Eranistes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
208.1.1
{ΟΡΘ.} Εὐφήμει, ἄνθρωπε· εἷς γὰρ τοῦ θεοῦ υἱός· οὗ δὴ ἕνεκα μονο γενὴς προσηγόρευται. {ΕΡΑΝ.} Εἰ τοίνυν εἷς ἐστιν υἱὸς τοῦ θεοῦ, αὐτὸν ὁ θεῖος ἀπόστολος ἴδιον υἱὸν προσηγόρευσεν. {ΟΡΘ.} Ἀληθές. {ΕΡΑΝ.} Αὐτὸν οὖν ἄρα ἔφη παραδεδόσθαι. {ΟΡΘ.} Αὐτόν, ἀλλ' οὐκ ἀσώματον, ὡς πολλάκις ὡμολογήσαμεν. {ΕΡΑΝ.} Ὡμολογήθη πολλάκις σῶμα αὐτὸν καὶ ψυχὴν εἰληφέναι. {ΟΡΘ.} Οὐκοῦν περὶ τῶν τῷ σώματι συμβεβηκότων ὁ ἀπόστολος εἴρηκεν. {ΕΡΑΝ.} Ἐναργῶς ἄγαν ὁ θεῖος ἀπόστολος κέκραγεν·" Ὅς γε τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο." {ΟΡΘ.} Ὅταν οὖν ἀκούσῃς τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ λέγοντος,"̓ Ανθ' ὧν οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ," ἐσφάχθαι λέγεις τὸν Ἰσαάκ; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Καὶ μὴν ὁ θεὸς ἔφη τό," οὐκ ἐφείσω·" ἀληθὴς δὲ ὁ τῶν ὅλων θεός. {ΕΡΑΝ.} Τῇ προθυμίᾳ τοῦ Ἀβραὰμ τό," οὐκ ἐφείσω," συνήρμο σται· ἐκείνῃ γὰρ ὥρμησεν ἱερεῦσαι τὸν παῖδα, ἀλλ' ὁ θεὸς διεκώλυσεν. {ΟΡΘ.} Ὥσπερ τοίνυν ἐν τοῖς κατὰ τὸν Ἀβραὰμ οὐκ ἠνέσχου τοῦ γράμματος, ἀλλ' ἀναπτύξας τοῦτο τὴν διάνοιαν ἐσαφήνισας, οὕτω καὶ τῆς ἀποστολικῆς ῥήσεως ἐρεύνησον τὸν σκοπόν. Ὄψει γὰρ οὐ τὴν θείαν φύσιν ἥκιστα τυχοῦσαν φειδοῦς, ἀλλὰ τὴν σάρκα τὴν προσηλω θεῖσαν τῷ ξύλῳ· ῥᾴδιον δὲ κἂν τῷ τύπῳ κατιδεῖν τὴν ἀλήθειαν. Δοκεῖ σοι τύπος εἶναι τοῦ Ἀβραὰμ ἡ θυσία τῆς ὑπὲρ τοῦ κόσμου προσενεχθείσης ἱερουργίας; {ΕΡΑΝ.} Οὐ πάντως· οὐδὲ γὰρ κανόνα ποιοῦμαι δογμάτων τὰ πανηγυρικῶς ἐν ταῖς ἐκκλησίαις λεγόμενα. {ΟΡΘ.} Μάλιστα μὲν ἐχρῆν τοῖς τῆς ἐκκλησίας διδασκάλοις ἀκολου θεῖν. Ἐπειδὴ δὲ τούτοις ἀντιτείνεις, οὐκ εὖγε ποιῶν, αὐτοῦ γ' οὖν τοῦ σωτῆρος ἄκουσον πρὸς Ἰουδαίους εἰρηκότος·" Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδε, καὶ ἐχάρη·" καὶ σκόπησον ὡς ἡμέραν ὁ κύριος τὸ πάθος προσαγορεύει. 209 {ΕΡΑΝ.} Ἐδεξάμην τὴν δεσποτικὴν μαρτυρίαν, καὶ πιστεύω τῷ τύπῳ. {ΟΡΘ.} Παράθες τοίνυν τῇ ἀληθείᾳ τὸν τύπον, καὶ ὄψει κἀν τῷ τύπῳ τὸ ἀπαθὲς τῆς θεότητος. Πατὴρ γὰρ κἀνταῦθα κἀκεῖ, καὶ υἱὸς ὡσαύτως ἀγαπητὸς κἀνταῦθα κἀκεῖ, καὶ φέρων ἑκάτερος τῆς θυσίας τὴν ὕλην. Ὁ μὲν γὰρ τὰ ξύλα, ὁ δὲ τὸν σταυρὸν ἐπὶ τῶν ὤμων ἐκό μιζε. Φασὶ δὲ καὶ τὴν τοῦ ὄρους ἀκρωνυχίαν ἱερουργίας ἑκατέρας ἀξιωθῆναι· συμφωνεῖ δὲ καὶ ὁ τῶν ἡμερῶν καὶ τῶν νυκτῶν ἀριθμός, καὶ ἡ μετὰ ταύτας ἀνάστασις. Καὶ γὰρ Ἰσαὰκ τῇ τοῦ πατρὸς προθυ μίᾳ κατασφαγεὶς ἐξ ἧσπερ ἡμέρας ὁ μεγαλόδωρος τοῦτο προσέταξε γενέσθαι, τῇ τρίτῃ τυπικῶς ἀνεβίω τῇ τοῦ φιλανθρώπου φωνῇ· ὤφθη δὲ κριὸς ἐξηρτημένος φυτοῦ, καὶ τοῦ σταυροῦ τὴν εἰκόνα δεικνύς, ὃς ἀντὶ τοῦ παιδὸς ὑπέμεινε τὴν σφαγήν. Εἰ δὲ τύπος ταῦτα τῆς ἀλη θείας, ἐν δὲ τῷ τύπῳ σφαγὴν οὐχ ὑπέμεινεν ὁ μονογενής, ἀλλὰ κριὸς ἀντεισήχθη καὶ τῷ βωμῷ προσηνέχθη καὶ τῆς ἱερουργίας πεπλήρωκε τὸ μυστήριον, τί δήποτε κἀνταῦθα μὴ τῇ σαρκὶ τὸ πάθος προσνέμετε, καὶ τῆς θεότητος τὴν ἀπάθειαν κηρύττετε; {ΕΡΑΝ.} Καὶ σὺ τὰ περὶ τοῦ τύπου διηγούμενος τὸν Ἰσαὰκ ἔφης ἀναβιῶναι τῇ θείᾳ φωνῇ. Οὐδὲν τοίνυν ἀπεικὸς ποιοῦμεν, τῷ τύπῳ προσαρμόζοντες τὴν ἀλήθειαν, καὶ τὸν θεὸν λόγον πεπονθέναι καὶ ἀναβιῶναι κηρύττοντες. {ΟΡΘ.