Eranistes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
193.1.1
γὰρ ἔνθα κτιστὸν τὸ ἀθάνατον ἀδύνατον ὤφθη τοῦτο γενέσθαι θνητόν, πῶς οἷόν τε τὸν ἀκτίστως καὶ ἀϊδίως ἀθάνατον τὸν τῶν θνητῶν καὶ ἀθανάτων φύσεων ποιητὴν θανάτου μεταλαχεῖν; {ΕΡΑΝ.} Ἴσμεν αὐτοῦ καὶ ἡμεῖς τὴν φύσιν ἀθάνατον, σαρκὶ δὲ αὐτόν φαμεν μετεσχηκέναι θανάτου. {ΟΡΘ.} Ἀλλὰ διαρρήδην ἡμεῖς ἀπεδείξαμεν, ὡς κατ' οὐδένα τρόπον θανάτου μετασχεῖν δυνατὸν τὸ φύσει ἀθάνατον. Οὐδὲ γὰρ ἡ ψυχὴ συνδημιουργηθεῖσα καὶ συναφθεῖσα τῷ σώματι καὶ συμμετασχοῦσά γε τῆς ἁμαρτίας, ἐκείνῳ ἐκοινώνησε τοῦ θανάτου διὰ μόνην τὴν ἀθανασίαν τῆς φύσεως. Ταὐτὸ δὲ τοῦτο καὶ ἑτέρως σκοπήσωμεν. {ΕΡΑΝ.} Οὐδὲν κωλύει πάντα κινῆσαι πόρον, ὥστε τ' ἀληθὲς ἐξευρεῖν. {ΟΡΘ.} Ζητήσωμεν τοίνυν ὡδί. Τῆς ἀρετῆς καὶ τῆς κακίας φαμέν τινας μὲν εἶναι διδασκάλους, τινὰς δὲ τούτων αὐτῶν φοιτητάς; {ΕΡΑΝ.} Φαμέν. {ΟΡΘ.} Τὸν δέ γε τῆς ἀρετῆς διδάσκαλον μειζόνων εἶναι λέγομεν ἄξιον ἀντιδόσεων; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ὡσαύτως δὲ καὶ τὸν τῆς κακίας διπλασίας καὶ τριπλασίας λέγεις ἄξιον τιμωρίας; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Τὸν δὲ διάβολον ποίας θετέον μερίδος; διδάσκαλον εἶναί φαμεν ἢ μαθητήν; {ΕΡΑΝ.} Διδασκάλων μὲν οὖν διδάσκαλον. Αὐτὸς γὰρ πάσης ἐστὶ κακίας καὶ πατὴρ καὶ διδάσκαλος. {ΟΡΘ.} Τίνες δὲ ἄρα τούτου ἀνθρώπων πρῶτοι γεγένηνται μαθηταί; {ΕΡΑΝ.} Ὁ Ἀδὰμ καὶ ἡ Εὔα. {ΟΡΘ.} Τίνες δὲ τὴν ψῆφον τοῦ θανάτου ἐδέξαντο; {ΕΡΑΝ.} Ὁ Ἀδὰμ καὶ πᾶν τοῦδε τὸ γένος. {ΟΡΘ.} Οἱ μαθηταὶ ἄρα δίκας ἔδοσαν ὑπὲρ ὧν κακῶς ἐδιδάχθησαν· ὁ δέ γε διδάσκαλος, ὃν ἀρτίως εἰρήκαμεν διπλασίας εἶναι καὶ τριπλα σίας κολάσεως ἄξιον, τὴν τιμωρίαν διέφυγεν; {ΕΡΑΝ.} Ἔοικεν. 194 {ΟΡΘ.} Ἀλλ' ὅμως καὶ τούτων οὕτω γεγενημένων, δίκαιον τὸν κριτὴν καὶ ἴσμεν καὶ ὀνομάζομεν. {ΕΡΑΝ.} Μάλιστα. {ΟΡΘ.} Τί δήποτε τοίνυν δίκαιος ὢν οὐκ εἰσέπραξεν ἐκεῖνον τῆς κακῆς διδασκαλίας εὐθύνας; {ΕΡΑΝ.} Αὐτῷ τὴν ἄσβεστον τῆς γεέννης κατεσκεύασε φλόγα." Πορεύεσθε, γάρ φησιν, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ." Ἐνταῦθα δὲ τού του χάριν οὐκ ἐκοινώνησεν τοῦ θανάτου τοῖς μαθηταῖς, ὡς φύσιν ἔχων ἀθάνατον. {ΟΡΘ.} Οὐδὲ οἱ τὰ μέγιστα ἄρα πλημμελήσαντες θανάτου οἷοί τε μετασχεῖν, εἰ φύσιν ἀθάνατον ἔχοιεν. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Εἰ τοίνυν οὐδὲ αὐτὸς ὁ τῆς κακίας εὑρετὴς καὶ διδάσκαλος μετέλαχε θανάτου διὰ τὴν ἀθανασίαν τῆς φύσεως, πῶς οὐ πεφρίκατε λέγοντες τὴν τῆς ἀθανασίας καὶ δικαιοσύνης πηγὴν μετεσχηκέναι θανάτου; {ΕΡΑΝ.} Εἰ μὲν ἀκουσίως αὐτὸν ὑπομεμενηκέναι τὸ πάθος λέγομεν, ἔσχεν ἂν πρόφασιν ἡ καθ' ἡμῶν παρ' ὑμῶν γινομένη κατηγορία δικαίαν. Εἰ δ' αὐθαίρετον τὸ πάθος καὶ ὁ θάνατος ἐθελούσιος κηρύσσε ται παρ' ἡμῶν, οὐ κατηγορεῖν ἡμῶν, ἀλλ' ὑμνεῖν προσήκει τὴν τῆς φιλανθρωπίας ὑπερβολήν. Ἐθελήσας γὰρ πέπονθε, καὶ βουληθεὶς τοῦ θανάτου μετέσχηκεν. {ΟΡΘ.} Πάμπαν, ὡς ἔοικε, τὴν θείαν ἠγνοήκατε φύσιν. Ὁ γὰρ δεσπότης θεὸς οὐδὲν ὧν μὴ πέφυκε βούλεται, πάντα δὲ ὅσα βούλεται δύναται. Βούλεται δὲ τὰ τῇ οἰκείᾳ φύσει πρόσφορά τε καὶ πρέποντα. {ΕΡΑΝ.} Ἡμεῖς μεμαθήκαμεν ἅπαντα δυνατὰ τῷ θεῷ. {ΟΡΘ.} Ἀορίστως ἀποφαινόμενος συμπεριλαμβάνεις τῷ λόγῳ καὶ ὅσα προσήκει τῇ τοῦ διαβόλου μερίδι. Ὁ γὰρ ἀπολύτως πάντα εἰπὼν καὶ τὰ ἀγαθὰ καὶ τὰ τούτων ἐναντία κατὰ ταὐτὸν εἴρηκεν. {ΕΡΑΝ.} Ὁ οὖν γενναῖος Ἰὼβ οὐκ ἀπολύτως εἴρηκεν," Οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν;" {ΟΡΘ.