Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Eranistes
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
73.1.1
{ΕΡΑΝ.} Ὁ προφήτης εἶπεν ὅτι ἐπὶ τῆς γῆς ὤφθη. {ΟΡΘ.} Καὶ ὁ ἀπόστολος εἶπεν," Ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ," καί," Ὃν εἶδεν οὐδεὶς ἀνθρώπων, οὐδὲ ἰδεῖν δύναται." {ΕΡΑΝ.} Τί οὖν; ψεύδεται ὁ προφήτης; {ΟΡΘ.} Μὴ γένοιτο, τοῦ θείου γὰρ πνεύματος καὶ ταῦτα κἀκεῖνα τὰ ῥήματα. Ζητήσωμεν τοίνυν πῶς ὁ ἀόρατος ὤφθη. {ΕΡΑΝ.} Μή μοι λογισμοὺς ἀνθρωπίνους καὶ συλλογισμοὺς προσ ενέγκῃς. Ἐγὼ γὰρ μόνῃ πείθομαι τῇ θείᾳ γραφῇ. {ΟΡΘ.} Μηδένα δέξῃ λόγον ἥκιστα βεβαιούμενον γραφικῇ μαρ τυρίᾳ. {ΕΡΑΝ.} Ἐάν μοι τῆς ἀμφιλογίας τὴν λύσιν ἐκ τῆς θείας προσ ενέγκῃς γραφῆς, ἀδηρίτως δέξομαι καὶ οὐκ ἀντιφθέγξομαι. {ΟΡΘ.} Οἶσθ' ὅτι καὶ πρὸ βραχέος τὴν εὐαγγελικὴν ῥῆσιν διὰ τῆς ἀποστολικῆς μαρτυρίας σαφῆ πεποιήκαμεν, καὶ δεδήλωκεν ἡμῖν ὁ θεῖος ἀπόστολος πῶς ὁ λόγος σὰρξ ἐγένετο, διαρρήδην εἰπών," Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπι λαμβάνεται." Ὁ αὐτὸς τοίνυν καὶ νῦν ἡμᾶς διδάξει διδάσκαλος πῶς ὁ θεὸς λόγος ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. {ΕΡΑΝ.} Ἐγὼ καὶ τοῖς ἀποστολικοῖς καὶ τοῖς προφητικοῖς πείθο μαι λόγοις. Δεῖξον τοίνυν, κατὰ τὴν ὑπόσχεσιν, τῆς προφητείας τὴν ἑρμηνείαν. {ΟΡΘ.} Τιμοθέῳ γράφων ὁ θεῖος ἀπόστολος καὶ ταῦτα τέθεικεν·"̔ Ομολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκη ρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ." Δῆλον τοίνυν, ὡς ἀόρατος μὲν ἡ θεία φύσις, ὁρατὴ δὲ ἡ σάρξ, καὶ διὰ τῆς ὁρατῆς ἡ ἀόρατος ὤφθη, δι' αὐτῆς ἐνεργήσασα τὰ θαύματα καὶ τὴν οἰκείαν ἀποκαλύψασα δύναμιν. Τῇ μὲν γὰρ χειρὶ τὴν ὀπτικὴν ἐδη μιούργησεν αἴσθησιν καὶ τὸν ἐκ γενετῆς τυφλὸν ἐθεράπευσε. Καὶ αὖ πάλιν τὴν ἀκουστικὴν ἐνέργειαν ἀπέδωκε τῷ κωφῷ, καὶ τὴν πεπεδη μένην ἔλυσε γλῶτταν, ἀντὶ μὲν ὀργάνου τοῖς δακτύλοις χρησάμενος, οἷον δέ τι φάρμακον ἀλεξίκακον τὸ πτύσμα προσενεγκών. Οὕτω πάλιν ἐπὶ θαλάττης βαδίσας τὸ τῆς θεότητος ὑπέφηνε παντοδύναμον. 