τοῦ εἰς τό," Ὁ πατήρ μου μείζων μού ἐστιν." Διάκρινον λοιπὸν τὰς φύσεις, τήν τε τοῦ θεοῦ, τήν τε τοῦ ἀνθρώπου. Οὔτε γὰρ κατὰ ἔκπτωσιν ἐκ θεοῦ γέγονεν ἄνθρωπος, οὔτε κατὰ προ κοπὴν ἐξ ἀνθρώπου θεός. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό," Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν." Μετὰ γὰρ τὴν ἀνάστασιν ὁ κύριος τὰ συναμφότερα δείκνυσι, καὶ ὅτι οὐ τοιοῦτον τὸ σῶμα, καὶ ὅτι τοῦτο τὸ ἀνιστάμενον. Ἀναμνήσθητι τῆς ἱστορίας. Ἦσαν οἱ μαθηταὶ συνειλεγμένοι μετὰ τὸ πάθος καὶ τὴν ἀνάστασιν, καὶ τῶν θυρῶν κεκλεισμένων ἔστη μέσος αὐτῶν ὁ κύριος. Οὐδέποτε τοῦτο πρὸ τοῦ πάθους ἐποίησε. Μὴ γὰρ οὐκ ἠδύνατο ὁ Χριστὸς καὶ πάλαι τοῦτο ποιῆσαι; πάντα γὰρ τῷ θεῷ δυνατά. Ἀλλ' 171 οὐκ ἐποίησε πρὸ τοῦ πάθους, ἵνα μὴ νομίσῃς φαντασίαν τὴν οἰκονο μίαν, ἢ δόκησιν, μηδὲ πνευματικὴν οἰηθῇς τοῦ Χριστοῦ τὴν σάρκα, μηδὲ ἐξ οὐρανῶν κατελθοῦσαν, μηδὲ ἑτεροούσιον τῇ ἡμετέρᾳ σαρκί. Ταῦτα γὰρ πάντα τινὲς φαντασθέντες, καὶ σεμνύνειν νομίζοντες διὰ τούτων τὸν κύριον, λελήθασι σφᾶς αὐτοὺς διὰ τῆς εὐχαριστίας βλασφη μοῦντες, καὶ ψεῦδος κατηγοροῦντες τῆς ἀληθείας, πρὸς τὸ καὶ παντά πασιν ἄλογον τὸ ψεῦδος τυγχάνειν. Εἰ γὰρ ἕτερον ἀνέλαβε σῶμα, τί πρὸς τὸ ἐμὸν τὸ τῆς σωτηρίας δεόμενον; Εἰ ἐξ οὐρανῶν κατήγαγε σάρκα, τί πρὸς τὴν ἐμὴν σάρκα τὴν ἐκ τῆς γῆς εἰλημμένην; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Διὰ ταῦτα μὲν οὖν, οὐ πρὸ τοῦ πάθους, ἀλλὰ μετὰ τὸ πάθος, τῶν θυρῶν κεκλεισμένων ἔστη τῶν μαθητῶν μέσος ὁ κύριος, ἵνα γνῷς, ὅτι καὶ σοῦ τὸ ψυχικὸν σῶμα σπαρὲν ἐγείρεται σῶμα πνευματικόν. Ἵνα δὲ μὴ πάλιν ἄλλο νομίσῃς εἶναι τὸ ἀνιστάμενον, τοῦ Θωμᾶ πρὸς τὴν ἀνάστασιν ἀπιστήσαντος, δείκνυσιν αὐτῷ τοὺς τύπους τῶν ἥλων, δείκνυσιν αὐτῷ τῶν τραυμάτων τὰ ἴχνη. Ἆρ' οὐκ ἴσχυεν ἑαυτὸν ἰάσασθαι, καὶ ταῦτα μετὰ τὴν ἀνάστασιν, ὁ πάντας καὶ πρὸ τῆς ἀναστάσεως ἰασάμενος; Ἀλλὰ δι' ὧν μὲν τοὺς τύπους τῶν ἥλων δείκνυσι, παραδίδωσιν ὅτι τοῦτο· δι' ὧν δὲ κεκλεισμένων τῶν θυρῶν εἴσεισι, δείκνυσιν ὅτι οὐ τοιοῦτο. Τοῦτο μέν, ἵνα πληρώσῃ τὸν τρόπον τῆς οἰκονομίας, ἐγείρας τὸ νενεκρωμένον, οὐ τοιοῦτον δέ, ἵνα μὴ πάλιν ὑποπέσῃ φθορᾷ, μηδὲ πάλιν ὑποστῇ θάνατον. Τοῦ μακαρίου Θεοφίλου ἐπισκόπου Ἀλεξανδρείας. Ἐκ τῶν κατὰ Ὠριγένους. Οὔτε τῆς ἡμετέρας ὁμοιώσεως, πρὸς ἣν κεκοινώνηκεν, εἰς θεότητος φύσιν μεταβαλλομένης, οὔτε τῆς θεότητος αὐτοῦ τρεπομένης εἰς τὴν ἡμετέραν ὁμοίωσιν. Μένει γὰρ ὃ ἦν ἀπ' ἀρχῆς θεός· μένει καὶ τὴν ἡμῶν ἐν ἑαυτῷ παρασκευάζων ὕπαρξιν. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς πραγματείας. Ἀλλὰ γὰρ οὐχ ἡσυχάζων πάλιν βλασφημεῖς, συκοφαντῶν τὸν υἱὸν 172 τοῦ θεοῦ, καὶ λέγων αὐτοῖς ῥήμασιν οὕτως·" Ὥσπερ ὁ υἱὸς καὶ ὁ πατὴρ ἕν εἰσιν, οὕτω καὶ ἣν εἴληφεν ὁ υἱὸς ψυχὴν καὶ αὐτὸς ἕν εἰσιν·" ἀγνοῶν ὅτι ὁ μὲν υἱὸς καὶ ὁ πατὴρ ἕν εἰσι διὰ τὴν μίαν οὐσίαν καὶ τὴν αὐτὴν θεότητα· ἡ δὲ ψυχὴ καὶ ὁ υἱὸς ἑτέρα πρὸς ἑτέραν ἐστὶν οὐσία τε καὶ φύσις. Εἰ γὰρ ὥσπερ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἰσιν, οὕτω καὶ ἡ ψυχὴ τοῦ υἱοῦ καὶ ὁ υἱὸς ἕν εἰσιν, ἔσται καὶ ὁ πατὴρ καὶ ἡ ψυχὴ ἕν, καὶ λέξει ποτὲ καὶ ἡ ψυχὴ τοῦ υἱοῦ·" Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα." Ἀλλ' οὐκ ἔστι τοῦτο, μὴ γένοιτο. Ὁ γὰρ υἱὸς καὶ ὁ πατὴρ ἕν, ἐπειδὴ μὴ διάφοροι θεότητες· ἡ δὲ ψυχὴ καὶ ὁ υἱὸς καὶ τῇ φύσει καὶ τῇ οὐσίᾳ ἕτερον, ἐπειδὴ καὶ αὐτὴ δι' αὐτοῦ γέγονεν ὁμοούσιος ἡμῖν ὑπάρχουσα. Εἰ γὰρ ᾧ τρόπῳ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἰσιν, τούτῳ τῷ τρόπῳ καὶ ἡ ψυχὴ καὶ ὁ υἱὸς ἕν εἰσι, κατὰ τὸν Ὠριγένους λόγον, ἔσται καὶ ἡ ψυχὴ ὡς ὁ υἱός," Ἀπαύγασμα τῆς δόξης τοῦ θεοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ." Ἀλλὰ μὴν ἀδύνατον τοῦτο· ἀδύνατον ἄρα καὶ τὸν υἱὸν καὶ τὴν ψυχὴν αὐτοῦ ἓν εἶναι, καθάπερ αὐτὸς καὶ ὁ πατὴρ ἕν εἰσι. Καὶ τί ποιήσει πάλιν ἑαυτῷ περιπίπτων; Γράφει γὰρ οὕτως· Οὐ δήπου γὰρ ἡ τεταραγμένη καὶ περίλυπος οὖσα ψυχὴ ὁ μονο γενὴς καὶ πρωτότοκος πάσης κτίσεως ἐτύγχανεν οὖσα. Ὁ γὰρ θεὸς λόγος, ὡς κρείττων τῆς ψυχῆς τυγχάνων, αὐτὸς ὁ υἱός φησιν," Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν." Εἰ τοίνυν κρείττων ἐστὶν ὁ υἱὸς τῆς ἑαυτοῦ ψυχῆς, ὥσπερ οὖν καὶ κρείττων ὁμολογεῖται, πῶς ἡ ψυχὴ τούτου ἴσα θεῷ καὶ ἐν μορφῇ θεοῦ; Αὐτὴν γὰρ εἶναι φάμενος τὴν κενώσασαν ἑαυτὴν καὶ μορφὴν δούλου λαβοῦσαν, ταῖς ὑπερβολαῖς τῶν ἀσεβειῶν ἐπισημότερος τῶν ἄλλων αἱρετικῶν ἐγένετο, ὡς ἐπεσημηνάμεθα. Εἰ γὰρ ἐν μορφῇ θεοῦ ὑπάρχει ὁ λόγος, καὶ ἴσα θεῷ ἐστιν, ἐν μορφῇ δὲ θεοῦ ὑπάρχειν καὶ ἴσα θεῷ τὴν ψυχὴν τοῦ σωτῆρος οἴεται, τολμήσας οὕτω γράψαι, πῶς τὸ ἴσον κρεῖττόν ἐστι; Τὰ γὰρ ὑπερβεβηκότα τὴν φύσιν τῶν ὑπὲρ αὐτὰ τὸ κρεῖττον μαρτυρεῖ. 