Eranistes
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
262.1.1
δήπου φύσιν ἐκείνοις ὧν καλεῖται πρωτότοκος. Ὡς ἄνθρωπος οὖν ἄρα πρωτότοκος ἐκ νεκρῶν. Πρῶτος γὰρ τὰς ὠδῖνας ἔλυσε τοῦ θανάτου, καὶ πᾶσιν ἔδωκε τῆς ἀναβιώσεως τὴν γλυκεῖαν ἐλπίδα. Ἧι δὲ ἀνέστη, ταύτῃ καὶ πέπονθεν. Ὡς ἄνθρωπος ἄρα πέπονθεν, ὡς δὲ θεὸς θαυμαστὸς μεμένηκεν ἀπαθής. ʹ. Ἄλλως. Ἀπαρχὴν τῶν κεκοιμημένων τὸν σωτῆρα Χριστὸν ὠνόμασεν ὁ θεῖος ἀπόστολος· ἡ δὲ ἀπαρχὴ τὴν πρὸς τὸ ὅλον ἔχει συγγένειαν, οὗπέρ ἐστιν ἀπαρχή. Οὐ τοίνυν ᾗ θεός ἐστιν, ἀπαρχὴ προσηγόρευται. Ποία γὰρ συγγένεια θεότητός τε καὶ ἀνθρωπότητος; Ἡ μὲν γὰρ ἀθάνατος φύσις, ἡ δὲ θνητή. Τοιαύτη δὲ τῶν κεκοιμημένων ἡ φύσις, ὧν ἀπαρχὴ προσηγορεύθη Χριστός. Ταύτης ἄρα τῆς φύσεως καὶ ὁ θάνατος καὶ ἡ ἀνάστασις. Ταύτης γὰρ δὴ τὴν ἀνάστασιν ἐχέγγυον ἔχομεν τῆς κοινῆς ἀναστάσεως. ζʹ. Ἄλλως. Διστάζοντας τοὺς ἀποστόλους πεῖσαι βουλόμενος ὁ δεσπότης Χριστός, ὡς ἀνέστη καταλύσας τὸν θάνατον, τὰ τοῦ σώμα τος αὐτοῖς ἔδειξε μόρια, πλευρὰν καὶ χεῖρας καὶ πόδας, καὶ τὰ ἐν τούτοις φυλαχθέντα τοῦ πάθους τεκμήρια. Τοῦτο οὖν ἄρα ἀνέστη· τοῦτο γὰρ δήπου καὶ τοῖς ἀπιστοῦσιν ἐδείχθη. Ὃ δὲ ἀνέστη, τοῦτο δὴ καὶ ἐτάφη· ὃ δέ γε ἐτάφη, τοῦτο καὶ ἐτεθνήκει· ὃ δὲ ἐτεθνήκει, τοῦτο δήπου καὶ τῷ σταυρῷ προσηλώθη. Ἀπαθὴς ἄρα ἡ θεία φύσις διέμεινε καὶ συνημμένη τῷ σώματι. ηʹ. Ἄλλως. Οἱ ζωοποιὸν τοῦ κυρίου τὴν σάρκα προσαγορεύοντες τὴν ζωὴν αὐτὴν θνητὴν τῷ λόγῳ κατασκευάζουσιν. Ἔδει δὲ αὐτοὺς συνιδεῖν, ὡς διὰ τὴν ἡνωμένην αὐτῇ ζωὴν καὶ αὐτὴ ζωοποιός. Εἰ δέ γε κατὰ τὸν αὐτῶν λόγον ἡ ζωὴ θνητή, πῶς ἂν ἡ σὰρξ ἡ φύσει θνητή, διὰ δὲ τὴν ζωὴν γινομένη ζωοποιός, μείναι ἂν οὖσα ζωοποιός; θʹ. Ἄλλως. Ὁ θεὸς λόγος φύσει ἀθάνατος, ἡ δὲ σὰρξ φύσει θνητή. Γέγονε δὲ καὶ αὐτὴ μετὰ τὸ πάθος τῇ πρὸς τὸν λόγον μετουσίᾳ ἀθά νατος. Πῶς οὖν οὐ σχέτλιον, τὸν τῆς τοιαύτης ἀθανασίας δοτῆρα λέγειν μετειληχέναι θανάτου; 263 ιʹ. Ἄλλως. Οἱ σαρκὶ πεπονθέναι τὸν θεὸν λόγον ἰσχυριζόμενοι ἐρωτάσθωσαν τοῦ ῥητοῦ τὴν διάνοιαν· καὶ εἰ μὲν φάναι τολμήσαιεν, ὡς τοῦ σώματος προσηλωμένου τὴν ὀδύνην ἡ θεία φύσις ὑπέμεινε, μανθανέτωσαν ὡς οὐ ψυχῆς χρείαν ἡ θεία φύσις ἐπλήρου. Καὶ ψυχὴν γὰρ ὁ θεὸς λόγος μετὰ τοῦ σώματος ἀνειλήφει. Εἰ δὲ τόνδε τὸν λόγον ὡς