Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Eranistes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
222.1.1
{ΕΡΑΝ.} Εἶπεν αὐτοῖς·" Βλέπετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου, ὅτι αὐτὸς ἐγώ εἰμι· ψηλαφήσατέ με, καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." {ΟΡΘ.} Τὸ σῶμα τοίνυν αὐτοῖς ἀπιστοῦσιν ἐπέδειξεν; {ΕΡΑΝ.} Δῆλον. {ΟΡΘ.} Τὸ σῶμα τοιγαροῦν ἐγήγερται; {ΕΡΑΝ.} Φαίνεται. {ΟΡΘ.} Ὃ δὲ ἀνέστη, τοῦτο δήπου καὶ ἐτεθνήκει; {ΕΡΑΝ.} Ἔοικεν. {ΟΡΘ.} Ὃ δέ γε ἐτεθνήκει, τοῦτο τῷ σταυρῷ προσηλώθη; {ΕΡΑΝ.} Ἀνάγκη. {ΟΡΘ.} Τὸ σῶμα ἄρα πέπονθε κατὰ τὸν σόν γε λόγον. {ΕΡΑΝ.} Τοῦτο φάναι βιάζεται ὁ τῶν λόγων εἱρμός. {ΟΡΘ.} Σκοπήσωμεν δὲ καὶ ὡδί. Ἐγὼ δὲ πάλιν ἐρήσομαι, σὺ δὲ φιλαλήθως ἀπόκριναι. {ΕΡΑΝ.} Ἀποκρινοῦμαι. {ΟΡΘ.} Ὁπηνίκα τὸ πανάγιον τοῖς ἀποστόλοις ἐπεφοίτησε πνεῦμα, καὶ τὸ παράδοξον θέαμά τε καὶ ἄκουσμα πολλὰς ἀνθρώπων παρὰ τὸ δωμάτιον ἐκεῖνο μυριάδας συνήθροισε, τίνα τῶν ἀποστόλων ὁ πρῶτος τηνικαῦτα δημηγορῶν περὶ τῆς δεσποτικῆς εἴρηκεν ἀναστάσεως. {ΕΡΑΝ.} Τὸν θεσπέσιον Δαβὶδ εἰς μέσον παρήγαγεν, ἔφη τε αὐτὸν ὑποσχέσεις παρὰ τοῦ θεοῦ τῶν ὅλων δεξάμενον, ὡς ὁ δεσπότης Χριστὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ βλαστήσει· καὶ ταύταις πεπι στευκότα, προϊδεῖν τε προφητικῶς αὐτοῦ τὴν ἀνάστασιν, καὶ διαρρή δην εἰπεῖν, ὡς οὐκ ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ, οὐδὲ ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. {ΟΡΘ.} Τούτων τοιγαροῦν ἡ ἀνάστασις. {ΕΡΑΝ.} Καὶ πῶς ἄν τις τῆς οὐ τεθνηκυίας ψυχῆς ἀνάστασιν εἴποι γε σωφρονῶν; {ΟΡΘ.} Οἱ τῆς ἀτρέπτου καὶ ἀπεριγράφου θεότητος καὶ τὸ πάθος καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν εἶναι λέγοντες, πῶς ἡμῖν ἐξαίφνης ἀνεφάνητε σώφρονες, ὡς παραιτεῖσθαι καὶ τῇ ψυχῇ προσάπτειν τὸ τῆς ἀναστάσεως ὄνομα; 223 {ΕΡΑΝ.} Ὅτι τῷ πεπτωκότι πρόσφορον τὸ τῆς ἀναστάσεως πρόσ ρημα. {ΟΡΘ.} Ἀλλ' οὐ δίχα ψυχῆς τὸ σῶμα τυγχάνει τῆς ἀναστάσεως, νεουργούμενον δὲ τῷ θείῳ βουλήματι, καὶ τῇ ὁμόζυγι συναπτόμενον, ἀπολαμβάνει τὸ ζῆν. Ἢ οὐχ οὕτω τὸν Λάζαρον ὁ δεσπότης ἀνέστη σεν; {ΕΡΑΝ.} Δῆλον ὡς οὐ σῶμα μόνον ἀνίσταται. {ΟΡΘ.} Σαφέστερον ταῦτα διδάσκει ὁ θεῖος Ἰεζεκιήλ. Ἐπιδείκνυσι γὰρ ὅπως τε συνελθεῖν τὰ ὀστέα προσέταξεν ὁ θεός, καὶ ὅπως τούτων ἕκαστον τὴν οἰκείαν ἀπέλαβεν ἁρμονίαν, καὶ ἔφυσε νεῦρα καὶ φλέβας καὶ ἀρτηρίας, καὶ τὰς μεταξὺ τούτων ὑπεστρωμένας σάρκας, καὶ τὸ δέρμα τούτων ἁπάντων τὸ κάλυμμα, καὶ τότε τὰς ψυχὰς ἐπανελθεῖν πρὸς τὰ οἰκεῖα παρηγγύησε σώματα. {ΕΡΑΝ.} Ἀληθῆ ταῦτα. {ΟΡΘ.} Τὸ μέντοι κυριακὸν σῶμα ταύτην οὐχ ὑπέμεινε τὴν διαφθο ράν, ἀλλ' ἀκήρατον διαμεῖναν ἀπέλαβε τῇ τρίτῃ ἡμέρᾳ τὴν οἰκείαν ψυ χήν. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Τοιγάρτοι τούτων τὸ πάθος, ὧν καὶ ὁ θάνατος; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ὧν δὲ ὁ θάνατος, τούτων ἄρα καὶ ἡ ἀνάστασις; {ΕΡΑΝ.} Ἀνάγκη. {ΟΡΘ.} Τῆς δέ γε ἀναστάσεως μνημονεύσας ὁ μέγας Πέτρος, καὶ μὴν δὴ καὶ ὁ θεῖος Δαβίδ, τὴν μὲν ψυχὴν ἔφασαν μὴ ἐγκαταλειφθῆναι εἰς ᾅδου, τὸ δὲ σῶμα μὴ ὑπομεῖναι διαφθοράν; {ΕΡΑΝ.} Οὕτως ἔφασαν. {ΟΡΘ.} Οὐκ ἄρα ἡ θεότης ὑπέμεινε θάνατον, ἀλλὰ τὸ σῶμα τῷ χωρισμῷ τῆς ψυχῆς. {ΕΡΑΝ.} Τῶν ἀτόπων τούτων λόγων ἐγώ γε οὐκ ἀνέξομαι. {ΟΡΘ.} Τοῖς οἰκείοις οὖν διαμάχῃ λόγοις· σοὶ γὰρ οὗτοί γε, οὓς ἀτόπους ὠνόμασας. {ΕΡΑΝ.} Συκοφαντεῖς με ὅλως γε· τῶνδε γὰρ τῶν λόγων οὐδεὶς ἐμός. 224 {ΟΡΘ.} Ὅταν, τινὸς ἐρωτῶντος ποῖόν ἐστι τὸ ζῷον τὸ λογικὸν ὁμοῦ καὶ θνητόν, ἀποκρίναιτό τις καὶ εἴποι, ἄνθρωπος, τίνα ἂν καλέ σαις ἑρμηνέα τοῦ λόγου, τὸν ἐρόμενον ἢ τὸν ἀποκρινόμενον; {ΕΡΑΝ.} Τὸν ἀποκρινόμενον. {ΟΡΘ.} Εἰκότως ἄρα ἔφην σοὺς εἶναι τούσδε τοὺς λόγους· σὺ γὰρ δήπουθεν ἀποκρινόμενος καὶ τὰ μὲν ἀπαγορεύων, τὰ δὲ συνομολογῶν, ἐβεβαίους τοὺς λόγους. {ΕΡΑΝ.} Οὐκοῦν ἀποκρινοῦμαι μὲν οὐδαμῶς, ἐρήσομαι δὲ μόνον· σὺ δὲ ἀποκρίνου μοι. {ΟΡΘ.} Ἀποκρινοῦμαι. {ΕΡΑΝ.} Τί δήποτε πρὸς τὴν ἀποστολικὴν φὴς ῥῆσιν ἐκείνην·" Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν;" Ἐνταῦθα γὰρ οὔτε σώματος οὔτε ψυχῆς ἐμνημόνευσεν. {ΟΡΘ.} Οὐκοῦν οὐδὲ τὸ σαρκὶ προσθετέον ἐνταῦθα, τοῦτο δὴ τὸ ὑμέτερον τὸ κατὰ τῆς τοῦ λόγου θεότητος ἐξευρεθὲν ὑμῖν μηχάνημα· ἀλλὰ γυμνῇ τῇ τοῦ λόγου θεότητι προσαπτέον τὸ πάθος. {ΕΡΑΝ.} Οὐδαμῶς· σαρκὶ γὰρ πέπονθεν· ἡ δὲ ἀσώματος φύσις αὐτὴ καθ' αὑτὴν παθεῖν οὐχ οἵα τε ἦν. {ΟΡΘ.} Ἀλλ' οὐδὲν προσήκει τοῖς ἀποστολικοῖς προσθεῖναι ῥητοῖς. {ΕΡΑΝ.} Οὐδὲν ἄτοπον τὸν ἀποστολικὸν εἰδότα σκοπὸν τὸ ἐλλεῖπον προσθεῖναι. {ΟΡΘ.} Προσθεῖναι μέντοι τοῖς θείοις μανικόν ἐστι καὶ θρασύ· ἀναπτύσσειν δὲ τὰ γεγραμμένα καὶ τὴν κεκρυμμένην ἀποκαλύπτειν διάνοιαν ὅσιόν τε καὶ εὐαγές. {ΕΡΑΝ.} Ὀρθῶς ἔφης. {ΟΡΘ.} Οὐδὲν οὖν ἀπεικὸς οὐδὲ ἀνόσιον δρῴημεν ἂν καὶ ἡμεῖς ἐρευνῶντες τῶν γεγραμμένων τὸν νοῦν. {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Κοινῇ τοίνυν τὸ δοκοῦν κεκρύφθαι ζητήσωμεν. {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ἀδελφὸν τοῦ κυρίου τὸν θεῖον Ἰάκωβον ὁ μέγας προσηγό- ρευσε Παῦλος. {ΕΡΑΝ.} Ἀληθές. 225 {ΟΡΘ.} Πῶς τοίνυν αὐτὸν νοήσομεν ἀδελφόν; πότερον τῇ τῆς θεό τητος ἢ τῇ τῆς ἀνθρωπότητος ἀγχιστείᾳ; {ΕΡΑΝ.} Τὰς ἡνωμένας φύσεις διελεῖν οὐκ ἀνέξομαι. {ΟΡΘ.} Καὶ μὴν πολλάκις διεῖλες ἐν τοῖς ἔμπροσθεν ἐξητασμένοις. Ταὐτὸ δὲ τοῦτο δράσεις καὶ νῦν. Εἰπὲ γάρ μοι, μονογενῆ τὸν θεὸν λόγον λέγεις υἱόν; {ΕΡΑΝ.} Οὕτω λέγω. {ΟΡΘ.} Ὁ δὲ μονογενὴς τὸν μόνον υἱὸν δηλοῖ; {ΕΡΑΝ.} Πάνυγε. {ΟΡΘ.} Ἥκιστα δὲ ἀδελφὸν ὁ μονογενὴς ἔχει; {ΕΡΑΝ.} Οὐδαμῶς ἔχει· οὐ γὰρ ἂν ἀδελφὸν ἔχων κληθείη μονο γενής. {ΟΡΘ.} Ψευδῶς ἄρα κεκλήκασι τὸν Ἰάκωβον ἀδελφὸν τοῦ κυρίου. Μονογενὴς γὰρ ὁ κύριος, ἥκιστα δὲ ἀδελφὸν ὁ μονογενὴς ἔχει. {ΕΡΑΝ.} Ἀλλ' οὐκ ἀσώματος ὁ κύριος, ἵνα μόνα τὰ τῇ θεότητι προσήκοντά φασι τῆς ἀληθείας οἱ κήρυκες. {ΟΡΘ.} Πῶς ἂν οὖν δείξαις ἀληθῆ τοῦ ἀποστόλου τὸν λόγον; {ΕΡΑΝ.} Λέγων ὅτι κατὰ σάρκα οὗτος τῆς δεσποτικῆς συγγενείας μετεῖχεν. {ΟΡΘ.} Ἰδοὺ πάλιν ἡμῖν εἰσήγαγες τὴν παρ' ὑμῶν κατηγορου μένην διαίρεσιν. {ΕΡΑΝ.} Οὐκ ἦν ἑτέρως τὴν συγγένειαν δεῖξαι. {ΟΡΘ.} Μὴ τοίνυν κατηγόρει τῶν ἑτέρως τὰ τοιαῦτα διαλύειν μὴ δυναμένων. {ΕΡΑΝ.} Εἰς ἕτερα τὸν λόγον ἀπάγεις ἐκκλῖναι θέλων τὸ πρόβλημα. {ΟΡΘ.} Οὐδαμῶς, ὦ ἀγαθέ· διὰ γὰρ δὴ τῶν ἐξητασμένων κἀκεῖνο λυθήσεται· καὶ σκόπησον οὑτωσί. Τοῦ κυρίου ἀδελφὸν τὸν Ἰάκωβον ἀκούσας, οὐ τῇ θεότητι προσήκειν, ἀλλὰ τῇ σαρκὶ τὴν συγγένειαν εἴρηκας; {ΕΡΑΝ.} Οὕτως ἔφην. {ΟΡΘ.} Κἀνταῦθα τοίνυν τοῦ σταυροῦ τὸ πάθος ἀκούσας, τῇ σαρκὶ τοῦτο προσάρμοσον. {ΕΡΑΝ.} Ὁ ἀπόστολος Παῦλος κύριον τῆς δόξης τὸν ἐσταυρωμένον ἐκάλεσεν. 226 {ΟΡΘ.} Καὶ ὁ αὐτὸς ἀπόστολος ἀδελφὸν τοῦ Ἰακώβου τὸν κύριον προσηγόρευσεν. Ὁ αὐτὸς δὲ κύριος κἀνταῦθα κἀκεῖ. Εἰ τοίνυν ὀρθῶς ἐκεῖ τὴν συγγένειαν προσήρμοσας τῇ σαρκί, καὶ τὸ πάθος δήπουθεν ταύτῃ προσαρμοστέον. Τῶν γὰρ ἀτοπωτάτων τὴν μὲν συγγένειαν κατὰ διαίρεσιν ἐννοεῖν, τὸ δὲ πάθος ἀδιαιρέτως προσάπτειν. {ΕΡΑΝ.} Ἐγὼ πείθομαι τῷ ἀποστόλῳ κύριον τῆς δόξης τὸν ἐσταυ ρωμένον προσαγορεύοντι. {ΟΡΘ.} Καὶ ἐγώ γε πείθομαι καὶ πιστεύω κύριον εἶναι δόξης· οὐ γὰρ ἀνθρώπου τινὸς κοινοῦ, ἀλλὰ τοῦ κυρίου τῆς δόξης σῶμα ἦν τὸ τῷ ξύλῳ προσηλωθέν. Χρὴ μέντοι εἰδέναι, ὡς ἡ ἕνωσις κοινὰ ποιεῖ τὰ ὀνόματα. Σκόπησον δὲ οὑτωσί. Τὴν σάρκα τοῦ κυρίου ἐκ τῶν οὐρα νῶν κατεληλυθέναι λέγεις; {ΕΡΑΝ.} Οὐ δῆτα. {ΟΡΘ.} Ἀλλ' ἐν τῇ μήτρᾳ τῆς παρθένου διαπλασθῆναι; {ΕΡΑΝ.} Οὕτω φημί. {ΟΡΘ.} Πῶς οὖν ὁ κύριος λέγει·" Ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώ που ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;" καὶ πάλιν·" Οὐδεὶς ἀναβέβη κεν εἰς τὸν οὐρανόν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ." {ΕΡΑΝ.} Οὐ περὶ τῆς σαρκός, ἀλλὰ περὶ τῆς θεότητος λέγει. {ΟΡΘ.} Ἀλλ' ἡ θεότης ἐκ τοῦ θεοῦ καὶ πατρός. Πῶς οὖν αὐτὸν υἱὸν ἀνθρώπου καλεῖ; {ΕΡΑΝ.} Κοινὰ τοῦ προσώπου γέγονε τὰ τῶν φύσεων ἴδια. Ὁ γὰρ αὐτὸς διὰ τὴν ἕνωσιν, καὶ υἱὸς ἀνθρώπου καὶ υἱὸς θεοῦ, καὶ αἰώνιος καὶ πρόσφατος, καὶ υἱὸς Δαβὶδ καὶ κύριος Δαβίδ, καὶ τ' ἄλλα τὰ τοιάδε ὁμοίως. {ΟΡΘ.} Μάλα ὀρθῶς. Εἰδέναι μέντοι κἀκεῖνο χρή, ὡς οὐ σύγχυσιν εἰργάσατο τῶν φύσεων ἡ κοινότης τῶν ὀνομάτων. Διὰ γάρ τοι τοῦτο καὶ διαγνῶναι ζητοῦμεν, πῶς μὲν υἱὸς θεοῦ, πῶς δὲ πάλιν ὁ αὐτὸς υἱὸς ἀνθρώπου, καὶ πῶς ὁ αὐτὸς χθὲς καὶ σήμερον καὶ εἰς τοὺς αἰῶνας· καὶ τῇ εὐσεβεῖ διακρίσει τοῦ λόγου σύμφωνα τἀναντία εὑρίσκομεν. {ΕΡΑΝ.} Ὀρθῶς εἴρηκας. {ΟΡΘ.} Ὥσπερ τοίνυν καταβεβηκέναι μὲν ἐκ τῶν οὐρανῶν τὴν 227 θείαν ἔφησθα φύσιν, υἱὸν δέ γε ἀνθρώπου κληθῆναι αὐτὴν διὰ τὴν ἕνωσιν εἴρηκας, οὕτω προσηλωθῆναι μὲν τῷ ξύλῳ τὴν σάρκα προσήκει λέγειν, ἀχώριστον δὲ ταύτης εἶναι τὴν θείαν φύσιν ὁμολογεῖν, κἀν τῷ σταυρῷ, κἀν τῷ τάφῳ, πάθος ἐκεῖθεν οὐ δεχομένην, ἐπειδὴ πάσχειν οὐ πέφυκεν, οὐδέ γε θνῄσκειν, ἀλλ' ἀθάνατον ἔχει καὶ ἀπαθῆ τὴν οὐσίαν. Ταύτῃ τοι καὶ κύριον τῆς δόξης τὸν ἐσταυρωμένον ὠνόμασε, τὸ τῆς ἀπαθοῦς φύσεως ὄνομα τῇ παθητῇ προσνείμας, ἐπειδήπερ αὐτῆς ἐχρημάτισε σῶμα. Προσεξετάσωμεν δὲ καὶ τοῦτο. Ὁ θεῖος εἶπεν ἀπόστολος·" Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν." Ἐσταύρωσαν τοίνυν ἣν ἔγνωσαν φύσιν, οὐχ ἣν πάμπαν ἠγνόησαν. Εἰ δὲ ἔγνωσαν ἣν ἠγνόησαν, οὐκ ἂν ἐσταύρωσαν ἥνπερ ἔγνωσαν. Ἐπειδὴ δὲ τὴν θείαν ἠγνόησαν, τὴν ἀνθρωπείαν ἐσταύρω σαν. Ἢ οὐκ ἀκήκοας αὐτῶν λεγόντων·" Περὶ καλοῦ ἔργου οὐ λιθάζο μέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν θεόν;" Διὰ δὲ τούτων δηλοῦσιν, ὡς ἣν μὲν ἑώρων ἐπεγίνωσκον φύσιν, τὴν δέ γε ἀόρατον παντάπασιν ἠγνόουν. Εἰ δὲ κἀκείνην ἐπέγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν. {ΕΡΑΝ.