173 Τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως. Ἀπὸ λόγου ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ ῥηθέντος. Καὶ ὁ μὲν δεσπότης σου εἰς οὐρανὸν ἀνήγαγεν ἄνθρωπον, σὺ δὲ οὔτε ἀγορᾶς αὐτῷ μεταδίδως. Καὶ τί λέγω εἰς οὐρανόν; εἰς θρόνον ἐκάθισε βασιλικόν, σὺ δὲ καὶ τῆς πόλεως ἐξελαύνεις. Τοῦ αὐτοῦ εἰς τὴν ἀρχὴν τοῦ μαʹ ψαλμοῦ. Οὐ παύεται Παῦλος μέχρι τῆς σήμερον λέγων," Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ θεοῦ παρακαλοῦντος δι' ἡμῶν, δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ θεῷ." Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ἀπὸ τῆς φύσεως τῆς σῆς λαβὼν ἀπαρχήν, ἐκάθισεν" ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι." Τί ταύτης ἴσον γενοιτ' ἂν τῆς τιμῆς; Ἡ ἀπαρχὴ τοῦ γένους ἡμῶν, τοῦ τοσαῦτα προσ κεκρουκότος, τοῦ ἠτιμωμένου, ἐν ὕψει τοσούτῳ κάθηται, καὶ τοσαύτης ἀπολαύει τιμῆς. Τοῦ αὐτοῦ περὶ τῆς γλωσσῶν διαιρέσεως. Ἐννόησον γὰρ οἷόν ἐστιν ἰδεῖν τὴν ἡμετέραν φύσιν ἐπὶ τῶν Χερουβὶμ ὀχουμένην, καὶ πᾶσαν αὐτῇ τὴν ἀγγελικὴν περικεχυμένην δύναμιν. Σκόπει δέ μοι καὶ Παύλου σοφίαν, πόσα ὀνόματα ἐπιζητεῖ, ὥστε παραστῆσαι τοῦ θεοῦ τὴν φιλανθρωπίαν. Οὐ γὰρ εἶπεν ἁπλῶς τὴν χάριν, οὐδὲ τὸν πλοῦτον ἁπλῶς, ἀλλά," Τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος ἐν χρηστότητι." Τοῦ αὐτοῦ ἀπὸ δογματικοῦ λόγου, ὅτι τὰ ταπεινῶς εἰρημένα καὶ γεγενημένα παρὰ τοῦ Χριστοῦ, οὐ δι' ἀσθένειαν δυνάμεως, ἀλλὰ δι' οἰκονομίας διαφόρους. Καὶ μετὰ τὴν ἀνάστασιν τὸν μαθητὴν ἰδὼν ἀπιστοῦντα, οὐ παρῃτή σατο αὐτῷ καὶ τραύματα καὶ τύπον ἥλων ἐπιδεῖξαι, καὶ χειρὸς ἁφῇ τὰς ὠτειλὰς ὑποβαλεῖν, καὶ εἰπεῖν," Ἐρεύνησον, καὶ ἴδε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει." Διὰ τοῦτο οὔτε ἐξ ἀρχῆς τελείας ἡλικίας 174 τὸν ἄνθρωπον ἀνέλαβεν, ἀλλ' ἠνέσχετο καὶ συλληφθῆναι καὶ τεχθῆναι καὶ γαλακτοτροφηθῆναι, καὶ τοσοῦτον χρόνον ἐπὶ τῆς γῆς διατρίψαι, ἵνα καὶ τῷ μήκει τοῦ χρόνου καὶ τοῖς ἄλλοις ἅπασι τοῦτο αὐτὸ πιστώσηται. Τοῦ αὐτοῦ πρὸς τοὺς λέγοντας, ὅτι δαίμονες τὰ τῶν ἀνθρώπων διοικοῦσιν. Οὐδὲν ἦν εὐτελέστερον ἀνθρώπου, καὶ οὐδὲν γέγονε τιμιώτερον ἀνθρώπου. Τὸ ἔσχατον μέρος τῆς λογικῆς κτίσεως οὗτος ἦν. Ἀλλ' οἱ πόδες ἐγένοντο κεφαλή, καὶ εἰς τὸν θρόνον ἀνηνέχθησαν τὸν βασιλικὸν διὰ τῆς ἀπαρχῆς. Καθάπερ γὰρ ἄνθρωπος φιλότιμός τις καὶ μεγαλό δωρος, ἰδών τινα ἐκ ναυαγίου διαφυγόντα, καὶ τὸ σῶμα γυμνὸν ἀπὸ τῶν κυμάτων διασῶσαι δυνηθέντα μόνον, δεξάμενος ὑπτίαις ταῖς χερσί, λαμπρὰν περιβάλλει στολήν, καὶ πρὸς τιμὴν ἄγει τὴν ἀνωτάτω, οὕτω καὶ ὁ θεὸς ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας ἐποίησε. Πάντα ἀπέ βαλεν ὅσα εἶχεν ὁ ἄνθρωπος, τὴν παρρησίαν, τὴν πρὸς θεὸν ὁμιλίαν, τὴν ἐν παραδείσῳ διαγωγήν, τὸν ταλαίπωρον βίον ἀντηλλάξατο, καὶ καθάπερ ἐκ ναυαγίου γυμνός, οὕτως ἐξῆλθεν ἐκεῖθεν. Ἀλλ' ὁ θεὸς αὐτὸν δεξάμενος περιέστειλεν εὐθέως, καὶ κατὰ μικρὸν χειραγωγῶν εἰς τὸν οὐρανὸν ἀνήγαγεν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἀλλ' ὁ θεὸς μείζονα τῆς ζημίας τὴν ἐμπορίαν ἐποιήσατο, καὶ πρὸς τὸν θρόνον τὸν βασιλικὸν τὴν φύσιν ἀνήγαγε τὴν ἡμετέραν. Καὶ Παῦλος βοᾷ λέγων," Συνήγειρε καὶ συνεκάθισεν ἐν δεξιᾷ αὑτοῦ ἐν τοῖς ἐπουρανίοις." Τοῦ αὐτοῦ εἰς τοὺς τὰ πρῶτα πάσχα νηστεύοντας. Ἀνέῳξε τοὺς οὐρανούς, τοὺς μισουμένους φίλους ἐποίησεν, εἰς τὸν οὐρανὸν ἐπανήγαγεν, ἐν δεξιᾷ τοῦ θρόνου ἐκάθισε τὴν φύσιν τὴν ἡμετέραν, μυρία ἕτερα παρέσχεν ἡμῖν ἀγαθά. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὴν ἀνάληψιν λόγου. Τοῦτο οὖν τὸ διάστημα καὶ τὸ ὕψος τὴν φύσιν τὴν ἡμετέραν ἀνήγαγε. 175 Βλέπε ποῦ κάτω ἔκειτο, καὶ ποῦ ἄνω ἀνέβη. Οὔτε καταβῆναι ἦν κατώτερον οὗ κατέβη ὁ ἄνθρωπος, οὔτε ἀναβῆναι ἀνώτερον οὗ ἀνή γαγεν αὐτὸν πάλιν. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς." Κατὰ τὴν εὐδοκίαν αὐτοῦ, φησίν, ἣν προέθετο ἐν αὐτῷ," τουτέστιν, ὃ ἐπεθύμει, τοῦτο ὤδινεν, ὡς ἄν τις εἴποι, ἐξειπεῖν ἡμῖν τὸ μυστήριον. Ποῖον δὴ τοῦτο; ὅτι ἄνθρωπον ἄνω καθίσαι βούλεται. Ὃ δὴ καὶ γέγονεν. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας. Περὶ τούτου φησὶν ὁ θεὸς τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, οὐ περὶ τοῦ θεοῦ λόγου. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας." Καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασι συνεζωοποίησε τῷ Χριστῷ." Καὶ πάλιν ὁ Χριστὸς μέσος καὶ τὸ πρᾶγμα ἀξιόπιστον. Εἰ γὰρ ἡ ἀρχὴ ζῇ, καὶ ἡμεῖς· ἐζωοποίησε κἀκεῖνον καὶ ἡμᾶς· ὁρᾷς ὅτι περὶ τοῦ κατὰ σάρκα πάντα εἴρηται; Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἰωάννην εὐαγγελίου. Τί γὰρ ἐπάγει," Καὶ ἐσκήνωσεν ἐν ἡμῖν;" μονονουχὶ λέγων, μηδὲν ἄτοπον ὑποπτεύσῃς ἀπὸ τοῦ ἐγένετο. Οὐ γὰρ τροπὴν εἶπον τῆς ἀτρέπτου φύσεως ἐκείνης, ἀλλὰ σκήνωσιν καὶ κατοίκησιν. Τὸ δὲ σκηνοῦν οὐ ταὐτὸν ἂν εἴη τῇ σκηνῇ· ἀλλ' ἕτερον ἐν ἑτέρῳ σκηνοῖ· ἐπεὶ οὐδ' ἂν εἴη σκήνωσις. Οὐδὲν γὰρ ἐν ἑαυτῷ κατοικεῖ. Ἕτερον δὲ εἶπον κατὰ τὴν οὐσίαν. Τῇ γὰρ ἑνώσει καὶ τῇ συναφείᾳ ἕν ἐστιν ὁ θεὸς λόγος καὶ ἡ σάρξ, οὐ συγχύσεως γενομένης, οὐδὲ ἀφανισμοῦ τῶν οὐσιῶν, ἀλλ' ἑνώσεως ἀρρήτου τινὸς καὶ ἀφράστου. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου. Καὶ καθάπερ τις, ἐν μεταιχμίῳ στὰς δύο τινῶν ἀλλήλων διεστηκότων, ἀμφοτέρας ἁπλώσας τὰς χεῖρας, ἑκατέρωθεν λαβὼν συνάψειεν, οὕτω καὶ αὐτὸς ἐποίησε, τὴν παλαιὰν τῇ καινῇ συνάπτων, τὴν θείαν φύσιν τῇ ἀνθρωπίνῃ, τὰ αὑτοῦ τοῖς ἡμετέροις. 176 Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ἀνάληψιν τοῦ Χριστοῦ. Καθάπερ γὰρ δύο τινῶν ἁψιμαχίᾳ διαστάντων, ἕτερός τις ἐν μέσῳ παρεντεθεὶς λύει τὴν τῶν ἐριζόντων μάχην τε καὶ διχόνοιαν, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν. Ὠργίζετο ἡμῖν ὡς θεός, ἡμεῖς δὲ τῆς αὐτοῦ κατεφρονοῦμεν ὀργῆς τὸν φιλάνθρωπον δεσπότην ἀποστρεφόμενοι· καὶ μέσον ἑαυτὸν ἐμβαλὼν ὁ Χριστός, ἑκατέραν φύσιν εἰς φιλίαν συνήγαγε, καὶ τὴν παρὰ τοῦ πατρὸς ἐπικειμένην ἡμῖν αὐτὸς τιμωρίαν ὑπέμεινεν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Προσήνεγκε τοίνυν τὰς ἀπαρχὰς τῆς ἡμετέρας φύσεως τῷ πατρί, καὶ τὸ δῶρον αὐτὸς ἐθαύμασεν ὁ πατὴρ διά τε τὴν τοσαύτην ἀξίαν τοῦ προσκομίσαντος καὶ τοῦ προσενεχθέντος τὸ ἄμωμον. Καὶ γὰρ οἰκείαις ἐδέξατο τοῦτο χερσί, καὶ τοῦ θρόνου μέτοχον εἶναι τοῦ οἰκείου πεποίηκε. Καὶ τὸ πλέον, ἐν τῷ τῆς ἑαυτοῦ δεξιᾶς αὐτὸ μέρει καθίδρυσεν. Οὐκοῦν ἐπιγνῶμεν, τίς ἐκεῖνος ὁ ἀκούσας ἐστί," Κάθου ἐκ δεξιῶν μου·" τίς ἦν ἡ φύσις ἐκείνη πρὸς ἣν εἶπεν, ἔσο τοῦ θρόνου μου κοινωνός; ἐκείνη ἦν ἡ φύσις πρὸς ἣν εἶπεν," Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ." Τοῦ αὐτοῦ μετ' ὀλίγα. Ποίῳ χρήσομαι λόγῳ, ποίοις φθέγξομαι ῥήμασιν, ἀγνοῶ. Ἡ φύσις ἡ σαθρά, ἡ φύσις ἡ εὐτελής, ἡ πάντων ἐλάσσων ἀποδειχθεῖσα, πάντα νενίκηκεν, ὑπερέβαλεν ἅπαντα. Σήμερον ἀνωτέρα γενέσθαι πάντων ἠξίωται, σήμερον ἀπέλαβον ὅπερ ἐπὶ χρόνον πολὺν ἐπεθύμησαν ἄγγελοι, σήμερον ἀρχάγγελοι τῶν ἐπὶ πολὺ ποθουμένων θεαταὶ γενέσθαι δεδύνηνται, καὶ τὴν φύσιν τὴν ἡμῶν ἐν τῷ θρόνῳ τοῦ βασι λέως τῇ δόξῃ τῆς ἀθανασίας ἐκλάμπουσαν κατενόησαν. Τοῦ ἁγίου Φλαβιανοῦ ἐπισκόπου Ἀντιοχείας. Ἐκ τοῦ κατὰ Λουκᾶν εὐαγγελίου. Ἐν πᾶσιν ἡμῖν ὁ κύριος ὑπογράφει τὸν τῆς εὐσεβείας χαρακτῆρα, καὶ 177 διαφόρως ὑποδείκνυσι τῇ ἡμετέρᾳ φύσει τὰς τῆς σωτηρίας ὁδούς· καὶ πολλὰς ἡμῖν καὶ ἐναργεῖς ἀποδείξεις παρέχει τῆς τε σωματικῆς αὑτοῦ ἐπιφοιτήσεως, καὶ τῆς διὰ σώματος ἐνεργούσης θεότητος. Ἀμφοτέρας γὰρ αὐτοῦ ἐβούλετο πιστώσασθαι τὰς φύσεις. Τοῦ αὐτοῦ εἰς τὰ θεοφάνια." Τίς ὡς ἀληθῶς λαλήσει τὰς δυναστείας τοῦ κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ;" Τίς ἂν λόγῳ παραστήσειε τῆς εἰς ἡμᾶς εὐεργεσίας τὸ μέγεθος; Ἀνθρωπεία φύσις θεότητι συνάπτεται, μενού σης ἐφ' ἑαυτῆς ἑκατέρας τῆς φύσεως. Κυρίλλου ἐπισκόπου Ἱεροσολύμων. Ἐκ τοῦ κατηχητικοῦ δʹ λόγου περὶ τῶν δέκα δογμάτων. Περὶ τῆς ἐκ παρθένου γεννήσεως. Πίστευε δέ, ὅτι οὗτος ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ διὰ τὰς ἁμαρτίας ἡμῶν ἐξ οὐρανῶν κατῆλθεν ἐπὶ τῆς γῆς, τὴν ὁμοιοπαθῆ ταύτην ἡμῖν ἀναλαβὼν ἀνθρωπότητα, καὶ γεννηθεὶς ἐξ ἁγίας παρθένου καὶ ἁγίου πνεύματος, οὐ δοκήσει καὶ φαντασίᾳ τῆς ἐνανθρωπήσεως γενομένης, ἀλλὰ τῇ ἀληθείᾳ· οὐδ' ὥσπερ διὰ σωλῆνος διελθὼν τῆς παρθένου, ἀλλὰ σαρκωθεὶς ἀληθῶς ἐξ αὐτῆς, φαγὼν ὡς ἡμεῖς ἀληθῶς, πιὼν ὡς ἡμεῖς ἀληθῶς, καὶ γαλακτοτροφηθεὶς ἀληθῶς. Εἰ γὰρ φαντασία ἦν ἡ ἐνανθρώπησις, φάντασμα καὶ ἡ σωτηρία. Διπλοῦς ἦν ὁ Χριστός, ἄνθρωπος μὲν τὸ φαινόμενον, θεὸς δὲ τὸ μὴ φαινόμενον· ἐσθίων μὲν ὡς ἄνθρωπος, ἀληθῶς ὡς ἡμεῖς· εἶχε γὰρ τῆς σαρκὸς τὸ ὁμοιοπαθὲς ὡς ἡμεῖς· τρέφων δὲ ἐκ πέντε ἄρτων τοὺς πεντακισχιλίους ὡς θεός· ἀποθνῄσκων μὲν ὡς ἄνθρωπος ἀληθῶς· νεκρὸν δὲ τετραήμερον ἐγεί ρων ὡς θεός· καθεύδων εἰς τὸ πλοῖον ὡς ἄνθρωπος, καὶ περιπατῶν ἐπὶ τῶν ὑδάτων ὡς θεός. Ἀντιόχου ἐπισκόπου Πτολεμαΐδος. Μὴ συγχέῃς τὰς φύσεις, καὶ οὐ ναρκήσεις περὶ τὴν οἰκονομίαν. 178 Τοῦ ἁγίου Ἱλαρίου ἐπισκόπου καὶ ὁμολογητοῦ. Ἐν τῷ περὶ πίστεως θʹ λόγῳ. Οὐκ οἶδεν ὄντως τὴν ἑαυτοῦ ζωήν, ὃς Ἰησοῦν τὸν Χριστὸν ὡς ἀληθῆ θεόν, οὕτως καὶ ἀληθῆ ἄνθρωπον οὐκ ἐπίσταται. Τοῦ γὰρ αὐτοῦ κιν δύνου τὸ πρᾶγμα τυγχάνει, ἐὰν Χριστὸν Ἰησοῦν καὶ πνεῦμα θεὸν ἢ σάρκα τοῦ ἡμετέρου ἀρνησώμεθα σώματος." Ἅπας τοιγαροῦν, ὃς ἂν ὁμολογήσῃ με ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ὁμολογήσω αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· ὃς δ' ἂν ἀπαρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, κἀγὼ ἀρνήσομαι αὐτὸν ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς." Ταῦτα ὁ λόγος σὰρξ γενόμενος ἔλεγε, καὶ ἄνθρωπος Ἰησοῦς Χριστὸς ὁ κύριος τῆς δόξης ἐδίδασκε, πρὸς τὴν τῆς ἐκκλησίας σωτηρίαν μεσίτης αὐτὸς ὑπάρχων ἐν αὐτῷ τῷ μυστηρίῳ, δι' οὗπερ θεῷ καὶ ἀνθρώποις ἐμεσίτευσεν, εἷς τυγχάνων τὸ συναμφότερον, ἐκ τῶν ἑνωθεισῶν εἰς αὐτὸ τοῦτο δὲ φύσεων ἓν καὶ ταὐτὸν δι' ἑκατέρας φύσεως ὤν, πλὴν οὕτως ὡς ἐν ἑκατέρῳ μηδετέρου χηρεύειν, μή πως παύσηται