74 Ἁρμοδίως τοίνυν ὁ θεῖος ἀπόστολος," Ὃς ἐφανερώθη ἐν σαρκί," εἶπε. Δι' ἐκείνης γὰρ ἡ ἀθέατος ἐπεφάνη φύσις, δι' ἐκείνης αὐτὴν εἶδον καὶ τῶν ἀγγέλων οἱ δῆμοι·" Ὤφθη, γάρ φησιν, ἀγγέλοις." Μεθ' ἡμῶν οὖν ἄρα τῆς δωρεᾶς ταύτης καὶ τῶν ἀσωμάτων ἡ φύσις ἀπέλαυσεν. {ΕΡΑΝ.} Οὐκοῦν πρὸ τῆς τοῦ σωτῆρος ἐπιφανείας οὐχ ἑώρων οἱ ἄγγελοι τὸν θεόν; {ΟΡΘ.} Ὁ ἀπόστολος εἶπεν ὅτι φανερωθεὶς ἐν σαρκὶ ὤφθη ἀγγέ λοις. {ΕΡΑΝ.} Ἀλλ' ὁ κύριος εἶπεν," Ὁρᾶτε, μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων τῶν ἐλαχίστων. Ἀμὴν γὰρ λέγω ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς." {ΟΡΘ.} Ἀλλ' ὁ κύριος πάλιν εἶπεν," Οὐχ ὅτι τὸν πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακε τὸν πατέρα." Διά τοι τοῦτο καὶ ὁ εὐαγγελιστὴς ἄντικρυς βοᾷ," Θεὸν οὐδεὶς ἑώρακε πώποτε," καὶ βεβαιοῖ τοῦ κυρίου τὸν λόγον·" Ὁ μονογενής, γάρ φησιν, υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο." Καὶ Μωϋσῆς ὁ μέγας, ποθήσας ἰδεῖν τὴν ἀόρατον φύσιν, ἤκουσεν αὐτοῦ λέγοντος τοῦ δεσπότου θεοῦ," Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται." {ΕΡΑΝ.} Πῶς οὖν νοήσομεν ὅτι" Οἱ ἄγγελοι αὐτῶν καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν;" {ΟΡΘ.} Ὡς νοεῖν εἰώθαμεν τὰ περὶ τῶν ἑωρακέναι τὸν θεὸν νομισ θέντων ἀνθρώπων. {ΕΡΑΝ.} Εἰπὲ σαφέστερον· οὐ νενόηκα γάρ. {ΟΡΘ.} Μὴ καὶ τοῖς ἀνθρώποις ὁρατὸς ὁ θεός; {ΕΡΑΝ.} Οὐδαμῶς. {ΟΡΘ.} Ἀλλ' ὅμως ἀκούομεν τῆς θείας λεγούσης γραφῆς," Ὤφθη ὁ θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ," καὶ Ἡσαΐου λέγοντος," Εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου." 75 Καὶ ὁ Μιχαίας δὲ ταὐτὸ τοῦτο λέγει, καὶ ὁ Δανιὴλ καὶ ὁ Ἰεζεκιήλ. Περὶ δὲ Μωσέως τοῦ νομοθέτου φησὶν ἡ ἱστορία, ὅτι ἐλάλησε κύριος τῷ Μωϋσῇ, ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς φίλον αὑτοῦ. Καὶ αὐτὸς δὲ ὁ τῶν ὅλων ἔφη θεός, ὅτι" Στόμα κατὰ στόμα λαλήσω αὐτῷ, ἐν εἴδει, καὶ οὐ δι' αἰνιγμάτων." Τί οὖν ἐροῦ μεν; ὅτι τὴν θείαν ἐθεάσαντο φύσιν; {ΕΡΑΝ.