} Ταῦτα μὲν ἁμηγέπη τὸ εἰκὸς ἔχει. Ἡ δὲ τῶν πατέρων τῶν ἐν Νικαίᾳ συνεληλυθότων διδασκαλία τῆς πίστεως αὐτὸν τὸν μονο γενῆ, τὸν ἀληθινὸν θεόν, τὸν ὁμοούσιον τῷ πατρί, παθεῖν καὶ σταυρω θῆναί φησι. {ΟΡΘ.} Τῶν πολλάκις ὁμολογηθέντων ὡς ἔοικεν ἐπιλέλησαι. {ΕΡΑΝ.} Ποίων; {ΟΡΘ.} Ὅτι μετὰ τὴν ἕνωσιν τῷ ἑνὶ προσώπῳ καὶ τὰ ὑψηλὰ καὶ τὰ ταπεινὰ προσάπτει ἡ θεία γραφή. Ἴσως δὲ κἀκεῖνο ἠγνόησας, ὡς εἰρηκότες πρότερον οἱ πανεύφημοι πατέρες σαρκωθέντα, ἐνανθρωπή σαντα, τότε ἐπήγαγον παθόντα, σταυρωθέντα, καὶ τὴν δεκτικὴν τοῦ πάθους προδείξαντες φύσιν, οὕτω τὸ πάθος τοῖς λόγοις προσέθεσαν. {ΕΡΑΝ.} Οἱ πατέρες τὸν υἱὸν τοῦ θεοῦ, τὸ ἐκ τοῦ φωτὸς φῶς, τὸν ἐκ τῆς οὐσίας τοῦ πατρός, ἔφασαν παθεῖν τε καὶ σταυρωθῆναι. {ΟΡΘ.} Πολλάκις ἔφην, ὡς καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια τὸ ἓν δέχεται πρόσωπον. Διάτοι τοῦτο καὶ οἱ τρισμακάριοι πατέρες, ὅπως 228 δεῖ πιστεύειν εἰς τὸν πατέρα διδάξαντες, καὶ εἰς τὸ τοῦ υἱοῦ πρόσωπον μεταβάντες, οὐκ εἶπον εὐθύς, καὶ εἰς τὸν υἱὸν τοῦ θεοῦ· καίτοι λίαν ἀκόλουθον ἦν, τὰ περὶ τοῦ θεοῦ καὶ πατρὸς εἰρηκότας, εὐθὺς καὶ τὴν τοῦ υἱοῦ θεῖναι προσηγορίαν· ἀλλ' ἠβουλήθησαν ὁμοῦ καὶ τὸν τῆς θεολογίας καὶ τὸν τῆς οἰκονομίας ἡμῖν παραδοῦναι λόγον, ἵνα μὴ ἄλλο μὲν τὸ τῆς θεότητος, ἄλλο δὲ τὸ τῆς ἀνθρωπότητος πρόσωπον νομισθῇ. Τούτου δὴ χάριν τοῖς περὶ τοῦ πατρὸς εἰρημένοις ἐπήγαγον, ὡς χρὴ πιστεύειν καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ. Χριστὸς δὲ μετὰ τὴν ἐνανθρώπησιν ὁ θεὸς λόγος ἐκλήθη. Τοῦτο τοίνυν τὸ ὄνομα πάντα δέχεται, καὶ ὅσα τῆς θεότητος, καὶ ὅσα τῆς ἀνθρω πότητος ἴδια. Ἐπιγινώσκομεν δὲ ὅμως, τίνα μὲν ταύτης, τίνα δὲ ἐκείνης τῆς φύσεως· καὶ τοῦτο καὶ ἐξ αὐτοῦ τοῦ συμβόλου τῆς πίστεως καταμαθεῖν εὐπετές. Τίνι γάρ, εἰπέ μοι, προσαρμόττεις τό, ἐκ τῆς οὐσίας τοῦ πατρός; τῇ θεότητι ἢ τῇ ἐκ σπέρματος Δαβὶδ διαπλασ θείσῃ φύσει; {ΕΡΑΝ.} Δῆλον ὡς τῇ θεότητι. {ΟΡΘ.} Τὸ δέ, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, τίνος ἴδιον εἶναι φής; τῆς θεότητος ἢ τῆς ἀνθρωπότητος; {ΕΡΑΝ.} Τῆς θεότητος. {ΟΡΘ.} Οὐκοῦν καὶ τῷ πατρὶ ὁμοούσιος οὐχ ἡ σάρξ, οὐδέ γε ἡ ψυχή· κτισταὶ γὰρ αὗται· ἀλλ' ἡ θεότης, ἡ τὰ πάντα τεκτηναμένη; {ΕΡΑΝ.} Ἀληθές. {ΟΡΘ.} Οὕτω δὴ οὖν χρὴ πάθος ἀκούοντας καὶ σταυρὸν ἐπιγινώσκειν τὴν φύσιν τὴν δεξαμένην τὸ πάθος, καὶ μὴ τῇ ἀπαθεῖ προσάπτειν, ἀλλ' ἐκείνῃ, ἣ τούτου γε ἕνεκα προσελήφθη. Ὅτι γὰρ καὶ οἱ ἀξιάγαστοι πατέρες ἀπαθῆ τὴν θείαν ὡμολόγησαν φύσιν, τῇ δὲ σαρκὶ τὸ πάθος προσήρμοσαν, μαρτυρεῖ τὸ τῆς πίστεως τέλος· ἔχει δὲ οὕτως·" Τοὺς δὲ λέγοντας, Ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας τινὸς ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία." Ὅρα δὲ οὖν ὁποίαν ἠπείλησαν τιμωρίαν τοῖς τὸ πάθος τῇ φύσει τῇ θείᾳ προσάπτουσιν. {ΕΡΑΝ.} Περὶ τροπῆς αὐτοῖς ὁ λόγος ἐνταῦθα καὶ ἀλλοιώσεως. {ΟΡΘ.} Τὸ δὲ πάθος τί ἕτερόν ἐστι ἢ τροπὴ καὶ ἀλλοίωσις; Εἰ γὰρ ἀπαθὴς πρὸ τῆς σαρκώσεως ὢν μετὰ τὴν σάρκωσιν ἔπαθε, τροπὴν 229 δήπουθεν ὑπομείνας ἔπαθε· καὶ εἰ ἀθάνατος πρὸ τῆς ἐνανθρωπήσεως ὢν ἐγεύσατο θανάτου, κατὰ τὸν ὑμέτερον λόγον, μετὰ τὴν ἐνανθρώ πησιν, ἠλλοιώθη πάντως θνητὸς ἐξ ἀθανάτου γενόμενος. Ἀλλὰ τοὺς τοιούσδε λόγους καὶ μὴν δὴ καὶ τοὺς τούτων πατέρας τῶν ἱερῶν οἱ πανεύφημοι πατέρες ἐξελαύνουσι περιβόλων, καὶ ὡς σεσηπότα μέλη τοῦ ὑγιαίνοντος ἀποκόπτουσι σώματος. Οὗ δὴ χάριν σε παρακαλοῦμεν δεῖσαι τὴν τιμωρίαν, καὶ μισῆσαι τὴν βλασφημίαν. Δείξω δέ σοι καὶ ἐν ἰδίοις συγγράμμασι ταῦτα τοὺς ἁγίους πατέρας πεφρονηκότας ἃ διεξέλθωμεν· ὧν ἔνιοι μὲν τῆς θαυμασίας ἐκείνης ὁμηγύρεως ἐκοινώνη σαν, τινὲς δὲ μετ' ἐκείνους ἐν ταῖς ἐκκλησίαις διέπρεψαν, τινὲς δὲ πάλαι καὶ πρόπαλαι τὴν οἰκουμένην ἐφώτισαν. Ἀλλ' οὔτε τὸ διάφορον τῶν καιρῶν, οὔτε τὸ ἑτερόγλωττον τῶν φωνῶν τὴν συμφωνίαν ἐπή μανεν, ἀλλ' ἐοίκασι λύρᾳ πολλὰς μὲν ἐχούσῃ καὶ διαφόρους χορδάς, μίαν δὲ ἠχὴν παναρμόνιον ἀφιείσῃ. {ΕΡΑΝ.} Ἐρασμίαν ἐμοὶ καὶ τριπόθητον προσοίσεις ἀκρόασιν· ἀναμφίλεκτος γὰρ ἡ τοιαύτη διδασκαλία καὶ λίαν ἐστὶν ὀνησιφόρος. {ΟΡΘ.} Ἀναπέτασον τοίνυν τὰς ἀκοάς, καὶ τῶν πνευματικῶν κρου νῶν ὑποδέχου τὰ νάματα. Τοῦ ἁγίου Ἰγνατίου ἐπισκόπου Ἀντιοχείας καὶ μάρτυρος. Ἐκ τῆς πρὸς Σμυρναίους ἐπιστολῆς. Εὐχαριστίας καὶ προσευχῆς ἀπέχονται, διὰ τὸ μὴ ὁμολογεῖν τὴν εὐχαριστίαν σάρκα εἶναι τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τὴν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν παθοῦσαν, ἣν τῇ χρηστότητι ὁ πατὴρ ἤγειρεν. Εἰρηναίου ἐπισκόπου Λουγδούνου. Ἐκ τοῦ τρίτου λόγου τῶν εἰς τὰς αἱρέσεις. Φανερὸν οὖν ὅτι Παῦλος ἄλλον Χριστὸν οὐκ οἶδεν, ἀλλ' ἢ τοῦτον τὸν ἐκ παρθένου γεννηθέντα καὶ παθόντα καὶ ταφέντα καὶ ἀναστάντα, ὃν καὶ ἄνθρωπον λέγει. Εἰπὼν γάρ," Εἰ δὲ Χριστὸς κηρύσσεται ὅτι ἐκ νεκρῶν ἐγήγερται," ἐπιφέρει τὴν αἰτίαν ἀποδιδοὺς τῆς σαρκώσεως 230 αὐτοῦ·" Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνά στασις νεκρῶν." Καὶ πανταχοῦ ἐπὶ τοῦ πάθους τοῦ κυρίου ἡμῶν καὶ τῆς ἀνθρωπότητος αὐτοῦ καὶ τῆς νεκρώσεως, τῷ τοῦ Χριστοῦ κέχρη ται ὀνόματι, ὡς ἐπὶ τοῦ," Μὴ τῷ βρώματί σου ἐκεῖνον ἀπόλλυε, ὑπὲρ οὗ Χριστὸς ἀπέθανε." Καὶ πάλιν·" Νυνὶ δὲ ἐν Χριστῷ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγὺς τῷ αἵματι τοῦ Χριστοῦ." Καὶ πάλιν·" Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· γέγραπται γάρ· Ἐπικατάρατος πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὥσπερ γὰρ ἦν ἄνθρωπος ἵνα πειρασθῇ, οὕτω καὶ λόγος ἵνα δοξασθῇ· ἡσυχάζοντος μὲν τοῦ λόγου ἐν τῷ πειράζεσθαι καὶ σταυροῦσθαι καὶ ἀποθνῄσκειν· συγγινομένου δὲ τῷ ἀνθρώπῳ ἐν τῷ νικᾶν καὶ ὑπο μένειν καὶ χρηστεύεσθαι καὶ ἀνίστασθαι καὶ ἀναλαμβάνεσθαι. Τοῦ αὐτοῦ ἐκ τοῦ εʹ λόγου τῆς αὐτῆς πραγματείας. Τῷ ἰδίῳ οὖν αἵματι λυτρωσαμένου ἡμᾶς τοῦ κυρίου, καὶ δόντος τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν ἡμετέρων ψυχῶν καὶ τὴν σάρκα τὴν ἑαυτοῦ ἀντὶ τῶν ἡμετέρων σαρκῶν. Τοῦ ἁγίου Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος. Ἐκ τῆς πρὸς βασιλίδα τινὰ ἐπιστολῆς. Ἀπαρχὴν οὖν τοῦτον λέγει τῶν κεκοιμημένων, ἅτε πρωτότοκον τῶν νεκρῶν. Ὃς ἀναστὰς καὶ βουλόμενος ἐπιδεικνύναι ὅτι τοῦτο ἦν τὸ ἐγηγερμένον, ὅπερ ἦν καὶ ἀποθνῇσκον, δισταζόντων τῶν μαθητῶν, προσκαλεσάμενος τὸν Θωμᾶν ἔφη·" Δεῦρο, ψηλάφησον καὶ ἴδε, ὅτι πνεῦμα ὀστοῦν καὶ σάρκα οὐκ ἔχει, ὡς ὑμεῖς με θεωρεῖτε ἔχοντα." Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ἀπαρχὴν τοῦτον εἰπὼν ἐπεμαρτύρησε τῷ ὑφ' ἡμῶν εἰρημένῳ, ὡς ἐκ τοῦ αὐτοῦ φυράματος σάρκα λαβὼν ὁ σωτήρ, ἤγειρε ταύτην, ἀπαρχὴν ποιούμενος τῆς τῶν δικαίων σαρκός, ἵν' οἱ πάντες ἐπ' ἐλπίδι τοῦ ἐγηγερμένου προσδόκιμον τὴν ἀνάστασιν ἕξομεν πιστεύοντες εἰς αὐτόν. 231 Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τοὺς δύο λῃστάς. Ἀμφότερα παρέσχε τὸ τοῦ κυρίου σῶμα τῷ κόσμῳ, αἷμα τὸ ἱερὸν καὶ ὕδωρ τὸ ἅγιον. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ νεκρόν τε ὂν τὸ σῶμα κατὰ τὸν ἀνθρώπινον τρόπον μεγάλην ἔχει ζωῆς ἐν αὐτῷ δύναμιν. Ἃ γὰρ οὐ προχεῖται τῶν νεκρῶν σωμάτων, ταῦτα ἐξ αὐτοῦ προεχέθη, αἷμά τε καὶ ὕδωρ, ἵν' εἰδείημεν, ἡλίκον ἡ κατασκηνώσασα δύναμις ἐν τῷ σώματι πρὸς ζωὴν δύναται, ὡς μήτε αὐτὸ τοῖς ἄλλοις ὅμοιον φαίνεσθαι νεκροῖς, ἡμῖν δὲ τὰ ζωῆς αἴτια προχεῖν δύνασθαι. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οὐ συντρίβεται δὲ ὀστοῦν τοῦ ἁγίου προβάτου, δεικνύντος τοῦ τύπου μὴ καθικνούμενον τῆς δυνάμεως τὸ πάθος· σώματος γὰρ ὀστέα δύνα μις. Τοῦ ἁγίου Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας καὶ ὁμολογητοῦ. Ἐκ τοῦ περὶ ψυχῆς λόγου. Δι' ὀλίγων δὲ ἔστιν ἐλέγξαι τὴν ἀσεβῆ συκοφαντίαν αὐτῶν· μάλιστα μὲν γάρ, εἰ μὴ τῆς τῶν ἀνθρώπων ἕνεκεν σωτηρίας εἰς τὴν τοῦ θανάτου σφαγὴν τὸ ἴδιον ἑκουσίως ἐξεδίδου σῶμα. Πρῶτον μὲν πολλὴν αὐτῷ περιάπτουσιν ἀδυναμίαν, ὅτι μὴ οἷός τε ἐγένετο τὴν τῶν πολεμίων ὁρμὴν ἐπισχεῖν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Διατί δὲ περὶ πολλοῦ ποιοῦνται δεικνύναι τὸν Χριστὸν ἄψυχον ἀνειλη φέναι σῶμα, γεώδεις πλάττοντες ἀπάτας; Ἵν' εἰ δυνηθεῖεν ὑποφθεῖραί τινας, ταῦθ' οὕτως ἔχειν ὁρίζεσθαι, τηνικαῦτα τὰς τῶν παθῶν ἀλλοιώσεις τῷ θείῳ περιάψαντες πνεύματι ῥᾳδίως ἀναπείσωσιν αὐτούς, ὡς οὐκ ἔστι τὸ τρεπτὸν ἐκ τῆς ἀτρέπτου φύσεως γεννηθέν. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό," Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ." Ὁ ἄνθρωπος γὰρ ὁ ἀποθανὼν τριήμερος μὲν ἀνίσταται, τῇ δὲ Μαρίᾳ καρτερίᾳ μὲν ψυχῆς ἅπτεσθαι προθυμουμένῃ τῶν ἁγίων μελῶν 232 ἀνθυπενέγκας ἐκφωνεῖ·" Μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου· πορεύου δὲ πρὸς τοὺς ἀδελφούς μου, καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν." Τὸ δ'," Οὔπω ἀναβέβηκα πρὸς τὸν πατέρα μου," οὐχ ὁ λόγος ἔφασκε καὶ θεὸς ὁ οὐρανόθεν ὁρμώμενος, καὶ ἐν τοῖς κόλποις διαιτώμενος τοῦ πατρός, οὐδ' ἡ πάντα τὰ γενητὰ περιέχουσα σοφία· ἀλλ' αὐτὸς ὁ ἐκ παντοδαπῶν ἡρμολογημένος μελῶν ἄνθρωπος τοῦτο ἐπέφηνεν, ὁ ἐκ τῶν νεκρῶν ἐγερθεὶς καὶ οὐδέπω μὲν πρὸς τὸν πατέρα μετὰ τὸν θάνατον ἀνελθών, ταμιευόμενος δὲ αὑτῷ τῆς προόδου τὴν ἀπαρχήν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Κύριον δὲ τῆς δόξης αὐτὸν τὸν ἄνθρωπον τὸν σταυρωθέντα σαφῶς ὀνομάζει γράφων, ἐπειδὴ καὶ κύριον καὶ Χριστὸν ἀνέδειξεν αὐτόν, καθάπερ οἱ ἀπόστολοι τῷ αἰσθητῷ Ἰσραὴλ ὁμοφρόνως διαλεγόμενοί φασιν·" Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ κύριον αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε." Τὸν παθόντα τοιγαροῦν Ἰησοῦν κύριον ἐποίησε, καὶ οὐ τὴν σοφίαν οὐδὲ τὸν λόγον τὸν ἀνέκαθεν ἔχοντα τῆς δεσποτείας τὸ κράτος, ἀλλὰ τὸν μετέωρον τῷ σταυρῷ προσεκπετάσαντα τὰς χεῖρας. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ γὰρ ἀσώματός ἐστιν οὔτε ἁφῇ χειρῶν ὑποπίπτει, οὔτ' αἰσθητοῖς ὄμμασι περιλαμβάνεται, οὐ τρῶσιν ὑπομένει, οὐχ ἥλοις προσηλοῦται, οὐ θανάτῳ κοινωνεῖ, οὐ κρύπτεται γῇ, οὐ τάφῳ κατακλείεται, οὐκ ἐκ μνημάτων ἀνίσταται. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου." Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν." Εἰ δὲ ἑκατέρων τὴν ἐξουσίαν εἶχεν οἷα θεός, συνεχώρει μὲν αὐτοῖς λύειν ἀβούλως τὸν νεὼν ἐγχειροῦσιν, ἐπιφανέστερον δὲ ἀνιστῶν ἐνεούργει. Ἐξ ἀναν τιρρήτων δὲ δέδεικται ψήφων, ὅτι αὐτὸς δι' ἑαυτοῦ τὸν ἴδιον ἀνεστή σατο νεουργήσας οἶκον. Ἀναθετέον δὲ καὶ τῷ θειοτάτῳ πατρὶ τὰς τοῦ υἱοῦ μεγαλουργίας. Οὔτε γὰρ ὁ υἱὸς ἄνευ τοῦ πατρὸς δημιουργεῖ κατὰ 233 τὰς ἀρραγεῖς τῶν ἱερῶν γραμμάτων ἀποφάσεις. Τούτου γὰρ δὴ χάριν τότε μὲν ὁ θειότατος γεννήτωρ τὸν Χριστὸν ἐκ νεκρῶν ἐγηγερκέναι γράφεται, τότε δὲ ὁ υἱὸς τὸν ἴδιον ἀναστήσειν ὑπισχνεῖται ναόν. Εἰ οὖν ἐκ τῶν προεξητασμένων ἀπαθὲς δέδεικται τὸ θεῖον τοῦ Χριστοῦ πνεῦμα, περιττῶς τοῖς ἀποστολικοῖς ἐπισκήπτουσιν ὅροις οἱ ἐναγεῖς. Εἰ γὰρ ὁ Παῦλος ἔφρασε τὸν κύριον τῆς δόξης ἐσταυρῶσθαι, σαφῶς εἰς τὸν ἄνθρωπον ἀφορῶν, οὐ παρὰ τοῦτο δεήσει πάθος τῷ θείῳ προσάπτειν. Τί οὖν τοῦτο συνάπτουσι πλέκοντες, ἐξ ἀσθενείας ἐσταυρῶσθαι λέγοντες τὸν Χριστόν; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ δὲ δὴ καὶ ἀσθενείας εἶδος περιάπτειν αὐτῷ προσῆκον ἦν, τῷ ἀνθρώπῳ ταῦτα προσαρτᾶν ἀκόλουθον εἶναι φαίη τις ἄν, οὔτι γε δὴ τῷ πληρώματι τῆς θεότητος, ἢ τῷ ἀξιώματι τῆς ἀνωτάτω σοφίας, ἢ τῷ ἐπὶ πάντων κατὰ τὸν Παῦλον γραφομένῳ θεῷ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οὗτος μὲν δὴ τῆς ἀσθενείας ὁ τρόπος, δι' ὃν εἰς θάνατον γράφεται κατὰ τὸν Παῦλον ἀφῖχθαι. Ζῇ γὰρ ἐκ δυνάμεως θεοῦ τῷ θείῳ πνεύ ματι δηλονότι συνδιαιτώμενος ὁ ἄνθρωπος, ἐπειδὴ καὶ δύναμις ὑψί στου ὁ ἐν αὐτῷ πολιτευόμενος κατὰ τοὺς φθάσαντας ὅρους ἀποδέδει κται. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ δὲ τῆς παρθενικῆς ἐπιβατεύσας μήτρας οὐκ ἐμείωσε τὴν ἐξουσίαν, οὐδὲ τῷ ξύλῳ τοῦ σταυροῦ προσπαγέντος τοῦ σώματος, χραίνεται τὸ πνεῦμα. Τὸ μὲν γὰρ σῶμα μετάρσιον ἐσταυροῦτο, τὸ δὲ θεῖον τῆς σοφίας πνεῦμα καὶ τοῦ σώματος εἴσω διῃτᾶτο, καὶ τοῖς οὐρανίοις ἐπεβάτευε, καὶ πᾶσαν περιεῖχε τὴν γῆν, καὶ τῶν ἀβύσσων ἐκράτει, καὶ τὰς ἑκάστων ψυχὰς ἀνιχνεύων διέκρινε, καὶ πάντα ὁμοῦ συνήθως οἷα θεὸς ἔπραττεν. Οὐ γὰρ εἴσω τῶν σωματικῶν ὄγκων ἡ ἀνωτάτω σοφία καθειργμένη περιέχεται, καθάπερ αἱ τῶν ὑγρῶν καὶ ξηρῶν ὕλαι τῶν μὲν ἀγγείων εἴσω κατακλείονται, περιέχονται δὲ μᾶλλον ἢ περιέχουσι τὰς θήκας. Ἀλλὰ θεία τις οὖσα καὶ ἀνέκφραστος δύναμις τά τε ἐνδοτάτω καὶ ἐξωτάτω τοῦ νεὼ περιλαμβάνουσα κραταιοῖ, κἀντεῦ θεν ἐπέκεινα διήκουσα, πάντας ὁμοῦ τοὺς ὄγκους κρατεῖ περιέχουσα. 234 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ δ' ὁ ἥλιος, σῶμα ὢν ὁρατὸν καὶ αἰσθήσει καταληπτόν, τοσαύτας καὶ τοιαύτας πανταχοῦ γῆς ὑπομένων αἰκίας οὐ μεταβάλλει τὴν τάξιν, οὐδὲ αἰσθάνεται μικρᾶς ἢ μεγάλης πληγῆς, τὴν ἀσώματον σοφίαν οἰόμεθα χραίνεσθαι καὶ μεταλλάττειν τὴν φύσιν, εἰ ὁ ναὸς αὐτῆς σταυρῷ προσηλοῦται, ἢ λύσιν ὑπομένει, ἢ τρῶσιν ὑφίσταται, ἢ δια φθορὰν δέχεται; Ἀλλὰ πάσχει μὲν ὁ νεώς, ἡ δὲ ἀκηλίδωτος οὐσία παντάπασιν ἄχραντος τὴν ἀξίαν καθέστηκεν. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὰς ἐπιγραφὰς τῶν ἀναβαθμῶν. Δόξαν δὲ ἐπίκτητον ὁ πατὴρ οὐκ ἐπιδέχεται, τέλειος, ἄπειρος, ἀπερι νόητος ὤν, ἀπροσδεὴς κάλλους καὶ παντοίας ἀρετῆς. Ἀλλ' οὐδὲ ὁ λόγος αὐτοῦ, θεὸς ὢν ὁ γεννηθεὶς ἐξ αὐτοῦ, δι' οὗ γεγόνασιν ἄγγελοι καὶ οὐρανοὶ καὶ γῆς ἄπειρα μεγέθη καὶ πᾶσαι συλλήβδην τῶν γενητῶν ὕλαι τε καὶ συστάσεις· ἀλλ' ὁ ἄνθρωπος τοῦ Χριστοῦ, ἐκ τῶν νεκρῶν ἐγειρόμενος, ὑψοῦται καὶ δοξάζεται, τῶν ἐναντίων αἰσχύνην ἄντικρυς ἀραμένων. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οἱ δὲ φθόνῳ τὸ μῖσος ἀράμενοι κατ' αὐτοῦ καὶ πεφραγμένοι πολεμίᾳ παρατάξει σκορπίζονται, τοῦ λόγου τε καὶ θεοῦ τὸν ἑαυτοῦ ναὸν ἀξιοπρεπῶς ἀναστήσαντος. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ βʹ ψαλμοῦ. Πέρας γοῦν ὁ προφήτης Ἡσαΐας αὐτὰ μὲν τὰ τῶν παθῶν αὐτοῦ διεξιὼν ἴχνη πρὸς τοῖς ἄλλοις ἐπιφέρει καὶ τοῦτο μεγαλοφωνοτέρᾳ βοῇ τό·" Καὶ εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὔτε κάλλος· ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων." Εἶτα διαρρήδην ἐκφαίνων, ὡς εἰς τὸν ἄνθρωπον, ἀλλ' οὐκ εἰς τὸ θεῖον ἀνήρτηται τὰ τῆς εὐπρεπείας εἴδη τε καὶ πάθη, παραυτίκα πάλιν ἐπάγει προσθείς·" Ἄνθρωπος ἐν πληγῇ ὤν, καὶ εἰδὼς φέρειν μαλακίαν." Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἑρμηνείας. Αὐτὸς ἄρ' οὗτός ἐστιν, ὁ μετὰ τὰς ὕβρεις ἀειδής, ἄμορφος ὁραθείς, εἶτα πάλιν ἐκ μεταβολῆς εὐπρέπειαν ἐνδυσάμενος. Οὐδὲ γὰρ ὁ κατοικῶν 235 ἐν αὐτῷ θεὸς ἀμνοῦ δίκην εἰς θάνατον ἤγετο, καὶ προβάτου τρόπον ἀπεσφάττετο, φυσικῶς ἀόρατος ὤν. Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας καὶ ὁμολογητοῦ. Ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς. Τίς τοσοῦτον ἠσέβησεν ὡς εἰπεῖν ἅμα καὶ φρονεῖν, ὅτι ἡ θεότης αὐτὴ ἡ ὁμοούσιος τῷ πατρὶ περιετμήθη, καὶ ἀτελὴς ἐκ τελείου γέγονε, καὶ τὸ ἐν ξύλῳ καθηλωμένον οὐκ ἦν τὸ σῶμα, ἀλλ' αὐτὴ ἡ δημιουργὸς οὐσία τῆς σοφίας; Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ἃ γὰρ τὸ ἀνθρώπινον ἔπασχε τοῦ λόγου, ταῦτα συνομολόγως εἰς ἑαυτὸν ἀνέφερεν, ἵνα ἡμεῖς τῆς τοῦ λόγου θεότητος μετασχεῖν δυνη θῶμεν. Καὶ ἦν παράδοξον, ὅτι αὐτὸς ἦν ὁ πάσχων καὶ μὴ πάσχων. Πάσχων μέν, ὅτι τὸ ἴδιον αὐτοῦ ἔπασχε σῶμα, καὶ ἐν αὐτῷ τῷ πάσχοντι ἦν· μὴ πάσχων δέ, ὅτι τῇ φύσει θεὸς ὢν ὁ λόγος ἀπαθής ἐστι. Καὶ αὐτὸς μὲν ὁ ἀσώματος ἦν ἐν τῷ παθητῷ σώματι, τὸ δὲ σῶμα εἶχεν ἐν ἑαυτῷ τὸν ἀπαθῆ λόγον, ἀφανίζοντα τὰς ἀσθενείας αὐτοῦ τοῦ σώματος. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Θεὸς γὰρ καὶ κύριος τῆς δόξης ὢν ἦν ἐν τῷ ἀδόξως καθηλουμένῳ σώ ματι· τὸ δὲ σῶμα ἔπασχε μὲν νυττόμενον ἐν τῷ ξύλῳ, καὶ ἔρρεεν ἀπὸ τῆς τούτου πλευρᾶς αἷμα καὶ ὕδωρ, ναὸς δὲ τοῦ λόγου τυγχάνον, πεπληρωμένον ἦν τῆς θεότητος. Διὰ τοῦτο γοῦν ὁ μὲν ἥλιος ὁρῶν τὸν δημιουργὸν αὑτοῦ ἐν τῷ ὑβριζομένῳ σώματι ἀνεχόμενον τὰς ἀκτῖνας συνέστειλε, καὶ ἐσκότασε τὴν γῆν· αὐτὸ δὲ τὸ σῶμα φύσιν ἔχον θνητὴν ὑπὲρ τὴν αὑτοῦ φύσιν ἀνέστη διὰ τὸν ἐν αὐτῷ λόγον, καὶ πέπαυται μὲν τῆς κατὰ φύσιν φθορᾶς, ἐνδυσάμενον δὲ τὸν ὑπὲρ ἄνθρωπον λόγον γέγονεν ἄφθαρτον. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου τοῦ μείζονος. Τὸ ἐγειρόμενον ἐκ νεκρῶν ἄνθρωπος ἦν ἢ θεός; Ἑρμηνεύει Πέτρος ὁ 236 ἀπόστολος ἡμῶν μᾶλλον γινώσκων, καὶ λέγει·" Καθελόντες αὐτὸν ἀπὸ τοῦ ξύλου, ἔθηκαν αὐτὸν εἰς μνημεῖον, ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν." Τὸ γοῦν ἀπὸ τοῦ ξύλου καθαιρεθὲν σῶμα νεκρὸν τοῦ Ἰησοῦ, τὸ καὶ εἰς μνημεῖον τεθὲν ἐνταφιασθὲν δὲ ὑπὸ Ἰωσὴφ τοῦ ἀπὸ Ἀριμαθείας, αὐτὸ ἤγειρεν ὁ λόγος λέγων·" Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ὁ καὶ πάντας τοὺς νεκροὺς ζωοποιῶν καὶ τὸν ἐκ Μαρίας ἄνθρωπον Χριστὸν Ἰησοῦν ἐζωοποίησεν, ὃν ἀνείληφεν. Εἰ γὰρ ἐπὶ σταυροῦ ὢν τὰ προδιαλυθέντα νεκρὰ τῶν ἁγίων ἤγειρε σώματα, πολλῷ μᾶλλον ἐγεῖραι δύναται ὃ ἐφόρεσε σῶμα ὁ ἀεὶ ζῶν θεὸς λόγος, ὥς φησιν ὁ Παῦλος·" Ζῶν γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ ἐνεργής." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἡ γοῦν ζωὴ οὐκ ἀποθνῄσκει, τοὺς δὲ νεκροὺς ζωοποιεῖ. Ὡς γὰρ τὸ φῶς οὐ βλάπτεται ἐν σκοτεινῷ τόπῳ, οὐδὲ ἡ ζωή τι παθεῖν δύναται ἐπισκεψαμένη τὴν θνητὴν φύσιν. Ἄτρεπτος γὰρ καὶ ἀναλλοίωτος ἡ τοῦ λόγου θεότης, ὥς φησιν ἐν προφητείᾳ ὁ κύριος περὶ ἑαυτοῦ·" Ιδετέ με, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ζῶν ἀποθανεῖν οὐ δύναται, μᾶλλον δὲ τοὺς νεκροὺς ζωοποιεῖ. Ἔστι τοίνυν καὶ πηγὴ ζωῆς τῇ ἐκ πατρὸς θεότητι, ἄνθρωπος δὲ ὁ ἀποθανών, μᾶλλον δὲ καὶ ἐγερθεὶς ἐκ νεκρῶν, ὃς καὶ ἐντυγχάνει ὑπὲρ ἡμῶν, ὁ ἐκ παρθένου Μαρίας, ὃν ἡ τοῦ λόγου θεότης δι' ἡμᾶς ἀνείληφεν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἐγένετο Λάζαρον ἀσθενήσαντα ἀποθανεῖν· ὁ δὲ κυριακὸς ἄνθρωπος οὐκ ἀσθενήσας οὐδὲ ἄκων ἀπέθανεν· ἀλλ' ἀφ' ἑαυτοῦ ἦλθεν ἐπὶ τὴν τοῦ θανάτου οἰκονομίαν, στερεοποιούμενος ὑπὸ τοῦ ἐν αὐτῷ οἰκή σαντος θεοῦ λόγου, τοῦ εἰπόντος·" Οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἀπ' ἐμαυτοῦ αὐτὴν τίθημι, ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν." Ἡ θεότης οὖν ἐστι τοῦ υἱοῦ, ἡ τιθεῖσα καὶ λαμβάνουσα τὴν ψυχὴν οὗ ἐφόρεσεν ἀνθρώπου. Πλήρη 237 γὰρ ἀνείληφε τὸν ἄνθρωπον, ἵνα καὶ πλήρη αὐτὸν καὶ σὺν αὐτῷ τοὺς νεκροὺς ζωοποιήσῃ. Τοῦ αὐτοῦ ἐκ τοῦ πρὸς Ἀρειανοὺς λόγου. Ὅταν οὖν λέγῃ ὁ μακάριος Παῦλος," Ὁ πατὴρ ἤγειρε τὸν υἱὸν αὑτοῦ ἐκ νεκρῶν," Ἰωάννης ἡμῖν διηγεῖται ὅτι ἔλεγεν ὁ Ἰησοῦς," Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Ἔλεγε δέ, φησί, περὶ τοῦ ἰδίου σώματος." Δῆλον οὖν ἐστι τοῖς προσέχουσιν, ὅτι τοῦ σώματος ἐγειρομένου ὁ υἱὸς λέγεται παρὰ τῷ Παύλῳ ἐγηγέρ θαι ἐκ νεκρῶν. Τὰ γὰρ τοῦ σώματος αὐτοῦ εἰς αὐτοῦ πρόσωπον λέγεται. Οὕτως οὖν καὶ ὅτε λέγει," Ζωὴν ἔδωκεν ὁ πατὴρ τῷ υἱῷ," τῇ σαρκὶ δεδομένην τὴν ζωὴν νοητέον. Εἰ γὰρ αὐτός ἐστιν ἡ ζωή, πῶς ἡ ζωὴ ζωὴν λαμβάνει; Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ἐνανθρωπήσεως λόγου. Συνιδὼν γὰρ ὁ λόγος, ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἡ φθορά, εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν, οὐχ οἷόν τε δὲ ἦν τὸν λόγον ἀποθα νεῖν, ἀθάνατον ὄντα καὶ τοῦ πατρὸς υἱόν, τούτου ἕνεκα τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῷ λαμβάνει σῶμα, ἵνα τοῦτο τοῦ ἐπὶ πάντας λόγου μεταλαβόν, ἀντὶ πάντων ἱκανὸν γένηται τῷ θανάτῳ, καὶ διὰ τὸν ἐνοικήσαντα λόγον ἄφθαρτον διαμείνῃ, καὶ λοιπὸν ἀπὸ πάντων ἡ φθορὰ παύσηται τῇ τῆς ἀναστάσεως χάριτι. Ὅθεν ὡς ἱερεῖον καὶ θῦμα παντὸς ἐλεύθερον σπίλου, ὃ αὐτὸς ἑαυτῷ ἔλαβε σῶμα προσαγα γὼν εἰς θάνατον, ἀπὸ πάντων εὐθὺς τῶν ὁμοίων ἠφάνιζε τὸν θάνατον τῇ προσφορᾷ τῇ καταλλήλῳ. Ὑπὲρ πάντας γὰρ ὢν ὁ λόγος τοῦ θεοῦ εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σωματικὸν ὄργανον προσάγων ἀντί ψυχον ὑπὲρ πάντων ἐπλήρου τὸ ὀφειλόμενον τῷ θανάτῳ· καὶ οὕτως συνὼν διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ θεοῦ υἱός, εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῇ περὶ τῆς ἀναστάσεως ἐπαγγε λίᾳ. Καὶ αὐτὴ γὰρ ἡ ἐν τῷ θανάτῳ φθορὰ κατὰ τῶν ἀνθρώπων οὐκέτι χώραν ἔχει διὰ τὸν ἐνοικήσαντα λόγον ἐν τούτοις διὰ τοῦ ἑνὸς σώμα τος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τούτου ἕνεκα μετὰ τὰς θειοτάτας αὐτοῦ ἐκ τῶν ἔργων ἀποδείξεις ἤδη καὶ ὑπὲρ πάντων θυσίαν ἀνέφερεν, ἀντὶ πάντων τὸν αὑτοῦ ναὸν εἰς 238 θάνατον παραδιδούς, ἵνα τοὺς πάντας ἀνυπευθύνους καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήσῃ, δείξῃ δὲ ἑαυτὸν καὶ θανάτου κρείτ τονα, ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπιδεικνύμενος. Τὸ μὲν γὰρ σῶμα, ὡς καὶ αὐτὸ κοινὴν ἔχον τὴν οὐσίαν, σῶμα γὰρ ἦν ἀνθρώπινον, εἰ καὶ καινοτέρῳ θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ὄν, κατ' ἀκολουθίαν τῶν ὁμοίων ἀπέθνῃσκε, τῇ δὲ τοῦ λόγου εἰς αὐτὸ ἐπιβάσει οὐκέτι κατὰ τὴν ἰδίαν φύσιν ἐφθείρετο, ἀλλὰ διὰ τὸν ἐνοικήσαντα τοῦ θεοῦ λόγον ἐκτὸς ἐγίνετο φθορᾶς. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὅθεν, ὡς προεῖπον, ὁ λόγος, ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν, ἀθάνατος γὰρ ἦν, ἔλαβεν ἑαυτῷ σῶμα τὸ δυνάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσενέγκῃ· καὶ ὡς αὐτὸς ὑπὲρ πάντων πάσχων διὰ τὴν πρὸς αὐτὸ τὸ σῶμα ἐπίβασιν, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Πάσχον μὲν γὰρ τὸ σῶμα κατὰ τὴν τῶν σωμάτων φύσιν ἀπέθνῃσκεν· εἶχε δὲ τῆς ἀφθαρσίας τὴν πίστιν ἐκ τοῦ ἐνοικήσαντος αὐτῷ λόγου. Οὐ γὰρ ἀποθνῄσκοντος τοῦ σώματος ἐνεκροῦτο καὶ ὁ λόγος, ἀλλ' ἦν μὲν αὐτὸς ἀπαθὴς καὶ ἄφθαρτος καὶ ἀθάνατος, οἷα δὴ θεοῦ λόγος ὑπάρχων, συνὼν δὲ μᾶλλον τῷ σώματι, διεκώλυεν ἀπ' αὐτοῦ τὴν κατὰ φύσιν τῶν σωμάτων φθοράν, ᾗ φησι καὶ τὸ πνεῦμα πρὸς αὐτόν·" Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν." Τοῦ ἁγίου Δαμάσου ἐπισκόπου Ῥώμης. Ἀπὸ ἐκθέσεως. Εἴ τις εἴποι, ὅτι ἐν τῷ πάθει τοῦ σταυροῦ πόνον ὑπέμεινεν ὁ υἱὸς τοῦ θεοῦ καὶ θεός, καὶ οὐχὶ ἡ σὰρξ μετὰ τῆς ψυχῆς, ἣν ἐνεδύσατο ἡ τοῦ δούλου μορφή, ἣν ἑαυτῷ ἔλαβε, καθὼς εἴρηκεν ἡ γραφή· ἀνάθεμα ἔστω. 239 Τοῦ ἁγίου Ἀμβροσίου ἐπισκόπου Μεδιολάνου. Ἐκ τοῦ περὶ τῆς καθόλου πίστεως. Εἰσὶ δέ τινες, οἳ εἰς τοσοῦτον ἀσεβείας προῆλθον, ὡς νομίζειν ὅτι ἡ θεότης τοῦ κυρίου περιετμήθη, καὶ ἀτελὴς ἐκ τελείου γεγένηται, καὶ ὅτι ἐν τῷ ξύλῳ οὐχ ἡ σὰρξ ἦν, ἀλλ' ἐκείνη ἡ θεία οὐσία, ἡ τῶν πάντων δημιουργός. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἡ σὰρξ ἔπαθεν, ἡ θεότης θανάτου ἐλευθέρα ἐστί· παθεῖν τὸ σῶμα νόμῳ φύσεως ἀνθρωπίνης παρεχώρησε. Πῶς γὰρ θνῄσκειν θεὸς δύναται, τῆς ψυχῆς μὴ δυναμένης θανεῖν;" Μὴ φοβεῖσθε, γάρ φησιν, ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀπο κτεῖναι." Εἰ τοίνυν ἡ ψυχὴ ἀποκτανθῆναι οὐ δύναται, πῶς ἡ θεότης θανάτῳ ὑποπεσεῖν δύναται; Τοῦ ἁγίου Βασιλείου ἐπισκόπου Καισαρείας. Ὃ παντὶ γνώριμον, τῷ μικρὸν ἐπιστήσαντι τῆς ἀποστολικῆς λέξεως τὸ βούλημα, ὅτι οὐχὶ θεολογίας ἡμῖν παραδίδωσι τρόπον, ἀλλὰ τοὺς τῆς οἰκονομίας λόγους παραδηλοῖ." Κύριον γὰρ αὐτὸν καὶ Χριστὸν ὁ θεὸς ἐποίησε, τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε," τῇ δεικτικῇ φωνῇ πρὸς τὸ ἀνθρώπειον αὐτοῦ καὶ ὁρώμενον πᾶσι προδήλως ἀπε ρειδόμενος. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Ναζιανζοῦ. Ἐκ τῆς πρὸς Νεκτάριον τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον ἐπιστολῆς. Τὸ δὲ πάντων χαλεπώτατον ἐν ταῖς ἐκκλησιαστικαῖς συμφοραῖς ἡ τῶν Ἀπολιναριστῶν ἐστι παρρησία, οὓς οὐκ οἶδ' ὅπως παρεῖδέ σου ἡ 240 ὁσιότης, πορισαμένους ἑαυτοῖς τὴν τοῦ συνάγειν ὁμοτίμως ἡμῖν ἐξουσίαν. Καὶ μετ' ὀλίγα. Καὶ οὔπω τοῦτο δεινόν· ἀλλὰ τὸ πάντων χαλεπώτατον, ὅτι αὐτὸν τὸν μονογενῆ θεόν, τὸν κριτὴν τῶν ὄντων, τὸν ἀρχηγὸν τῆς ζωῆς, τὸν καθαιρέτην τοῦ θανάτου, θνητὸν εἶναι κατασκευάζει, καὶ τῇ ἰδίᾳ αὐτοῦ θεότητι τὸ πάθος δέξασθαι, καὶ ἐν τῇ τριημέρῳ ἐκείνῃ νεκρώσει τοῦ σώματος καὶ τὴν θεότητα συναπονεκρωθῆναι τῷ σώματι, καὶ οὕτως παρὰ τοῦ πατρὸς πάλιν ἀπὸ τοῦ θανάτου διαναστῆναι. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Κληδόνιον προτέρας ἐκθέσεως. Εἰ μὲν ἄψυχος ὁ ἄνθρωπος, τοῦτο καὶ Ἀρειανοὶ λέγουσιν, ἵνα ἐπὶ τὴν θεότητα τὸ πάθος ἐνέγκωσιν, ὡς τοῦ κινοῦντος τὸ σῶμα τούτου καὶ πάσχοντος. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου. Ἐλείπετο περὶ τοῦ ἐντετάλθαι καὶ τετηρηκέναι τὰς ἐντολάς, καὶ τὰ ἀρεστὰ αὐτῷ πάντα πεποιηκέναι, διαλαβεῖν ἡμᾶς· ἔτι δὲ τελειώσεως, καὶ ὑψώσεως, καὶ τοῦ μαθεῖν ἐξ ὧν ἔπαθε τὴν ὑπακοήν, ἀρχιερωσύνης τε καὶ προσφορᾶς, καὶ παραδόσεως, καὶ δεήσεως τῆς πρὸς τὸν δυνά μενον σώζειν ἐκ θανάτου, καὶ ἀγωνίας καὶ θρόμβου, καὶ προσευχῆς, καὶ εἴ τι ἄλλο τοιοῦτο, εἴγε μὴ πᾶσι πρόδηλον ἦν, ὅτι περὶ τὸ πάσχον τὰ τοιαῦτα τῶν ὀνομάτων οὐ τὴν ἄτρεπτον φύσιν καὶ τοῦ πάσχειν ὑψηλοτέραν. Τοῦ αὐτοῦ ἐκ τοῦ εἰς τὸ Πάσχα λόγου." Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδώμ," καὶ τῶν γηΐνων, ἢ πῶς ἐρυθρὰ τὰ ἱμάτια τοῦ ἀναίμου καὶ ἀσωμάτου, ὡς ληνοβάτου, καὶ πλήρη ληνὸν πατήσαντος; Προβαλοῦ τὸ ὡραῖον τῆς στολῆς, τοῦ πεπονθότος σώματος τῷ πάθει καλλωπισθέντος καὶ τῇ θεότητι λαμπρυνθέντος, ἧς οὐδὲν ἐρασμιώτερον οὐδὲ ὡραιότερον. Τοῦ ἁγίου Γρηγορίου ἐπισκόπου Νύσσης. 241 Ἐκ τοῦ κατηχητικοῦ λόγου. Καὶ τοῦτό ἐστι τὸ φύσει μὲν τῆς τοῦ θεοῦ περὶ τὸν θάνατον οἰκονομίας καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως, τὸ διαλυθῆναι μὲν τῷ θανάτῳ τοῦ σώματος τὴν ψυχὴν κατὰ τὴν ἀναγκαίαν τῆς φύσεως ἀκολουθίαν μὴ κωλῦσαι, εἰς ἄλληλα δὲ πάλιν ἐπαναγαγεῖν διὰ τῆς ἀναστάσεως. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπειδὴ γὰρ οὐκ ἄλλοθεν, ἀλλ' ἐκ τοῦ ἡμετέρου φυράματος, ὁ θεο δόχος ἄνθρωπος ἦν, ὁ διὰ τῆς ἀναστάσεως συνεπαρθεὶς τῇ θεότητι· ὥσπερ ἐπὶ τοῦ καθ' ἡμᾶς σώματος ἡ τοῦ ἑνὸς τῶν αἰσθητηρίων ἐνέργεια πρὸς πᾶσαν τὴν συναίσθησιν ἄγει τὸν ἡνωμένον τῷ μέρει, οὕτως καθάπερ ἑνός τινος ὄντος ζῴου πάσης τῆς φύσεως, ἡ ἐκ τοῦ μέρους ἀνάστασις ἐπὶ τὸ πᾶν διεξέρχεται, τὸ συνεχές τε καὶ ἡνω μένον τῆς φύσεως, ἐκ τοῦ μέρους ἐπὶ τὸ ὅλον συνδιδόμενον. Τί οὖν ἔξω τοῦ εἰκότος μυστηρίου μανθάνομεν, εἰ κύπτει πρὸς τὸν πεπτωκότα ὁ ἑστώς, ἐπὶ τῷ ἀναστῆσαι τὸν κείμενον; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἀκόλουθον ἂν εἴη καὶ ἐν τῷ μέρει τούτῳ, μὴ τὸ μὲν βλέπειν, παρορᾶν δὲ τὸ ἕτερον, ἀλλ' ἐν μὲν τῷ θανάτῳ καθορᾶν τὸ ἀνθρώπινον, ἐν δὲ τῷ ἀνθρώπῳ πολυπραγμονεῖν τὸ θειότερον. Τοῦ αὐτοῦ ἐκ τῆς κατὰ Εὐνομίου πραγματείας. Οὔτε ζωοποιεῖ τὸν Λάζαρον ἡ ἀνθρωπίνη φύσις, οὔτε δακρύει τὸν κείμενον ἡ ἀπαθὴς ἐξουσία· ἀλλ' ἴδιον τοῦ μὲν ἀνθρώπου τὸ δάκρυον, τῆς δὲ ζωῆς τὰ τῆς ὄντως ζωῆς. Οὐ τρέφει τὰς χιλιάδας ἡ ἀνθρωπίνη πτωχεία, οὐ τρέχει ἐπὶ τὴν συκῆν ἡ παντοδύναμος ἐξουσία. Τίς ὁ κοπιῶν ἐκ τῆς ὁδοιπορίας, καὶ τίς ὁ ἀπόνως ὅλον τὸν κόσμον ὑποστή σας τῷ λόγῳ; Τί τὸ τῆς δόξης ἀπαύγασμα; Τί τὸ τοῖς ἥλοις κατα πειρόμενον; Ποία μορφὴ ἐπὶ τοῦ πάθους ῥαπίζεται, καὶ ποία ἐξ ἀϊδίου δοξάζεται; Φανερὰ γὰρ ταῦτα, κἂν μηδεὶς ἑρμηνεύῃ τῷ λόγῳ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς πραγματείας. Αἰτιᾶται τοὺς τὸ πάθος τῇ ἀνθρωπίνῃ φύσει ἀνατιθέντας. Βούλεται γὰρ πάντως αὐτὴν τῷ πάθει ὑπάγειν τὴν θεότητα. Διπλῆς γὰρ οὔσης καὶ ἀμφιβόλου τῆς ὑπολήψεως, εἴτε τὸ θεῖον, εἴτε τὸ ἀνθρώπινον ἐν 242 πάθει γέγονεν, ἡ τοῦ ἑνὸς κατηγορία κατασκευὴ πάντως τοῦ λειπο μένου γίνεται. Εἰ τοίνυν αἰτιῶνται τοὺς τὸ πάθος περὶ τὸν ἄνθρωπον βλέποντας, ἐπαινοῦσι πάντως τοὺς ἐμπαθῆ λέγοντας τοῦ υἱοῦ τὴν θεότητα. Τὸ δὲ διὰ τούτων κατασκευαζόμενον συνηγορία τῆς τοῦ δόγματος αὐτῶν ἀτοπίας γίγνεται. Εἰ γὰρ πάσχει μὲν κατὰ τὸν λόγον αὐτῶν τοῦ υἱοῦ ἡ θεότης, ἡ δὲ τοῦ πατρὸς ἐν ἀπαθείᾳ πάσῃ φυλάττεται, ἡ ἀπαθὴς ἄρα φύσις πρὸς τὴν παραδεχομένην τὸ πάθος ἀλλοτρίως ἔχει. Τοῦ ἁγίου Ἀμφιλοχίου ἐπισκόπου Ἰκονίου. Ἐκ τοῦ λόγου τοῦ εἰς τό," Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ τὸν λόγον μου ἀκούων καὶ πιστεύων τῷ πέμψαντί με ἔχει ζωὴν αἰώνιον." Τίνος οὖν τὰ πάθη; Τῆς σαρκός. Οὐκοῦν εἰ δίδως σαρκὶ τὰ πάθη, δὸς αὐτῇ καὶ τοὺς ταπεινοὺς λόγους, καὶ ᾧ τὰ θαύματα ἐπιγράφεις, τοὺς ἀνηγμένους ἀνάθες λόγους. Ὁ γὰρ θαυματουργῶν θεὸς εἰκότως ὑψηλὰ λαλεῖ καὶ τῶν ἔργων ἐπάξια· ὁ δὲ πάσχων ἄνθρωπος καλῶς τὰ ταπεινὰ φθέγγεται, καὶ τῶν παθῶν κατάλληλα. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό," Ὁ πατήρ μου μείζων μού ἐστιν." Ὅταν δὲ τὰ παθήματα τῇ σαρκὶ καὶ τὰ θαύματα τῷ θεῷ δῷς, ἀνάγκη καὶ μὴ θέλων δίδως, τοὺς μὲν ταπεινοὺς λόγους τῷ ἐκ Μαρίας ἀνθρώ πῳ, τοὺς δὲ ἀνηγμένους καὶ θεοπρεπεῖς τῷ ἐν ἀρχῇ ὄντι λόγῳ. Διὰ τοῦτο γὰρ πῆ μὲν ἀνηγμένους, πῆ δὲ ταπεινοὺς φθέγγομαι λόγους, ἵνα διὰ μὲν τῶν ὑψηλῶν τοῦ ἐνοικοῦντος λόγου δείξω τὴν εὐγένειαν, διὰ δὲ τῶν ταπεινῶν τῆς ταπεινῆς σαρκὸς γνωρίσω τὴν ἀσθένειαν. Ὅθεν πῆ μὲν ἑαυτὸν ἴσον λέγω τοῦ πατρός, πῆ δὲ μείζονα τὸν πατέρα, οὐ μαχόμενος ἑαυτῷ, ἀλλὰ δεικνὺς ὡς θεός εἰμι καὶ ἄνθρωπος· θεὸς μὲν ἐκ τῶν ὑψηλῶν, ἄνθρωπος δὲ ἐκ τῶν ταπεινῶν. Εἰ δὲ θέλετε γνῶναι πῶς ὁ πατήρ μου μείζων μού ἐστιν, ἐκ τῆς σαρκὸς εἶπον, καὶ οὐκ ἐκ προσώπου τῆς θεότητος. 243 Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό," Εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο." Μὴ τὰ πάθη οὖν τῆς σαρκὸς τῷ ἀπαθεῖ προσρίψῃς λόγῳ. Θεὸς γάρ εἰμι καὶ ἄνθρωπος, αἱρετικέ· θεὸς ὡς ἐγγυᾶται τὰ θαύματα, ἄνθρωπος ὡς μαρτυρεῖ τὰ παθήματα. Ἐπεὶ οὖν θεός εἰμι καὶ ἄνθρωπος, εἰπὲ τίς ὁ παθών· εἰ ὁ θεὸς ἔπαθεν, εἶπας τὸ βλάσφημον· εἰ δὲ ἡ σὰρξ ἔπαθε, τί μὴ τὸ πάθος προσάπτεις ᾧ τὴν δειλίαν ἐπάγεις; Ἄλλου γὰρ πά σχοντος ἄλλος οὐ δειλιᾷ, καὶ ἀνθρώπου σταυρουμένου θεὸς οὐ ταράτ τεται. Τοῦ αὐτοῦ ἐκ τοῦ κατὰ Ἀρειανῶν λόγου. Καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον, συντόμως ἐρωτῶ σε, αἱρετικέ· ὁ ἐκ τοῦ θεοῦ πρὸ τῶν αἰώνων γεννηθεὶς ἔπαθεν, ἢ ὁ ἐκ τοῦ Δαβὶδ ἐν ὑστέροις καιροῖς τεχθεὶς Ἰησοῦς; Εἰ μὲν οὖν ἡ θεότης ἔπαθεν, εἶπας τὸ βλάσφημον· εἰ δὲ ὁ ἄνθρωπος, ὡς ἔχει ἡ ἀλήθεια, τίνος οὖν ἕνεκεν μὴ προσάπτεις τῷ ἀνθρώπῳ τὸ πάθος; Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ υἱοῦ λόγου. Εἰπὼν γὰρ ὁ Πέτρος ὅτι" Καὶ κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ θεός," ἐπήγαγε," Τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε, τοῦτον ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν." Ἐνεκρώθη δὲ οὐχ ἡ θεότης, ἀλλ' ὁ ἄνθρω πος, καὶ ὁ ἐγείρας αὐτόν ἐστιν ὁ λόγος, ἡ δύναμις τοῦ θεοῦ, ὁ εἰπὼν ἐν τῷ εὐαγγελίῳ·" Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Ὥστε ἐὰν λέγηται·" Καὶ κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ θεὸς τὸν νεκρωθέντα, καὶ ἐκ νεκρῶν ἀναστάντα," τὴν σάρκα λέγει, καὶ οὐ τὴν θεότητα τοῦ υἱοῦ. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό," Οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ' ἑαυτοῦ οὐδέν." Οὐδὲ γὰρ εἶχε φύσιν ὑπὸ φθορᾶς κατέχεσθαι τὴν ζωήν, διόπερ οὐχ ἡ θεότης εἰς πάθος κατεσπάσθη· πῶς γάρ; Ἀλλ' ἡ ἀνθρωπότης εἰς ἀφθαρσίαν ἀνεκαινίσθη." Δεῖ γάρ, φησί, τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν." 244 Ὁρᾷς τὴν ἀκρίβειαν; Τὸ θνητὸν τοῦτο ἔδειξε δεικτικῶς, ἵνα μὴ ἄλλης νομίσῃς σαρκὸς ἀνάστασιν. Τοῦ ἁγίου Φλαβιανοῦ ἐπισκόπου Ἀντιοχείας. Ἐπὶ τῇ κυριακῇ τοῦ Πάσχα. Διὰ τοῦτο καὶ ὁ σταυρὸς ἡμῖν μετὰ παρρησίας κηρύττεται, καὶ θάνατος παρ' ἡμῶν ὁ δεσποτικὸς ὡμολόγηται, οὐδὲν τῆς θεότητος πασχούσης (ἀπαθὲς γὰρ τὸ θεῖον), ἀλλὰ τοῦ σώματος τὴν οἰκονομίαν πληροῦν τος. Τοῦ αὐτοῦ εἰς Ἰούδαν τὸν προδότην. Ὥστε ὅταν ἀκούσῃς τὸν δεσπότην προδιδόμενον, μὴ καταγάγῃς εἰς εὐτέλειαν τὸ θεϊκὸν ἀξίωμα, μηδὲ τὰ σωματικὰ πάθη τῇ θείᾳ δυνάμει προσάψῃς. Ἀπαθὲς γὰρ τὸ θεῖον καὶ ἀναλλοίωτον. Εἰ γὰρ καὶ δούλου μορφὴν ὑπῆλθε διὰ φιλανθρωπίαν, ἀλλ' οὐκ ἐτράπη τὴν φύσιν· ἀλλ' ὢν ὅπερ ἦν, συνεχώρησε τὸ θεῖον σῶμα θανάτου πεῖραν λαβεῖν. Θεοφίλου ἐπισκόπου Ἀλεξανδρείας. Ἐξ ἑορταστικοῦ τόμου. Τῶν γὰρ ἀλόγων ζῴων οὐκ αἴρονται καὶ τίθενται πάλιν αἱ ψυχαί, ἀλλὰ μετὰ τῶν σωμάτων συνδιαφθείρονται, καὶ εἰς χοῦν ἀναλύουσιν. Ὁ δὲ σωτήρ, ἄρας αὑτοῦ παρὰ τὸν καιρὸν τοῦ σταυροῦ τὴν ψυχὴν ἀπὸ τοῦ οἰκείου σώματος, πάλιν αὐτὴν εἰς αὐτὸ τέθεικεν ἀναστήσας ἐκ νεκρῶν. Τοῦτο δὴ πιστούμενος ἡμᾶς, προὔλεγε διὰ τοῦ Ψαλμῳδοῦ βοῶν·" Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν." Τοῦ μακαρίου Γελασίου ἐπισκόπου Καισαρείας τῆς Παλαιστίνης. Ἐκ τοῦ εἰς τὰ Ἐπιφάνια λόγου. Ἐδέθη, ἐτρώθη, ἐσταυρώθη, ἐψηλαφήθη, μώλωπας ἐφόρεσεν, οὐλὴν 245 σπάθης ἐδέξατο. Πάντα ταῦτα τὸ ἐκ Μαρίας τεχθὲν ὑπέμεινε σῶμα. Τὸ δὲ πρὸ αἰώνων ἐκ πατρὸς γεννηθὲν οὐδεὶς ἠδύνατο βλάψαι. Οὐ γὰρ εἶχε τοιαύτην φύσιν ὁ λόγος. Πῶς γάρ τις κατέχει θεότητα; πῶς τιτρώσκει; πῶς αἱμάσσει τὴν ἀσώματον φύσιν; πῶς δεσμοῖς ταφῆς περιβάλλει; Αἰδοῦ τοίνυν ἃ μὴ δύνασαι βλάψαι, καὶ τίμησον θεότητα, τῷ τῆς ἀνάγκης συνεχόμενος λόγῳ. Τοῦ ἁγίου Ἰωάννου ἐπισκόπου Κωνσταντινουπόλεως. Ἀπὸ τοῦ λόγου τοῦ εἰς τό," Ὁ πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι."" Τί σημεῖον δεικνύεις ἡμῖν, ὅτι ταῦτα ποιεῖς;" Τί οὖν αὐτός;" Λύσατε τὸν ναὸν τοῦτον, φησί, καὶ ἐγὼ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν," περὶ τοῦ σώματος τοῦ ἑαυτοῦ λέγων· ἀλλ' ἐκεῖνοι αὐτὸ οὐ συνεῖδον. Καὶ μετ' ὀλίγα. Πῶς οὐ παρέδραμεν αὐτὸ ὁ εὐαγγελιστής, ἀλλ' ἐπήγαγε τὴν διόρθω σιν λέγων·" Ἐκεῖνος δὲ ἔλεγε περὶ τοῦ ναοῦ τοῦ σώματος αὑτοῦ;" Οὐδὲ γὰρ εἶπε, λύσατε τὸ σῶμα τοῦτο, ἀλλὰ" Τὸν ναόν," ἵνα δείξῃ τὸν θεὸν τὸν ἐνοικοῦντα. Λύσατε τὸν ναὸν τοῦτον πολλῷ βελτίον τοῦ Ἰουδαϊκοῦ. Ὁ μὲν γὰρ εἶχε τὸν νόμον, ὁ δὲ τὸν νομοθέτην· ὁ μὲν τὸ γράμμα τὸ ἀποκτέννον, ὁ δὲ τὸ πνεῦμα τὸ ζωοποιοῦν. Τοῦ αὐτοῦ ἀπὸ τοῦ λόγου, ὅτι τὰ ταπεινῶς εἰρημένα καὶ γεγενη μένα, οὐ δι' ἀσθένειαν δυνάμεως, ἀλλὰ δι' οἰκονομίας διαφόρους. Πῶς οὖν ἐνταῦθά φησιν," Εἰ δυνατόν;" Τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν ἡμῖν ἐνδείκνυται, οὐχ αἱρουμένης ἁπλῶς ἀπορραγῆναι τῆς παρούσης ζωῆς, ἀλλ' ἀναδυομένης καὶ ὀκνούσης διὰ τὴν ἐξ ἀρχῆς ἐντεθεῖσαν αὐτῇ φιλίαν παρὰ τοῦ θεοῦ πρὸς τὸν παρόντα βίον. Εἰ γὰρ τοσαῦτα καὶ τηλικαῦτα εἰπόντος αὐτοῦ, ἐτόλμησαν εἰπεῖν τινες ὅτι σάρκα οὐκ ἔλαβεν, εἰ μηδὲν τούτων εἴρητο, τί οὐκ ἂν εἶπον; 246 Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὅρα πῶς καὶ τὴν προτέραν ἡλικίαν αὐτοῦ προανεφώνησαν. Ἐρώτη- σον τοίνυν τὸν αἱρετικόν, θεὸς δειλιᾷ καὶ ἀναδύεται καὶ ὀκνεῖ καὶ λυπεῖται; Κἂν εἴπῃ ὅτι ναί, ἀπόστηθι λοιπόν, καὶ στῆσον αὐτὸν κάτω μετὰ τοῦ διαβόλου, μᾶλλον δὲ κἀκείνου κατώτερον· οὐδὲ γὰρ ἐκεῖνος τολμήσει τοῦτο εἰπεῖν. Ἂν δὲ εἴπῃ ὅτι οὐδὲν τούτων ἄξιον θεοῦ, εἰπέ· Οὐκοῦν οὐδὲ εὔχεται θεός. Χωρὶς γὰρ τούτων καὶ ἕτερον ἄτοπον ἔσται, ἂν τοῦ θεοῦ τὰ ῥήματα ᾖ. Οὔτε γὰρ ἀγωνίαν μόνον ἐμφαίνει τὰ ῥήματα, ἀλλὰ καὶ δύο θελήματα, ἓν μὲν υἱοῦ, ἓν δὲ πατρός, ἐναντία ἀλλήλοις. Τὸ γὰρ εἰπεῖν," Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ," τοῦτό ἐστιν ἐμφαίνοντος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἂν γὰρ ἐπὶ τῆς θεότητος εἰρημένον ᾖ τοῦτο, ἐναντιολογία τις γίνεται, καὶ πολλὰ ἄτοπα ἐκ τούτου τίκτεται. Ἐὰν δὲ ἐπὶ τῆς σαρκός, ἔχει λόγον τὰ εἰρημένα, καὶ οὐδὲν ἂν γένοιτο ἔγκλημα. Οὐ γὰρ τὸ μὴ θέλειν ἀποθανεῖν τὴν σάρκα, κατάγνωσις· φύσεως γάρ ἐστι τοῦτο· αὐτὸς δὲ τὰ τῆς φύσεως ἅπαντα χωρὶς ἁμαρτίας ἐπιδείκνυται καὶ μετὰ πολλῆς τῆς περιουσίας, ὥστε τὰ τῶν αἱρετικῶν ἐμφράξαι στό ματα. Ὅταν οὖν λέγῃ·" Εἰ δυνατόν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο," καί·" Οὐχ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ," οὐδὲν ἕτερον δείκνυσιν, ἀλλ' ὅτι σάρκα ἀληθῶς περιβέβληται φοβουμένην θάνατον. Τὸ γὰρ φοβεῖσθαι θάνατον καὶ ἀναδύεσθαι καὶ ἀγωνιᾶν ἐκείνης ἐστί. Νῦν μὲν οὖν αὐτὴν ἐρήμην καὶ γυμνὴν ἀφίησι τῆς οἰκείας ἐνεργείας, ἵνα αὐτῆς δείξας τὴν ἀσθένειαν, πιστώσηται αὐτῆς καὶ τὴν φύσιν. Νῦν δὲ αὐτὴν ἀποκρύπτει, ἵνα μάθῃς ὅτι οὐ ψιλὸς ἄνθρωπος ἦν. Σευηριανοῦ ἐπισκόπου Γαβάλων. Ἐκ τοῦ εἰς τὰς σφραγίδας λόγου. Ἰουδαῖοι μάχονται τῷ φαινομένῳ ἀγνοοῦντες τὸ μὴ φαινόμενον, καὶ σταυροῦσι μὲν τὴν σάρκα, οὐκ ἀναιροῦσι δὲ τὴν θεότητα. Εἰ γὰρ τῷ γράμματι, ὅ ἐστιν ἔνδυμα λόγου, ὁ ἐμὸς λόγος οὐ συναφανίζεται, ὁ θεὸς λόγος, ἡ πηγὴ τῆς ζωῆς, τῇ σαρκὶ συναπέθνῃσκε; Τὸ πάθος περὶ τὸ σῶμα, ἡ δὲ ἀπάθεια περὶ τὴν ἀξίαν. 247 {ΟΡΘ.} Ἰδού σοι καὶ τοὺς τὰ ἑῷα καὶ τοὺς τὰ ἑσπέρια, καὶ μέντοι καὶ τοὺς τὰ νότια καὶ βόρεια τῆς οἰκουμένης γεωργήσαντας τμήματα, τῆς καινῆς ὑμῶν αἱρέσεως κατηγοροῦντας ἐδείξαμεν, καὶ τῆς θείας φύσεως ἀναφανδὸν τὴν ἀπάθειαν κηρύττοντας, καὶ γλῶτταν ἑκατέραν, τὴν Ἑλλάδα φημὶ καὶ τὴν Ῥωμαίαν, σύμφωνον περὶ τῶν θείων ὁμολογίαν κηρύξασαν. {ΕΡΑΝ.} Θαυμάζω κἀγὼ τὴν τῶν ἀνδρῶν συμφωνίαν· πολλὴν μέντοι διαίρεσιν ἐν τοῖς λόγοις ἐθεασάμην. {ΟΡΘ.