θεὸς εἶναι τικτόμενος ἄνθρωπος, ἢ πάλιν ἄνθρωπος οὐχὶ τῷ διαμένειν θεός. Οὐκοῦν τοῦτο τῆς ἐν ἀνθρώποις ἀληθοῦς πίστεως τὸ μακάριον, τὸ τὸν μὲν θεὸν καὶ ἄνθρωπον κηρύτ τειν, τὴν δὲ σάρκα καὶ λόγον ὁμολογεῖν, καὶ τὸν μὲν θεὸν εἰδέναι ὅτι καὶ ἄνθρωπος εἴη, καὶ τὴν σάρκα μὴ ἀγνοεῖν ὅτι καὶ λόγος ἐστίν. Τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ λόγῳ. Ἐκ παρθένου τοίνυν τεχθεὶς ἄνθρωπος ὁ μονογενὴς θεός, καὶ κατὰ τὴν συμπλήρωσιν τοῦ καιροῦ μέλλων αὐτὸς ἑαυτῷ τὴν τοῦ ἀνθρώπου προκοπὴν εἰς θεὸν ἀπεργάζεσθαι, ταύτην τὴν τάξιν ἐν πᾶσι τοῖς εὐαγγελικοῖς λόγοις ἐφύλαξεν, ἵνα ἑαυτὸν καὶ υἱὸν εἶναι θεοῦ διδάξῃ πιστεύεσθαι, καὶ υἱὸν ἀνθρώπου ὑπομνήσῃ κηρύττεσθαι· τῷ μὲν ἄνθρωπος εἶναι λαλῶν ἅπαντα καὶ πράττων ἅπερ ἐστὶν θεοῦ· αὖθις δὲ τῷ θεὸς ὑπάρχειν, λαλῶν τε ἅπαντα καὶ πράττων ἅπερ ἐστὶν 179 ἀνθρώπου· οὕτω μέντοι, ὥστε ταύτῃ αὐτῇ τῇ καθ' ἕτερον γένος αὐτῶν ὁμιλίᾳ μηδὲ πώποτε λαλεῖν, εἰ μὴ μετὰ τοῦ σημαίνειν θεόν τε καὶ ἄνθρωπον. Ἐντεῦθεν τοιγαροῦν τοῦ δελεάζειν τοὺς ἁπλουστέρους καὶ τοὺς ἀγνοοῦντας τοῖς αἱρετικοῖς γίνεται πρόφασις, ὥστε τὰ παρ' ἐκείνου κατὰ τὴν ἀνθρωπότητα λαληθέντα ψευδομένους λέγειν ὡς κατ' ἀσθένειαν τῆς θείας εἴρηται φύσεως, καὶ ἐπειδήπερ ὁ εἷς καὶ αὐτός ἐστιν ὁ πάντα λαλῶν ὅσαπερ καὶ ἐλάλει, φιλονεικεῖν αὐτοὺς περὶ ἑαυτοῦ πάντα αὐτὸν εἰρηκέναι. Καὶ οὐδὲ ἡμεῖς ἀρνούμεθα πάντας τοὺς ὄντας αὐτοῦ λόγους τῆς ἰδίας αὐτοῦ φύσεως εἶναι. Ἀλλ' εἴπερ εἷς ὁ Χριστὸς ἄνθρωπος καὶ θεός, καὶ οὔτε ὁ ἄνθρωπος τότε πρῶτον θεός, οὔτε μὴν ὅτε ἄνθρωπος τότε οὐκ ἦν καὶ θεός, οὐδὲ μετὰ τὸν ἄνθρωπον ἐν τῷ κυρίῳ οὐχὶ ὁ λόγος ἄνθρωπος καὶ ὁ λόγος θεός, ἐπάναγκές ἐστιν ἓν καὶ τὸ αὐτὸ εἶναι μυστήριον τῶν αὐτοῦ λόγων, ὃ καὶ τοῦ τόκου καθέστηκε. Καὶ ὅταν ἐν αὐτῷ κατὰ καιρὸν τὸν ἄνθρωπον ἀπὸ τοῦ θεοῦ διαιρῇς, τότε τά τε τοῦ θεοῦ καὶ τοῦ ἀνθρώπου διαχώριζε ῥήματα. Καὶ ὁπηνίκα θεὸν καὶ ἄνθρωπον ὁμολογεῖς, ἐν καιρῷ τὰ τοῦ θεοῦ καὶ ἀνθρώπου διάκρινε ῥήματα. Ὅταν δὲ ἐκ θεοῦ καὶ ἀνθρώπου, καὶ πάλιν ἀνθρώπου καθόλου καὶ καθόλου θεοῦ τὸν καιρὸν ἐννόει, εἴ τι τοιοῦτο λελάληται πρὸς τὸ μηνύεσθαι τὸ κατ' ἐκεῖνο καιροῦ, ἐν τῷ καιρῷ τὰ λεχθέντα προσάρμοσον. Καὶ ἐπειδήπερ ἄλλο ἐστὶ πρὸ τοῦ ἀνθρώπου θεός, ἄλλο δὲ πάλιν ἄνθρωπος καὶ θεός, καὶ ἄλλο μετὰ τὸν ἄνθρωπον καὶ θεόν, ὅλος ἄνθρωπος καὶ ὅλος θεός, μὴ συγχέῃς τοῖς λεγομένοις καὶ τοῖς γεγονόσι τὸ τῆς οἰκονομίας μυστήριον. Ἀνάγκη γὰρ κατὰ τὴν ποιότητα τῶν γενῶν καὶ τῶν φύσεων, ἄλλην μὲν αὐτῶν γεγενῆσθαι τὴν ὁμιλίαν, μηδέπω κατὰ τὸ τοῦ ἀνθρώπου τεχθέντος μυστήριον, ἄλλην δὲ ἔτι προσελαύνοντος τῷ θανάτῳ, καὶ ἄλλην ἤδη τυγχάνοντος αἰωνίου. Δείξας τοίνυν ἅπαντα, ταῦτα μέν, ὡς Χριστὸς Ἰησοῦς καὶ τεχθεὶς ἄνθρωπος σώματος ἡμετέρου, κατὰ τὴν συνή θειαν τῆς ἡμετέρας ἐλάλησε φύσεως, τῷ εἶναι θεός. Εἰ γὰρ καὶ ἐν τῷ τόκῳ καὶ ἐν τῷ πάθει καὶ τῷ θανάτῳ τὰς τῆς ἡμετέρας φύσεως πρά ξεις διήνυσεν, ὅμως ἅπαντα ταῦτα τῇ δυνάμει τῆς ἑαυτοῦ διεπράξατο φύσεως. 180 Τοῦ αὐτοῦ ἐν τῷ αὐτῷ λόγῳ. Ὁρᾷς ἄρα οὕτω θεὸν καὶ ἄνθρωπον ὁμολογεῖσθαι, ὥστε τὸν μὲν θάνα τον τῷ ἀνθρώπῳ, τῷ δὲ θεῷ τῆς σαρκὸς λογίζεσθαι τὴν ἀνάστασιν; Τὴν μὲν γὰρ τοῦ θεοῦ φύσιν ἐν τῇ δυνάμει τῆς ἀναστάσεως νόει, τὴν δὲ κατὰ ἄνθρωπον οἰκονομίαν ἐν τῷ θανάτῳ ἐπιγνώσῃ. Καὶ ἐπειδήπερ ἑκάτερα ταῖς οἰκείαις γεγένηται φύσεσιν, ἕνα μοι Χριστὸν Ἰησοῦν ἐκεῖνον μνημόνευε, τὸν ὄντα ἀμφότερα. Ταῦτα δὲ τούτου χάριν διὰ βραχέων ὑπέδειξα, ἵνα ἑκατέραν φύσιν ἐν τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ νοεῖσθαι μνημονεύωμεν· ὁ γὰρ ὢν ἐν μορφῇ θεοῦ ἔλαβε δούλου μορφήν. Τοῦ ἁγιωτάτου ἐπισκόπου Αὐγουστίνου. Τοῦ αὐτοῦ ἐκ τῆς ἐπιστολῆς τῆς πρὸς Βολουσιανόν. Νῦν δὲ οὗτος μεταξὺ θεοῦ καὶ ἀνθρώπων ἀνεφάνη μεσίτης, ὥστε αὐτὸν ἐν τῇ τοῦ προσώπου ἑνότητι συνάπτειν ἑκατέραν τὴν φύσιν, καὶ τὰ ἐν ἔθει αὔξοντα τοῖς ἀληθέσι, καὶ τὰ ἀληθῆ συγκεράσαντα τοῖς ἐξ ἔθους. Τοῦ αὐτοῦ ἐν τῇ ἐκθέσει τοῦ εὐαγγελίου τοῦ κατὰ τὸν ἅγιον Ἰωάννην. Τί τοίνυν, αἱρετικέ, ἐπειδὴ Χριστός ἐστι θεὸς καὶ ἄνθρωπος, ἀλλ' εἰ μὲν ὡς ἄνθρωπος, συκοφαντεῖς δὲ θεόν; Ἐκεῖνος ἐν ἑαυτῷ τὴν ἀνθρωπίνην φύσιν ὑψοῖ, σὺ δὲ ἐκείνου τολμᾷς ἐξευτελίσαι τὴν θείαν. Τοῦ αὐτοῦ ἐν τῷ λόγῳ τῷ περὶ τῆς ἐκθέσεως τῆς πίστεως. Καὶ γὰρ ἡμέτερόν ἐστι τὸ πιστεύειν, ἐκείνου δὲ τὸ εἰδέναι, καὶ οὕτως αὐτὸς ὁ θεὸς λόγος τὸ πᾶν ὑποδεξάμενος ὅπερ ἐστὶν ἀνθρώπου, ἄνθρωπος ἔστω, καὶ ὁ προσληφθεὶς ἄνθρωπος ὑποδεξάμενος ἅπαν ὅπερ ἐστὶ θεοῦ, ἄλλο τι μὴ ἔστω πλὴν ὅπερ θεός. Ἀλλὰ μὴ ἐπειδὴ σεσαρκωμένος εἶναι λέγεται καὶ μικτός, μεμειῶσθαι τὴν αὐτοῦ 181 οὐσίαν νομιστέον. Οἶδε μιγνύναι θεὸς ἑαυτὸν δίχα τῆς οἰκείας φθορᾶς, καὶ μίγνυται μέν γε κατὰ ἀλήθειαν. Οἶδεν οὕτως ἐν ἑαυτῷ ὑποδέξασ θαι, ὥστε μηδὲν αὐτῷ προσθήκης αὐξάνεσθαι, καθὼς οἶδεν, ἑαυτὸν ὅλον ἐνέχεεν, ὥστε μηδὲν αὐτῷ συμβῆναι μειώσεως. Μὴ τοίνυν κατὰ τὴν τῆς ἡμετέρας