} Οὐδαμῶς. Αὐτὸς γὰρ ὁ θεὸς ἔφη·" Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται." {ΟΡΘ.} Ψεύδονται τοίνυν οἱ τὸν θεὸν ἑωρακέναι φήσαντες; {ΕΡΑΝ.} Μὴ γένοιτο· εἶδον γὰρ ἅπερ ἰδεῖν αὐτοὺς οἷόν τε ἦν. {ΟΡΘ.} Τῇ δυνάμει ἄρα τῶν ὁρώντων ὁ φιλάνθρωπος δεσπότης τὰς ἀποκαλύψεις μετρεῖ; {ΕΡΑΝ.} Πάνυ γε. {ΟΡΘ.} Καὶ τοῦτο δῆλον διὰ τοῦ προφήτου πεποίηκεν." Ἐγώ, γὰρ ἔφη, ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην." Οὐκ εἶπεν, ὤφθην, ἀλλ'" ὡμοιώθην." Ἡ δὲ ὁμοίωσις οὐκ αὐτὴν δηλοῖ τοῦ ὁρωμένου τὴν φύσιν. Οὐδὲ γὰρ ἡ τοῦ βασιλέως εἰκὼν αὐτοῦ δείκνυσι τοῦ βασιλέως τὴν φύσιν, κἂν ἐναργεῖς διασώζῃ τοῦ βασιλέως τοὺς χαρακτῆρας. {ΕΡΑΝ.} Ἄδηλόν ἐστι τοῦτό γε καὶ ἀσαφές. {ΟΡΘ.} Οὐκοῦν οὐδὲ τοῦ θεοῦ τὴν οὐσίαν εἶδον οἱ τὰς ἀποκαλύψεις ἐκείνας θεασάμενοι; {ΕΡΑΝ.} Τίς γὰρ οὕτω μέμηνεν ὥστε τοῦτο φάναι τολμῆσαι; {ΟΡΘ.} Εἴρηται δὲ ὅμως ὡς ἑωράκασιν. {ΕΡΑΝ.} Εἴρηται. {ΟΡΘ.} Ἡμεῖς δὲ καὶ λογισμοῖς εὐσεβέσι χρώμενοι, καὶ ταῖς ἀποφάσεσι ταῖς θείαις πιστεύοντες, αἳ βοῶσι διαρρήδην," Θεὸν οὐδεὶς ἑώρακε πώποτε," φαμὲν αὐτοὺς οὐ τὴν θείαν φύσιν ἑωρακέναι, ἀλλ' ὄψεις τινὰς τῇ σφῶν δυνάμει συμμέτρους. {ΕΡΑΝ.} Οὕτως φαμέν. {ΟΡΘ.} Οὕτω τοίνυν καὶ περὶ τῶν ἀγγέλων νοήσωμεν, ἀκούοντες ὅτι" Καθ' ἡμέραν ὁρῶσι τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν." Οὐ γὰρ 76 τὴν θείαν οὐσίαν ὁρῶσι, τὴν ἀπερίγραφον, τὴν ἀκατάληπτον, τὴν ἀπερινόητον, τὴν περιληπτικὴν τῶν ὅλων, ἀλλὰ δόξαν τινὰ τῇ αὐτῶν φύσει συμμετρουμένην. {ΕΡΑΝ.} Ὡμολόγηται ταῦτα οὕτως ἔχειν. {ΟΡΘ.} Μετὰ μέντοι τὴν ἐνανθρώπησιν ὤφθη καὶ τοῖς ἀγγέλοις, κατὰ τὸν θεῖον ἀπόστολον, οὐχ ὁμοιώματι δόξης, ἀλλ' ἀληθεῖ καὶ ζῶντι χρησάμενος, οἷόν τινι παραπετάσματι, τῷ τῆς σαρκὸς προ καλύμματι." Ὃς ἐφανερώθη, γάρ φησιν, ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις." {ΕΡΑΝ.