} Πολλάκις ἔφην ὡς οὐχ οἷόν τε τὴν εἰκόνα πάντα ἔχειν, ὅσα τὸ ἀρχέτυπον ἔχει. Τοῦτο δὲ κἀντεῦθεν καταμαθεῖν εὐπετές. Ὁ γὰρ Ἰσαὰκ καὶ ὁ κριὸς κατὰ μὲν τὸ διάφορον τῶν φύσεων τῇ εἰκόνι συμβαίνουσι, κατὰ δὲ τὸ διῃρημένον κεχωρισμένων τῶν ὑποστάσεων οὐκ ἔτι. Θεότητος γὰρ ἡμεῖς καὶ ἀνθρωπότητος τοιαύτην κηρύττομεν ἕνωσιν, ὡς ἐννοεῖν ἓν πρόσωπον ἀδιαίρετον, καὶ τὸν αὐτὸν θεόν τε εἰδέναι καὶ ἄνθρωπον, ὁρώμενον καὶ ἀόρατον, περιγεγραμμένον καὶ ἀπερίγραφον, καὶ τὰ ἄλλα δὲ πάντα, ὅσα τῆς θεότητος καὶ τῆς ἀνθρω πότητος ὑπάρχει δηλωτικά, τῷ προσώπῳ τῷ ἑνὶ προσαρμόττομεν. Ἐπειδὴ τοίνυν οὐχ οἷόν τε ἦν ἐν τῷ κριῷ προτυπωθῆναι τὴν ἀναβίω σιν, ἀλόγῳ γε ὄντι καὶ τῆς θείας εἰκόνος ἐστερημένῳ, μερίζονται τοῦ 210 τῆς οἰκονομίας μυστηρίου τὸν τύπον, καὶ ὁ μὲν τοῦ θανάτου, ὁ δὲ τῆς ἀναστάσεως δείκνυσι τὴν εἰκόνα. Ταὐτὸ δὲ τοῦτο κἀν ταῖς μωσαϊκαῖς θυσίαις εὑρίσκομεν. Ἔστι γὰρ ἰδεῖν καὶ ἐν ἐκείναις προδιαγραφέντα τοῦ σωτηρίου πάθους τὸν τύπον. {ΕΡΑΝ.} Καὶ ποία θυσία μωσαϊκὴ σκιογραφεῖ τὴν ἀλήθειαν; {ΟΡΘ.} Πᾶσα μέν, ὡς ἔπος εἰπεῖν, ἡ παλαιὰ τύπος ἐστὶ τῆς καινῆς. Διά τοι τοῦτο καὶ ὁ θεῖος ἀπόστολος διαρρήδην λέγει·" Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν·" καὶ πάλιν·" Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις." Ἐναργέστατα δὲ τοῦ ἀρχετύπου δείκνυσι τὴν εἰκόνα τὸ πρόβατον τὸ ἐν Αἰγύπτῳ τυθέν, καὶ ἡ δάμαλις ἡ πυρρὰ ἡ πόρρω τῆς παρεμβολῆς καιομένη. Ταύτης καὶ ὁ ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ μνημονεύσας ἐπήγαγε·" Διὸ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν." Ἀλλὰ τούτων μὲν ἐπὶ τοῦ παρόντος οὐδὲν ἐρῶ, ἐκείνης δέ γε τῆς θυσίας μνησθήσομαι, ἣ δύο τράγους ἔχει προσφερομένους, καὶ τὸν μὲν ἕνα θυόμενον, τὸν δὲ ἕτερον ἀφιέμενον. Τῶν γὰρ δύο τοῦ σωτῆρος φύσεων οὗτοι προδιαγράφουσι τὴν εἰκόνα, ὁ μὲν ἀφιέμενος τῆς ἀπα θοῦς θεότητος, ὁ δέ γε σφαττόμενος τῆς παθητῆς ἀνθρωπότητος. {ΕΡΑΝ.} Εἶτα οὔ σοι δοκεῖ βλάσφημον τὸ τράγοις τὸν δεσπότην ἀφομοιοῦν; {ΟΡΘ.} Τί πλέον ἡγῇ φευκτὸν εἶναι καὶ μυσαρόν, ὄφιν ἢ τράγον; {ΕΡΑΝ.} Δῆλον ὡς ὄφις ἐστὶ μυσαρός. Λωβᾶται γὰρ τοὺς πελά ζοντας, πολλάκις δὲ πημαίνει καὶ τοὺς οὐδὲν ἀδικήσαντας· ὁ δὲ τῶν ἐδωδίμων ἐστὶ καὶ καθαρῶν κατὰ τὸν νόμον. {ΟΡΘ.} Οὐκοῦν ἄκουσον τοῦ δεσπότου τῷ ὄφει τῷ χαλκῷ τὸ σωτήριον ἀπεικάζοντος πάθος·" Καθὼς ὕψωσε, φησίν, Μωϋσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πᾶς ὁ πιστεύων ἐπ' αὐτῷ μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον." Εἰ δὲ χαλκοῦς ὄφις τὸν τοῦ προσηλωθέντος σώματος ἐπλήρωσε τύπον, τί δεδράκαμεν ἀπεικός, τῷ σωτηρίῳ πάθει παραθέντες τὴν τῶν τράγων θυσίαν; 211 {ΕΡΑΝ.} Ὅτι τὸν κύριον ὁ Ἰωάννης ἀμνὸν προσηγόρευσεν, καὶ ὁ Ἡσαΐας ὡσαύτως ἀμνὸν καὶ πρόβατον. {ΟΡΘ.} Ὁ δέ γε μακάριος Παῦλος ἁμαρτίαν αὐτὸν καὶ κατάραν καλεῖ. Τοιγάρτοι ὡς μὲν κατάρα τοῦ καταράτου ὄφεως τὸν τύπον πληροῖ· ὡς δὲ ἁμαρτία τῆς τῶν τράγων θυσίας δείκνυσι τὴν εἰκόνα. Ὑπὲρ γὰρ ἁμαρτίας, κατὰ τὸν νόμον, οὐκ ἀμνός, ἀλλὰ χίμαρος ἐξ αἰγῶν προσεφέρετο. Διά τοι τοῦτο καὶ ὁ κύριος ἐν τοῖς εὐαγγελίοις ἀμνοῖς μὲν τοὺς δικαίους ἀπείκασεν, ἐρίφοις δὲ τοὺς ἁμαρτωλούς. Ἐπειδὴ τοίνυν ἔμελλεν, οὐχ ὑπὲρ δικαίων μόνον, ἀλλὰ καὶ ὑπὲρ ἁμαρτωλῶν, ὑπομένειν τὸ πάθος, εἰκότως δι' ἀμνῶν καὶ τράγων προδιαγράφει τὴν οἰκείαν ἱερουργίαν. {ΕΡΑΝ.} Ἀλλὰ τῶν δύο τράγων ὁ τύπος δύο πρόσωπα παρασκευάζει νοεῖν. {ΟΡΘ.} Οὐχ οἷόν τε ἦν ἐν ἑνὶ τράγῳ ἄμφω κατὰ ταὐτὸν προτυπωθῆ ναι, καὶ τὸ παθητὸν τῆς ἀνθρωπότητος καὶ τὸ ἀπαθὲς τῆς θεότητος. Ἀναιρεθεὶς γὰρ οὗτος τὴν ζῶσαν οὐκ ἂν ἔδειξε φύσιν. Τούτου δὴ χάριν δύο παρελήφθησαν εἰς τὴν τῶν δύο φύσεων δήλωσιν. Ταὐτὸ δὲ τοῦτο καὶ ἐφ' ἑτέρας θυσίας καταμάθοι τις ἄν. {ΕΡΑΝ.