} Μὴ νεμεσήσῃς, ὦ φίλος. Ἡ σφόδρα γὰρ πρὸς τοὺς ἀντιπάλους διαμάχη τῆς ἀμετρίας αἰτία. Ταὐτὸ δὲ τοῦτο καὶ τοῖς φυτοκόμοις φίλον ποιεῖν. Ὅταν γὰρ ἴδωσι κεκλιμένον φυτόν, οὐ μόνον πρὸς τὸν ὀρθὸν ἀνιστῶσι κανόνα, ἀλλὰ καὶ πέρα τοῦ εὐθέος εἰς τὸ ἕτερον ἀνακλίνουσι μέρος, ἵν' ἡ πλέον εἰς τοὐναντίον ἐπίκλισις τὴν εὐθείαν πραγματεύσηται στάσιν. Ἵνα μέντοι γνῷς, ὡς οἱ τὴν πολύμορφον ταύτην αἵρεσιν κρατῦναι φιλονεικοῦντες τῇ τῶν βλασφημιῶν ὑπερ βολῇ καὶ τοὺς παλαιοὺς αἱρεσιάρχας ἀποκρύπτειν σπουδάζουσιν, ἄκουσον πάλιν τῶν Ἀπολιναρίου συγγραμμάτων, τῆς θείας φύσεως τὸ ἀπαθὲς κηρυττόντων καὶ τοῦ σώματος εἶναι τὸ πάθος ὁμολογούντων. Ἀπολιναρίου Ἐκ τοῦ κατὰ κεφάλαιον βιβλίου. Τὸν λυθέντα ναόν, τουτέστι, τὸ σῶμα τοῦ ἀνιστῶντος αὐτὸν εἶπεν ὁ Ἰωάννης. Πάντως δὲ τὸ σῶμα ἕν ἐστι πρὸς αὐτόν, καὶ οὐκ ἄλλος τις παρ' αὐτοῖς. Εἰ δὲ ἓν πρὸς τὸν κύριον γέγονε τὸ σῶμα τοῦ κυρίου, τὰ ἴδια τοῦ σώματος ἴδια αὐτοῦ κατέστη διὰ τὸ σῶμα. Καὶ πάλιν. Τοῦτο γὰρ τὸ ἀληθές, ὅτι ἡ πρὸς τὸ σῶμα συνάφεια οὐ κατὰ περι γραφὴν τοῦ λόγου, ὥστε μηδὲν ἔχειν πλέον τῆς σωματώσεως. Διὸ καὶ ἐν τῷ θανάτῳ μένει ἀθανασία περὶ τὸν αὐτόν. Εἰ γὰρ ὑπὲρ τὴν σύν θεσίν ἐστι ταύτην, καὶ ὑπὲρ τὴν διάλυσιν. Διάλυσις δὲ ὁ θάνατος. Οὔτε γὰρ τῇ συνθέσει περιελήφθη· ἦ γὰρ ἂν ὁ κόσμος κεκένωτο· οὔτε ἐν τῇ διαλύσει τὸ ἐκ τῆς διαλύσεως ἐνδεὲς εἶχεν, ὥσπερ ἡ ψυχή. 248 Καὶ αὖθις. Ὥσπερ ἐκ τῶν μνημάτων τοὺς νεκροὺς προϊέναι φησὶν ὁ σωτήρ, καί τοι τῶν ψυχῶν ἐκεῖθεν οὐ προϊουσῶν, οὕτω καὶ ἑαυτὸν ἀναστήσεσθαί φησιν ἐκ νεκρῶν, καίτοι τοῦ σώματος ὄντος τοῦ ἀνισταμένου. Καὶ ἐν ἑτέρῳ δὲ παραπλησίῳ συγγράμματι ταῦτα γέγραφεν. Ἀνθρώπου τὸ ἀναστῆναι ἐκ νεκρῶν, θεοῦ δὲ τὸ ἀναστῆσαι. Ἑκάτερα δὲ Χριστός· θεὸς ἄρα καὶ ἄνθρωπος ὁ αὐτός. Εἰ μόνον ἄνθρωπος ἦν ὁ Χριστός, οὐκ ἂν ἐζωοποίει νεκρούς· καὶ εἰ μόνον θεός, οὐκ ἂν ἰδίᾳ παρὰ τὸν πατέρα ἐζωοποίει τινὰς τῶν νεκρῶν. Ἑκάτερα δὲ Χριστός· θεὸς ἄρα καὶ ἄνθρωπος ὁ αὐτός. Εἰ μόνον ἄνθρωπος ὁ Χριστός, οὐκ ἂν ἔσωζε κόσμον· καὶ εἰ μόνον θεός, οὐκ ἂν διὰ πάθους ἔσωζεν. Ἑκάτερα δὲ Χριστός· καὶ θεὸς ἄρα ἐστὶ καὶ ἄνθρωπος. Εἰ μόνον ἄνθρωπος ὁ Χριστὸς ἢ μόνον θεός, οὐκ ἂν ἦν μέσος θεοῦ καὶ ἀνθρώ πων. Καὶ μετ' ὀλίγα. Σὰρξ δὲ ζωῆς ὄργανον ἁρμοζόμενον τοῖς πάθεσι πρὸς τὰς θείας βουλάς· καὶ οὔτε λόγοι σαρκὸς ἴδιοι οὔτε πράξεις· καὶ τοῖς πάθεσιν ὑποβαλλομένη κατὰ τὸ σαρκὶ προσῆκον ἰσχύει κατὰ τῶν παθῶν διὰ τὸ θεοῦ εἶναι σάρξ. Καὶ μετ' ὀλίγα πάλιν. Υἱὸς ἐπεδήμησε κόσμῳ σάρκα ἐκ τῆς παρθένου λαβών, ἣν ἐπλήρωσεν ἁγίου πνεύματος εἰς τὸν πάντων ἡμῶν ἁγιασμόν. Θανάτῳ δὲ τὴν σάρκα παραδούς, τὸν θάνατον ἔλυσε διὰ τῆς ἀναστάσεως εἰς τὴν πάντων ἡμῶν ἀνάστασιν. Ἐν δὲ τῷ περὶ πίστεως λογιδίῳ ταῦτά φησι. Καὶ τῶν περὶ σάρκα παθῶν γινομένων, τὴν ἀπάθειαν ἡ δύναμις εἶχε τὴν ἑαυτῆς. Ἀσεβεῖ οὖν ὁ τὸ πάθος ἀνάγων εἰς τὴν δύναμιν. Καὶ ἐν τῷ περὶ σαρκώσεως λογιδίῳ ταῦτα γέγραφε πάλιν. Ἐνταῦθα οὖν τὸν αὐτὸν δηλῶν, ἄνθρωπον μὲν ἐκ νεκρῶν ἐγερθέντα, ὡς θεὸν δὲ τῆς ἁπάσης βασιλεύοντα κτίσεως. {ΟΡΘ.} Εἶδες τέως ἕνα τῶν τῆς κενῆς αἱρέσεως διδασκάλων ἄντι κρυς τὴν τῆς θεότητος ἀπάθειαν κηρύττοντα, καὶ ναὸν καλοῦντα τὸ σῶμα, καὶ τὸν θεὸν λόγον ἀναστῆσαι τοῦτο λίαν ἰσχυριζόμενον. {ΕΡΑΝ.} Ἀκήκοά τε καὶ τεθαύμακα, καὶ λίαν αἰσχύνομαι, ὅτι καὶ 249 τῆς τοῦδε τοῦ ἀνδρὸς καινοτομίας ὤφθη φευκτότερα τὰ ἡμέτερα. {ΟΡΘ.} Ἐγὼ δέ σοι καὶ ἐξ ἑτέρας ἀγέλης αἱρετικῆς παρέξομαι μάρτυρα, διαρρήδην τῆς τοῦ μονογενοῦς θεότητος τὴν ἀπάθειαν κηρύττοντα. {ΕΡΑΝ.} Τίνα τοῦτον λέγεις; {ΟΡΘ.} Εὐσέβιον ἴσως ἀκήκοας τὸν Φοίνικα, τὸν Ἐμέσης τῆς πρὸς τῷ Λιβάνῳ πόλεως ἀρχιερέα γενόμενον. {ΕΡΑΝ.} Ἐνέτυχον ἐνίοις τούτου συγγράμμασι, καὶ εὗρόν γε τοῖς Ἀρείου συμφερόμενον δόγμασιν. {ΟΡΘ.} Ἐκείνης τῆς συμμορίας οὗτος ἐτύγχανεν ὤν· ἀλλ' ὅμως καὶ μείζονα τοῦ μονογενοῦς δεικνύναι τὸν πατέρα πειρώμενος, ἀπαθῆ κηρύττει τὴν τοῦ σμικρυνομένου θεότητα, καὶ μακροὺς δὲ ἀγῶνας ὑπὲρ ταύτης καὶ μάλα γε θαυμαστοὺς ἀνεδέξατο. {ΕΡΑΝ.} Ποθοῦντί μοι λίαν καὶ τούτους προσοίσεις τοὺς λόγους. {ΟΡΘ.} Τοιγαροῦν μακροτέραν παραθήσομαι μαρτυρίαν, ἵνα σου τὸν πόθον ἐμπλήσω. Ἄκουε τοίνυν τοῦ ἀνδρὸς βοῶντος, καὶ πρὸς ἡμᾶς αὐτὸν ἡγοῦ κεχρῆσθαι τοῖς λόγοις. Εὐσεβίου Ἐμεσηνοῦ. Τίνος γὰρ ἕνεκεν φοβεῖται τὸν θάνατον; Μή τι πάθῃ ἀπὸ τοῦ θανά του; Τί γὰρ ἦν αὐτῷ θάνατος; Οὐχὶ τὸ ἀναχωρῆσαι τὴν δύναμιν ἀπὸ τῆς σαρκός; Μὴ γὰρ ἧλον ἐδέξατο ἡ δύναμις, ἵνα φοβηθῇ. Εἰ γὰρ ἡ ψυχὴ ἡμῶν οὐ πάσχει τὰ τοῦ σώματος τούτῳ συνοῦσα, ἀλλὰ τυφλοῦ ται ὀφθαλμὸς καὶ ἡ διάνοια ἔρρωται, καὶ κόπτεται ποῦς καὶ οὐ χωλεύει λογισμός· καὶ ἡ φύσις τοῦτο μαρτυρεῖ, καὶ ὁ κύριος ἐπι σφραγίζει ὁ λέγων·" Μὴ φοβεῖσθε τοὺς δυναμένους ἀποκτεῖναι τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένους ἀποκτεῖναι." Εἰ τὴν ψυχὴν οὐ δύνανται, οὐχ ᾗ οὐ βούλονται οἱ ποιοῦντες, ἀλλ' ᾗ οὐ δύνανται, κἂν θελήσωσι, παθεῖν τὰ τοῦ σώματος τοῦ συνεζευγμένου· ὁ κτίσας τὴν ψυχὴν καὶ πλάσας τὸ σῶμα, οὗτος πάσχει τὰ τοῦ σώματος, εἰ καὶ τὰ μάλιστα ἀναδέχεται τὰ τοῦ σώματος εἰς ἑαυτὸν παθήματα; Ἀλλ' ἔπαθε Χριστὸς ὑπὲρ ἡμῶν, καὶ οὐ ψευδόμεθα. Ἔδωκε γάρ, εἴ τι ἔδωκεν·" Ὁ γὰρ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν," ἣν ἔδωκεν 250 ὑπὲρ ἡμῶν. Ἐκρατήθη τὸ κρατούμενον, ἐσταυρώθη τὸ σταυρούμενον. Ὁ δὲ ἔχων ἐξουσίαν καὶ ἐνοικῆσαι καὶ ἀναχωρῆσαι τόδε λέγει·" Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου," οὐκ εἰς χεῖρας βιαζομένων τὴν ἔξοδον. Οὐκ εἰμὶ φιλόνεικος, ἀλλὰ καὶ φιλονεικίας ἀπέχομαι. Μετὰ πραότητος δὲ περὶ τῶν ἀμφιβαλλομένων βούλομαι πυθέσθαι ὡς ἀδελφῶν. Οὐκ ἀληθεύων λέγω, ὅτι ἡ δύναμις οὐκ ἠδύ νατο δέξασθαι τῆς σαρκὸς τὰ παθήματα; Ἐγὼ οὖν σιωπῶ· ὁ βουλό μενος λεγέτω τί ἔπαθεν ἡ δύναμις. Ἐξέλιπεν; ὅρα τὸν κίνδυνον. Ἀπεσβέσθη; ὅρα τὴν βλασφημίαν. Οὐκ ἔτι ἦν; τοῦτο γάρ ἐστι δυνάμεως θάνατος. Εἰπὲ τί δύναται κρατῆσαι ὅτι ἔπαθε, καὶ οὐ φιλο νεικῶ. Εἰ δὲ οὐκ ἔχεις εἰπεῖν, τί μοι ἀγανακτεῖς ὅτι οὐ λέγω, ὃ οὐκ ἔχεις; Οὐκ ἐδέξατο ἧλον. Πῆξον εἰς ψυχήν, καὶ δέχομαι εἰς δύναμιν. Ἀλλὰ συνέπαθεν. Ἑρμήνευσόν μοι τὸ συνέπαθε· τί ἐστι τὸ συνέπαθεν; οἷον εἰς τὴν σάρκα ἧλος, εἰς δὲ τὴν δύναμιν ὁ πόνος. Τοῦτο εἴπωμεν συνέπαθεν. Ἤλγησεν ἡ δύναμις ἡ μὴ τυπτομένη. Πάντως γὰρ τὸ ἄλγημα ἀκολουθεῖ τῷ παθήματι. Εἰ δὲ καὶ σῶμα πολλάκις ἐρρω μένης τῆς διανοίας καταφρονεῖ τῶν ἀλγημάτων διὰ τὴν ἰσχὺν τοῦ ἐνθυμήματος, ἐνταῦθα ἑρμηνευέτω τις ἀφιλονείκως, εἴ τι ἔπαθεν, εἴ τι συνέπαθεν. Τί οὖν; Οὐκ ἀπέθανεν ὁ Χριστὸς ὑπὲρ ἡμῶν; Πῶς ἀπέθανε;" Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου." Ἀνεχώρησε τὸ πνεῦμα, ἔμεινε τὸ σῶμα, ἄπνουν ἔμεινε τὸ σῶμα. Οὐκ ἀπέθανεν οὖν; Ἀπέθανεν ὑπὲρ ἡμῶν. Ὡς γέγραπται· οὐχ ὡς πλάττω, ἀλλ' ὡς ἀκούω· ἀπέθανεν ὑπὲρ ἡμῶν. Ὁ ποιμὴν προσήνεγκε τὸ πρό βατον, ὁ ἱερεὺς προσήνεγκε τὸ θῦμα·" Ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν·" καί·" Ὃς τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ πάντων ἡμῶν ἔδωκεν αὑτοῦ τὸν υἱόν." Οὐκ ἀθετῶ τὰ ῥητά, ζητῶ δὲ τῶν ῥητῶν τὴν διάνοιαν. Λέγει ὁ κύριος, ὅτι" Ὁ ἄρτος τοῦ θεοῦ κατῆλθεν ἐκ τοῦ οὐρανοῦ." Καὶ ἑρμηνεύων, εἰ καὶ οὐ δύναμαι σαφέστερον εἰπεῖν διὰ τὰ μυστήρια, τοσοῦτον δὲ λέγει, ὅτι" Ἡ σάρξ μού ἐστιν." Ἡ σὰρξ τοῦ υἱοῦ ἀπ' οὐρανῶν κατῆλθεν; Οὐ κατῆλθεν ἀπ' οὐρανοῦ. Πῶς οὖν λέγει," Ὁ 251 ἄρτος τοῦ θεοῦ" ζῇ, καὶ καταβέβηκεν ἐκ τῶν οὐρανῶν, καὶ ἑρμη νεύει; Ἐπειδὴ ἡ δύναμις ἀναλαβοῦσα ἀπ' οὐρανῶν κατῆλθεν, ὃ ἔχει ἡ δύναμις, ἀναλογίζεται τῇ σαρκί. Οὐκοῦν ἀντίστρεψον, ἃ πάσχει ἡ σάρξ, ἀναλογίζεται τῇ δυνάμει. Πῶς ἔπαθε Χριστὸς ὑπὲρ ἡμῶν; Ἐνεπτύσθη, ἐτυπτήθη ἐπὶ κόρρης, περιέθηκαν στέφανον περὶ μέτω πον, ὠρύχθησαν αὐτοῦ χεῖρες καὶ πόδες. Ταῦτα πάντα παθήματα περὶ σῶμα ἀναφέρεται δὲ ἐπὶ τὸν ἐνοικοῦντα. Ῥίψον λίθον εἰς εἰκόνα βασιλέως, τί τὸ λεγόμενον; βασιλέα ὕβρισας. Περίσχισον ἱμάτιον βασιλέως, τί τὸ λεγόμενον; βασιλεῖ ἐπανέστης. Σταύρωσον σῶμα Χριστοῦ, τί τὸ λεγόμενον; Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν. Τίς δὲ χρεία ἐμοῦ καὶ σοῦ; προσέλθωμεν τοῖς εὐαγγελισταῖς. Πῶς παρελά βετε παρὰ κυρίου, πῶς ἀπέθανεν ὁ κύριος; Ἀναγινώσκουσιν, ὅτι" Πάτερ, εἰς τὰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου." Τὸ πνεῦμα ἄνω, καὶ τὸ σῶμα ἐπὶ σταυροῦ ὑπὲρ ἡμῶν. Προσήνεγκε γὰρ τὸ πρό βατον. Ὅσα εἰς τὸ σῶμα αὐτῷ λογίζεται.... Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὴν ἡμετέραν φύσιν ἦλθε σῶσαι, οὐ τὴν ἑαυτοῦ ἀπολέσαι. Ἐὰν θελήσω εἰπεῖν ὅτι κάμηλος πέταται, εὐθὺς ξενίζεσθε, ὅτι οὐχ ἁρμόττει τῇ φύσει· καὶ καλῶς ποιεῖτε. Ἐὰν θελήσω εἰπεῖν ὅτι ἄνθρωποι θάλατταν οἰκοῦσιν, οὐκ ἀνέχεσθε, καλῶς γε ποιοῦντες· οὐ γὰρ δέχεται ἡ φύσις. Ὥσπερ οὖν ἐὰν εἴπω ξένα περὶ τούτων τῶν φύσεων, ξενίζεσθε, οὕτως ἐὰν εἴπω ὅτι ἐκείνη ἡ δύναμις, ἡ πρὸ αἰώνων, ἡ ἀσώματος τὴν φύσιν, ἡ ἀπαθὴς τὴν ἀξίαν, ἡ οὖσα πρὸς τὸν πατέρα, ἡ παρὰ τῷ πατρί, ἡ ἐκ δεξιῶν, ἡ ἐν δόξῃ, ἐὰν εἴπω ὅτι ἐκείνη ἡ φύσις ἡ ἀσώματος πάσχει, οὐχὶ τὰ ὦτα ὑμῶν κρατεῖτε; Ἐὰν μὴ κρατήσητε ὑμῶν τὰ ὦτα, ταῦτα ἀκούοντες, κρατήσω μου τὴν καρδίαν. Ἆρα ἀγγέλῳ δυνάμεθά τι ποιῆσαι, οἷον ξίφει κροῦσαι, ἢ ὅλως σχίσαι; Τί λέγω ἀγγέλῳ; ψυχῇ δυνάμεθα; Οὐ δέχεται ἧλον ψυχή, οὐ τέμνεται ψυχή, οὐ καίεται. Κἂν εἴπῃς μοι· Διατί; λέγω σοι· Οὕτως γὰρ ἐκ τίσθη. Τὰ ἔργα αὐτοῦ ἀπαθῆ καὶ αὐτὸς ἐμπαθής; Οὐκ ἀθετῶ τὴν οἰκο νομίαν, ἀσπάζομαι δὲ τὰς κακουργίας. Ἀπέθανε Χριστὸς ὑπὲρ ἡμῶν, 252 καὶ ἐσταυρώθη. Οὕτως γέγραπται, οὕτως ἐδέχετο ἡ φύσις, οὔτε τὰ ῥήματα ἀπαλείφω, οὔτε φύσιν βλασφημῶ. Ἀλλ' οὐκ ἀληθῆ ταῦτα. Λεγέσθω τ' ἀληθέστερα, εὐεργετήσων, οὐ χαλεπαίνων. Ὁ διδάσκων οὐκ ἐχθρός, ἐὰν μὴ ἀγνώμων ᾖ ὁ διδασκόμενος. Ἔχεις τι καλὸν εἰπεῖν, ἤνοικται τὰ ὦτα μετὰ χάριτος. Φιλονεικεῖ τις σχολάζων ἀκολουθεῖν