} Τοῦτο μὲν ὡς γραφικὸν ἐδεξάμην, τὰς δὲ τῶν ὀνομάτων καινοτομίας οὐ δέχομαι. {ΟΡΘ.} Ποῖον ἡμεῖς κεκαινοτομήκαμεν ὄνομα; {ΕΡΑΝ.} Τὸ τοῦ παραπετάσματος. Ποία γὰρ γραφὴ τὴν τοῦ κυρίου σάρκα παραπέτασμα προσηγόρευσεν; {ΟΡΘ.} Ἔοικας μὴ μάλα σπουδαίως τὴν θείαν ἀναγινώσκειν γραφήν. Ἦ γὰρ ἄν, οὐκ ἐμέμψω τῷ παρ' ἡμῶν ὡς ἐν εἰκόνι ῥηθέντι. Πρῶτον μὲν γὰρ καὶ τὸ διὰ σαρκὸς φανερωθῆναι τὴν ἀόρατον φύσιν φάναι τὸν θεῖον ἀπόστολον, παραπέτασμα τῆς θεότητος ἐπιτρέπει τὴν σάρκα νοεῖν. Ἔπειτα δὲ σαφῶς ὁ θεῖος ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ ἐχρήσατο τῷ ὀνόματι. Λέγει δὲ οὕτως·" Ἔχοντες οὖν, ἀδελφοί, παρρησίαν εἰς τὴν εἴσοδον τῶν ἁγίων ἐν τῷ αἵματι Ἰησοῦ, ἣν ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν, διὰ τοῦ καταπετάσματος, τοῦτ' ἔστι τῆς σαρκὸς αὐτοῦ, καὶ ἱερέα μέγαν ἐπὶ τὸν οἶκον τοῦ θεοῦ, προσερχώμεθα μετὰ ἀληθινῆς καρδίας ἐν πληρο φορίᾳ πίστεως," καὶ τὰ ἑξῆς. {ΕΡΑΝ.} Ἀναντίρρητος ἡ ἀπόδειξις· ἀποστολικῇ γὰρ κεκύρωται μαρτυρίᾳ. {ΟΡΘ.} Μὴ τοίνυν ἡμᾶς γράφου καινοτομίας. Παρεξόμεθα γάρ σοι καὶ ἑτέραν προφητικὴν μαρτυρίαν, στολὴν ἄντικρυς τοῦ κυρίου τὴν σάρκα καὶ περιβολὴν ὀνομάζουσαν. {ΕΡΑΝ.} Εἰ αἰνιγματώδης ὀφθείη καὶ ἀμφίβολος, ἀντιλέξομεν· εἰ δέ γε σαφής, καὶ στέρξομεν καὶ χάριν ὁμολογήσομεν. 77 {ΟΡΘ.} Αὐτόν σε τῇ ἀληθείᾳ τῆς ἐπαγγελίας μαρτυρῆσαι παρα 77 σκευάσω. Οἶσθα ὅτι τὸν Ἰούδαν εὐλογῶν Ἰακὼβ ὁ πατριάρχης, ταῖς δεσποτικαῖς περιέγραψε γοναῖς τὴν Ἰούδα ἡγεμονίαν;" Οὐκ ἐκλείψει, γὰρ ἔφη, ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν." Ταύτην δέ γε τοῖς ἔμπροσθεν ὡμολόγησας περὶ τοῦ σωτῆρος ἡμῶν τεθεσπίσθαι τὴν προφητείαν. {ΕΡΑΝ.} Ὡμολόγησα. {ΟΡΘ.} Ἀναμνήσθητι τοιγαροῦν τῶν ἑξῆς. Λέγει γὰρ ὡσαύτως·" Οὗ τὴν παρουσίαν τὰ ἔθνη προσδέχεται· πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ." {ΕΡΑΝ.