ἀσθενείας ἔννοιαν, καὶ τὰ αἰσθητὰ τῆς πείρας διδάγματα στοχαζόμενοι ἐκ τῶν ἴσων τῶν ἑαυτοῖς μιγνυμένων κτισμάτων μεμίχθαι νομίσωμεν θεὸν καὶ ἄνθρωπον, καὶ τῇ τοιαύτῃ συγχύσει τοῦ τε λόγου καὶ τῆς σαρκὸς ὡσανεί τι σῶμα γενόμενον οὕτω πιστεύειν, μή πως τῷ τρόπῳ τῶν συγχυνομένων δύο φύσεις εἰς μίαν ὑπόστασιν ἐνηνέχθαι νομίσωμεν· ἡ γὰρ τοιαύτη μίξις ἐστὶν ἑκατέ ρου μέρους φθορά. Ὁ δὲ θεὸς ὁ χωρῶν, ἀλλὰ οὐ χωρούμενος, ἐρευνῶν, οὐκ ἐρευνώμενος, πληρῶν, ἀλλ' οὐ πληρούμενος, ἁπανταχοῦ ὁμοῦ ὢν ὅλος καὶ δι' ὅλου χωρῶν διὰ τοῦ ἐγχέαι τὴν ἑαυτοῦ δύναμιν, ὡς οἰκτίρ μων, ἐμίγη τῇ φύσει τῇ ἀνθρωπείᾳ, οὐ μὴν ἡ ἀνθρώπου φύσις ἐμίγη τῇ θείᾳ. Σευηριανοῦ ἐπισκόπου Γαβάλων. Εἰς τὴν γένναν τοῦ Χριστοῦ. Ὢ μυστηρίου ἀληθῶς οὐρανίου καὶ ἐπιγείου, κρατουμένου καὶ μὴ κρατουμένου, ὁρωμένου καὶ μὴ φαινομένου. Τοιοῦτος γὰρ ἦν καὶ ὁ γεννηθεὶς Χριστός, οὐράνιος καὶ ἐπίγειος, κρατούμενος καὶ μὴ κρατούμενος, ὁρώμενος καὶ ἀόρατος· οὐράνιος κατὰ τὴν τῆς θεότητος φύσιν, ἐπίγειος δὲ κατὰ τὴν τῆς ἀνθρωπότητος φύσιν· ὁρώμενος κατὰ τὴν σάρκα, ἀόρατος κατὰ τὸ πνεῦμα· κρατούμενος κατὰ τὸ σῶμα, ἀκράτητος κατὰ τὸν λόγον. Ἀττικοῦ ἐπισκόπου Κωνσταντινουπόλεως. Ἐκ τῆς πρὸς Εὐψύχιον ἐπιστολῆς. Τί τοίνυν ἐχρῆν τὸν πάνσοφον πραγματεύσασθαι; Μεσιτείᾳ τῆς προσληφθείσης σαρκὸς καὶ ἑνώσει τοῦ θεοῦ λόγου πρὸς τὸν ἐκ 182 Μαρίας ἄνθρωπον ἑκάτερα γίνεται, ὥστε τὸν ἐξ ἀμφοῖν ἡνωμένον Χριστόν, θεότητι μὲν διατιθέμενον ἐπὶ τοῦ οἰκείου μεῖναι τῆς ἀπα θοῦς φύσεως ἀξιώματος, σαρκὶ δὲ θανάτῳ προσομιλήσαντα, ὁμοῦ μὲν ἀποδεῖξαι τῇ ὁμοφύλῳ τῆς σαρκὸς φύσει τὴν κατὰ τοῦ θανάτου διὰ τοῦ θανάτου ὑπεροψίαν, ὁμοῦ δὲ κρατύνεσθαι τῇ τελευτῇ τῆς καινῆς διαθήκης τὰ δίκαια. Κυρίλλου ἐπισκόπου Ἀλεξανδρείας. Ἐκ τῆς πρὸς Νεστόριον ἐπιστολῆς. Καὶ ὅτι διάφοροι μὲν αἱ πρὸς ἑνότητα τὴν ἀληθινὴν συνενεχθεῖσαι φύσεις, εἷς δὲ ἐξ ἀμφοῖν θεὸς καὶ υἱός, οὐχ ὡς τῆς τῶν φύσεων δια φορᾶς ἀνῃρημένης διὰ τὴν ἕνωσιν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τοὺς Ἀνατολικοὺς ἐπιστολῆς. Δύο γὰρ φύσεων ἕνωσις γέγονε· διὸ ἕνα Χριστόν, ἕνα υἱόν, ἕνα κύριον ὁμολογοῦμεν. Κατὰ ταύτην τὴν τῆς ἀσυγχύτου ἑνώσεως ἔννοιαν ὁμο λογοῦμεν τὴν ἁγίαν παρθένον θεοτόκον, διὰ τὸ τὸν τοῦ θεοῦ λόγον σαρκωθῆναι καὶ ἐνανθρωπῆσαι, καὶ ἐξ αὐτῆς τῆς συλλήψεως ἑνῶσαι ἑαυτῷ τὸν ἐξ αὐτῆς ληφθέντα ναόν. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται διαφορά, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσιν πεπράχθαι φαμέν. Τοῦ αὐτοῦ. Ἐννοοῦντες τοίνυν, ὡς ἔφην, τῆς ἐνανθρωπήσεως τὸν τρόπον, ὁρῶμεν ὅτι δύο φύσεις συνῆλθον ἀλλήλαις καθ' ἕνωσιν ἀδιάσπαστον ἀσυγχύ τως καὶ ἀδιαιρέτως. Ἡ γὰρ σὰρξ σάρξ ἐστι καὶ οὐ θεότης, εἰ καὶ γέγονε θεοῦ σάρξ. Ὁμοίως δὲ καὶ ὁ λόγος θεός ἐστι καὶ οὐ σάρξ, εἰ καὶ ἰδίαν ἐποιήσατο τὴν σάρκα οἰκονομικῶς. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τῆς πρὸς Ἑβραίους ἐπιστολῆς. Εἰ γὰρ καὶ νοοῖντο διάφοροι καὶ ἀλλήλαις ἄνισοι τῶν εἰς ἑνότητα συνδεδραμηκότων αἱ φύσεις, σαρκὸς δὲ λέγω καὶ θεοῦ, ἀλλ' οὖν εἷς γε μόνος ὁ ἐξ ἀμφοῖν υἱός. 183 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας. Κἂν εἰ λέγοιτο τυχὸν ἡνῶσθαι σαρκὶ καθ' ὑπόστασιν ὁ μονογενὴς τοῦ θεοῦ λόγος, οὐκ ἀνάχυσίν τινα τὴν εἰς ἀλλήλας τῶν φύσεων πεπράχθαι φαμέν, οὔσης δὲ μᾶλλον ἑκατέρας τοῦθ' ὅπερ ἐστίν. Τοῦ αὐτοῦ ἐκ τοῦ ἀπὸ τῶν Σχολίων. Ἄνθρωπος ὠνόμασται, καίτοι κατὰ φύσιν ὑπάρχων θεός, ὁ ἐκ παρθέ νου πατρὸς λόγος, ὡς μετεσχηκὼς αἵματος καὶ σαρκὸς παραπλησίως ἡμῖν. Ὤφθη γὰρ οὕτω τοῖς ἐπὶ γῆς, καὶ οὐ μεθεὶς ὅπερ ἦν, ἀλλ' ἐν προσλήψει γεγονὼς τῆς καθ' ἡμᾶς ἀνθρωπότητος τελείως ἐχούσης κατὰ τὸν ἴδιον λόγον. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῆς ἐνανθρωπήσεως λόγου. Εἷς οὖν ἄρα ἐστὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως θεὸς ἀληθής, καὶ ἐν ἀνθρωπότητι μεμενηκὼς ὅπερ ἦν καὶ ἔστι καὶ ἔσται. Οὐ διαιρετέον οὖν ἄρα τὸν ἕνα κύριον Ἰησοῦν Χριστὸν εἰς ἄνθρωπον ἰδικῶς καὶ εἰς θεὸν ἰδικῶς· ἀλλ' ἕνα καὶ τὸν αὐτὸν Χριστὸν Ἰησοῦν εἶναί φαμεν, τὴν τῶν φύσεων εἰδότες διαφορὰν καὶ ἀσυγχύτους ἀλλήλαις διατηροῦντες αὐτάς. Τοῦ αὐτοῦ μετὰ τὰ ἄλλα. Νόει γὰρ πάντως ὡς ἕτερον ἐν ἑτέρῳ τὸ κατοικοῦν, τουτέστιν, ἡ θεία φύσις ἐν ἀνθρωπότητι, καὶ οὐ παθοῦσα φυρμὸν ἢ ἀνάχυσίν τινα καὶ μετάστασιν ἦν εἰς ὅπερ οὐκ ἦν. Τὸ γὰρ οἰκεῖν ἑτέρῳ λεγόμενον οὐκ αὐτὸ γέγονεν ὅπερ ἐστὶν ἐν ᾧ κατοικεῖ, νοεῖται δὲ μᾶλλον ἕτερον ἐν ἑτέρῳ. Ἐν δέ γε τῇ φύσει τοῦ λόγου καὶ τῆς ἀνθρωπότητος μόνην ἡμῖν σημαίνει διαφοράν. Εἷς γὰρ ἐξ ἀμφοῖν νοεῖται Χριστός. Οὐκοῦν τὸ ἀσύγχυτον εὖ μάλα τετηρηκώς φησιν ἐν ἡμῖν ἐσκηνωκέναι τὸν λόγον. Ἕνα γὰρ υἱὸν οἶδε μονογενῆ τὸν σάρκα γενόμενον καὶ ἐνανθρωπή σαντα. {ΟΡΘ.