} Εἰ ἀναγνοίης τὰ τῷ δικαίῳ προειρημένα, καὶ τὸν τούτων ἐξ 195 ἐκείνων εὑρήσεις σκοπόν. Ἔφη δὲ οὕτως·" Μνήσθητι ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις· ἦ οὐχ ὡς γάλα με ἤμελ ξας, ἔπηξας δέ με ἴσα τυρῷ; Δέρμα καὶ κρέας ἐνέδυσάς με, ὀστέοις δὲ καὶ νεύροις ἐνεῖράς με· ζωὴν δὲ καὶ ἔλεον ἔθου παρ' ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαττέ μου τὸ πνεῦμα." Τούτοις ἐπάγει," Ταῦτα ἔχων ἐν ἑαυτῷ, οἶδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν." Οὐκοῦν ὅσα τούτοις συμβαίνει, καὶ τῇ ἀκηράτῳ φύσει πρέπειν δύνασθαι ἔφη τῷ τῶν ὅλων θεῷ; {ΕΡΑΝ.} Οὐδὲν ἀδύνατον τῷ παντοδυνάμῳ θεῷ. {ΟΡΘ.} Καὶ τὸ ἁμαρτάνειν ἄρα δυνατὸν τῷ παντοδυνάμῳ θεῷ κατά γε τὸν ὅρον τὸν σόν. {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Διὰ τί; {ΕΡΑΝ.} Ἐπειδήπερ οὐ βούλεται. {ΟΡΘ.} Τοῦ δὴ χάριν οὐ βούλεται; {ΕΡΑΝ.} Ἐπειδὴ τῆς φύσεως ἐκείνης τὸ ἁμαρτάνειν ἀλλότριον. {ΟΡΘ.} Πολλὰ τοίνυν οὐ δύναται· πολλὰ γὰρ εἴδη πλημμελημάτων. {ΕΡΑΝ.} Οὐδὲν τῶν τοιούτων ἢ βουλητὸν ἢ δυνατὸν τῷ θεῷ. {ΟΡΘ.} Οὔτε μὴν ἐκεῖνα ἃ τῆς φύσεώς ἐστιν ἐναντία τῆς θείας. {ΕΡΑΝ.} Ποῖα ταῦτα; {ΟΡΘ.} Οἷον, φῶς νοερόν τε καὶ ἀληθινὸν εἶναι τὸν θεὸν ἐδιδάχθημεν. {ΕΡΑΝ.} Ἀληθῶς. {ΟΡΘ.} Ἀλλ' οὐκ ἂν αὐτὸν φαίημεν σκότος ἢ βουληθῆναι ἢ δυνηθῆ ναι γενέσθαι. {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Πάλιν ἀόρατον αὐτοῦ τὴν φύσιν ἡ θεία λέγει γραφή. {ΕΡΑΝ.} Οὕτω λέγει. {ΟΡΘ.} Ἀλλ' ὁρατὴν αὐτὴν οὐκ ἂν εἴποιμεν δύνασθαι γενέσθαι ποτέ. {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Οὔτε μὴν καταληπτήν. {ΕΡΑΝ.} Οὐ γάρ. {ΟΡΘ.} Ἀκατάληπτος γάρ ἐστι καὶ πάμπαν ἀνέφικτος. {ΕΡΑΝ.} Ἀληθῆ λέγεις. {ΟΡΘ.} Οὐκοῦν οὐδὲ ὁ ὢν γένοιτ' ἂν οὐκ ὤν. 196 {ΕΡΑΝ.} Ἄπαγε. {ΟΡΘ.} Οὐδέ γε ὁ πατὴρ υἱός. {ΕΡΑΝ.} Τῶν ἀδυνάτων. {ΟΡΘ.} Οὐδὲ ὁ ἀγέννητος ἄρα γεγεννημένος. {ΕΡΑΝ.} Πῶς γάρ; {ΟΡΘ.} Οὔτε μὴν ὁ υἱὸς γένοιτ' ἄν ποτε πατήρ. {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Οὐδέ γε τὸ πνεῦμα τὸ ἅγιον γένοιτ' ἂν υἱὸς ἢ πατήρ. {ΕΡΑΝ.} Πάντα ταῦτα ἀδύνατα. {ΟΡΘ.} Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα εὑρίσκομεν ὁμοίως ἀδύνατα. Οὔτε γὰρ τὸ αἰώνιον ὑπὸ χρόνον ἔσται, οὔτε τὸ ἄκτιστον κτιστόν γε καὶ ποιητόν, οὔτε πεπερασμένον τὸ ἄπειρον, καὶ ὅσα τούτοις ἐστὶ παραπλήσια. {ΕΡΑΝ.} Οὐδὲν τούτων ἐστὶ δυνατόν. {ΟΡΘ.} Πολλὰ τοίνυν εὑρήκαμεν ἀδύνατα ὄντα τῷ παντοδυνάμῳ θεῷ. {ΕΡΑΝ.} Ἀληθῶς. {ΟΡΘ.} Ἀλλὰ τὸ μὴ δυνηθῆναί τι τούτων ἀπείρου δυνάμεως οὐκ ἀσθενείας τεκμήριον· τὸ δέ γε δυνηθῆναι ἀδυναμίας δήπουθεν οὐ δυνάμεως. {ΕΡΑΝ.} Πῶς τοῦτο ἔφης; {ΟΡΘ.} Ὅτι τούτων ἕκαστον τὸ ἄτρεπτον τοῦ θεοῦ κηρύττει καὶ ἀναλλοίωτον. Τὸ γὰρ μὴ δυνηθῆναι τὸν ἀγαθὸν γενέσθαι κακὸν τὴν ὑπερβολὴν σημαίνει τῆς ἀγαθότητος, καὶ τὸ τὸν δίκαιον μηδέποτ' ἂν γενέσθαι ἄδικον μηδὲ τὸν ἀληθῆ ψεύστην τὸ ἐν ἀληθείᾳ καὶ δικαιο σύνῃ σταθερόν τε καὶ βέβαιον δείκνυσιν. Οὕτω τὸ ἀληθινὸν φῶς οὐκ ἂν γένοιτο σκότος, οὐδὲ ὁ ὢν οὐκ ὤν. Διαρκὲς γὰρ ἔχει τὸ εἶναι, καὶ ἀναλλοίωτον ὑπάρχει τὸ φῶς. Οὕτω τ' ἄλλα πάντα σκεψάμενος εὑρή σεις τὸ μὴ δύνασθαι δυνάμεως τῆς ἄκρας ἐμφαντικόν. Οὕτως ἐπὶ τοῦ θεοῦ τὰ τοιαῦτα μὴ δύνασθαι καὶ ὁ θεῖος ἀπόστολος νενόηκέ τε καὶ τέθεικεν. Ἑβραίοις μὲν γὰρ ἐπιστέλλων ὧδέ φησιν·" Ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν·" οὐκ ἀσθενὲς τὸ ἀδύνατον, ἀλλὰ ἄγαν αὐτὸ 197 δεικνὺς δυνατόν. Οὕτω γάρ, φησίν, ἐστὶν ἀληθής, ὡς ἀδύνατον εἶναι ψεῦδος ἐν αὐτῷ γενέσθαι ποτέ. Τὸ δυνατὸν οὖν ἄρα τῆς ἀληθείας διὰ τοῦ ἀδυνάτου σημαίνεται. Τῷ δέ γε μακαρίῳ Τιμοθέῳ γράφων καὶ ταῦτα προστέθεικεν·" Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν, εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν, εἰ ἀρνούμεθα, κἀκεῖνος ἀρνήσεται ἡμᾶς, εἰ ἀπιστοῦμεν, ἐκεῖνος πιστὸς μένει, ἀρνήσασθαι γὰρ ἑαυτὸν οὐ δύναται." Πάλιν οὖν τό," Οὐ δύναται," τῆς ἀπείρου δυνάμεως ὑπάρχει δηλωτικόν. Καὶ γὰρ ἂν πάντες ἄνθρω ποι αὐτὸν ἀρνηθῶσι, φησίν, αὐτὸς θεός ἐστι, καὶ τῆς οἰκείας οὐκ ἐξίσταται φύσεως. Ἀνώλεθρον γὰρ ἔχει τὸ εἶναι. Τοῦτο γὰρ δηλοῖ τό," Ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται." Οὐκοῦν περιουσίαν ἐμφαίνει δυνάμεως τῆς ἐπὶ τὸ χεῖρον τροπῆς τὸ ἀδύνατον. {ΕΡΑΝ.} Ἀληθῆ ταῦτα καὶ τοῖς θείοις λογίοις συμβαίνοντα. {ΟΡΘ.} Εἰ τοίνυν πολλὰ τῷ θεῷ ἀδύνατα, καὶ τοσαῦτα ὁπόσα τῆς φύσεως ἐναντία τῆς θείας, τί δήποτε τὰ ἄλλα πάντα κατὰ φύσιν ἐῶντες, τὸ ἀγαθόν, τὸ δίκαιον, τὸ ἀληθές, τὸ ἀόρατον, τὸ ἀνέφικτον, τὸ ἀπερίγραφον, τὸ ἀΐδιον, καὶ τὰ ἄλλα ὅσα τῷ θεῷ προσεῖναί φαμεν, μόνας τὴν ἀθανασίαν καὶ τὴν ἀπάθειαν τρεπτὰς εἶναί φατε, καὶ τὸ δύνατον τῆς ἀλλοιώσεως ἐπ' αὐτῶν συγχωρεῖτε, καὶ δίδοτε τῷ θεῷ δύναμιν ἀσθενείας δηλωτικήν; {ΕΡΑΝ.} Τοῦτο παρὰ τῆς θείας γραφῆς ἐδιδάχθημεν. Καὶ γὰρ ὁ θεῖος Ἰωάννης βοᾷ·" Οὕτως ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὅτι τὸν υἱὸν αὑτοῦ τὸν μονογενῆ δέδωκε." Καὶ ὁ θεσπέσιος Παῦλος·" Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ." {ΟΡΘ.} Ἀληθῆ ταῦτα, θεῖα γάρ ἐστι λόγια. Ἀναμνήσθητι δὲ ὧν πολλάκις ὡμολογήσαμεν. {ΕΡΑΝ.} Ποίων λέγεις; {ΟΡΘ.} Ὅτι τὸν υἱὸν τοῦ θεοῦ τὸν θεὸν λόγον, οὐκ ἀσώματον ἐπι φανῆναι συνωμολογήσαμεν, ἀλλὰ φύσιν ἀνθρωπείαν τελείαν ἀνειλη φότα. {ΕΡΑΝ.} Συνωμολογήσαμεν ταῦτα. {ΟΡΘ.} Εἰ τοίνυν καὶ σῶμα καὶ ψυχὴν ἔλαβεν ἀνθρωπείαν, ταύτῃ τοι καὶ υἱὸς ἀνθρώπου προσηγορεύθη. 198 {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Οὐκοῦν ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς καὶ θεὸς ἀληθῶς καὶ ἄνθρωπος ἀληθῶς· τῶνδε γὰρ τῶν φύσεων, τὴν μὲν εἶχεν ἀεί, τὴν δὲ ἔλαβεν ἀληθῶς. {ΕΡΑΝ.} Ἀναμφίλεκτα ταῦτα. {ΟΡΘ.} Τοιγάρτοι ὡς ἄνθρωπος τὸ πάθος ὑπέμεινεν· ὡς δὲ θεὸς κρείττων πάθους μεμένηκε. {ΕΡΑΝ.} Πῶς οὖν ἡ θεία γραφὴ τὸν υἱὸν τοῦ θεοῦ πεπονθέναι φησίν; {ΟΡΘ.} Ὅτι τὸ σῶμα τὸ πεπονθὸς αὐτοῦ ὂν ἐτύγχανε σῶμα. Σκεψώμεθα δὲ ὡδί. Ὅταν ἀκούσωμεν λεγούσης τῆς θείας γραφῆς,"̓ Εγένετο μετὰ τὸ γηρᾶσαι τὸν Ἰσαάκ, ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν," ὁ νοῦς ἡμῶν ποῦ φέρεται, καὶ τίνι ἐναπερείδεται; τῇ ψυχῇ τοῦ Ἰσαὰκ ἢ τῷ σώματι; {ΕΡΑΝ.} Δηλονότι τῷ σώματι. {ΟΡΘ.} Οὐκ οὖν τοπάζομεν καὶ τὴν ψυχὴν κεκοινωνηκέναι τοῦ τῆς τυφλότητος πάθους; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Ἀλλὰ μόνον τὸ σῶμα τῆς ὀπτικῆς αἰσθήσεως στερηθῆναί φαμεν. {ΕΡΑΝ.} Οὕτω φαμέν. {ΟΡΘ.} Καὶ αὖ πάλιν ὅταν ἀκούσωμεν τοῦ Ἀμασίου λέγοντος πρὸς τὸν προφήτην Ἀμώς·" Ὁ ὁρῶν, βάδιζε εἰς γῆν Ἰούδα," καὶ μέντοικαὶ τοῦ Σαοὺλ πυνθανομένου·" Ποῦ ὁ οἶκος τοῦ βλέποντος;" οὐδὲν σωματικὸν ὑποπτεύομεν. {ΕΡΑΝ.} Οὐμενοῦν. {ΟΡΘ.} Καίτοι τὰ ὀνόματα τῆς περὶ τὸ ὀπτικόν ἐστι μόριον ὑγείας δηλωτικά. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Ἀλλ' ἴσμεν ὅμως, ὅτι ταῖς καθαρωτέραις ψυχαῖς χορηγου μένη τοῦ πνεύματος ἡ ἐνέργεια τὴν προφητικὴν ἐνίησι χάριν, αὕτη δέ γε ὁρᾶν καὶ τὰ κεκρυμμένα ποιεῖ, τὸ δὲ ταῦτα ὁρᾶν ὁρῶντας αὐτοὺς καλεῖσθαι καὶ βλέποντας παρεσκεύασεν. {ΕΡΑΝ.