} Περὶ ἱματίων εἴρηκεν ὁ πατριάρχης, οὐ περὶ σώματος. {ΟΡΘ.} Δεῖξον οὖν πηνίκα ἢ ποῦ ἐν αἵματι σταφυλῆς ἔπλυνε τὴν περιβολήν. {ΕΡΑΝ.} Σὺ δεῖξον ὅτι τὸ σῶμα τούτοις ἐφοίνιξεν. {ΟΡΘ.} Ἀξιῶ σε μυστικώτερον ἀποκρίνασθαι. Τινὲς γὰρ ἴσως παρεστήκασιν ἀμύητοι. {ΕΡΑΝ.} Οὕτως ἀκούσομαι καὶ οὕτως ἀποκρινοῦμαι. {ΟΡΘ.} Οἶσθ' ὅτι ἄμπελον ἑαυτὸν ὁ κύριος προσηγόρευσεν; {ΕΡΑΝ.} Οἶδα ὡς εἴρηκεν·" Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή." {ΟΡΘ.} Ὁ δὲ τῆς ἀμπέλου καρπὸς πιεσθεὶς ποίαν ἔχει προσηγορίαν; {ΕΡΑΝ.} Οἶνος προσαγορεύεται. {ΟΡΘ.} Ἡνίκα δὲ τὴν πλευρὰν τοῦ σωτῆρος ἔτρωσαν οἱ στρατιῶται τῇ λόγχῃ, τί προχεθῆναί φασιν ἐκ ταύτης οἱ συγγεγραφότες τὰ εὐαγγέλια; {ΕΡΑΝ.} Αἷμα καὶ ὕδωρ. {ΟΡΘ.} Αἷμα ἄρα σταφυλῆς τὸ τοῦ σωτῆρος προσηγόρευσεν αἷμα. Εἰ γὰρ ἄμπελος ὁ δεσπότης ὠνόμασται, ὁ δὲ τῆς ἀμπέλου καρπὸς οἶνος προσαγορεύεται, αἵματος δὲ καὶ ὕδατος ἐκ τῆς τοῦ δεσπότου πλευρᾶς προχυθέντες κρουνοὶ διὰ τοῦ λοιποῦ σώματος ἐπὶ τὰ κάτω διῆλθον, εἰκότως ἄρα καὶ προσφόρως προεῖπεν ὁ πατριάρχης·" Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὑτοῦ." Ὥσπερ γὰρ ἡμεῖς τὸν μυστικὸν τῆς ἀμπέλου καρπὸν μετὰ 78 τὸν ἁγιασμὸν αἷμα δεσποτικὸν ὀνομάζομεν, οὕτω τῆς ἀληθινῆς ἀμπέλου τὸ αἷμα σταφυλῆς ὠνόμασεν αἷμα. {ΕΡΑΝ.} Μυστικῶς ἅμα καὶ σαφῶς ὁ προκείμενος ἀποδέδεικται λόγος. {ΟΡΘ.} Εἰ καὶ αὐτάρκη σοι εἰς πίστιν τὰ εἰρημένα, ἀλλ' ὅμως καὶ ἑτέραν ἀπόδειξιν εἰς βεβαίωσιν τῆς ἀληθείας προσθήσω. {ΕΡΑΝ.} Χαριῇ μοι τοῦτο δρῶν· τὴν γὰρ ὠφέλειαν αὐξήσεις. {ΟΡΘ.} Οἶσθα ὅτι ἄρτον ὁ δεσπότης τὸ οἰκεῖον προσηγόρευσε σῶμα; {ΕΡΑΝ.} Οἶδα. {ΟΡΘ.} Καὶ ἑτέρωθι δὲ τὴν σάρκα σῖτον ὠνόμασεν; {ΕΡΑΝ.} Οἶδα καὶ τοῦτο. Ἤκουσα γὰρ αὐτοῦ λέγοντος·" Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου·" καί·" Ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει." {ΟΡΘ.} Ἐν δέ γε τῇ τῶν μυστηρίων παραδόσει, σῶμα τὸν ἄρτον ἐκάλεσε, καὶ αἷμα τὸ κρᾶμα. {ΕΡΑΝ.} Οὕτως ὠνόμασεν. {ΟΡΘ.