} Ποίας; {ΟΡΘ.} Ἔνθα πτηνὰ δύο τῶν καθαρῶν ὁ νομοθέτης διαγορεύει προσφέρεσθαι, καὶ τὸ μὲν θύεσθαι, θάτερον δὲ εἰς τὸ τοῦ τυθέντος αἷμα βαφὲν ἀπολύεσθαι. Καὶ γὰρ ἐνταῦθα ὁρῶμεν τὸν τῆς θεότητος καὶ τῆς ἀνθρωπότητος τύπον, τῆς μὲν θυομένης, τῆς δὲ οἰκειουμένης τὸ πάθος. {ΕΡΑΝ.} Πολλοὺς ἡμῖν προσενήνοχας τύπους. Ἐγὼ δὲ τοὺς αἰνιγ ματώδεις οὐ προσίεμαι λόγους. {ΟΡΘ.} Καὶ μὴν ὁ θεῖος ἀπόστολος καὶ τὰς ἱστορίας τύπους εἶναί φησι, καὶ τὴν Ἄγαρ τύπον τῆς παλαιᾶς διαθήκης ἐκάλεσε, καὶ τὴν Σάρραν τῇ ἐπουρανίῳ ἀπείκασεν Ἱερουσαλήμ, καὶ τὸν μὲν Ἰσμαὴλτύπον ἔφη τοῦ Ἰσραήλ, τὸν Ἰσαὰκ δὲ τοῦ νέου λαοῦ. Κατηγόρησον οὖν καὶ τῆς μεγάλης τοῦ πνεύματος σάλπιγγος, ὅτι πᾶσιν ἡμῖν τοὺς αἰνιγματώδεις προσενήνοχε λόγους. 212 {ΕΡΑΝ.} Κἂν μυρίους μοι πρὸς τούτοις ἑτέρους προσενέγκῃς λόγους, μερίσαι τὸ πάθος οὐ πείσεις. Ἤκουσα γὰρ καὶ τοῦ ἀγγέλου πρὸς τὰς περὶ Μαριὰμ εἰρηκότος·" Δεῦτε, βλέπετε ὅπου ἔκειτο ὁ κύριος." {ΟΡΘ.} Τοῦτο καὶ ἡμεῖς εἰώθαμεν δρᾶν. Τοῖς γὰρ κοινοῖς ὀνόμασι καὶ τὸ μέρος προσαγορεύομεν. Εἰς γὰρ τοὺς τῶν ἱερῶν ἀποστόλων ἢ προφητῶν ἢ μαρτύρων εἰσιόντες σηκοὺς πυνθανόμεθα, τίς ὁ κείμενος ἐν τῇ λάρνακι; Οἱ δὲ τὸ ἀληθὲς εἰδότες ἀποκρινόμενοι λέγουσιν, ἢ τὸν Θωμᾶν τυχὸν τὸν ἀπόστολον, ἢ τὸν βαπτιστὴν Ἰωάννην, ἢ Στέφανον τῶν μαρτύρων τὸν πρόμαχον, ἢ ἕτερόν τινα τῶν ἁγίων ὀνομαστὶ λέγοντες, καίτοι σμικρῶν ἄγαν ἐνίοτε κειμένων λειψάνων. Ἀλλ' οὐδεὶς τῶν κοινῶν τούτων ὀνομάτων ἀκούων, ἃ καὶ τὴν ψυχὴν ὁμοῦ καὶ τὸ σῶμα δηλοῖ, ἐγκαθεῖρχθαι ταῖς θήκαις καὶ τὰς ψυχὰς ὑπολήψεται· ἀλλ' οἶδεν ὡς τὰ σώματα μόνα ταῖς θήκαις ἢ μικρά γε τῶν σωμάτων ἐγκατάκειται μόρια. Ταὐτὸ δὴ τοῦτο καὶ ὁ ἅγιος ἐκεῖνος πεποίηκεν ἄγγελος τῷ τοῦ προσώπου ὀνόματι τὸ σῶμα προσ αγορεύσας. {ΕΡΑΝ.} Καὶ πόθεν δείξεις, ὡς περὶ τοῦ δεσποτικοῦ σώματος ταῖς γυναιξὶν ὁ ἄγγελος εἴρηκε; {ΟΡΘ.} Πρῶτον μὲν αὐτὸς ὁ τάφος ἀπόχρη τὸ ζητούμενον λῦσαι. Οὐδὲ γὰρ ψυχὴ παραδίδοται τάφῳ, ἤπου γε θεότητος ἡ ἀπερίγραφος φύσις· τοῖς γὰρ σώμασιν οἱ τάφοι κατασκευάζονται. Ἔπειτα δὲ καὶ ἡ θεία τοῦτο σαφῶς διδάσκει γραφή. Ὁ γὰρ δὴ θεσπέσιος Ματθαῖος τοῦτον ἱστορεῖ τὸν τρόπον·" Ὀψίας γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσε τῷ Ἰησοῦ. Οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα. Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ, καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ, καὶ προσ κυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθε." Βλέπε ποσάκις τοῦ σώματος ἐμνημόνευσεν, ἵνα τῶν τὴν θεότητα βλασφημούντων ἐμ φράξῃ τὰ στόματα. Τοῦτο καὶ ὁ τρισμακάριος πεποίηκε Μάρκος· ἐρῶ δὲ καὶ ἅπερ οὗτος ἱστόρησεν." Ὀψίας, γάρ φησι, γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστι προσάββατον, ἐλθὼν Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν 213 τοῦ θεοῦ, τολμήσας εἰσῆλθε πρὸς Πιλᾶτον, καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκε, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ πάλαι ἀπέθανε· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ σῶμα τῷ Ἰωσήφ· καὶ ἀγοράσας σινδόνα καὶ καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι, καὶ κατέθηκεν ἐν μνημείῳ," καὶ τὰ ἑξῆς. Θαύμασον τοίνυν τὴν συμφωνίαν ὁρῶν καὶ συμ φώνως καὶ συνεχῶς φερόμενον τὸ τοῦ σώματος ὄνομα. Καὶ ὁ πανεύφημος δὲ Λουκᾶς παραπλησίως