} Ἀληθῆ λέγεις. 199 {ΟΡΘ.} Οὐκοῦν κἀκεῖνο ἐπισκεψώμεθα. {ΕΡΑΝ.} Τὸ ποῖον; {ΟΡΘ.} Ὅταν ἀκούσωμεν τῆς τῶν θείων εὐαγγελίων ἱστορίας διηγουμένης, ὅτι προσήνεγκαν τῷ κυρίῳ παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον, τῆς ψυχῆς τὴν λύσιν τῶν μορίων εἶναι λέγομεν ἢ τοῦ σώματος; {ΕΡΑΝ.} Δηλονότι τοῦ σώματος. {ΟΡΘ.} Ὅταν δέ γε τὴν πρὸς Ἑβραίους ἐπιστολὴν ἀναγινώσκοντες εὕρωμεν ἐκεῖνο τὸ χωρίον, ἔνθα φησὶν ὁ ἀπόστολος·" Ὥστε τὰς παρειμένας χεῖρας καὶ τὰ παραλελυμένα γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιήσατε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον," περὶ τῶν τοῦ σώματος μορίων ἐροῦμεν ταῦτα φάναι τὸν θεῖον ἀπόστολον; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Τὴν δὲ τῆς ψυχῆς χαυνότητα καὶ δειλίαν ἐξαίρειν αὐτὸν φήσομεν, καὶ εἰς ἀνδρείαν παραθήγειν τοὺς μαθητάς; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ἀλλ' οὐχ εὑρίσκομεν ταῦτα παρὰ τῇ θείᾳ διῃρημένα γραφῇ. Οὔτε γὰρ τὴν τοῦ Ἰσαὰκ διηγησαμένη τυφλότητα σώματος ἐμνημόνευσεν, ἀλλ' ἁπλῶς τὸν Ἰσαὰκ ἔφη τυφλόν· οὔτε βλέποντας καὶ ὁρῶντας ὀνομάσασα τοὺς προφήτας τὰς τούτων ἔφη ψυχὰς ὁρᾶν τὰ κεκρυμμένα καὶ βλέπειν, ἀλλ' αὐτῶν ἐμνημόνευσε τῶν προσώπων. {ΕΡΑΝ.} Οὕτω τοῦτ' ἔχει. {ΟΡΘ.} Οὔτε μὴν τοῦ παραλυτικοῦ τὸ σῶμα ἔδειξε λελυμένον, ἀλλὰ τὸν ἄνθρωπον ὠνόμασε παραλυτικόν. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Οὐδέ γε ὁ θεῖος ἀπόστολος ὀνομαστὶ τῶν ψυχῶν ἐμνημό νευσεν, ἐπιρρῶσαι ταύτας καὶ διεγεῖραι θελήσας. {ΕΡΑΝ.} Οὐ γάρ. {ΟΡΘ.} Ἡμεῖς δὲ τὸν νοῦν τῶν λόγων διερευνώμενοι ἐπιγινώσκομεν τίνα μὲν ψυχῆς, τίνα δὲ σώματος ἴδια. {ΕΡΑΝ.} Εἰκότα γε ποιοῦντες· λογικοὺς γὰρ ἡμᾶς ἐποίησεν ὁ θεός. {ΟΡΘ.} Τῷδε τοίνυν τῷ λογικῷ καὶ ἐπὶ τοῦ πεποιηκότος ἡμᾶς καὶ σεσωκότος χρησώμεθα, καὶ ἐπιγνῶμεν, τίνα μὲν αὐτοῦ τῇ θεότητι, τίνα δὲ προσήκει τῇ ἀνθρωπότητι. 200 {ΕΡΑΝ.} Ἀλλ' αὐτὸ τοῦτο δρῶντες τὴν ἄκραν ἐκείνην διαλύσομεν ἕνωσιν. {ΟΡΘ.} Καὶ μὴν ἐπί γε τοῦ Ἰσαὰκ καὶ τῶν προφητῶν καὶ τοῦ παραλύτου καὶ τῶν ἄλλων τοῦτο δράσαντες τὴν φυσικὴν τῆς ψυχῆς καὶ τοῦ σώματος οὐκ ἐλύσαμεν ἕνωσιν, οὐδέ γε ἀπὸ τῶν οἰκείων σωμάτων τὰς ψυχὰς ἐχωρίσαμεν, ἀλλὰ τῷ λόγῳ μόνῳ διέγνωμεν, τί μὲν ἴδιον ψυχῆς, τί δὲ σώματος. Πῶς οὖν οὐ σχέτλιον ἐπὶ ψυχῶν τοῦτό γε καὶ σωμάτων οὕτω ποιοῦντας, ἐπὶ τοῦ σωτῆρος ἡμῶν τοῦτο παραιτεῖσθαι ποιεῖν, ἀλλὰ συγχεῖν τὰς φύσεις, εἰ καὶ τὸ διάφορον, οὐχ ὅσον ἔχει ψυχὴ πρὸς σῶμα, ἔχουσι πρὸς ἀλλήλας, ἀλλὰ τοσοῦτον, ὅσον τὸ πρόσφατον τοῦ ἀϊδίου διέστηκε, καὶ τὸ ποιηθὲν τοῦ ποιήσαν τος; {ΕΡΑΝ.} Ἡ θεία γραφὴ τὸν υἱὸν τοῦ θεοῦ τὸ πάθος ὑπομεμενηκέναι φησί. {ΟΡΘ.} Οὐδὲ ἡμεῖς ἄλλον τινὰ πεπονθέναι φαμέν· ἴσμεν δὲ ὅμως παρὰ τῆς θείας διδαχθέντες γραφῆς, ὡς ἀπαθὴς ἡ τῆς θεότητος φύσις. Ἀπάθειαν τοίνυν καὶ πάθος ἀκούοντες καὶ ἀνθρωπότητος καὶ θεότητος ἕνωσιν, τοῦ παθητοῦ σώματος τὸ πάθος εἶναί φαμεν, τὴν ἀπαθῆ δὲ φύσιν ἐλευθέραν μεμενηκέναι τοῦ πάθους ὁμολογοῦμεν. {ΕΡΑΝ.} Σῶμα τοίνυν ἡμῖν τὴν σωτηρίαν προὐξένησεν. {ΟΡΘ.} Οὐκ ἀνθρώπου σῶμα ψιλοῦ, ἀλλὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ. Εἰ δὲ τοῦτό σοι νομίζεται μικρόν τε καὶ εὐτελές, πῶς τὸν τούτου γε τύπον σεπτὸν ἡγῇ καὶ σωτήριον; Εἰ δὲ ὁ τύπος προσκυνητὸς καὶ σεβάσμιος, πῶς αὐτὸ τὸ ἀρχέτυπον εὐκαταφρόνητον καὶ σμικρόν; {ΕΡΑΝ.} Οὐκ εὐτελὲς ἡγοῦμαι τὸ σῶμα, ἀλλὰ διαιρεῖν ἀπὸ τῆς θεότητος οὐκ ἀνέχομαι. {ΟΡΘ.