βλάσφημον ἀποστρέφοιντο, φήσαιεν δὲ φύσει πεπονθέναι τὴν σάρκα, τὸν δέ γε θεὸν λόγον ᾠκειῶσθαι τὸ πάθος ὡς ἰδίας σαρκός, μὴ γριφώδεις καὶ ζοφώδεις προσφερέτωσαν λόγους, ἀλλὰ σαφῶς τοῦ κακεμφάτου ῥητοῦ λεγέτωσαν τὴν διάνοιαν. Τῆσδε γὰρ τῆς ἑρμηνείας συμψήφους ἕξουσι τοὺς ἕπεσθαι τῇ θείᾳ γραφῇ προαιρουμένους. ιαʹ. Ἄλλως. Ὁ θεῖος Πέτρος ἐν τῇ καθολικῇ τὸν Χριστὸν ἔφη πεπονθέναι σαρκί. Ὁ δὲ τὸν Χριστὸν ἀκούων οὐκ ἀσώματον νοεῖ τὸν θεὸν λόγον, ἀλλὰ σεσαρκωμένον. Τοῦ Χριστοῦ τοίνυν τοὔνομα φύσιν ἑκατέραν δηλοῖ· τὸ δὲ σαρκὶ σὺν τῷ πάθει προστιθέμενον, οὐχ ἑκατέ ραν, ἀλλὰ θατέραν πεπονθυῖαν σημαίνει. Ὁ γὰρ ἀκούων σαρκὶ τὸν Χριστὸν πεπονθέναι, ἀπαθῆ πάλιν νοεῖ αὐτὸν ὡς θεόν, μόνῃ δὲ τῇ σαρκὶ προσνέμει τὸ πάθος. Ὥσπερ γὰρ ἀκούοντες αὐτοῦ πάλιν λέγοντος, ὅτι ὤμοσεν ὁ θεὸς τῷ Δαβίδ, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα τὸν Χριστὸν ἀναστήσειν, οὐ τὸν θεὸν λόγον ἐκ σπέρ ματος Δαβὶδ ἀρχὴν εἰληφέναι φαμέν, ἀλλὰ τὴν σάρκα τὴν ὁμογενῆ τῷ Δαβίδ, ἣν ὁ θεὸς λόγος ἀνέλαβεν, οὕτω χρὴ τὸν ἀκούοντα σαρκὶ τὸν Χριστὸν πεπονθέναι, τῆς μὲν σαρκὸς εἰδέναι τὸ πάθος, τῆς δέ γε θεότητος τὴν ἀπάθειαν ὁμολογεῖν. ιβʹ. Ἄλλως. Σταυρούμενος ὁ δεσπότης εἶπε Χριστός·" Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου." Τοῦτο δὲ τὸ πνεῦμα οἱ μὲν Ἀρείου καὶ Εὐνομίου τὴν θεότητα τοῦ μονογενοῦς εἶναί φασιν· ἄψυχον γὰρ ἀνειλῆφθαι τὸ σῶμα νομίζουσιν. Οἱ δὲ τῆς ἀληθείας κήρυκες τὴν ψυχὴν οὕτω κληθῆναί φασιν, ἐκ τῶν ἀκολούθων ῥητῶν τοῦτο νενοηκότες. Εὐθὺς γὰρ ἐπήγαγεν ὁ πάνσοφος εὐαγγελιστής·" Καὶ τοῦτο εἰπὼν ἐξέπνευσε." Ταῦτα μὲν οὖν ὁ Λουκᾶς οὕτως ἱστόρησε· καὶ ὁ μακάριος δὲ Μάρκος τὸ ἐξέπνευσεν ὁμοίως ἔθηκεν· ὁ δέ γε θειότατος Ματθαῖος, ὅτι"̓ Αφῆκε τὸ πνεῦμα·" ὁ δὲ θεσπέσιος Ἰωάννης, ὅτι 264" Παρέδωκε τὸ πνεῦμα." Πάντα μέντοι κατὰ τὸ ἀνθρώπινον εἰρήκασιν ἔθος. Καὶ γὰρ τὸ ἐξέπνευσεν καὶ τὸ ἀφῆκε καὶ τὸ παρέδωκε τὸ πνεῦμα ἐπὶ τῶν τελευτώντων λέγειν εἰώθαμεν. Τοιγάρτοι τούτων οὐδὲν ἔμφασιν ἔχει θεότητος, ἀλλὰ τῆς ψυχῆς ὑπάρχει δηλωτικά. Εἰ δὲ καὶ τὴν ἀρειανικὴν τοῦ ῥητοῦ δέξαιτό τις διάνοιαν, οὐδὲν ἧττον καὶ οὕτω δείξει τῆς θείας φύσεως τὸ ἀθάνατον. Τῷ πατρὶ γὰρ παρέθετο ταύτην, οὐ τῷ θανάτῳ ταύτην παρέπεμψεν. Εἰ τοίνυν καὶ οἱ τῆς ψυχῆς