ἱστόρηκεν, ὡς τὸ σῶμα ᾔτησεν ὁ Ἰωσήφ, καὶ λαβὼν τῶν νομιζομένων ἠξίωσεν. Ὁ δὲ θειότατος Ἰωάννης καὶ ἕτερα προσιστόρησεν." Ἠρώτησε, γάρ φησι, τὸν Πιλᾶτον Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθίας, ὢν μαθητὴς τοῦ Ἰησοῦ, κεκρυμμένος δὲ διὰ τὸν φόβον τῶν Ἰουδαίων, ἵνα ἄρῃ τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἐπέτρεψεν ὁ Πιλᾶτος. Ἦλθεν οὖν καὶ ᾖρε τὸ σῶμα τοῦ Ἰησοῦ. Ἦλθε δὲ καὶ Νικόδημος, ὁἐλθὼν πρὸς τὸν Ἰησοῦν νυκτὸς τὸ πρότερον, φέρων μίγμα σμύρνης καὶ ἀλόης λίτρας ρʹ. Ἔλαβον οὖν τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ἐνείλησαν αὐτὸ ὀθονίοις μετὰ τῶν ἀρωμάτων, καθὼς ἔθος ἐστὶν τοῖς Ἰουδαίοις ἐνταφιάζειν. Ἦν δὲ ἐν τῷ τόπῳ ὅπου ἐσταυρώθη κῆπος, καὶ ἐν τῷ κήπῳ μνημεῖον καινόν, ἐν ᾧ οὐδέπω οὐδεὶς ἐτέθη. Ἐκεῖ οὖν διὰ τὴν παρασκευὴν τῶν Ἰουδαίων, ὅτι ἐγγὺς ἦν τὸ μνημεῖον, ἔθηκαν τὸν Ἰησοῦν." Ὅρα τοίνυν ποσάκις τοῦ σώματος μνημονεύσας, καὶ δείξας ὡς τοῦτο τῷ σταυρῷ προσηλώθη, καὶ τοῦτο ᾔτησε τὸν Πιλᾶ τον ὁ Ἰωσήφ, καὶ τοῦτο καθεῖλεν ἀπὸ τοῦ ξύλου, καὶ τοῦτο τοῖς ὀθονίοις μετὰ τῆς σμύρνης καὶ τῆς ἀλόης ἐνείλησαν, τότε τὸ τοῦ προσώπου τέθεικεν ὄνομα, καὶ τὸν Ἰησοῦν εἴρηκεν ἐν τῷ μνημείῳ τεθῆναι. Τούτου δὴ ἕνεκα καὶ ὁ ἄγγελος ἔφη·" Δεῦτε, βλέπετε ὅπου ἔκειτο ὁ κύριος," ἀπὸ τῆς κοινῆς προσηγορίας τὸ σῶμα καλέσας. Οὕτω γὰρ καὶ ἡμεῖς λέγειν εἰώθαμεν, ἐν τῷδε τῷ τόπῳ ὁ δεῖνα ἐτάφη, καὶ οὔ φαμεν, τὸ σῶμα τοῦ δεῖνος, ἀλλὰ ὁ δεῖνα. Πᾶς δὲ σωφρονῶν οἶδεν ὡς περὶ τοῦ σώματος λέγομεν. Οὕτω δὲ λέγειν σύνηθες τῇ θείᾳ γραφῇ·" Ἀπέθανε, γάρ φησιν, Ἀαρών, καὶ ἔθαψαν αὐτὸν ἐν Ὢρ τῷ ὄρει·" καί·" Ἀπέθανε Σαμουήλ, καὶ ἔθαψαν αὐτὸν ἐν Ἀρμαθέμ," καὶ μυρία τοιαῦτα. Τοῦτο τὸ ἔθος τετήρηκεν ὁ θεῖος 214 ἀπόστολος τοῦ δεσποτικοῦ μνημονεύσας θανάτου." Παρέδωκα, γάρ φησιν, ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγή γερται τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς γραφάς," καὶ τὰ ἑξῆς. {ΕΡΑΝ.} Ἐν οἷς ἀνέγνως ἀρτίως, οὐ σώματος ἐμνημόνευσεν ὁ ἀπό στολος, ἀλλὰ τοῦ πάντων ἡμῶν σωτῆρος Χριστοῦ. Κατὰ σαυτοῦ τοίνυν τὴν μαρτυρίαν παρήγαγες, καὶ σαυτὸν τοῖς σοῖς ἔβαλες βέλεσιν. {ΟΡΘ.} Ἐπελήσθης, ὡς ἔοικεν, ὅτι τάχιστα τῶν μακρῶν ἐκείνων ὧν διεξῆλθον λόγων, δεικνὺς ὅτι πολλάκις τοῖς τῶν προσώπων ὀνό μασι καὶ τὸ σῶμα προσαγορεύουσι. Ταὐτὸ δὲ τοῦτο καὶ νῦν δέδρακεν ὁ θεῖος ἀπόστολος, καὶ τοῦτο αὐτόθεν ῥᾴδιον διαγνῶναι. Σκοπήσωμεν δὲ ὡδί. Τοῦ δὴ χάριν ταῦτα γέγραφε Κορινθίοις ὁ θεσπέσιος οὗτος ἀνήρ; {ΕΡΑΝ.} Τινὲς αὐτοὺς ἐξηπάτησαν, ὡς οὐκ ἔσται σωμάτων ἀνά στασις. Τοῦτο τοίνυν μαθὼν ὁ τῆς οἰκουμένης διδάσκαλος, τοὺς περὶ τῆς τῶν σωμάτων ἀναστάσεως αὐτοῖς προσενήνοχε λόγους. {ΟΡΘ.} Καὶ τί δήποτε, δεῖξαι βουλόμενος τὴν τῶν σωμάτων ἀνά στασιν, τὴν δεσποτικὴν ἀνάστασιν εἰς μέσον παρήγαγεν; {ΕΡΑΝ.} Ὡς ἱκανὴν δηλῶσαι τὴν πάντων ἡμῶν ἀνάστασιν. {ΟΡΘ.} Τί γὰρ ἐοικὸς ἔχει τῷ θανάτῳ τῶν ἄλλων, ἵνα τῇ ἀναστάσει τεκμηριώσῃ τὴν πάντων ἀνάστασιν; {ΕΡΑΝ.} Τούτου χάριν ἐνηνθρώπησεν ὁ μονογενὴς υἱὸς τοῦ θεοῦ, καὶ πέπονθε, καὶ θανάτου πεῖραν ἔλαβεν, ἵνα καταλύσῃ τὸν θάνατον. Ἀναστὰς τοιγαροῦν διὰ τῆς οἰκείας ἀναστάσεως κηρύττει τὴν πάντων ἀνθρώπων ἀνάστασιν. {ΟΡΘ.} Καὶ τίς ἂν πιστεύσειεν ἀνάστασιν ἀκούων θεοῦ ταύτῃ παραπλησίως καὶ τὴν πάντων ἀνθρώπων ἀνάστασιν ἔσεσθαι; Οὐκ ἐᾷ γὰρ πιστεύειν τῷ λόγῳ τῆς ἀναστάσεως τῶν φύσεων τὸ ἀνόμοιον. Ὁ μὲν γὰρ θεός, οἱ δὲ ἄνθρωποι· πλεῖστον δὲ ὅσον θεοῦ καὶ ἀνθρώ πων τὸ μέσον· οἱ μὲν γὰρ θνητοὶ καὶ ἐπίκηροι, καὶ χόρτῳ καὶ ἄνθει ἀπεικασμένοι· ὁ δὲ παντοδύναμος. {ΕΡΑΝ.