} Οὐδὲ ἡμεῖς, ὦ ἀγαθέ, διαιροῦμεν τὴν ἕνωσιν, ἀλλὰ θεωροῦ μεν τὰ τῶν φύσεων ἴδια. Καὶ σὺ δὲ δήπουθεν συνομολογήσεις αὐτίκα. {ΕΡΑΝ.} Προφητικῶς ταῦτα προσαγορεύεις. {ΟΡΘ.} Οὐ προφητικῶς, ἀλλ' εἰδὼς τῆς ἀληθείας τὴν δύναμιν. Ἀλλά μοι ἀπόκριναι καὶ τοῦτο προσερωτῶντι· ὅταν ἀκούσῃς τοῦ κυρίου λέγοντος," Ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν," καί," Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν πατέρα," τῆς σαρκὸς ταῦτα λέγεις ἢ τῆς θεότητος ἴδια; 201 {ΕΡΑΝ.} Καὶ πῶς οἷόν τε κατ' οὐσίαν ἓν εἶναι τὴν σάρκα καὶ τὸν πατέρα; {ΟΡΘ.} Τοιγαροῦν τῆς θεότητος ταῦτα δηλωτικά. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Καὶ τό," Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ θεὸς ἦν ὁ λόγος," καὶ τὰ τούτοις ὅμοια; {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Ὅταν δὲ πάλιν ἡ θεία λέγῃ γραφή," Ἰησοῦς δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκάθητο οὕτως ἐπὶ τῆς πηγῆς," τίνος ὑποληπτέον τὸν κόπον; τῆς θεότητος ἢ τοῦ σώματος; {ΕΡΑΝ.} Οὐκ ἀνέχομαι τὰ ἡνωμένα μερίζειν. {ΟΡΘ.} Τῇ θείᾳ οὖν, ὡς ἔοικε, φύσει προσαρμόττεις τὸν κόπον; {ΕΡΑΝ.} Ἐμοὶ οὕτως δοκεῖ. {ΟΡΘ.} Ἀλλ' ἄντικρυς ἀντιφθέγγῃ τῷ προφήτῃ βοῶντι·" Οὐ πει νάσει, οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ, διδοὺς τοῖς πεινῶσιν ἰσχύν, καὶ τοῖς μὴ ὀδυνωμένοις λύπην." Καὶ μετ' ὀλίγα·" Οἱ δὲ ὑπομένοντές με ἀλλάξουσιν ἰσχύν, πτεροφυήσου σιν ὡς ἀετός· δραμοῦνται, καὶ οὐ κοπιάσουσι· βαδιοῦνται, καὶ οὐ πεινάσουσι." Πῶς τοίνυν ὁ τὸ ἀνενδεές τε καὶ ἄπονον τοῖς ἄλλοις δωρούμενος, αὐτὸς τοῦ κόπου τὸ πάθος καὶ τῆς πείνης καὶ τοῦ δίψους ὑπέμεινεν; {ΕΡΑΝ.} Πολλάκις εἶπον, ὅτι ὡς θεὸς ἀπαθής ἐστι καὶ ἀνενδεής· μετὰ δὲ τὴν σάρκωσιν ἠνέσχετο τῶν παθῶν. {ΟΡΘ.} Τῇ θεότητι τὰ πάθη δεχόμενος, ἢ τῇ παθητῇ φύσει παρα χωρῶν κατὰ φύσιν ὑπομένειν τὰ πάθη καὶ κηρύττειν τῷ πάσχειν, ὡς οὐ φαντασία τὸ φαινόμενον, ἀλλ' ἀληθῶς ἐκ τῆς ἀνθρωπείας φύσεως εἰλημμένον; Σκοπήσωμεν δὲ οὕτως· ἀπερίγραφον τὴν θείαν φύσιν φαμέν; {ΕΡΑΝ.} Οὕτως ἔχει. {ΟΡΘ.} Ἡ δὲ ἀπερίγραφος φύσις ὑπ' οὐδενὸς περιγράφεται. {ΕΡΑΝ.} Οὐ γὰρ οὖν. {ΟΡΘ.} Οὐ τοίνυν δεῖται μεταβάσεως· πανταχοῦ γάρ ἐστιν. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Τὸ δὲ μεταβάσεως οὐ δεόμενον οὐδὲ βαδίσεως. 202 {ΕΡΑΝ.} Φαίνεται. {ΟΡΘ.} Τὸ δὲ μὴ βαδίζον οὐ κοπιᾷ. {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Οὐκ ἄρα κεκοπίακεν ἡ θεία φύσις ἀπερίγραφος οὖσα καὶ μὴ δεομένη βαδίσεως. {ΕΡΑΝ.} Ἀλλ' ἡ θεία γραφὴ κεκοπιακέναι τὸν Ἰησοῦν ἱστορεῖ, θεὸς δὲ ὁ Ἰησοῦς·" Εἷς γὰρ κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα." {ΟΡΘ.} Ἐπειδὴ τοίνυν κεκοπιακέναι αὐτὸν καὶ μὴ κοπιᾶν ἡ θεία λέγει γραφή (ἀληθῆ δὲ ἀμφότερα, ψευδὲς γὰρ οὐδὲν ἡ θεία λέγει γραφή), σκοπητέον πῶς μὲν τοῦτο, πῶς δὲ ἐκεῖνο τῷ ἑνὶ προσώπῳ δυνατὸν προσαρμόσαι. {ΕΡΑΝ.} Σὺ τοῦτο δεῖξον· σὺ γὰρ τοὺς τῆς διαιρέσεως ἡμῖν εἰσκομί ζεις λόγους. {ΟΡΘ.} Οἶμαι τοῦτο καὶ βαρβάρῳ ῥᾴδιον διαγνῶναι, ὡς τῆς τῶν ἀνομοίων φύσεων ὁμολογηθείσης ἑνώσεως δέχεται μὲν τὸ πρόσωπον τοῦ Χριστοῦ καὶ ταῦτα κἀκεῖνα διὰ τὴν ἕνωσιν, ἑκατέρᾳ δέ γε φύσει τὰ πρόσφορα προσαρμόττεται, τῇ μὲν ἀπεριγράφῳ τὸ ἄπονον, τῇ δὲ μεταβαινούσῃ καὶ βαδιζούσῃ ὁ κόπος. Ποδῶν γὰρ ἴδιον τὸ βαδίζειν, καὶ νεύρων τὸ τῷ πλείονι διατείνεσθαι πόνῳ. {ΕΡΑΝ.} Ὡμολόγηται ταῦτα σωματικὰ εἶναι παθήματα. {ΟΡΘ.