} Ἀλλὰ καὶ κατὰ φύσιν, τὸ σῶμα σῶμα ἂν εἰκότως κληθείη, καὶ τὸ αἷμα αἷμα. {ΕΡΑΝ.} Ὡμολόγηται. {ΟΡΘ.} Ὁ δέ γε σωτὴρ ὁ ἡμέτερος ἐνήλλαξε τὰ ὀνόματα, καὶ τῷ μὲν σώματι τὸ τοῦ συμβόλου τέθεικεν ὄνομα, τῷ δὲ συμβόλῳ τὸ τοῦ σώματος· οὕτως ἄμπελον ἑαυτὸν ὀνομάσας, αἷμα τὸ σύμβολον προσ ηγόρευσεν. {ΕΡΑΝ.} Τοῦτο μὲν ἀληθῶς εἴρηκας. Ἐβουλόμην δὲ τὴν αἰτίαν μαθεῖν τῆς τῶν ὀνομάτων ἐναλλαγῆς. {ΟΡΘ.} Δῆλος ὁ σκοπὸς τοῖς τὰ θεῖα μεμυημένοις. Ἠβουλήθη γὰρ τοὺς τῶν θείων μυστηρίων μεταλαγχάνοντας μὴ τῇ φύσει τῶν προ κειμένων προσέχειν, ἀλλὰ διὰ τῆς τῶν ὀνομάτων ἐναλλαγῆς πιστεύειν τῇ ἐκ τῆς χάριτος γεγενημένῃ μεταβολῇ. Ὁ γὰρ δὴ τὸ φύσει σῶμα σῖτον καὶ ἄρτον προσαγορεύσας, καὶ αὖ πάλιν ἄμπελον ὀνομά σας, οὗτος τὰ ὁρώμενα σύμβολα τῇ τοῦ σώματος καὶ αἵματος προσ 79 ηγορίᾳ τετίμηκεν, οὐ τὴν φύσιν μεταβαλών, ἀλλὰ τὴν χάριν τῇ φύσει προστεθεικώς. {ΕΡΑΝ.} Καὶ μυστικῶς ἐρρέθη τὰ μυστικὰ καὶ σαφῶς ἐδηλώθη τὰ πᾶσιν οὐ γνώριμα. {ΟΡΘ.} Ἐπειδὴ τοίνυν συνωμολόγηται καὶ στολὴν καὶ περιβολὴν ὑπὸ τοῦ πατριάρχου τὸ δεσποτικὸν ὠνομάσθαι σῶμα, εἰς δὲ τὸν περὶ τῶν θείων μυστηρίων εἰσεληλύθαμεν λόγον, εἰπὲ πρὸς τῆς ἀληθείας τίνος ἡγῇ σύμβολόν τε καὶ τύπον τὴν παναγίαν ἐκείνην τροφήν; τῆς θεότητος τοῦ δεσπότου Χριστοῦ ἢ τοῦ σώματος καὶ τοῦ αἵματος; {ΕΡΑΝ.} Δῆλον ὡς ἐκείνων, ὧν καὶ τὰς προσηγορίας ἐδέξατο. {ΟΡΘ.} Τοῦ σώματος καὶ τοῦ αἵματος λέγεις; {ΕΡΑΝ.} Οὕτω λέγω. {ΟΡΘ.} Φιλαλήθως εἴρηκας. Καὶ γὰρ ὁ κύριος τὸ σύμβολον λαβὼν οὐκ εἶπε· τοῦτό ἐστιν ἡ θεότης μου· ἀλλά," Τοῦτό ἐστι τὸ σῶμά μου·" καὶ πάλιν·" Τοῦτό ἐστι τὸ αἷμά μου·" καὶ ἑτέρωθι·" Ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω, ἡ σάρξ μού ἐστιν, ἣν ἐγὼ δώσω ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς." {ΕΡΑΝ.} Ἀληθῆ ταῦτα, θεῖα γάρ ἐστι λόγια. {ΟΡΘ.} Εἰ τοίνυν ἀληθῆ, ὥσπερ οὖν ἀληθῆ, σῶμα δήπουθεν εἶχεν ὁ κύριος. {ΕΡΑΝ.} Ἐγὼ γὰρ αὐτὸν ἀσώματον λέγω; {ΟΡΘ.