} Ἀλλὰ σῶμα εἶχεν ἐνανθρωπήσας ὁ θεὸς λόγος, καὶ διὰ τούτου τὴν πρὸς τοὺς ἀνθρώπους ἔδειξεν ὁμοιότητα. 215 {ΟΡΘ.} Τοῦ σώματος οὖν ἄρα ὅλως τό τε πάθος καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις, καὶ τοῦτο δεικνὺς ἑτέρωθεν ὁ θεῖος ἀπόστολος ὑπισχνεῖ ται πᾶσι τὴν ἀναβίωσιν, καὶ τοῖς τῇ μὲν τοῦ σωτῆρος ἀναστάσει πιστεύουσι, τὴν δὲ κοινὴν πάντων ἀνάστασιν μῦθον ὑπολαμβάνουσι, κέκραγε λέγων·" Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσί τινες ἐν ὑμῖν, ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται· εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, ματαία ἡ πίστις ὑμῶν, ἔτι ἐστὲ ἐν ταῖς ἁμαρτίαις ὑμῶν." Καὶ ἀπὸ μὲν τοῦ γεγενημένου τὸ ἐσόμενον βεβαιοῖ· ἀπὸ δὲ τοῦ ἀπιστουμένου ἐκβάλλει τὸ πιστευόμενον. Εἰ γὰρ ἐκεῖνο, φησίν, ὑμῖν ἀδύνατον καταφαίνεται, καὶ τοῦτο δήπου ψευδές. Εἰ δὲ τοῦτό γε ἀληθὲς καὶ πιστὸν εἶναι δοκεῖ, κἀκεῖνο ὡσαύτως δοκείτω εἶναι πιστόν. Σώματος γὰρ ἀνάστασις κἀνταῦθα κηρύττεται, καὶ ἀπαρχὴ τοῦτό γε ἐκείνων προσαγορεύεται. Τοῦτο γὰρ μετὰ τοὺς πάλαι πολλοὺς συλλογισμοὺς ἀποφαντικῶς εἴρηκεν." Νυνὶ δὲ Χριστὸς ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων ἐγένετο. Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν. Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται." Καὶ οὐ μόνον τὸν περὶ τῆς ἀνα στάσεως ἐβεβαίωσε λόγον, ἀλλὰ καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀπεκάλυψε. Ταύτῃ τοι καὶ ἄνθρωπον τὸν Χριστὸν προσηγόρευσεν, ἵνα δείξῃ τὴν θεραπείαν τῇ νόσῳ κατάλληλον. {ΕΡΑΝ.} Ἄνθρωπος οὖν μόνον ἐστὶν ὁ Χριστός; {ΟΡΘ.} Ἄπαγε· τοὐναντίον γὰρ πολλάκις εἰρήκαμεν, ὡς οὐ μόνον ἄνθρωπός ἐστιν, ἀλλὰ καὶ θεὸς προαιώνιος. Πέπονθε δὲ ὡς ἄνθρωπος, οὐχ ὡς θεός. Καὶ τοῦτο σαφῶς ἡμᾶς ἐδίδαξεν ὁ θεῖος ἀπόστολος εἰρηκώς·" Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν." Καὶ Θεσσαλονικεῦσι δὲ γράφων ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν ἀναστάσεως βεβαιοῖ τὸν περὶ τῆς κοινῆς ἀναστάσεως λόγον." Εἰ γὰρ πιστεύομεν, φησίν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτως καὶ ὁ θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ." {ΕΡΑΝ.} Ἔδειξε μὲν ὁ ἀπόστολος τὴν κοινὴν ἀνάστασιν διὰ τῆς 216 δεσποτικῆς ἀναστάσεως. Καὶ δῆλον ὡς σῶμα ἦν κἀνταῦθα τὸ τεθνεός τε καὶ ἀναστάν. Οὐ γὰρ ἂν ἐπειράθη διὰ τούτου γε δεῖξαι τὴν πάντων ἀνάστασιν, εἰ μὴ τὴν πρὸς ἐκεῖνα εἶχε κατ' οὐσίαν συγγένειαν. Οὐ μὴν ἀνέξομαι τῇ ἀνθρωπείᾳ γε φύσει μόνῃ προσάψαι τὸ πάθος· ἀλλ' ἀκόλουθον εἶναί μοι δοκεῖ τὸ λέγειν τὸν θεὸν λόγον τεθνηκέναι σαρκί. {ΟΡΘ.} Πολλάκις ἐδείξαμεν, ὡς τὸ φύσει ἀθάνατον κατ' οὐδένα γε τρόπον ἀποθανεῖν δύναται. Εἰ τοίνυν τέθνηκεν, οὐκ ἄρα ἀθάνατος. Ἡλίκοι δὲ τῇ βλασφημίᾳ τῶν λόγων οἱ κίνδυνοι; {ΕΡΑΝ.} Φύσει μέν ἐστιν ἀθάνατος, ἐνανθρωπήσας δὲ πέπονθεν. {ΟΡΘ.} Τοιγαροῦν τροπὴν ὑπέμεινε. Πῶς γὰρ ἄλλως ἀθάνατος ὢν ἐδέξατο θάνατον; Ἀλλὰ μὴν συνωμολογήσαμεν ἄτρεπτον εἶναι τὴν τῆς τριάδος οὐσίαν· ἥκιστα οὖν ἄρα θανάτου μετέλαχε φύσιν ἔχων ὑπερτέραν τροπῆς. {ΕΡΑΝ.} Ὁ θεῖος εἴρηκε Πέτρος," Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκί." {ΟΡΘ.} Τούτῳ γε καὶ ὁ ἡμέτερος συμφωνεῖ λόγος· ἐκ γὰρ τῆς θείας γραφῆς μεμαθήκαμεν τὸν τῶν δογμάτων κανόνα. {ΕΡΑΝ.} Πῶς τοίνυν οὔ φατε τὸν θεὸν λόγον πεπονθέναι σαρκί; {ΟΡΘ.