} Ἀληθὴς ἄρα ἡ πρόρρησις ἐκείνη, ἣν ἐγὼ μὲν ἐποιησάμην, σὺ δέ γε ἐκωμῴδησας, ὡς ἐθέλησας. Ἰδοὺ γὰρ ἡμῖν ὑπέδειξας, τίνα μὲν ἀνθρωπότητι, τίνα δὲ προσήκει θεότητι. {ΕΡΑΝ.} Ἀλλ' οὐκ εἰς δύο τὸν ἕνα διεῖλον υἱούς. {ΟΡΘ.} Οὐδὲ ἡμεῖς τοῦτο δρῶμεν, ὦ φίλος, ἀλλ' εἰς τὸ διάφορον ἀφορῶντες τῶν φύσεων, σκοποῦμεν τί μὲν πρέπον θεότητι, τί δὲ ἁρμόδιον σώματι. {ΕΡΑΝ.} Οὐκ ἐδίδαξεν ἡμᾶς οὕτω διαιρεῖν ἡ θεία γραφή· ἀλλὰ τὸν υἱὸν τοῦ θεοῦ εἴρηκε τεθνάναι. Οὕτω γὰρ ὁ ἀπόστολος ἔφη·" Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ." Καὶ τὸν κύριον εἴρηκεν ἐκ νεκρῶν ἐγηγέρθαι·" Ὁ γὰρ θεός, φησί, καὶ τὸν κύριον ἐξήγειρε." {ΟΡΘ.} Ὅταν οὖν ἡ θεία λέγῃ γραφή," Συνεκόμισαν δὲ τὸν Στέ φανον ἄνδρες εὐλαβεῖς, καὶ ἐποίησαν κοπετὸν μέγαν ἐπ' αὐτῷ," καὶ τὴν ψυχὴν εἴποι ἄν τις μετὰ τοῦ σώματος παραδεδόσθαι ταφῇ; 203 {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Καὶ ὅταν ἀκούσῃς Ἰακὼβ τοῦ πατριάρχου λέγοντος," Θάψατέ με μετὰ τῶν πατέρων μου," περὶ σώματος ἢ περὶ ψυχῆς ταῦτα εἰρῆσθαι τοπάζεις; {ΕΡΑΝ.} Δῆλον ὡς περὶ σώματος. {ΟΡΘ.} Ἀνάγνωθι δὲ καὶ τὰ ἑξῆς. {ΕΡΑΝ.}" Ἐκεῖ ἔθαψαν Ἀβραὰμ καὶ Σάρραν τὴν γυναῖκα αὐτοῦ·" καί·" Ἐκεῖ ἔθαψαν Ἰσαὰκ καὶ Ῥεβέκκαν τὴν γυναῖκα αὐτοῦ·" καί·"̓ Εκεῖ ἔθαψαν Λείαν." {ΟΡΘ.} Οὐδὲ ἐν τούτοις, οἷς νῦν ἀνέγνως, σώματος ἐμνημόνευσεν ἡ θεία γραφή, ἀλλὰ τῶν ὀνομάτων ἃ τὴν ψυχὴν ὁμοῦ καὶ τὸ σῶμα ἐδήλου. Ἡμεῖς μέντοι διαιροῦμεν ὀρθῶς, καί φαμεν τὰς μὲν ψυχὰς ἀθανάτους εἶναι, μόνα δὲ τῶν πατριαρχῶν τὰ σώματα ἐν τῷ διπλῷ κατατεθῆναι σπηλαίῳ. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Καὶ ὅταν ἀκούσωμεν τῆς τῶν πράξεων ἱστορίας διηγου μένης, ὡς ὁ Ἡρώδης ἀνεῖλεν Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ, ἥκιστα καὶ τὴν ψυχὴν νομιοῦμεν τεθνάναι. {ΕΡΑΝ.} Πῶς γὰρ οἵ γε τῆς δεσποτικῆς παραινέσεως μεμνημένοι," Μὴ φοβεῖσθε, λεγούσης, ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι;" {ΟΡΘ.} Οὔ σοι δοκεῖ δυσσεβὲς εἶναι καὶ σχέτλιον, τῶν μὲν ἀνθρω πίνων ὀνομάτων ἀκούοντας μὴ ἀεὶ ψυχὴν ὁμοῦ καὶ σῶμα νοεῖν, μηδὲ θανάτου πέρι καὶ τάφου τῆς γραφῆς διηγουμένης, συμπεριλαμβάνειν τῇ διανοίᾳ τῷ σώματι τὴν ψυχήν, ἀλλὰ τῷ σώματι μόνῳ ταῦτα προσήκειν νομίζειν, τὴν δὲ τῆς ψυχῆς ἀθανασίαν εἰδέναι, τῇ τοῦ κυρίου διδασκαλίᾳ πιστεύοντας· τοῦ δὲ υἱοῦ τοῦ θεοῦ τὸ πάθος ἀκούοντας, μὴ οὕτω ποιεῖν, ἀλλὰ τοῦ μὲν σώματος, ᾧ προσήκει τὸ πάθος, ἥκιστα μνημονεύειν, τὴν δὲ θείαν φύσιν, τὴν ἀπαθῆ καὶ ἄτρεπτον καὶ ἀθάνατον θνητὴν τῷ λόγῳ καὶ παθητὴν ἀποφαίνειν· καὶ ταῦτα εἰδότας, ὡς εἴπερ οἵα τε παθεῖν ἦν ἡ τοῦ θεοῦ λόγου φύσις, περιττὴ τοῦ σώματος ἡ πρόσληψις ἦν; 204 {ΕΡΑΝ.} Παρὰ τῆς θείας γραφῆς μεμαθήκαμεν, ὡς ὁ υἱὸς τοῦ θεοῦ τὸ πάθος ὑπέμεινεν. {ΟΡΘ.} Καὶ μὴν ὁ θεῖος ἀπόστολος ἑρμηνεύει τὸ πάθος, καὶ τὴν πεπονθυῖαν ἐπιδείκνυσι φύσιν. {ΕΡΑΝ.} Δεῖξον τοίνυν ὡς τάχιστα, καὶ λύσον τὴν ἀμφισβήτησιν. {ΟΡΘ.} Οὐκ οἶσθα τὸ χωρίον ἐκεῖνο τῆς πρὸς Ἑβραίους γραφείσης ἐπιστολῆς, ἔνθα φησὶν ὁ θεσπέσιος Παῦλος·" Διὸ οὐκ ἐπαισχύνεται ἀδελφοὺς αὐτοὺς καλεῖν, λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελ φοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε· καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός." {ΕΡΑΝ.} Οἶδα ταῦτα, ἀλλ' οὐδέν ἐστιν ἐν τούτοις ὧν ἀποδείξειν ὑπέσχου. {ΟΡΘ.} Ὑποφαίνει μὲν καὶ ταῦτα ὅπερ δείξειν ἐπηγγειλάμην. Τὸ γὰρ τῆς ἀδελφότητος ὄνομα δηλοῖ συγγένειαν, τὴν δὲ συγγένειαν ἡ προσληφθεῖσα φύσις εἰργάσατο· ἡ δὲ πρόσληψις ἀναφανδὸν κηρύττει τὸ τῆς θεότητος ἀπαθές. Ἵνα δέ σε τοῦτο διδάξω σαφέστερον, ἀνάγ νωθι τὰ ἑξῆς. {ΕΡΑΝ.}" Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παραπλησίως καὶ αὐτὸς μετέσχηκε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, καὶ ἀπαλλάξῃ τού τους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας." {ΟΡΘ.} Οἶμαι ταῦτα σαφηνείας μὴ δεῖσθαι· σαφῶς γὰρ διδάσκει τὸ τῆς οἰκονομίας μυστήριον. {ΕΡΑΝ.} Ὧν ἐπηγγείλω δείξειν ἐν τούτοις οὐδὲν ἑώρακα. {ΟΡΘ.} Καὶ μὴν διαρρήδην ἐδίδαξεν ὁ θεῖος ἀπόστολος, ὡς οἰκτείρας τῶν ἀνθρώπων τὴν φύσιν ὁ ποιητής, οὐ μόνον ἁρπαζομένην ὑπὸ τοῦ θανάτου πικρῶς, ἀλλὰ καὶ παρὰ πᾶσαν τὴν ζωὴν τῷ δέει δεδουλω μένην, διὰ σώματος τοῖς σώμασιν ἐπραγματεύσατο τὴν ἀνάστασιν, καὶ διὰ φύσεως θνητῆς κατέλυσε τοῦ θανάτου τὴν δυναστείαν. Ἐπειδὴ γὰρ αὐτὸς ἀθάνατον εἶχε τὴν φύσιν, ἐβουλήθη δὲ δικαίως παῦσαι τοῦ θανάτου τὸ κράτος, ἐκ τῶν ὑποκειμένων τῷ θανάτῳ λαβὼν ἀπαρχήν, καὶ ταύτην ἄμωμον φυλάξας καὶ ἁμαρτίας ἀμύητον, παρεχώρησε μὲν τῷ θανάτῳ καὶ ταύτην ἁρπάσαι καὶ τὴν ἀπληστίαν ἐμπλῆσαι· διὰ δὲ τὴν κατὰ ταύτης ἀδικίαν, καὶ τὴν κατὰ τῶν ἄλλων 205 ἄδικον ἔπαυσε τυραννίδα. Τὴν γὰρ ἀδίκως καταποθεῖσαν ἀπαρχὴν ἀναστήσας, ἀκολουθῆσαι ταύτῃ παρεσκεύασε τὸ γένος. Ταύτην τοῖς ἀποστολικοῖς ῥητοῖς παράθες τὴν ἑρμηνείαν, καὶ ὄψει τὴν τῆς θεότητος ἀπάθειαν. {ΕΡΑΝ.} Οὐδὲν ἐν τοῖς ἀναγνωσθεῖσι ῥητοῖς περὶ τῆς θείας ἀπα θείας δεδήλωται. {ΟΡΘ.} Τὸ οὖν φάναι τὸν θεῖον ἀπόστολον, διὰ τοῦτο τοῖς παιδίοις αὐτὸν κεκοινωνηκέναι σαρκὸς καὶ αἵματος," ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου," οὐ σαφῶς δηλοῖ τὸ τῆς θεότητος ἀπαθὲς καὶ τὸ τῆς σαρκὸς παθητόν, καὶ ὡς, παθεῖν τῆς θείας μὴ δυναμένης φύσεως, ἔλαβε τὴν παθεῖν δυναμένην, καὶ διὰ ταύτης ἔλυσε τοῦ διαβόλου τὸ κράτος; {ΕΡΑΝ.} Πῶς διὰ τῆς σαρκὸς καὶ τοῦ διαβόλου τὸ κράτος ἔλυσε καὶ τοῦ θανάτου τὴν δυναστείαν; {ΟΡΘ.} Τίσιν ὅπλοις ἐξ ἀρχῆς χρησάμενος ὁ διάβολος ἐξηνδραπόδισε τῶν ἀνθρώπων τὴν φύσιν; {ΕΡΑΝ.} Διὰ τῆς ἁμαρτίας αἰχμάλωτον ἔλαβε τὸν τοῦ παραδείσου καταστάντα πολίτην. {ΟΡΘ.} Τίνα δὲ τῇ τῆς ἐντολῆς παραβάσει ζημίαν ὥρισεν ὁ θεός; {ΕΡΑΝ.} Θάνατον. {ΟΡΘ.} Οὐκοῦν μήτηρ μὲν τοῦ θανάτου ἡ ἁμαρτία, ταύτης δὲ πατὴρ ὁ διάβολος. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Ὑπὸ ταύτης οὖν ἐπολεμεῖτο τῶν ἀνθρώπων ἡ φύσις. Αὕτη γὰρ δουλουμένη τοὺς πειθομένους καὶ τῷ παμπονήρῳ προσῆγε πατρί, καὶ παρέπεμπε τῷ πικροτάτῳ κυήματι. {ΕΡΑΝ.} Φαίνεται. {ΟΡΘ.} Εἰκότως ἄρα ὁ ποιητὴς ἑκατέραν δυναστείαν καταλῦσαι θελήσας τὴν ὑπὸ τούτων πολεμουμένην ἀνέλαβε φύσιν, καὶ πάσης αὐτὴν ἁμαρτίας διατηρήσας ἀμύητον καὶ τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθέραν ἀπέφηνε, καὶ τοῦ θανάτου τὸ κράτος διὰ ταύτης κατέλυσεν. Ἐπειδὴ γὰρ τιμωρία τῶν ἡμαρτηκότων ὁ θάνατος ἦν, τὸ δὲ σῶμα τὸ κυριακὸν οὐκ ἔχον ἁμαρτίας κηλῖδα ὃ παρὰ τὸν θεῖον νόμον ὁ θάνατος 206 ἀδίκως ἐξήρπασεν, ἀνέστησε μὲν πρῶτον τὸ παρανόμως κατασχεθέν, ἔπειτα δὲ καὶ τοῖς ἐνδίκως καθειργμένοις ὑπέσχετο τὴν ἀπαλλαγήν. {ΕΡΑΝ.} Καὶ πῶς δίκαιον εἶναί σοι δοκεῖ τὰ δικαίως τῷ θανάτῳ παραδοθέντα σώματα τῷ παρανόμως κατασχεθέντι κοινωνῆσαι τῆς ἀναστάσεως; {ΟΡΘ.} Σοὶ δὲ πῶς εἶναι δίκαιον φαίνεται, τοῦ Ἀδὰμ παραβεβη κότος τὴν ἐντολήν, ἀκολουθῆσαι τῷ προγόνῳ τὸ γένος; {ΕΡΑΝ.} Εἰ καὶ μὴ τῆς παραβάσεως ἐκείνης ἐκοινώνησε τὸ γένος, ἀλλ' οὖν ἑτέρας ἁμαρτάδας ἐξήμαρτε, καὶ τούτου χάριν τοῦ θανάτου μετέλαβεν. {ΟΡΘ.