} Ἀκήκοας, ὦ ἀγαθέ, τῶν μεγάλων τῆς οἰκουμένης φωστή ρων, καὶ τὰς τῆς διδασκαλίας ἀκτῖνας ἑώρακας· καὶ μεμάθηκας ἀκριβῶς ὡς οὐ μόνον μετὰ τὸν τόκον, ἀλλὰ καὶ μετὰ τὸ σωτήριον 184 πάθος καὶ τὴν ἀνάστασιν καὶ τὴν ἀνάληψιν τὴν ἕνωσιν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος ἀσύγχυτον ἔδειξαν. {ΕΡΑΝ.} Οὐκ ᾤμην αὐτοὺς διαιρεῖν τὰς φύσεις μετὰ τὴν ἕνωσιν, πολλὴν δὲ εὗρον διαιρέσεως ἀμετρίαν. {ΟΡΘ.} Μανικόν ἐστι καὶ θρασὺ κατὰ τῶν γενναίων ἐκείνων καὶ τῆς πίστεως ἀριστέων τὴν γλῶτταν κινεῖν. Ἵνα δὲ γνῷς ὡς καὶ Ἀπολινάριος ἀσύγχυτον λέγει γεγενῆσθαι τὴν ἕνωσιν, προσοίσω σοι καὶ τὰς τούτου φωνάς. Ἄκουσον τοίνυν αὐτοῦ λέγοντος. Ἀπολιναρίου. Ἐκ τοῦ κατὰ κεφάλαιον βιβλίου. Ἑνοῦται ἄρα τὰ θεοῦ καὶ σώματος. Δημιουργὸς προσκυνητός, σοφία καὶ δύναμις ὑπάρχων αἰώνιος· ἀπὸ θεότητος ταῦτα. Υἱὸς Μαρίας ἐπ' ἐσχάτου χρόνου τεχθείς, προσκυνῶν θεόν, σοφίᾳ προκόπτων, δυνάμει κραταιούμενος· ταῦτα ἀπὸ σώματος. Τὸ μὲν ὑπὲρ ἁμαρτίας πάθος καὶ ἡ κατάρα παρῆλθεν, καὶ μετέπεσεν εἰς ἀπάθειαν καὶ εὐλογίαν· ἡ δὲ σὰρξ οὐ παρῆλθεν, οὐδὲ παρελεύσεται, οὐδὲ εἰς ἀσώματον μεταβληθή σεται. Καὶ αὖθις μετὰ βραχέα. Οἱ ἄνθρωποι τοῖς ἀλόγοις ζῴοις ὁμοούσιοι κατὰ τὸ σῶμα τὸ ἄλογον, ἑτεροούσιοι δὲ καθὸ λογικοί. Οὕτω καὶ ὁ θεὸς ἀνθρώποις ὁμοούσιος ὢν κατὰ τὴν σάρκα, ἑτεροούσιός ἐστι καθὸ λόγος καὶ θεός. Καὶ ἑτέρωθι δὲ οὕτω φησί. Τῶν συγκιρναμένων αἱ ποιότητες κεράννυνται καὶ οὐκ ἀπόλλυνται, ὥστε τρόπον τινὰ καὶ διίστανται ἀπὸ τῶν συγκερασθέντων, καθάπερ οἶνος ἀπὸ ὕδατος. Οὐδὲ πρὸς σῶμα σύγκρασις, οὐδὲ οἵα σωμάτων πρὸς σώματα, ἀλλ' ἔχουσα καὶ τὸ ἀμιγές, ὥστε καὶ πρὸς τὸ δέον ἑκάστοτε τὴν τῆς θεότητος ἐνέργειαν ἢ ἰδιάζειν ἢ ἐπιμίγνυσθαι, καθὰ γέγονεν ἐπὶ τῆς νηστείας τοῦ κυρίου. Ἐπιμιγνυμένης μὲν τῆς θεότη τος κατὰ τὸ ἀπροσδεές, ἡ πεῖνα ἐκωλύετο· οὐκ ἀντιθείσης δὲ τῇ ἐνδείᾳ τὸ ἀπροσδεές, ἡ πεῖνα ἐγένετο πρὸς τὴν τοῦ διαβόλου κατά λυσιν. Εἰ δὲ τῶν σωμάτων ἡ μίξις οὐκ ἠλλάγη πόσῳ μᾶλλον ἡ τῆς θεότητος; 185 Καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ ταῦτά φησιν. Εἰ ἡ πρὸς σίδηρον ἀνάκρασις, πῦρ ἀποδεικνῦσα τὸν σίδηρον ὡς καὶ τὰ πυρὸς ἐργάζεσθαι, οὐ μετέβαλε τὴν φύσιν αὐτοῦ, οὐδὲ ἡ τοῦ θεοῦ πρὸς τὸ σῶμα ἕνωσις μεταβολὴ σώματός ἐστιν, καίτοι τοῦ σώματος τὰς θείας ἐνεργείας παρεχομένου τοῖς ἐφάψασθαι δυναμένοις. Τούτοις εὐθὺς ἐπισυνάπτει. Εἰ ἄνθρωπος καὶ ψυχὴν ἔχει καὶ σῶμα, καὶ μένει ταῦτα ἐν ἑνότητι ὄντα, πολλῷ μᾶλλον ὁ Χριστὸς θεότητα ἔχων μετὰ σώματος ἔχει ἑκάτερα διαμένοντα καὶ μὴ συγχεόμενα. Καὶ μετ' ὀλίγα πάλιν. Μετέχει μὲν γὰρ ἡ ἀνθρωπίνη τῆς θείας ἐνεργείας καθ' ὅσον ἐφικνεῖ ται· ἑτέρα δέ ἐστιν ὡς ἐλαχίστη μεγίστης. Καὶ δοῦλος μὲν ἄνθρωπος τοῦ θεοῦ, ὁ δὲ θεὸς οὐ δοῦλος τοῦ ἀνθρώπου οὐδὲ ἑαυτοῦ. Καὶ ὁ μὲν ποίημα τοῦ θεοῦ, ὁ δὲ οὔτε τοῦ ἀνθρώπου ποίημα οὔτε ἑαυτοῦ. Καὶ μετ' ὀλίγα. Εἰ κατὰ θεότητα ἐπὶ Χριστοῦ λαμβάνει τις τό," Ἃ βλέπει τὸν πατέρα ποιοῦντα καὶ αὐτὸς ποιεῖ," καὶ μὴ κατὰ σάρκα, καθ' ἣν ἰδιάζει ὁ σαρκωθεὶς παρὰ τὸν μὴ σαρκωθέντα πατέρα, διαιρεῖ δύο θείας ἐνεργείας· οὐ διαιρεῖται δέ, οὐκ ἄρα εἰς θεότητα λέγεται. Εἶτ' αὖθις καὶ ταῦτα τέθεικεν. Ὥσπερ ὁ ἄνθρωπος οὐκ ἄλογος προσκειμένου τοῦ λογικοῦ τῷ ἀλόγῳ, οὕτως οὐδὲ ὁ σωτὴρ κτίσμα προσκειμένου τῷ ἀκτίστῳ θεῷ τοῦ κτιστοῦ σώματος. Τούτοις καὶ ταῦτα ἐπισυνάπτει Τὸ ἀόρατον καὶ συντεθὲν πρὸς σῶμα ὁρατὸν καὶ διὰ τούτου θεωρηθὲν μένει καὶ ἀόρατον· μένει δὲ καὶ ἀσύνθετον, καθὸ οὐ συμπεριορίζεται τῷ σώματι. Καὶ τὸ σῶμα μένον ἐπὶ τοῦ ἰδίου μέτρου προσλαμβάνει τὴν πρὸς θεὸν ἕνωσιν κατὰ τὸ ζωοποιεῖσθαι, οὔτε τὸ ζωοποιούμενον ζωοποιεῖ. Καὶ μετ' ὀλίγα πάλιν οὕτως εἴρηκεν. Εἰ μηδὲ ἡ ψυχῆς πρὸς σῶμα κρᾶσις, καίτοι ἐξ ἀρχῆς κατὰ συμφυΐαν οὖσα, ὁρατὴν αὐτὴν διὰ τὸ σῶμα ποιεῖ, μηδὲ εἰς τὰ ἄλλα τοῦ σώματος 186 ἰδιώματα μεταβάλλει, ὥστε καὶ τέμνεσθαι καὶ ἐλαττοῦσθαι, πόσῳ μᾶλλον ὁ μὴ φύσει σώματι συμφυὴς θεὸς ἀμεταβλήτως ἑνοῦται πρὸς σῶμα; Καὶ εἰ τὸ σῶμα τοῦ ἀνθρώπου ἐπὶ τῆς ἰδίας φύσεως μένει, καὶ τοῦτό γε ἐψυχωμένον, οὐδὲ ἐπὶ τοῦ Χριστοῦ τὸ σῶμα ἡ σύγκρασις μήτε μετέβαλεν ὡς μὴ εἶναι σῶμα. Καὶ μετὰ πλεῖστα πάλιν ταῦτα τέθεικεν. Ὁ ψυχὴν καὶ σῶμα ὁμολογῶν ὡς ἓν ὑπὸ τῆς γραφῆς παρίστασθαι ἑαυτῷ μάχεται τὴν τοιαύτην ἕνωσιν τοῦ λόγου πρὸς σῶμα μεταβολὴν εἶναι φάσκων, ταύτην οὐδὲ ἐπὶ ψυχῆς θεωρουμένην. Ἄκουσον αὐτοῦ πάλιν διαρρήδην βοῶντος. Εἰ οἱ μὴ λέγοντες παραμένειν τὴν σάρκα τοῦ κυρίου δυσσεβοῦσι, πολλῷ μᾶλλον οἱ μηδὲ τὴν ἀρχὴν σεσαρκῶσθαι ὁμολογοῦντες· Καὶ ἐν τῷ περὶ σαρκώσεως λογιδίῳ πάλιν ταῦτα γέγραφε. Τὸ μὲν οὖν," Κάθου ἐκ δεξιῶν μου," ὡς πρὸς ἄνθρωπον λέγει· οὐ γὰρ τῷ ἀεὶ καθημένῳ ἐπὶ θρόνου δόξης καθὸ θεὸς λόγος εἴρηται μετὰ τὴν ἄνοδον τὴν ἐκ γῆς· ἀλλὰ τῷ νῦν εἰς τὴν ἐπουράνιον ὑψωθέντι δόξαν καθὸ ἄνθρωπος, ὡς οἱ ἀπόστολοι λέγουσιν·" Οὐ γὰρ Δαβὶδ ἀνέβη εἰς τοὺς οὐρανούς· λέγει δὲ αὐτός, Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου." Ἀνθρώπινον μὲν τὸ πρόσταγμα, ἀρχὴν τῇ καθέδρᾳ διδόν, θεῖον δὲ τὸ ἀξίωμα τὸ συγκαθῆσθαι θεῷ, ᾧ λει τουργοῦσιν αἱ χίλιαι χιλιάδες, καὶ παρεστήκασιν αἱ μύριαι μυριάδες. Καὶ μετ' ὀλίγα. Οὐ γὰρ ὡς θεῷ ὑποτάσσει τοὺς ἐχθρούς, ἀλλ' ὡς ἀνθρώπῳ, ὥστε τὸν αὐτὸν εἶναι καὶ θεὸν ὁρώμενον καὶ ἄνθρωπον. Ὅτι δὲ ὡς ἀνθρώπῳ λέγεται τό," Ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου," διδάσκει Παῦλος ἴδιον αὐτοῦ τὸ κατόρθωμα λέγων κατὰ τὸ θεϊκὸν δηλαδή·" Κατὰ τὴν ἐνέργειαν, φησί, τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα." Ὅρα ἀχωρίστως ἐν τῷ ἑνὶ προσώπῳ θεότητα καὶ ἀνθρωπότητα. Καὶ μετὰ βραχέα. 