ἀρνούμενοι τὴν ἀνάληψιν καὶ κτίσμα τὸν θεὸν λόγον εἶναι λέγοντες καὶ ἀντὶ ψυχῆς αὐτὸν ἐν τῷ σώματι γεγενῆσθαι δογματίζοντες, οὐ θανάτῳ αὐτὸν παραδοθῆναι, ἀλλὰ τῷ πατρὶ παρατεθῆναί φασι, ποίας τύχοιεν συγγνώμης οἱ μίαν μὲν τῆς τριάδος οὐσίαν ὁμολογοῦντες, καὶ τὴν μὲν ψυχὴν ἐπὶ τῆς οἰκείας ἀθανασίας ἐῶντες, τὸν δέ γε τῷ πατρὶ ὁμοούσιον θεὸν λόγον γεύσασθαι θανάτου λέγειν ἀνέδην τολμῶντες; ιγʹ. Ἄλλως. Εἰ ὁ Χριστὸς καὶ θεὸς καὶ ἄνθρωπος, ὡς καὶ ἡ θεία διδάσκει γραφή, καὶ οἱ πανεύφημοι πατέρες κηρύττοντες διετέλεσαν, ὡς ἄνθρωπος ἄρα πέπονθεν, ὡς δὲ θεὸς διέμεινεν ἀπαθής. ιδʹ. Ἄλλως. Εἰ ὁμολογοῦσι τῆς σαρκὸς τὴν ἀνάληψιν, καὶ παθητὴν εἶναί φασιν πρὸ τῆς ἀναστάσεως, τῆς δὲ θεότητος τὴν φύσιν κηρύττουσιν ἀπαθῆ, τί δήποτε τὴν παθητὴν φύσιν ἐῶντες, τῇ ἀπαθεῖ τὸ πάθος προσάπτουσιν; ιεʹ. Ἄλλως. Εἰ τὸ χειρόγραφον ἡμῶν ὁ σωτὴρ καὶ κύριος προσήλωσε τῷ σταυρῷ, κατὰ τὸν θεῖον ἀπόστολον, τὸ σῶμα ἄρα προσήλωσεν. Ἐν γὰρ τῷ σώματι πᾶς ἄνθρωπος, οἷόν τινα γράμματα, πήγνυσι τὰς τῶν ἁμαρτημάτων κηλῖδας. Τούτου δὴ χάριν ὑπὲρ τῶν ἡμαρτηκότων τὸ πάσης ἁμαρτίας ἐλεύθερον παρέδωκε σῶμα. ι ʹ. Ἄλλως. Ὅταν τὸ σῶμα ἢ τὴν σάρκα ἢ τὴν ἀνθρωπότητα πεπονθέναι λέγωμεν, τὴν θείαν οὐ χωρίζομεν φύσιν. Ὥσπερ γὰρ ἥνωτο πεινώσῃ καὶ διψώσῃ καὶ κοπιώσῃ, καὶ μέντοι καὶ καθευδούσῃ, καὶ ἀγωνιώσῃ τὸ πάθος, οὐδὲν μὲν τούτων ὑφισταμένη, συγχωροῦσα δὲ ταύτῃ δέχεσθαι τὰ τῆς φύσεως πάθη, οὕτω συνῆπτο καὶ σταυρου- μένῃ, καὶ συνεχώρει τελεσιουργηθῆναι τὸ πάθος, ἵνα λύσῃ τῷ πάθει 265 τὸν θάνατον, ὀδύνην μὲν ἐκ τοῦ πάθους οὐ δεχομένη, τὸ δὲ πάθος οἰκειωσαμένη, ὡς ναοῦ γε ἰδίου, καὶ σαρκὸς ἡνωμένης, δι' ἣν καὶ μέλη Χριστοῦ χρηματίζουσιν οἱ πιστεύσαντες, καὶ τῶν πεπιστευκότων αὐτὸς ὠνόμασται κεφαλή. 266 Ἄτρεπτος, ἀσύγχυτος, ἀπαθὴς μένει Ὁ συνάναρχος τοῦ θεοῦ πατρὸς λόγος, Κἂν σάρκα λάβοι τῶν χρόνων ἐπ' ἐσχάτων· Ὥσπερ Θεοδώριτος ἐνταῦθα γράφει Λαβὼν θεοδώρητον ἐξ ὕψους χάριν. Ὡς τριστόμῳ γοῦν ἠκονημένῳ ξίφει, Οἱ δυσσεβοῦντες, τοῖς τρισὶ τούτοις λόγοις Βάλλοισθε, καὶ σφάζοισθε, καὶ πίπτοιτέ μοι, Ὅσοι τροπήν, σύγχυσιν, ἀλλὰ καὶ πάθος, Κακῶς προσάπτειν οὐ πτοεῖσθε τῷ λόγῳ, Καὶ σπαρτίον δέ, Σολομὼν ὥς που γράφει, Ἀρραγὲς ὡς ἔντριτον ἡμῖν ἀγχόνης Ἡ τριὰς ἔστω τῶν σοφῶν τούτων λόγων.