} Καὶ μὴν οὐχ ἁμαρτωλοὶ μόνον, ἀλλὰ καὶ δίκαιοι καὶ πατριάρ χαι καὶ προφῆται καὶ ἀπόστολοι καὶ οἱ ἐν διαφόροις εἴδεσιν ἀρετῆς διαλάμψαντες ὑπὸ τὰς ἄρκυς τοῦ θανάτου γεγένηνται. {ΕΡΑΝ.} Πῶς γὰρ οἷόν τε ἀθανάτους διαμεῖναι τοὺς ἐκ θνητῶν πατέρων βλαστήσαντας; Ὁ γὰρ Ἀδὰμ μετὰ τὴν παράβασιν καὶ τὴν θείαν ἀπόφασιν ὑπὸ τὴν τοῦ θανάτου δυναστείαν τελέσας ἔγνω τὴν γυναῖκα, καὶ πατὴρ ἐχρημάτισεν. Θνητὸς τοίνυν γεγονὼς θνητῶν κατέστη πατήρ. Εἰκότως τοίνυν ἅπαντες θνητὴν εἰληφότες φύσιν ἕπονται τῷ προπάτορι. {ΟΡΘ.} Ἄριστα ἡμῖν τῆς τοῦ θανάτου κοινωνίας τὴν αἰτίαν ἀπέδει ξας. Ταὐτὸ τοίνυν τοῦτο δοτέον καὶ ἐπὶ τῆς ἀναστάσεως. Χρὴ γὰρ πρόσφορον εἶναι τῷ πάθει τὸ φάρμακον. Ὥσπερ γὰρ τοῦ γενάρχου κατακριθέντος ἅπαν συγκατεκρίθη τὸ γένος, οὕτως τοῦ σωτῆρος λύσαντος τὴν ἀράν, ἀπήλαυσεν τῆς ἐλευθερίας ἡ φύσις. Καὶ καθάπερ κατελθόντι τῷ Ἀδὰμ εἰς τὸν ᾅδην ἠκολούθησαν οἱ μετασχόντες τῆς φύσεως, οὕτως ἀναστάντι τῷ δεσπότῃ Χριστῷ κοινωνήσει τῆς ἀνα βιώσεως πᾶσα τῶν ἀνθρώπων ἡ φύσις. {ΕΡΑΝ.} Ἀποδεικτικῶς οὐκ ἀποφαντικῶς χρὴ λέγειν τῆς ἐκκλη σίας τὰ δόγματα. Δεῖξον τοίνυν ταῦτα διδάσκουσαν τὴν θείαν γραφήν. {ΟΡΘ.} Ἄκουσον τοῦ ἀποστόλου Ῥωμαίοις γράφοντος καὶ ταῦτα δι' ἐκείνων πάντας ἀνθρώπους διδάσκοντος·" Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι οἱ πολλοὶ ἀπέθανον, πολλῷ μᾶλλον ἡ χάρις τοῦ θεοῦ καὶ ἡ δωρεὰ ἐν χάριτι τῇ τοῦ ἑνὸς ἀνθρώπου Ἰησοῦ Χριστοῦ εἰς τοὺς πολλοὺς ἐπερίσσευσεν, καὶ οὐχ ὡς δι' ἑνὸς ἁμαρτήσαντος τὸ δώρημα. 207 Τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Εἰ γὰρ τῷ τοῦ ἑνὸς παραπτώματι ὁ θάνατος ἐβασίλευσε διὰ τοῦ ἑνός, πολλῷ μᾶλλον οἱ τὴν περισσείαν τῆς χάριτος καὶ τῆς δωρεᾶς καὶ τῆς δικαιοσύνης λαμβάνοντες, ἐν ζωῇ βασιλεύσουσι διὰ τοῦ ἑνὸς Ἰησοῦ Χριστοῦ." Καὶ πάλιν·" Ἄρα οὖν, ὡς δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς. Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, οὕτως καὶ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς δίκαιοι κατασταθήσονται οἱ πολλοί." Καὶ Κορινθίοις δὲ τὸν περὶ τῆς ἀναστά σεως προσφέρων λόγον, ἐν κεφαλαίῳ τὸ τῆς οἰκονομίας αὐτοῖς ἀποκαλύπτει μυστήριον, καί φησι·" Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωο ποιηθήσονται." Ἰδού σοι καὶ ἐκ τῶν θείων λογίων τὰς ἀποδείξεις παρήγαγον. Βλέπε τοίνυν τοῖς τοῦ Ἀδὰμ τὰ τοῦ Χριστοῦ παρεξεταζό μενα, τῇ νόσῳ τὴν θεραπείαν, τῷ ἕλκει τὸ φάρμακον, τῇ ἁμαρτίᾳ τῆς δικαιοσύνης τὸν πλοῦτον, τῇ ἀρᾷ τὴν εὐλογίαν, τῇ κατακρίσει τὴν ἄφεσιν, τῇ παραβάσει τὴν τήρησιν, τῇ τελευτῇ τὴν ζωήν, τῷ ᾅδῃ τὴν βασιλείαν, τῷ Ἀδὰμ τὸν Χριστόν, τῷ ἀνθρώπῳ τὸν ἄνθρωπον. Καίτοι οὐκ ἄνθρωπος μόνον, ἀλλὰ καὶ θεὸς προαιώνιος ὁ δεσπότης Χριστός· ἀλλ' ἐκ τῆς ληφθείσης αὐτὸν ὠνόμασε φύσεως ὁ θεῖος ἀπόστολος, ἐπειδήπερ ταύτῃ τὰ κατὰ τὸν Ἀδὰμ παρεξήτασε. Ταύτης γὰρ ἡ δικαίωσις, ταύτης ἡ πάλη, ταύτης ἡ νίκη, ταύτης τὰ πάθη, ταύτης ὁ θάνατος, ταύτης ἡ ἀνάστασις, ταύτης κοινωνοῦμεν τῆς φύσεως, ταύτῃ συμβασιλεύουσιν οἱ τῆς βασιλείας τὴν πολιτείαν προμελετήσαντες. Ταύτῃ δὲ εἶπον, οὐ τὴν θεότητα χωρίζων, ἀλλὰ τῆς ἀνθρωπότητος τὰ ἴδια λέγων. {ΕΡΑΝ.} Πολλοὺς περὶ τούτου διεξελήλυθας λόγους, καὶ γραφικαῖς αὐτοὺς ὠχύρωσας μαρτυρίαις. Εἰ τοίνυν τῆς σαρκὸς ἀληθῶς τὸ πάθος, πῶς ὁ θεῖος ἀπόστολος βοᾷ τὴν θείαν φιλανθρωπίαν ὑμνῶν·" Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλὰ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν;" Ποῖον υἱὸν ἔφη παραδεδόσθαι;