} Ὅτι παρὰ τῇ θείᾳ γραφῇ ταύτην οὐχ εὑρήκαμεν τὴν φωνήν. {ΕΡΑΝ.} Καὶ μὴν τοῦ μεγάλου Πέτρου χρῆσιν τοιαύτην ἀρτίως παρήγαγον. {ΟΡΘ.} Ἀγνοεῖς, ὡς ἔοικε, τὴν τῶν ὀνομάτων διαφοράν. {ΕΡΑΝ.} Ποίων ὀνομάτων; Οὐ δοκεῖ σοι θεὸς εἶναι λόγος ὁ δεσπό της Χριστός; {ΟΡΘ.} Τὸ Χριστὸς ὄνομα ἐπὶ τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν τὸν ἐνανθρωπήσαντα θεὸν λόγον δηλοῖ· τὸ Ἐμμανουὴλ τὸν μεθ' ἡμῶν θεόν, τὸν θεὸν καὶ ἄνθρωπον· τὸ δέ γε θεὸς λόγος οὑτωσὶ λεγόμενον τὴν ἁπλῆν φύσιν, τὴν προκόσμιον, τὴν ὑπέρχρονον, τὴν ἀσώματον σημαίνει. Οὗ δὴ χάριν τὸ πανάγιον πνεῦμα τὸ διὰ τῶν ἁγίων ἀπο στόλων φθεγξάμενον οὐδαμοῦ πάθος ἢ θάνατον τῇδε τῇ προσηγορίᾳ προσήρμοσεν. {ΕΡΑΝ.} Εἰ τῷ Χριστῷ προσάπτει τὸ πάθος, ὁ δὲ θεὸς λόγος ἐναν θρωπήσας ὠνομάσθη Χριστός, οὐδὲν ἄτοπον οἶμαι δρᾶν λέγων τὸν θεὸν λόγον πεπονθέναι σαρκί. 217 {ΟΡΘ.} Πάντολμον μὲν οὖν καὶ μάλα θρασὺ τὸ ἐγχείρημα. Ἐξε τάσωμεν δὲ ὧδέ πη τὸν λόγον. Τὸν θεὸν λόγον ἐκ τοῦ θεοῦ καὶ πατρὸς εἶναι ἡ θεία λέγει γραφή. {ΕΡΑΝ.} Ἀληθῆ λέγεις. {ΟΡΘ.} Καὶ μέντοι καὶ τὸ πνεῦμα τὸ ἅγιον ὡσαύτως ἐκ τοῦ θεοῦ εἶναι διδάσκει. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Ἀλλὰ τὸν μὲν θεὸν λόγον υἱὸν ὀνομάζει μονογενῆ. {ΕΡΑΝ.} Οὕτως ὀνομάζει. {ΟΡΘ.} Τὸ δὲ πνεῦμα τὸ ἅγιον υἱὸν οὐδαμοῦ προσηγόρευσεν. {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Καίτοι ἐκ τοῦ θεοῦ καὶ πατρὸς καὶ τοῦτο ἔχει τὴν ὕπαρξιν. {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Ἐπειδὴ τοίνυν συνομολογοῦμεν ἐκ τοῦ θεοῦ καὶ πατρὸς εἶναι καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα, τολμήσαις ἄν ποτε υἱὸν ὀνομάσαι τὸ πανάγιον πνεῦμα; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Διατί; {ΕΡΑΝ.} Ἐπειδήπερ οὐχ εὑρίσκω τόδε τὸ ὄνομα παρὰ τῇ θείᾳ γραφῇ. {ΟΡΘ.} Ἀλλὰ γεγεννημένον; {ΕΡΑΝ.} Οὐδὲ τοῦτο. {ΟΡΘ.} Τοῦ δὴ χάριν; {ΕΡΑΝ.} Οὐκ ἐδιδάχθην οὐδὲ τοῦτο παρὰ τῆς θείας γραφῆς. {ΟΡΘ.} Τὸ δὲ μὴ γεγεννημένον μήτ' αὖ ἐκτισμένον ποίας ἂν εἰκότως τύχοι προσηγορίας; {ΕΡΑΝ.} Ἄκτιστον αὐτὸ καὶ ἀγέννητον ὀνομάζομεν. {ΟΡΘ.} Τὸ δὲ πανάγιον πνεῦμα οὔτε ἐκτίσθαι οὔτε μὴν γεγεννῆσθαί φαμεν. {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Καλέσαι οὖν ἀγέννητον θαρσήσαις ἂν τὸ πανάγιον πνεῦμα; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Καὶ τί δήποτε μὴ καλεῖς ἀγέννητον τὸ φύσει μὲν ἄκτιστον, μηδαμῶς δὲ γεγεννημένον; {ΕΡΑΝ.} Ὅτι τοῦτο οὐ μεμάθηκα παρὰ τῆς θείας γραφῆς, καὶ σφόδρα δειμαίνω λέγειν τὰ παρ' ἐκείνης σεσιγημένα. 218 {ΟΡΘ.} Ταύτην δὴ οὖν ἡμῖν, ὦ ἀγαθέ, τὴν εὐλάβειαν καὶ ἐπὶ τοῦ σωτηρίου διατήρησον πάθους, καὶ ὅσα τῶν θείων ὀνομάτων ἀφῆκεν ἡ γραφὴ τοῦ πάθους ἐλεύθερα, ἄφες καὶ σύ, καὶ μὴ προσάψῃς τούτοις τὸ πάθος. {ΕΡΑΝ.} Καὶ τίνα ταῦτά ἐστιν; {ΟΡΘ.} Οὐδαμοῦ τῇ θεὸς προσηγορίᾳ τὸ πάθος συνέζευξεν. {ΕΡΑΝ.} Οὐδὲ ἐγὼ τὸν θεὸν λόγον δίχα σώματος λέγω παθεῖν, ἀλλὰ σαρκὶ πεπονθέναι φημί. {ΟΡΘ.} Τρόπον οὖν πάθους οὐκ ἀπάθειαν λέγεις· τοῦτο δέ γε οὐδὲ ψυχῆς πέρι ἀνθρωπείας φαίη τις ἄν. Τίς γὰρ εἴποι ἄν, μὴ κομιδῇ παραπαίων, ὅτι σαρκὶ τέθνηκεν ἡ Παύλου ψυχή; οὐδὲ γὰρ περὶ παμ πονήρου τινὸς τοῦτό γε ἂν ῥηθείη ποτέ· ἀθάνατοι γὰρ καὶ τῶν πονη ρῶν αἱ ψυχαί. Ἀλλὰ τὸν δεῖνα μὲν τὸν ἀνδροφόνον ἀνῃρῆσθαί φαμεν, τὴν τούτου δέ γε ψυχὴν οὐκ ἄν τις εἴποι κατεσφάχθαι σαρκί. Εἰ δὲ τὰς τῶν ἀνδροφόνων καὶ τυμβωρύχων ψυχὰς ἐλευθέρας εἶναι θανάτου φαμέν, πολλῷ δήπουθεν δικαιότερον ἀθάνατον εἰδέναι τὴν τοῦ σωτῆ ρος ἡμῶν ψυχήν, ἅτε δὴ καὶ ἁμαρτίας ἥκιστα γεγευμένην. Εἰ γὰρ αἱ τὰ μέγιστα πλημμελήσασαι τοῦ θανάτου τὴν πεῖραν διὰ τὴν φύσιν διέφυγον, πῶς ἂν ἐκείνη, καὶ φύσιν ἀθάνατον ἔχουσα καὶ μηδὲ σμι κρᾶς ἁμαρτίας δεξαμένη κηλῖδα, ἐδέξατο ἂν τοῦ θανάτου τὸ ἄγκι στρον; {ΕΡΑΝ.