φιλονεικίᾳ. Ἴσχυσαν οἱ Ἰουδαῖοι τὸν υἱὸν τοῦ θεοῦ σταυρῶσαι, αὐτὴν τὴν δύναμιν νεκρῶσαι; Δύναται ζῶν ἀποθανεῖν; Ὁ θάνατος τῆς τοιαύτης δυνάμεως ἔκλειψις αὐτῆς ἐστι. Τὸ σῶμα ἡμῶν, ὅταν ἀποθάνωμεν, μένει. Ἐὰν ἐκείνην τὴν δύναμιν νεκρώσωμεν, εἰς ἀνυπαρξίαν αὐτὴν καταφέρομεν. Οὐκ οἶδα εἰ οὐκ ἠδυνήθητε ἀκοῦσαι. Τὸ σῶμα ἐὰν ἀποθάνῃ, ἡ ψυχὴ χωρίζεται καὶ μένει. Ἐὰν δὲ ψυχὴ ἀποθάνῃ, ἐπειδὴ ἀσώματός ἐστιν, ὅλως οὐκ ἔστιν. Ψυχὴ ἀποθνῄ σκουσα ὅλως οὐκ ἔστιν· εἰς ἀνυπαρξίαν γάρ ἐστι τῶν ἀθανάτων ὁ θάνατος. Νόησον τὸ ἕτερον· οὐ γὰρ τολμῶ οὐδὲ εἰπεῖν. Ταῦτα λέγομεν ὡς νοοῦμεν. Οὐ νομοθετοῦμεν δέ, εἴ τις φιλονεικεῖ. Ἓν δὲ οἶδα, ὅτι ἕκαστος, ἀφ' ὧν φρονεῖ, ἀπὸ τούτων ἔχει ἀπολαῦσαι· καὶ ἀπέρχεται ἕκαστος πρὸς τὸν θεόν, καὶ προβάλλεται ὃ εἶπε περὶ αὐτοῦ καὶ ἐφρόνησε. Μὴ γὰρ νομίζετε, ὅτι βίβλους ἀναγινώσκει ὁ θεός, ἢ μνήμαις ὀχλεῖται, Τί εἶπες, καὶ τί ἤκουσας; Φανερὰ πάντα. Κάθηται ὁ κριτής. Φέρεται Παῦλος ὁ ἐνταῦθα· ἄνθρωπόν με εἶπες, οὐκ ἔχεις ζωὴν μετ' ἐμοῦ· ἐπειδὴ οὐκ ἔγνως με, οὐ γινώσκω σε. Προσέρχεται ἄλλος· εἶπες μὲ ἓν τῶν ὄντων· οὐκ ἔγνως μου τὴν ἀξίαν, οὐ γινώσκω σε. Προσέρχεται ἄλλος· εἶπες ὅτι οὐκ ἀνέλαβον σῶμα· ἠθέτησάς μου τὴν χάριν, οὐ μεταλήψῃ μου τῆς ἀθανασίας. Προσῆλθεν ἄλλος· εἶπες ὅτι οὐκ ἐγεννήθην ἐκ παρθένου, ἵνα σώσω τὸ σῶμα τῆς παρθένου· οὐ σωθήσῃ. Ἕκαστος ἀποφέρεται τὰ φρονήματα τὰ περὶ τῆς πίστεως. {ΟΡΘ.} Εἶδες καὶ τὴν ἄλλην τῶν ὑμετέρων διδασκάλων συμμορίαν, παρ' ἧς τὸ τὴν θεότητα τοῦ μονογενοῦς πεπονθέναι μαθεῖν ἐνομίσθητε, τήνδε τὴν βλασφημίαν βδελυττομένην, καὶ τῆς θεότητος τὴν ἀπά θειαν κηρύττουσαν, καὶ τῶν ταύτῃ τὸ πάθος προσαρμόττειν τολμών των τὴν φάλαγγα καταλύουσαν. 253 {ΕΡΑΝ.} Εἶδον, καὶ τοὺς ἀγῶνας ἐθαύμασα, καὶ ἄγαμαί γε τῶν ἐνθυμημάτων καὶ νοημάτων τὸν ἄνδρα. {ΟΡΘ.} Οὐκοῦν, ὦ ἀγαθέ, ζήλωσον τὰς μελίττας, καὶ τῷ νῷ περι πετόμενος τούς τε λειμῶνας τοὺς τῆς θείας γραφῆς, καὶ τῶν πανευφή μων πατέρων τὰ ἄνθη τὰ ἀξιέραστα ἐρανισάμενος, ὕφηνον ἡμῖν ἐν σαυτῷ τὰ κηρία τῆς πίστεως. Εἰ δέ που καὶ πόαν εὕροις οὐκ ἐδώδιμον οὔτε γλυκεῖαν, ὁποῖος οὗτος Ἀπολινάριος καὶ Εὐσέβιος, ἔχουσαν δέ τι πρόσφορον εἰς μελιττουργίαν, οὐδὲν ἀπεικὸς τὸ μὲν χρειῶδες λαβεῖν, καταλιπεῖν δὲ τὸ βλαβερόν. Καὶ γὰρ αἱ μέλιτται δηλητηρίοις πολλάκις ἐφιζάνουσαι θάμνοις, ὅσον μὲν ὀλέθριον καταλείπουσι, τὸ δὲ οἰκεῖον συλλέγουσι. Ταῦτά σοι, ὦ φιλότης, κατὰ τὸν φιλαδελφίας εἰσηγούμεθα νόμον. Σὺ δὲ εὖ μὲν ποιήσεις δεξάμενος τὴν παραίνεσιν. Εἰ δὲ ἀπειθή σεις, ἡμεῖς τὸν ἀποστολικὸν ἐκεῖνον ἐροῦμεν λόγον·" Καθαροὶ ἡμεῖς." Διεστειλάμεθα γὰρ κατὰ τὸν προφήτην, ὡς προσετάχθημεν. ΟΤΙ ΑΤΡΕΠΤΟΣ Ο ΘΕΟΣ ΛΟΓΟΣ
222.2.1
Μίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος οὐσίαν ὡμολογήσαμεν, καὶ ταύτην ἄτρεπτον εἶναι συμφώνως εἰρήκαμεν. Εἰ τοίνυν μία τῆς τριάδος οὐσία, ἄτρεπτος δὲ αὕτη, ἄτρεπτος ἄρα ὁ μονογενὴς υἱός, ἓν τῆς τριάδος πρόσωπον ὤν. Εἰ δὲ ἄτρεπτος, οὐ τραπεὶς δήπου γέγονε σάρξ, ἀλλὰ σάρκα λαβὼν εἴρηται γεγονέναι σάρξ. βʹ. Ἄλλως. Εἰ τὴν εἰς σάρκα τροπὴν ὑπομείνας ὁ θεὸς λόγος ἐγένετο σάρξ, οὐκ ἄρα ἄτρεπτος. Τὸ γὰρ ἀλλοιούμενον οὐκ ἄν τις ἄτρεπτον σωφρονῶν γε καλέσοι. Εἰ δέ γε οὐκ ἄτρεπτος, οὐδὲ ὁμο ούσιος ἄρα τοῦ γεγεννηκότος ἐστί. Πῶς γὰρ οἷόν τε τῆς ἁπλῆς οὐσίας τὸ μὲν εἶναι τρεπτόν, τὸ δὲ ἄτρεπτον; Εἰ δὲ τοῦτο δοίημεν, τῇ Ἀρείου καὶ Εὐνομίου πάντως περιπεσούμεθα βλασφημίᾳ. Ἑτεροούσιον γὰρ ἐκεῖνοί γέ φασι τὸν υἱόν. γʹ. Ἄλλως. Εἰ τοῦ πατρὸς ὁ υἱὸς ὁμοούσιος, ἐγένετο δὲ σὰρξ ὁ υἱὸς τὴν εἰς σάρκα μεταβολὴν ὑπομείνας, τρεπτὴ ἄρα καὶ οὐκ ἄτρεπτος ἡ οὐσία. Εἰ δὲ ταύτην τις τολμήσοι τὴν βλασφημίαν, αὐξήσει πάντως αὐτὴν τῇ κατὰ τοῦ πατρὸς βλασφημίᾳ. Τρεπτὸν γὰρ δήπουθεν καὶ αὐτὸν ὀνομάσει τῆς αὐτῆς γε οὐσίας μετέχοντα. δʹ. Ἄλλως. Σάρκα τὸν θεὸν λόγον καὶ μέντοι καὶ ψυχὴν εἰληφέναι φασὶν αἱ θεῖαι γραφαί· ὁ δὲ θειότατος εὐαγγελιστὴς εἶπεν·" Ὁ λόγος σὰρξ ἐγένετο." Ἀνάγκη τοίνυν δυοῖν θάτερον δρᾶσαι, ἢ τὴν εἰς σάρκα τοῦ λόγου δεχομένους τροπήν, ὡς ψευδῆ παιδεύουσαν ἀποστραφῆναι πᾶσαν τὴν θείαν γραφήν, παλαιάν τε καὶ νέαν, ἢ τῇ θείᾳ πειθομένους γραφῇ, τῆς μὲν σαρκὸς ὁμολογῆσαι τὴν πρόσληψιν, ἐξελάσαι δὲ τῶν λογισμῶν τὴν τροπήν, εὐσεβῶς τὸ εὐαγγελικὸν νοοῦντας ῥητόν· τοῦτο δὲ ἄρα ποιητέον, ἐπειδὴ καὶ ἄτρεπτον ὁμολογοῦμεν τοῦ θεοῦ λόγου τὴν φύσιν, καὶ τῆς ἀναλήψεως τῆς σαρκὸς μυρίας ἔχομεν μαρτυρίας. εʹ. Ἄλλως. Τὸ σκηνοῦν ἕτερόν ἐστι παρὰ τὸ σκηνούμενον· τὴν δὲ σάρκα σκηνὴν ὁ εὐαγγελιστὴς προσηγόρευσεν, ἐν δὲ ταύτῃ σκηνῶσαι 255 τὸν θεὸν ἔφησε λόγον·" Ὁ γὰρ λόγος, φησί, σὰρξ ἐγένετο, καὶ ἐσκή νωσεν ἐν ἡμῖν." Εἰ δὲ τραπεὶς ἐγένετο σάρξ, οὐκ ἐσκήνωσεν ἐν σαρκί. Ἀλλὰ μὴν ἐσκηνωκέναι αὐτὸν ἐν σαρκὶ μεμαθήκαμεν. Ὁ γὰρ αὐτὸς εὐαγγελιστὴς καὶ ἐν ἑτέρῳ γε χωρίῳ τὸ σῶμα αὐτοῦ ναὸν προση γόρευσε. Πιστευτέον ἄρα τῷ εὐαγγελιστῇ τὸ ῥητὸν ἀναπτύξαντι, καὶ τὸ δοκοῦν τισιν ἀμφίβολον ἑρμηνεύσαντι. ʹ. Ἄλλως. Εἰ γράψας ὁ εὐαγγελιστής," Ὁ λόγος σὰρξ ἐγένετο," μηδὲν ἐπήγαγε λῦσαι τὴν ἀμφιβολίαν δυνάμενον, ἴσως ἔσχεν ἄν τινα πρόφασιν εὔλογον ἡ περὶ τοῦ ῥητοῦ διαμάχη, τὸ συνεσκιασμένον τοῦ γράμματος. Ἐπειδὴ δὲ συνῆψεν εὐθὺς τό," Ἐσκήνωσεν ἐν ἡμῖν," μάτην ἄρα οἱ ζυγομαχοῦντες ἐρεσχελοῦσι. Τοῦ γὰρ προγεγραμμένου τὸ ἑπόμενον ἑρμηνεία. ζʹ. Ἄλλως. Τοῦ θεοῦ λόγου τὸ ἄτρεπτον ἀναφανδὸν ἐκήρυξεν ὁ πάνσοφος εὐαγγελιστής. Εἰπὼν γάρ," Ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν," εὐθὺς ἐπήγαγε," Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας." Εἰ δὲ τὴν εἰς σάρκα κατά γε τοὺς ἀνοήτους ὑπομεμενήκει μεταβολήν, οὐκ ἂν ἔμεινεν ὅπερ ἦν. Εἰ δὲ σαρκὶ κεκαλυμμένος τῆς πατρῴας εὐγενείας τὰς ἀκτῖνας ἠφίει, ἄτρεπτον μὲν δήπουθεν ἔχει τὴν φύσιν, λάμπει δὲ καὶ ἐν σώματι, καὶ τὰς τῆς ἀοράτου φύσεως ἐκπέμπει μαρμαρυγάς. Ἐκεῖνο γάρ τοι τὸ φῶς οὐδὲν ἀμαυρῶσαι δύναται·" Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν," ὥς φησιν ὁ θειότατος Ἰωάννης.
222.3.1
Ἄλλως. Τοῦ μονογενοῦς τὴν δόξαν ὁ πανεύφημος εὐαγγελιστὴς ἑρμηνεῦσαι βουληθείς, εἶτα τὸ ἐγχείρημα πληρῶσαι μὴ δυνηθείς, ἐκ τῆς πρὸς τὸν πατέρα κοινωνίας ἐπιδείκνυσι ταύτην. Ἐξ ἐκείνης γάρ, φησίν, ὑπάρχει τῆς φύσεως· ὅμοιον ποιῶν ὥσπερ ἂν εἴ τις τὸν Ἰωσὴφ παρὰ τὴν ἀξίαν δουλεύοντα θεώμενός τισιν ἀγνοοῦσιν αὐτοῦ τοῦ γένους τὴν περιφάνειαν, εἴποι τὸν Ἰακὼβ εἶναι τούτου πατέρα, πρό γονον δὲ τὸν Ἀβραάμ. Οὕτω γὰρ δὴ καὶ οὗτος ἔφη, ὅτι καὶ σκηνώσας ἐν ἡμῖν οὐκ ἤμβλυνε τὴν τῆς φύσεως δόξαν." Ἐθεασάμεθα γὰρ τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός." Εἰ δὲ καὶ 256 σεσαρκωμένος δῆλος ἦν ὅστις ἦν, μεμένηκεν ἄρα ὅπερ ἦν, καὶ τὴν εἰς σάρκα τροπὴν οὐχ ὑπέμεινεν. θʹ. Ἄλλως. Οὐ σάρκα μόνην, ἀλλὰ καὶ ψυχὴν ἀνειληφέναι τὸν θεὸν λόγον ὡμολογήσαμεν. Τί δήποτε τοίνυν ὁ θεῖος εὐαγγελιστὴς τὴν μὲν ψυχὴν ἐνταῦθα παρέλιπε, μόνης δὲ σαρκὸς ἐμνημόνευσεν; Ἢ δῆλον ὅτι τὴν ὁρωμένην ἐπέδειξε φύσιν, τὴν δὲ φυσικῶς αὐτῇ συνεζευγμένην δι' αὐτῆς παρεδήλωσε; Τῇ γάρ τοι μνήμῃ τῆς σαρκὸς καὶ ἡ τῆς ψυχῆς δήπουθεν συνεισέρχεται. Ὅταν γὰρ ἀκούσωμεν τοῦ προφήτου λέγον τος," Εὐλογείτω πᾶσα σὰρξ τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ," οὐκ ἀψύχοις σαρξὶ παρακελεύεσθαι τὸν προφήτην νομίζομεν, ἀλλ' ἀπὸ μέρους τὸ πᾶν εἰς ὑμνῳδίαν καλεῖσθαι πιστεύομεν. ιʹ. Ἄλλως. Τό," Ὁ λόγος σὰρξ ἐγένετο," οὐ τροπῆς, ἀλλὰ τῆς ἀφάτου φιλανθρωπίας ὑπάρχει δηλωτικόν. Εἰπὼν γὰρ ὁ πανεύφημος εὐαγγελιστής," Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος," καὶ δείξας αὐτὸν τῶν ὁρωμένων καὶ ἀοράτων δημιουργόν, καὶ ζωὴν ὀνομάσας καὶ ἀληθινὸν φῶς, καὶ ἕτερα ἅττα παραπλήσια τεθεικώς, καὶ θεολογήσας ὅσον καὶ νοῦς ἀνθρώπινος χωρεῖν οἷός τε ἦν, καὶ γλῶττα τοῖς τούτου κρούμασιν ὑπουργεῖν ἱκανή, ἐπήγαγε·" Καὶ ὁ λόγος σὰρξ ἐγένετο," ὥσπερ ἐκπληττόμενος καὶ θαυμάζων τῆς φιλανθρωπίας τὴν ἀπληστίαν. Οὕτω ὢν ἀεί, καὶ θεὸς ὤν, καὶ πρὸς τὸν θεὸν ὢν ἀεί, καὶ τὰ πάντα πεποιηκώς, καὶ ζωῆς αἰωνίου καὶ ἀληθινοῦ φωτὸς ὑπάρχων πηγή, τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας τὴν τῆς σαρκὸς ἑαυτῷ σκηνὴν περιέθηκεν. Ἐνο μίσθη δὲ τοῦτο μόνον εἶναι ὅπερ ἐφαίνετο. Τούτου δὴ χάριν οὐδὲ ψυχῆς ἐμνημόνευσεν, ἀλλὰ μόνης σαρκὸς τῆς ἐπικήρου τε καὶ θνητῆς· τὴν δὲ ψυχὴν ὡς ἀθάνατον παραλέλοιπεν, ἵνα δείξῃ τὴν τῆς ἀγαθότη τος ἀμετρίαν. ιαʹ. Ἄλλως. Σπέρμα Ἀβραὰμ ὁ θεῖος ἀπόστολος τὸν δεσπότην ὀνομάζει Χριστόν. Εἰ δὲ τοῦτο ἀληθές, ἀληθὲς δέ, οὐκ ἄρα εἰς σάρκα ὁ θεὸς λόγος ἐτράπη, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπελάβετο κατὰ τὴν αὐτοῦ τοῦ ἀποστόλου διδασκαλίαν. 257 ιβʹ. Ἄλλως. Ὤμοσεν ὁ θεὸς τῷ Δαβίδ, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστόν, ὡς καὶ ὁ προφήτης εἴρηκε, καὶ ὁ μέγας ἡρμήνευσε Πέτρος. Εἰ δὲ ὁ θεὸς λόγος εἰς σάρκα τραπεὶς ὠνομάσθη Χριστός, οὐδαμοῦ τῶν ὅρκων εὑρήσομεν τὴν ἀλήθειαν. Ἀλλὰ μὴν ἀψευδῆ, μᾶλλον δὲ αὐτοαλήθειαν εἶναι τὸν θεὸν ἐδιδάχθημεν. Οὐκοῦν οὐ τὴν εἰς σάρκα μεταβολὴν ὁ θεὸς λόγος ὑπέμεινεν, ἀλλὰ τὴν ἐκ σπέρματος Δαβὶδ κατὰ τὴν ἐπαγγελίαν ἔλαβεν ἀπαρχήν. ΟΤΙ ΑΣΥΓΧΥΤΟΣ Η ΕΝΩΣΙΣ
222.4.1