187" Δόξασόν με σύ, πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί." Τὸ μὲν γὰρ δόξαζον ὡς ἄνθρωπος λέγει, τὸ δὲ ἔχειν πρὸ αἰῶνος τὴν δόξαν ὡς θεὸς ἀποκαλύπτει. Καὶ αὖθις μετ' ὀλίγα. Ἀλλ' ἡμεῖς μὴ ταπεινωθῶμεν ταπεινὴν ἡγησάμενοι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ προσκύνησιν καὶ μετὰ τῆς ἀνθρωπίνης ὁμοιώσεως, ἀλλ' ὥς τινα βασιλέα καὶ ἐν εὐτελεῖ φανέντα στολῇ τῇ βασιλικῇ δόξῃ δοξάζοντες, καὶ μάλιστα ὁρῶντες καὶ αὐτὸ τὸ ἔνδυμα δοξασθέν, ὡς ἥρμοττε σώματι θεοῦ καὶ σωτῆρι κόσμου καὶ σπέρματι ζωῆς αἰωνίου καὶ ὀργάνῳ θείων ἐνεργειῶν καὶ λυτικῷ κακίας ἁπάσης καὶ θανάτου καθαιρετικῷ καὶ ἀναστάσεως ἀρχηγῷ· εἰ γὰρ καὶ τὴν φύσιν ἐξ ἀνθρώ πων ἔσχεν, ἀλλὰ τὴν ζωὴν ἐκ θεοῦ καὶ τὴν δύναμιν ἐξ οὐρανοῦ καὶ τὴν ἀρετὴν θείαν. Καὶ μετ' ὀλίγα. Ὅθεν ἡμεῖς τὸ σῶμα προσκυνοῦμεν ὡς τὸν λόγον, τοῦ σώματος μετέχομεν ὡς τοῦ πνεύματος. {ΟΡΘ.} Ἰδού σοι καὶ ὁ πρῶτος τῶν φύσεων τὴν κρᾶσιν εἰσάγων ἀναφανδὸν τῇ διαιρέσει χρώμενος ἀπεδείχθη. Οὗτος καὶ στολὴν τὸ σῶμα καὶ κτίσμα καὶ ὄργανον προσηγόρευσε. Καὶ μέντοι καὶ δοῦλον ὠνόμασεν, ὅπερ οὐδεὶς ἡμῶν εἰπεῖν ἐτόλμησε πώποτε. Τοῦτο καὶ τῆς ἐκ δεξιῶν εἴρηκεν ἀξιωθῆναι καθέδρας, καὶ ἄλλα δὲ πλεῖστα παρὰ τῆς κενῆς ὑμῶν αἱρέσεως ἐκβαλλόμενα. {ΕΡΑΝ.} Καὶ τί δήποτε τὴν κρᾶσιν πρῶτος εἰσάγων τοσαύτην ἐντέθεικε τοῖς λόγοις διαίρεσιν; {ΟΡΘ.} Βιάζεται τῆς ἀληθείας ἡ δύναμις καὶ τοὺς ἄγαν αὐτῇ μαχομένους τοῖς παρ' αὐτῆς λεγομένοις συνθέσθαι. Ἀλλ' εἴ σοι δοκεῖ, καὶ τὸν περὶ τῆς ἀπαθείας τοῦ κυρίου κινήσωμεν λόγον. {ΕΡΑΝ.} Οἶσθ' ὅτι καὶ τὰς χορδὰς οἱ μουσικοὶ διαναπαύειν εἰώθασι, καὶ χαλῶσι ταύτας τοὺς κόλλοπας περιστρέφοντες. Εἰ δὲ καὶ τὰ λόγου καὶ ψυχῆς πάμπαν ἐστερημένα δεῖταί τινος ἀναπαύλης, οὐδὲν ἄρα δράσομεν ἀπεικὸς οἱ ψυχῆς καὶ λόγου μετειληχότες, μετροῦντες τῇ δυνάμει τὸν πόνον. Ἀναβαλώμεθα τοίνυν εἰς αὔριον. 188 {ΟΡΘ.} Ὁ μὲν θεῖος Δαβὶδ νύκτωρ καὶ μεθ' ἡμέραν τῶν θείων ποιεῖσθαι λογίων τὴν μελέτην παρεγγυᾷ· γενέσθω δὲ ὅμως ὅπερ εἴρηκας, καὶ φυλάξωμεν εἰς τὴν ὑστεραίαν τοῦ λειπομένου τὴν ἔρευναν. 189 ΑΠΑΘΗΣ ΔΙΑΛΟΓΟΣ Γʹ {ΟΡΘ.} Ὅτι μὲν ἄτρεπτος ὁ θεὸς λόγος καὶ ἐνηνθρώπησεν οὐκ εἰς σάρκα τραπείς, ἀλλ' ἀνθρωπείαν φύσιν τελείαν λαβών, ἐν τοῖς πρόσθεν ἐξητασμένοις ἀπεδείξαμεν λόγοις. Ὅτι δὲ καὶ μετὰ τὴν ἕνωσιν μεμέ νηκεν οἷος ἦν, ἀκήρατος, ἀπαθής, ἀναλλοίωτος, ἀπερίγραφος, καὶ ὡς ἣν ἀνέλαβε φύσιν ἀκραιφνῆ διετήρησε, σαφῶς ἡμᾶς ἡ θεία γραφὴ καὶ μέντοι καὶ τῶν ἐκκλησιῶν οἱ διδάσκαλοι καὶ τῆς οἰκουμένης οἱ φωστῆρες ἐδίδαξαν. Λοιπὸν τοίνυν ἡμῖν ὁ περὶ τοῦ πάθους πρόκειται λόγος, ὡς μάλιστα προὐργιαίτατος ὤν. Αὐτὸς γὰρ ἡμῖν τὰ σωτήρια προσενήνοχε νάματα. {ΕΡΑΝ.} Ὀνησιφόρον μὲν κἀγὼ τόνδε τὸν λόγον ὑπείληφα. Τῆς μέν τοι προτέρας οὐκ ἀνέξομαι τάξεως, ἀλλὰ ἐγὼ τὰς ἐρωτήσεις ποιήσο μαι. {ΟΡΘ.} Ἐγὼ δὲ ἀποκρινοῦμαι, καὶ οὐκ ὀρρωδήσω τῆς τάξεως τὴν ἐναλλαγήν. Ὁ γὰρ τῆς ἀληθείας συνήγορος οὐκ ἐρωτῶν μόνον, ἀλλὰ καὶ ἐρωτώμενος, ἔχει τῆς ἀληθείας τὸ κράτος. Ἔρου τοίνυν ὡς ἐβουλήθης. {ΕΡΑΝ.} Τίνα τὸ πάθος ὑπομεμενηκέναι λέγεις; {ΟΡΘ.} Τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. {ΕΡΑΝ.} Ἄνθρωπος οὖν ἡμῖν παρέσχε τὴν σωτηρίαν; {ΟΡΘ.} Ἄνθρωπον γὰρ εἶναι τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν συνωμολογήσαμεν μόνον; {ΕΡΑΝ.} Νῦν οὖν ὅρισαι τί τὸν Χριστὸν εἶναι πιστεύεις. {ΟΡΘ.} Υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος ἐνανθρωπήσαντα. {ΕΡΑΝ.} Ὁ δὲ τοῦ θεοῦ υἱὸς θεός; {ΟΡΘ.} Θεὸς τὴν αὐτὴν ἔχων οὐσίαν τῷ γεγεννηκότι πατρί. {ΕΡΑΝ.} Θεὸς οὖν τὸ πάθος ὑπέμεινεν. {ΟΡΘ.} Εἰ ἀσώματος τῷ σταυρῷ προσηλώθη, τῇ θεότητι τὸ πάθος ἅρμοσον· εἰ δὲ σάρκα λαβὼν ἐνηνθρώπησε, τί δήποτε τὸ μὲν παθητὸν ἐᾷς ἀπαθές, τὸ δὲ ἀπαθὲς ὑποβάλλεις τῷ πάθει; 190 {ΕΡΑΝ.} Ἀλλὰ σάρκα τούτου χάριν προσέλαβεν, ἵνα διὰ τοῦ παθη τοῦ τὸ ἀπαθὲς ὑπομείνῃ τὸ πάθος. {ΟΡΘ.} Ἀπαθῆ καλεῖς, καὶ πάθος αὐτῷ προσαρμόττεις. {ΕΡΑΝ.} Εἶπον ὅτι σάρκα ἔλαβεν ἵνα πάθῃ. {ΟΡΘ.} Εἰ φύσιν δεκτικὴν εἶχε πάθους, καὶ δίχα σαρκὸς ἔπαθεν ἄν, περιττὴ τοίνυν ἡ σάρξ. {ΕΡΑΝ.} Ἡ θεία φύσις ἀθάνατος, θνητὴ δὲ ἡ τῆς σαρκός. Ἡνώθη τοίνυν τῇ θνητῇ ἡ ἀθάνατος, ἵνα γεύσηται δι' ἐκείνης θανάτου. {ΟΡΘ.} Τὸ φύσει ἀθάνατον οὐδὲ τῷ θνητῷ συναπτόμενον ὑπομένει θάνατον· καὶ τοῦτο ῥᾴδιον διαγνῶναι. {ΕΡΑΝ.} Ἀπόδειξον τοῦτο, καὶ λύσον τὴν ἀμφισβήτησιν. {ΟΡΘ.