} Μάτην ἡμῖν τοὺς μακροὺς τούτους προσενήνοχας λόγους. Ὁμολογοῦμεν γὰρ ἀθάνατον εἶναι τὴν τοῦ σωτῆρος ψυχήν. {ΟΡΘ.} Καὶ ποίας οὐκ ἂν εἴητε ἄξιοι τιμωρίας, τὴν μὲν ψυχήν, ἣ κτιστὴν ἔχει τὴν φύσιν, ἀθάνατον λέγοντες, θνητὴν δὲ τῷ λόγῳ τὴν θείαν οὐσίαν κατασκευάζοντες; Καὶ τὴν μὲν τοῦ σωτῆρος ψυχὴν οὐ λέγοντες γεύσασθαι θανάτου σαρκί, αὐτὸν δὲ τὸν θεὸν λόγον, τὸν τῶν ἁπάντων δημιουργόν, τοῦτον λέγειν τολμῶντες πεπονθέναι τὸ πάθος; {ΕΡΑΝ.} Ἀπαθῶς αὐτὸν πεπονθέναι φαμέν. {ΟΡΘ.} Καὶ τίς σωφρονῶν τῶν καταγελάστων τούτων ἀνάσχοιτ' ἂν γρίφων; ἀπαθὲς γὰρ πάθος οὐδεὶς ἀκήκοε πώποτε, οὐδὲ ἀθάνατον θάνατον. Τὸ γὰρ ἀπαθὲς οὐ πέπονθε, καὶ τὸ πεπονθὸς οὐκ ἀπαθὲς μείνοι ἄν. Ἡμεῖς δὲ ἀκούομεν τοῦ θείου Παύλου βοῶντος·" Ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον." 219 {ΕΡΑΝ.} Τί οὖν φαμεν καὶ τὰς ἀοράτους δυνάμεις καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ αὐτούς γε τοὺς δαίμονας ἀθανάτους; {ΟΡΘ.} Φαμέν· ἀλλὰ κυρίως ἀθάνατος ὁ θεός· οὐσίᾳ γὰρ ἀθάνατος, οὐ μετουσίᾳ· οὐ γὰρ παρ' ἑτέρου τὴν ἀθανασίαν ἔχει λαβών. Τοῖς δέ γε ἀγγέλοις καὶ τοῖς ἄλλοις, ὧν ἀρτίως ἐμνήσθης, αὐτὸς τὴν ἀθανα σίαν δεδώρηται. Εἰ τοίνυν ἀθάνατον αὐτὸν ὁ θεσπέσιος ὀνομάζει Παῦλος, καὶ μόνον τὴν ἀθανασίαν ἔχειν φησίν, πῶς αὐτῷ τὸ τοῦ θανάτου προσαρμόζετε πάθος; {ΕΡΑΝ.} Μετὰ τὴν σάρκωσιν αὐτὸν γεύσασθαι θανάτου φαμέν. {ΟΡΘ.} Ἀλλ' ἄτρεπτον αὐτὸν πολλάκις ὡμολογήσαμεν. Εἰ δὲ ἀθά νατος πρότερον ὢν ὕστερον διὰ σαρκὸς ὑπέμεινε θάνατον, εἰ τοῦτό τις δέξαιτο, πῶς ἂν πιστεύσειε τῷ Δαβὶδ λέγοντι πρὸς αὐτόν·" Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι;" κατὰ γὰρ τὸν ὑμέτερον λόγον οὐκ ἔμεινεν. Ὁ αὐτὸς ἀθάνατος γὰρ ὢν διὰ σαρκὸς ὑπέμεινε θάνατον, τροπῆς ἡγησαμένης ὑπέμεινε θάνατον, ἐξέλιπε δὲ αὐτοῦ καὶ ἡ ζωὴ τρεῖς ἡμέρας καὶ ἰσαρίθμους νύκτας, καὶ ποίαν τὸ ταῦτα λέγειν ἀσεβείας ὑπερβολὴν καταλείπει; Οἶμαι γὰρ οὐδὲ τοῖς κατὰ τῆς ἀσεβείας ἀγωνιζομένοις τὸ ταῦτα διὰ τῆς γλώττης προφέρειν ἀκίνδυνον. {ΕΡΑΝ.} Παῦσαι δυσσεβείας ἡμᾶς γραφόμενος. Οὐδὲ γὰρ ἡμεῖς τὴν θείαν φύσιν πεπονθέναι φαμέν, ἀλλὰ τὴν ἀνθρωπείαν· τὴν δέ γε θείαν συμπεπονθέναι τῷ σώματι. {ΟΡΘ.} Τὸ συμπεπονθέναι πῶς λέγεις; ὡς τῶν ἥλων ἐμπηγνυμένων τῷ σώματι τὴν θείαν φύσιν τῆς ἀλγηδόνος τὴν αἴσθησιν δέξασθαι; {ΕΡΑΝ.} Ναιχί. {ΟΡΘ.} Καὶ νῦν καὶ ἐν τοῖς ἔμπροσθεν ἐξετασμένοις ἐδείξαμεν οὐδὲ τὴν ψυχὴν πάντων μεταλαγχάνουσαν τῶν τοῦ σώματος· ἀλλὰ τὸ σῶμα τὴν ζωτικὴν δύναμιν δεχόμενον διὰ τῆς ψυχῆς τὴν αἴσθησιν ἔχειν τῶν παθημάτων. Εἰ δὲ καὶ συγχωρήσαιμεν τὴν ψυχὴν τῷ σώματι συναλγεῖν, οὐδὲν ἧττον ἀπαθῆ τὴν θείαν φύσιν εὑρήσομεν. Οὐ γὰρ ἀντὶ ψυχῆς συνήφθη τῷ σώματι. Ἢ οὐ συνομολογεῖς αὐτὸν ἀνειληφέναι ψυχήν; 220 {ΕΡΑΝ.} Πολλάκις συνωμολόγησα. {ΟΡΘ.