Οἱ μίαν φύσιν θεότητός τε καὶ ἀνθρωπότητος μετὰ τὴν ἕνωσιν γεγενῆσθαι πιστεύοντες ἀναιροῦσι τῷδε τῷ λόγῳ τὰς τῶν φύσεων ἰδιότητας· ἡ δὲ τούτων ἀναίρεσις ἑκατέρας φύσεως ἄρνησις. Οὐ γὰρ ἐᾷ νοεῖν τῶν ἑνωθέντων ἡ σύγχυσις, οὔτε σάρκα τὴν σάρκα, οὔτε θεὸν τὸν θεόν. Εἰ δὲ καὶ μετὰ τὴν ἕνωσιν εὐκρινὲς τὸ τῶν ἑνωθέντων διά φορον, οὐκ ἄρα σύγχυσις γέγονεν, ἀλλ' ἀσύγχυτος ἕνωσις. Εἰ δὲ τοῦτο συνωμολόγηται, οὐ μία ἄρα φύσις ὁ δεσπότης Χριστός, ἀλλ' εἷς υἱός, φύσιν ἑκατέραν ἐπιδεικνὺς ἀκραιφνῆ. βʹ. Ἄλλως. Τὴν ἕνωσιν καὶ ἡμεῖς φαμεν, καὶ αὐτοὶ δὲ συνομο λογοῦσιν ἐν τῇ συλλήψει γενέσθαι. Εἰ τοίνυν κεκέρακε τὰς φύσεις ἡ ἕνωσις καὶ συνέχεε, πῶς ἡ σὰρξ μετὰ τὸν τόκον οὐδὲν ἔχουσα καινὸν ἑωρᾶτο, ἀλλὰ καὶ τὸν ἀνθρώπινον ἐδείκνυ χαρακτῆρα, καὶ τοῦ βρέ φους τὰ μέτρα διέσωζε, καὶ τῶν σπαργάνων ἠνείχετο, καὶ τὴν μητρῴαν εἷλκε θηλήν; Εἰ δὲ κατὰ φαντασίαν ταῦτά γε καὶ δόκησιν τετέλεσται, κατὰ φαντασίαν ἄρα καὶ δόκησιν καὶ ἡμεῖς τῆς σωτηρίας ἀπολελαύκαμεν· εἰ δὲ καὶ αὐτοί γε οὗτοι τὴν φαντασίαν καὶ δόκησιν, ὥς φασιν, οὐ προσίενται, ἀληθῶς ἄρα σῶμα ἦν τὸ ὁρώμενον. Εἰ δὲ τοῦτο συνωμολόγηται, οὐκ ἄρα συνέχεε τὰς φύσεις ἡ ἕνωσις, ἀλλ' ἑκατέρα μεμένηκεν ἀκραιφνής. γʹ. Ἄλλως. Οἱ τὴν ποικίλην ταύτην συντεθεικότες καὶ πολύμορφον αἵρεσιν, ποτὲ μὲν σάρκα γεγενῆσθαι τὸν θεὸν λόγον φασί, ποτὲ δὲ τὴν σάρκα λέγουσι τὴν εἰς θεότητος φύσιν δεδέχθαι μεταβολήν. Ἑκάτερος δὲ λόγος ἕωλός τε καὶ μάταιος καὶ ψεύδους ἀνάμεστος. Εἰ μὲν γὰρ ὁ 258 θεὸς λόγος κατὰ τὸν αὐτῶν γε λόγον ἐγένετο σάρξ, τί δήποτε αὐτὸν θεὸν ὀνομάζουσι, καὶ τοῦτό γε μόνον, ἄνθρωπον δὲ προσονομάζειν οὐ θέλουσιν, ἀλλὰ καὶ ἡμῶν μετὰ τοῦ θεὸν ὁμολογεῖν καὶ ἄνθρωπον εἶναι λεγόντων σφόδρα κατηγοροῦσιν; Εἰ δέ γε ἡ σὰρξ εἰς θεότητος μετεβλήθη φύσιν, τοῦ δὴ χάριν μεταλαμβάνουσι τῶν ἀντιτύπων τοῦ σώματος; περιττὸς γὰρ ὁ τύπος τῆς ἀληθείας ἀνῃρημένης. δʹ. Ἄλλως. Ἀσώματος σωματικῶς οὐ περιτέμνεται φύσις. Τὸ δὲ σωματικῶς πρόσκειται διὰ τὴν πνευματικὴν τῆς καρδίας περιτομήν. Σώματος οὖν δήπουθεν ἡ περιτομή. Περιετμήθη δὲ Χριστός· σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός. Εἰ δὲ τοῦτο συνωμολόγηται, καὶ ὁ τῆς συγχύσεως ἄρα διελήλεκται λόγος. εʹ. Ἄλλως. Πεινῆσαι μέντοι καὶ διψῆσαι τὸν σωτῆρα Χριστὸν μεμαθήκαμεν, καὶ ἀληθῶς γε ταῦτα καὶ οὐ δοκήσει γεγενῆσθαι πιστεύομεν. Ταῦτα δὲ οὐκ ἀσωμάτου φύσεως, ἀλλὰ σώματος ἴδια. Σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός, δεξάμενον πρὸ τῆς ἀναστάσεως τῆς φύσεως τὰ παθήματα. Μαρτυρεῖ δὲ τούτοις καὶ ὁ θεῖος ἀπόστολος·" Οὐ γὰρ ἔχομεν, φησίν, ἀρχιερέα μὴ δυνάμενον συμπαθῆσαι ταῖς ἀσθενείαις ἡμῶν, πεπειραμένον δὲ κατὰ πάντα καθ' ὁμοιότητα, χωρὶς ἁμαρτίας." Ἡ ἁμαρτία γὰρ οὐ τῆς φύσεως, ἀλλὰ τῆς κακῆς
222.5.1
Ἄλλως. Περὶ τῆς θείας φύσεως ὁ προφήτης ἔφη Δαβίδ·" Οὐ μὴ νυστάξει, οὐδὲ ὑπνώσει ὁ φυλάττων τὸν Ἰσραήλ." Ἡ δὲ τῶν εὐαγγελίων ἱστορία καθεύδοντα δείκνυσιν ἐν τῷ πλοίῳ τὸν δεσπότην Χριστόν. Ἐναντίον δὲ τῷ μὴ ὑπνοῦν τὸ καθεύδειν· ἐναντία δήπου τοῖς εὐαγγελικοῖς τὰ προφητικά, εἴπερ ἄρα, κατὰ τὸν ἐκείνων λόγον, μόνον θεὸς ὁ δεσπότης Χριστός. Ἀλλὰ μὴν οὐκ ἐναντία· ἑνὸς γὰρ πνεύματος ταῦτα κἀκεῖνα τὰ νάματα. Σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός, τοῖς ἄλλοις σώμασι συγγενές, τοῦ ὕπνου τὴν χρείαν δεξά μενον, καὶ ὁ τῆς συγχύσεως λόγος ἀποδέδεικται μῦθος. ζʹ. Ἄλλως. Ὁ προφήτης Ἡσαΐας περὶ τῆς θείας εἴρηκε φύσεως·" Οὐ πεινάσει, οὐδὲ κοπιάσει," καὶ τὰ ἑξῆς· καὶ ὁ εὐαγγελιστὴς δέ 259 φησιν·" Ἰησοῦς δὲ κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ·" ἐναντίον δὲ τὸ οὐ κοπιάσει τῷ κοπιάσαι· τοιγαροῦν ἐναντία ἡ προφητεία τῇ τῶν εὐαγγελίων ἱστορίᾳ. Ἀλλὰ μὴν οὐκ ἐναν τία· ἑνὸς γὰρ ταῦτα κἀκεῖνα θεοῦ. Οὐκοῦν τῆς μὲν ἀπεριγράφου φύσεως τὸ μὴ κοπιᾶν· τὰ γὰρ πάντα πληροῖ· τοῦ δὲ περιγεγραμμένου σώματος τὸ μεταβαίνειν ἴδιον. Τὸ δέ γε μεταβαῖνον βαδίζειν ἀναγκα ζόμενον τὸν ἐκ τῆς ὁδοιπορίας ὑφίσταται κόπον. Σῶμα ἄρα ἦν τὸ βαδίσαν καὶ κοπιάσαν. Οὐ γὰρ συνέχεε τὰς φύσεις ἡ ἕνωσις. ηʹ. Ἄλλως. Ὁ δεσπότης Χριστὸς ἔφη καθειργμένῳ τῷ θεσπεσίῳ Παύλῳ·" Μὴ φοβοῦ, Παῦλε," καὶ τὰ ἑξῆς. Ὁ δὲ τούτου τὸ δέος ἐξελάσας οὕτως ἔδεισε τὸ πάθος, ὡς ὁ μακάριος ἔφη Λουκᾶς, ὡς καὶ ἱδρῶτος αἱματώδεις θρόμβους ἐκ παντὸς ἐκκρῖναι τοῦ σώματος, καὶ τοῦτοις περιρρᾶναι τὴν γῆν τὴν ὑποκειμένην τῷ σώματι, καὶ ὑπ' ἀγγελικῆς ἐπικουρίας ἀναρρωσθῆναι. Ἐναντία δὲ καὶ ταῦτα. Πῶς γὰρ οὐκ ἐναντίον τὸ δεῖσαι τοῦ τὸ δέος ἐξελάσαι; Ἀλλὰ μὴν οὐκ ἐναντία. Ὁ γὰρ αὐτὸς καὶ θεὸς φύσει καὶ ἄνθρωπος· καὶ ὡς μὲν θεὸς παραθαρρύνει τοὺς δεομένους τοῦ θάρσους· ὡς δὲ ἄνθρωπος δέχεται δι' ἀγγέλου τὸ θάρσος. Καίτοι τῆς θεότητος καὶ τοῦ πνεύματος συμπαρόντος ὡς χρίσματος· ἀλλ' οὔτε ἡ συνημμένη θεότης οὔτε τὸ πανάγιον πνεῦμα τότε σῶμα ὑπήρεισαν, καὶ ἐπέρρωσαν τὴν ψυχήν, ἀλλ' ἀγγέλῳ τήνδε τὴν ὑπουργίαν ἐπέτρεψαν, ἵνα καὶ τῆς ψυχῆς καὶ τοῦ σώματος ἐπιδείξωσι τὴν ἀσθένειαν, καὶ διὰ τῆς ἀσθενείας δειχ θῶσι τῶν ἀσθενούντων αἱ φύσεις. Ταῦτα δὲ ἐγένετο δηλονότι τῆς θείας φύσεως συγχωρούσης, ὥστε τῶν ὕστερον ἐσομένων τοὺς μὲν πιστεύοντας τῇ προσλήψει τῆς ψυχῆς καὶ τοῦ σώματος βεβαιωθῆναι ταῖς ἀποδείξεσι, τοὺς δὲ ἀντιλέγοντας ταῖς ἐναργέσι μαρτυρίαις διελεγχθῆναι. Εἰ τοίνυν συνῆπται τῇ συλλήψει ἡ ἕνωσις, ἡ δέ γε ἕνωσις κατὰ τὸν ἐκείνων λόγον φύσιν μίαν ἄμφω τὰς φύσεις εἰργά σατο, πῶς ἂν διέμεινεν ἀκέραια τὰ τῶν φύσεων ἴδια, καὶ ἠγωνίασε μὲν ἡ ψυχή, ἵδρωσε δὲ τὸ σῶμα, ὡς καὶ θρόμβους αἱματώδεις ἐκ τῆς τοῦ δέους ὑπερβολῆς ἐκκρῖναι; Εἰ δὲ τὸ μὲν σώματος, τὸ δὲ ψυχῆς ἴδιον, οὐκ ἄρα μία φύσις σαρκὸς καὶ θεότητος ἐκ τῆς ἑνώσεως γέγονεν, 260 ἀλλ' εἷς πέφηνεν υἱός, ἐν ἑαυτῷ δεικνὺς τά τε θεῖα τά τε ἀνθρώπεια. θʹ. Ἄλλως. Εἰ δὲ μετὰ τὴν ἀνάστασιν φαῖεν τὴν εἰς θεότητα μετα βολὴν δεδέχθαι τὸ σῶμα, οὕτως ἀπαντῆσαι προσήκει. Καὶ μὴν μετὰ τὴν ἀνάστασιν περιγεγραμμένον ὤφθη, καὶ χεῖρας ἔχον καὶ πόδας, καὶ τὰ ἄλλα τοῦ σώματος μόρια· καὶ ἁπτὸν ἦν καὶ ὁρατόν, καὶ διατρήσεις ἔχον καὶ ὠτειλάς, ἅσπερ εἶχε πρὸ τῆς ἀναστάσεως. Δυοῖν τοίνυν θάτερον λέγειν ἀνάγκη, ἢ καὶ τῇ θείᾳ φύσει ταῦτα περιτι θέναι τὰ μόρια, εἴπερ εἰς θεότητος φύσιν τὸ σῶμα μεταβληθὲν ταῦτα εἶχε τὰ μόρια, ἢ ὁμολογεῖν ἐπὶ τῶν ὅρων τῆς φύσεως μεμενηκέναι τὸ σῶμα. Ἀλλὰ μὴν ἡ θεία φύσις ἁπλῆ καὶ ἀσύνθετος, τὸ δὲ σῶμα σύν θετον καὶ εἰς πολλὰ διῃρημένον μόρια· οὐκοῦν οὐκ εἰς θεότητος μετεβλήθη φύσιν, ἀλλὰ καὶ μετὰ τὴν ἀνάστασιν ἀθάνατον μέν ἐστι καὶ ἄφθαρτον, καὶ θείας δόξης μεστόν, σῶμα δὲ ὅμως τὴν οἰκείαν ἔχον περιγραφήν. ιʹ. Ἄλλως. Ἀπιστοῦσι τοῖς ἀποστόλοις ὁ κύριος μετὰ τὴν ἀνάστασιν ὑπέδειξε τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ τῶν ἥλων τοὺς τύπους. Εἶτα διδάσκων ὡς οὐ φαντασία τίς ἐστι τὸ ὁρώμενον ἐπή γαγεν, ὅτι" Πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." Οὐ μετεβλήθη οὖν εἰς πνεῦμα τὸ σῶμα· σὰρξ γὰρ ἦν καὶ ὀστέα, καὶ χεῖρες καὶ πόδες. Τοιγαροῦν καὶ μετὰ τὴν ἀνάστασιν σῶμα τὸ σῶμα μεμένηκεν. ιαʹ. Ἄλλως. Ἡ θεία φύσις ἀόρατος· ἑωρακέναι δὲ τὸν κύριον ὁ τρισμακάριος εἴρηκε Στέφανος. Σῶμα ἄρα καὶ μετὰ τὴν ἀνάληψίν ἐστι τοῦ κυρίου τὸ σῶμα. Τοῦτο γὰρ ὁ νικηφόρος ἐθεάσατο Στέφανος, ἐπειδήπερ ἡ θεία φύσις ἀθέατος. ιβʹ. Ἄλλως. Εἰ πᾶσα τῶν ἀνθρώπων ἡ φύσις ὄψεται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, κατὰ τὴν αὐτοῦ τοῦ κυρίου φωνήν· τῷ Μωϋσῇ δὲ πάλιν εἶπεν αὐτός·" Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται·" ἀληθῆ δὲ ἀμφότερα, μετὰ τοῦ σώμα τος ἄρα ἥξει, μεθ' οὗπερ εἰς τοὺς οὐρανοὺς ἀνελήλυθεν. Ἐκεῖνο γὰρ ὁρατόν· τοῦτο δὲ καὶ οἱ ἄγγελοι τοῖς ἀποστόλοις εἰρήκασιν·" Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ' ὑμῶν εἰς τὸν οὐρανόν, οὕτως ἐλεύσεται, ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν." Εἰ δὲ 261 τοῦτο ἀληθές, ὥσπερ οὖν ἀληθές, οὐκ ἄρα μία φύσις σαρκὸς καὶ θεότη τος· ἀσύγχυτος γὰρ ἡ ἕνωσις. ΟΤΙ ΑΠΑΘΗΣ Η ΤΟΥ ΣΩΤΗΡΟΣ ΘΕΟΤΗΣ
222.6.1
Ὁμοούσιον τοῦ θεοῦ καὶ πατρὸς τὸν υἱὸν παρά τε τῆς θείας γραφῆς, παρά τε τῶν ἁγίων πατέρων τῶν ἐν Νικαίᾳ συναγερθέντων ὁμολογεῖν ἐδιδάχθημεν· τοῦ δὲ πατρὸς τὴν ἀπάθειαν καὶ ἡ φύσις διδάσκει, καὶ ἡ θεία γε κηρύττει γραφή. Ἀπαθῆ οὖν ἄρα καὶ τὸν υἱὸν προσομολογήσομεν. Τὸ γὰρ ταὐτὸν τῆς οὐσίας τοῦτον ἐκπαιδεύει τὸν ὅρον. Ὅταν τοίνυν τοῦ δεσπότου Χριστοῦ τὸν σταυρὸν καὶ τὸν θάνα τον τῆς θείας γραφῆς κηρυττούσης ἀκούσωμεν, τῆς σαρκὸς εἶναι φῶμεν τὸ πάθος. Κατ' οὐδένα γὰρ ἡ φύσει γε ἀπαθὴς θεότης παθεῖν δύναται τρόπον. βʹ. Ἄλλως." Πάντα ὅσα ἔχει ὁ πατήρ, ἐμά ἐστιν," ὁ δεσπότης ἔφη Χριστός· ἓν δὲ δήπου πάντων ἡ ἀπάθεια. Εἰ τοίνυν ἀπαθής ἐστιν ὡς θεός, ὡς ἄνθρωπος ἄρα πέπονθεν· ἡ θεία γὰρ πάθος οὐ προσίεται φύσις. γʹ. Ἄλλως. Ὁ κύριος ἔφη·" Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μούἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς." Καὶ πάλιν·" Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων." Σῶμα οὖν ἄρα καὶ ψυχὴν δέδωκεν ὁ ποιμὴν ὁ καλὸς ὑπὲρ τῶν σῶμα καὶ ψυχὴν ἐχόντων προβάτων. δʹ. Ἄλλως. Ἐκ σώματος καὶ ψυχῆς σύγκειται τῶν ἀνθρώπων ἡ φύσις. Ἐξήμαρτε δὲ αὕτη, καὶ θυσίας ἔχρῃζε ἐλευθέρας μώμου παν τός. Σῶμα τοίνυν καὶ ψυχὴν λαβὼν ὁ δημιουργός, καὶ τῶν τῆς ἁμαρτίας κηλίδων φυλάξας ἀνέπαφα, ὑπὲρ μὲν τῶν σωμάτων τὸ σῶμα δέδωκεν, ὑπὲρ δὲ τῶν ψυχῶν τὴν ψυχήν. Εἰ δὲ ταῦτα ἀληθῆ, ἀληθῆ δέ (αὐτῆς γάρ εἰσι τῆς ἀληθείας οἱ λόγοι), ληροῦσιν ἅμα καὶ βλασφημοῦσιν οἱ τῇ θείᾳ φύσει τὸ πάθος προσάπτοντες. εʹ. Ἄλλως. Πρωτότοκον ἐκ τῶν νεκρῶν τὸν δεσπότην Χριστὸν ὁ μακάριος προσηγόρευσε Παῦλος· ὁ δὲ πρωτότοκος τὴν αὐτὴν ἔχει

Intertext edge

Open linked passage

Note