} Τὴν ἀνθρωπείαν ψυχὴν ἀθάνατον εἶναι φῂς ἢ θνητήν; {ΕΡΑΝ.} Ἀθάνατον. {ΟΡΘ.} Τὸ δὲ σῶμα θνητὸν ἢ ἀθάνατον; {ΕΡΑΝ.} Δηλονότι θνητόν. {ΟΡΘ.} Ἐκ δὲ τούτων τῶν φύσεών φαμεν συνεστάναι τὸν ἄνθρωπον; {ΕΡΑΝ.} Οὕτω φαμέν. {ΟΡΘ.} Συνήφθη τοίνυν τὸ ἀθάνατον τῷ θνητῷ. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Ἀλλὰ τῆς συναφείας ἤγουν ἑνώσεως λυομένης, τὸ μὲν θνητὸν δέχεται τοῦ θανάτου τὸν ὅρον, μένει δὲ ἀθάνατος ἡ ψυχή, καίτοι τῆς ἁμαρτίας ἐπενεγκούσης τὸν θάνατον. Ἢ οὐχ ἡγῇ τιμωρίαν εἶναι τὸν θάνατον; {ΕΡΑΝ.} Ἡ θεία τοίνυν τοῦτο διδάσκει γραφή. Παρ' αὐτῆς γὰρ μανθάνομεν, ὡς ἀπαγορεύσας τῷ Ἀδὰμ ὁ θεὸς τοῦ φυτοῦ τῆς γνώ σεως τὴν μετάληψιν ἐπήγαγεν·" Ἧι δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε." {ΟΡΘ.} Τιμωρία τοίνυν τῶν ἡμαρτηκότων ὁ θάνατος. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Τί δήποτε τοίνυν, ψυχῆς ὁμοῦ καὶ σώματος ἡμαρτηκότων, τὸ σῶμα μόνον ὑπομένει τοῦ θανάτου τὴν τιμωρίαν; {ΕΡΑΝ.} Αὐτὸ γὰρ εἶδε τὸ ξύλον κακῶς καὶ τὰς χεῖρας ἐξέτεινε καὶ τὸν ἀπειρημένον καρπὸν ἀπεσύλησε. Καὶ αὐτὸ πάλιν τὸ στόμα τοῦτον 191 τοῖς ὀδοῦσιν ἐλέπτυνεν, καὶ ταῖς μύλαις ἐλέανεν. Εἶτ' αὖθις ὁ οἰσο φάγος τοῦτον ὑποδεξάμενος παρέπεμψε τῇ γαστρί· κἀκείνη δὲ ἀλλοιώσασα τῷ ἥπατι μεταδέδωκε. Τὸ δέ γε ἧπαρ εἰς αἵματος φύσιν μετέβαλεν ὅπερ ἔλαβε, καὶ τῇ κοίλῃ φλεβὶ παραδέδωκεν· ἐκείνη δὲ ταῖς συμφυέσι, κἀκεῖναι διὰ τῶν ἄλλων τῷ σώματι· καὶ οὕτως εἰς ἅπαν διέβη τὸ σῶμα τῆς ἀπειρημένης βρώσεως ἡ λῃστεία. Εἰκότως τοίνυν τὸ σῶμα μόνον τὴν ὑπὲρ τῆς ἁμαρτίας ὑπέμεινε τιμωρίαν. {ΟΡΘ.} Φυσιολογικῶς ἡμῖν τὰ περὶ τῆς τροφῆς διεξελήλυθας, καὶ δι' ὅσων αὕτη μορίων ὁδεύουσα καὶ πόσας ἀλλοιώσεις ὑφισταμένη ὕστερον εἰς τὴν τοῦ σώματος μεταβάλλεται φύσιν. Ἐκεῖνο μέντοι συνιδεῖν οὐκ ἠθέλησας, ὡς δίχα ψυχῆς τούτων οὐδὲν τὸ σῶμα τῶν εἰρημένων ἐργάζεται. Καταλειφθὲν γὰρ ὑπὸ τῆς συνεζευγμένης ψυχῆς κεῖται ἄπνουν καὶ ἄφωνον καὶ ἀκίνητον· καὶ οὔτε ὀφθαλμὸς ὁρᾷ κακῶς οὔτ' αὖ καλῶς, οὔτε τὰ ὦτα εἰσδέχεται τῶν φωνῶν τὴν ἠχήν, οὐ κινοῦνται χεῖρες, οὐ βαδίζουσι πόδες· ἀλλ' ἔοικεν ὀργάνῳ ἐστερημένῳ τοῦ μουσικοῦ. Πῶς οὖν ἔφησθα μόνον ἡμαρτηκέναι τὸ σῶμα τὸ δίχα ψυχῆς μηδὲ ἀναπνεῖν τὸ παράπαν δυνάμενον; {ΕΡΑΝ.} Μεταλαμβάνει μὲν τὸ σῶμα ζωῆς παρὰ τῆς ψυχῆς, προξε νεῖ δὲ τῇ ψυχῇ τῆς ἁμαρτίας τὴν ἐπιζήμιον κτῆσιν. {ΟΡΘ.} Πῶς καὶ τίνα τρόπον; {ΕΡΑΝ.} Διὰ μὲν τῶν ὀφθαλμῶν ὁρᾶν αὐτὴν παρασκευάζει κακῶς, διὰ δὲ τῶν ἀκοῶν ἀκούειν ἃ μὴ συμφέρει, καὶ διὰ τῆς γλώτ της τὰ λυμαινόμενα φθέγγεσθαι, καὶ διὰ τῶν ἄλλων μορίων ἃ μὴ θέμις ποιεῖν. {ΟΡΘ.} Τοὺς κωφοὺς ἡμῖν, ὡς ἔοικε, μακαριστέον καὶ τοὺς τὸ βλέ πειν ἀφῃρημένους καὶ τῶν ἄλλων μορίων ἐστερημένους. Οὐ γὰρ μεταλαγχάνουσι τούτων αἱ ψυχαὶ τῆς πονηρίας τοῦ σώματος. Τί δήποτε δέ, ὦ σοφώτατε, τῶν μὲν ψεκτῶν τοῦ σώματος ἐμνήσθης ὑπουργιῶν, τὰς ἀξιεπαίνους δὲ παραλέλοιπας; Ἔστι γὰρ καὶ φιλικῶς καὶ φιλανθρώπως ἰδεῖν, καὶ κατανύξεως ἀπομόρξασθαι δάκρυον, καὶ θείων ἀκοῦσαι λογίων, καὶ κλῖναι δεομένῳ τὸ οὖς, καὶ ὑμνῆσαι τῇ γλώττῃ τὸν ποιητήν, καὶ διδάξαι τὸν πέλας ἃ δεῖ, καὶ κινῆσαι τὰς χεῖρας εἰς ἔλεον, καὶ συλλήβδην εἰπεῖν, εἰς ἅπασαν κτῆσιν ἀρετῆς χρήσασθαι τοῖς μορίοις τοῦ σώματος. {ΕΡΑΝ.} Ἀληθῆ ταῦτα. 192 {ΟΡΘ.} Οὐκοῦν κοινὸν ψυχῆς καὶ σώματος καὶ τὸ φυλάττειν καὶ τὸ παραβαίνειν τοὺς νόμους. {ΕΡΑΝ.} Κοινόν. {ΟΡΘ.} Ἐμοὶ δοκεῖ καὶ ἄρχειν ἑκατέρου τὴν ψυχὴν τῷ λογισμῷ πρὸ τοῦ σώματος κεχρημένην. {ΕΡΑΝ.} Πῶς τοῦτο λέγεις; {ΟΡΘ.} Ὅτι τὸ πρῶτον ὁ νοῦς τὴν ἀρετὴν ἢ τὴν κακίαν σκιογραφεῖ, εἶθ' οὕτως αὐτὴν διαμορφοῖ, ὀργάνοις μὲν κεχρημένος τοῖς μορίοις τοῦ σώματος, χρώμασι δὲ καὶ ὕλαις ταῖς εἰς ἑκάτερα προσφόροις. {ΕΡΑΝ.} Ἔοικεν. {ΟΡΘ.} Εἰ τοίνυν συναμαρτάνει τῷ σώματι, μᾶλλον δὲ ἄρχει τῆς ἁμαρτίας (ἡνιοχεῖν γὰρ τὸ ζῷον καὶ κυβερνᾶν ἐπιστεύθη), τί δήποτε κοινωνοῦσα τῆς ἁμαρτίας οὐ κοινωνεῖ τῆς τιμωρίας; {ΕΡΑΝ.} Καὶ πῶς οἷον τ' ἦν τὴν ἀθάνατον θανάτου μεταλαχεῖν; {ΟΡΘ.} Δίκαιον δὲ ἦν ὅμως μετασχοῦσαν τῆς παραβάσεως μετα σχεῖν τῆς κολάσεως. {ΕΡΑΝ.} Δίκαιον. {ΟΡΘ.} Οὐ μετέλαχε δέ. {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἐν δέ γε τῷ μέλλοντι βίῳ μετὰ τοῦ σώματος τῇ γεέννῃ παραδοθήσεται. {ΕΡΑΝ.} Οὕτως ὁ κύριος εἴρηκε·" Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτε νόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβηθήτε δὲ μᾶλλον τὸν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα δυνάμενον ἀπολέσαι ἐν γεέννῃ." {ΟΡΘ.} Οὐκοῦν ἐν μὲν τῷδε τῷ βίῳ διέφυγε τὸν θάνατον ὡς ἀθάνα τος· ἐν ἐκείνῳ δὲ τῷ βίῳ δώσει δίκας οὐ θάνατον ὑπομένουσα, ἀλλ' ἐν ζωῇ κολαζομένη. {ΕΡΑΝ.} Ἡ θεία καὶ τοῦτο διδάσκει γραφή. {ΟΡΘ.} Ἀδύνατον ἄρα θάνατον ὑπομεῖναι τὴν ἀθάνατον φύσιν. {ΕΡΑΝ.} Οὕτω πέφανται. {ΟΡΘ.} Πῶς τοίνυν τὸν θεὸν λόγον γεύσασθαι θανάτου φατέ; Εἰ

Intertext edge

Open linked passage

Note