} Καὶ τὴν λογικὴν ψυχήν; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Εἰ τοίνυν μετὰ τοῦ σώματος ἀνείληφε τὴν ψυχήν, συνεχωρή σαμεν δὲ συμπάσχειν τῷ σώματι τὴν ψυχήν, ἡ ψυχὴ ἄρα συνέπαθεν, οὐχ ἡ θεότης τῷ σώματι· συνέπαθε δὲ τὰς ὀδύνας ὡς εἰκὸς δεξαμένη διὰ τοῦ σώματος. Ἀλλὰ συμπάσχειν μὲν ἴσως τῷ σώματι φαίη τις ἂν τὴν ψυχήν, συναποθνῄσκειν δὲ οὐδαμῶς· ἀθάνατον γὰρ ἔλαχε φύσιν. Διά τοι τοῦτο καὶ ὁ κύριος ἔφη·" Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι." Εἰ τοίνυν οὐδὲ τὴν ψυχὴν τοῦ σωτῆρός φαμεν τῷ σώματι κοινωνῆσαι θανάτου, πῶς ἄν τις τὴν παρ' ὑμῶν τολμωμένην δέξαιτο βλασφημίαν, ἣ τὴν θείαν φύσιν μεταλαχεῖν θανάτου λέγειν τολμᾷ; καὶ ταῦτα τοῦ κυρίου νῦν μὲν τὸ σῶμα προσφερόμενον, νῦν δὲ τὴν ψυχὴν ταραττο μένην ἐπιδεικνύντος. {ΕΡΑΝ.} Καὶ ποῦ τὸ σῶμα προσφερόμενον ὁ κύριος ἔδειξεν; Ἢ πάλιν ἡμῖν τὴν πολυθρύλλητον ὑμῶν προσοίσετε μαρτυρίαν·" Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν;" καὶ τὸν εὐ αγγελιστὴν ἡμῖν βρενθυόμενοι παρέξετε λέγοντα·" Αὐτὸς δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ, καὶ ὅτε ἠγέρθη ἐκ νεκρῶν, ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ ὅτι τοῦτο εἶπεν ὁ Ἰησοῦς, καὶ ἐπίστευσαν τῇ γραφῇ καὶ τῷ λόγῳ, ᾧ εἶπεν ὁ Ἰησοῦς." {ΟΡΘ.} Εἰ λίαν οὕτω ταῖς θείαις φωναῖς ἀπεχθάνεσθε, αἳ τὸ μέγα κηρύττουσι τῆς οἰκονομίας μυστήριον, τί δήποτε μὴ Μαρκίωνι καὶ Βαλεντίνῳ καὶ Μάνητι παραπλησίως τὰς τοιάσδε φωνὰς ἐξαλείφετε; καὶ γὰρ ἐκεῖνοι ταὐτὸ τοῦτο δεδράκασιν. Εἰ δὲ θρασὺ τοῦτο δοκεῖ καὶ ἀνόσιον, μὴ κωμῳδεῖτε τοῦ δεσπότου τὰ ῥήματα, ἀλλὰ τοῖς ἀποστό λοις ἀκολουθεῖτε πιστεύσασι μετὰ τὴν ἀνάστασιν, ὡς ἡ θεότης ἀνέστησαν ὃν ἔλυσαν οἱ Ἰουδαῖοι ναόν. {ΕΡΑΝ.} Εἰ μαρτυρίαν ἔχεις στερράν, παῦσαι λοιδορούμενος, καὶ πλήρωσον τὴν ὑπόσχεσιν. {ΟΡΘ.} Μέμνησαι πάντως τῶν εὐαγγελικῶν λογίων ἐκείνων, ἐν οἷς τοῦ μάννα καὶ τῆς ἀληθινῆς τροφῆς ὁ κύριος ἐποιήσατο σύγκρισιν. {ΕΡΑΝ.} Μέμνημαι. 221 {ΟΡΘ.} Ἐν ἐκείνῳ τῷ χωρίῳ περὶ τοῦ ἄρτου τῆς ζωῆς πολλοὺς λόγους διεξελθὼν ἐπήγαγε καὶ ταῦτα·" Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς." Καὶ ἔστιν ἰδεῖν ἐν τοῖς λόγοις καὶ τὴν τῆς θεότητος φιλοτιμίαν καὶ τὴν δωρεὰν τῆς σαρκός. {ΕΡΑΝ.} Οὐκ ἀπόχρη μαρτυρία μία τὴν ἀμφισβήτησιν λῦσαι. {ΟΡΘ.} Ὁ Αἰθίοψ εὐνοῦχος οὐ πολλὰς ἀνέγνω γραφάς, ἀλλὰ μίαν εὑρὼν προφητικὴν μαρτυρίαν δι' ἐκείνης ἐποδηγήθη πρὸς σωτηρίαν. Ὑμᾶς δὲ οὐχ ἱκανοὶ πεῖσαι πάντες ἀπόστολοι καὶ προφῆται, καὶ οἱ μετ' ἐκείνους τῆς ἀληθείας γενόμενοι κήρυκες. Ἀλλ' ὅμως καὶ ἑτέρας σοι περὶ τοῦ δεσποτικοῦ σώματος μαρτυρίας προσοίσω. Οἶσθα τῆς εὐαγγελικῆς ἱστορίας ἐκεῖνό γε τὸ χωρίον, ἔνθα τὸ πάσχα φαγὼν μετὰ τῶν μαθητῶν ἔδειξε μὲν τοῦ τυπικοῦ προβάτου τὸ τέλος, ἐδί δαξε δὲ τῆς σκιᾶς ἐκείνης ποῖον ὑπάρχει σῶμα. {ΕΡΑΝ.} Οἶδα τήνδε τὴν ἱστορίαν. {ΟΡΘ.} Οὐκοῦν ἀναμνήσθητι, τί μὲν ὁ κύριος λαβὼν ἔκλασε, τί δὲ τὸ ληφθὲν προσαγορεύσας εἴρηκεν. {ΕΡΑΝ.} Τῶν ἀμυήτων ἕνεκα μυστικώτερον λέξω. Λαβὼν καὶ κλάσας καὶ τοῖς μαθηταῖς διανείμας ἔφη·" Τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ ὑμῶν διδόμενον," ἢ" κλώμενον," κατὰ τὸν ἀπόστολον· καὶ πάλιν·" Τοῦτό μού ἐστι τὸ αἷμα τὸ τῆς καινῆς διαθήκης τὸ περὶ πολλῶν ἐκχυνόμενον." {ΟΡΘ.} Οὐ τοίνυν θεότητος ἐμνημόνευσε τοῦ πάθους τὸν τύπον ἐπιδεικνύς; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἀλλὰ σώματός γε καὶ αἵματος; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Σῶμα ἄρα τῷ σταυρῷ προσηλώθη; {ΕΡΑΝ.} Ἔοικεν. {ΟΡΘ.} Ἄταρ δὴ τόδε προσεξετάσωμεν. Ἡνίκα μετὰ τὴν ἀνάστασιν τῶν θυρῶν κεκλεισμένων πρὸς τοὺς ἁγίους ὁ δεσπότης εἰσελήλυθε μαθητάς, καὶ δείσαντας ἐθεάσατο, τίνι τρόπῳ τὸ δέος ἔλυσε, καὶ πίστιν ἀντὶ τοῦ δέους ἐνέθηκεν;