} Ἀλλ' ὁμολογεῖς αὐτὸν ἐσχηκέναι σῶμα. {ΕΡΑΝ.} Ἐγὼ λέγω ὅτι ὁ λόγος σὰρξ ἐγένετο· οὕτως γὰρ ἐδιδάχθην. {ΟΡΘ.} Κατὰ τὴν παροιμίαν, ὡς ἔοικεν, εἰς τετρημένον πίθον ἀντλοῦμεν· μετὰ γὰρ ἐκείνας ἁπάσας τὰς ἀποδείξεις καὶ τὰς τῶν ἀντιθέσεων λύσεις, τοὺς αὐτοὺς λόγους ἀνακυκλεῖς. {ΕΡΑΝ.} Οὐκ ἐμαυτοῦ σοι λόγους, ἀλλ' εὐαγγελικοὺς προσφέρω. {ΟΡΘ.} Ἐγὼ δὲ τῶν εὐαγγελικῶν τὴν ἑρμηνείαν οὐκ ἐκ προφητικῶν σοι καὶ ἀποστολικῶν προσενήνοχα λόγων; {ΕΡΑΝ.} Οὐκ ἀποχρῶσιν ἐκεῖναι τὸ ζητούμενον λῦσαι. {ΟΡΘ.} Καὶ μὴν ἐδείξαμεν ὡς ἀόρατος ὢν ἐφανερώθη διὰ σαρκός. Καὶ αὐτὴν δὲ τῆς σαρκὸς τὴν συγγένειαν παρὰ τῶν θείων ἀνδρῶν ἐδιδάχθημεν. Σπέρματος γὰρ Ἀβραὰμ ἐπελάβετο. Καὶ ὁ δεσπότης 80 θεὸς πρὸς τὸν πατριάρχην ἔφη·" Ἐν τῷ σπέρματί σου εὐλογηθήσεται πάντα τὰ ἔθνη τῆς γῆς." Καὶ ὁ ἀπόστολος·" Πρόδηλον γάρ, ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος." Καὶ ἑτέρας δὲ πολλὰς τοιαύτας παρηγάγομεν μαρτυρίας. Ἐπειδὴ δὲ καὶ ἑτέρων ἀκοῦσαι ποθεῖς, ἄκουσον τοῦ ἀποστόλου λέγοντος·" Πᾶς γὰρ ἀρχιερεύς, ἐξ ἀνθρώπων λαμβανόμενος, εἰς τὸ προσφέρειν δῶρα καὶ θυσίας καθίσταται." Ὅθεν ἀναγκαῖον ἔχειν τι καὶ τοῦτον ὃ προσενέγκῃ. {ΕΡΑΝ.} Δεῖξον τοίνυν ὅτι σῶμα λαβὼν προσήνεγκεν. {ΟΡΘ.} Αὐτὸς ὁ θεῖος ἀπόστολος ἐν αὐτῷ γε τῷ χωρίῳ τοῦτο διδάσκει σαφῶς. Μετ' ὀλίγα γὰρ οὕτω φησί·" Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει· θυσίαν καὶ προσφορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι." Οὐκ εἶπεν, εἰς σῶμά με μεταβέβληκας, ἀλλά," σῶμα κατηρτίσω μοι." Δηλοῖ δὲ τὴν ὑπὸ τοῦ πνεύματος τοῦ σώματος γεγενημένην διάπλασιν, κατὰ τὴν τοῦ ἀγγέλου φωνήν·" Μὴ φοβηθῇς, γάρ φησι, παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου." {ΕΡΑΝ.} Σῶμα τοίνυν ἡ παρθένος μόνον ἐγέννησεν. {ΟΡΘ.} Οὐδὲ αὐτήν, ὡς ἔοικε, κατενόησας τῶν συλλαβῶν τὴν συνθήκην ἤπου γε τὴν διάνοιαν. Τὸν γὰρ τῆς συλλήψεως οὐ τὸν τῆς γεννήσεως τρόπον διδάσκει τὸν Ἰωσήφ. Οὐ γὰρ εἶπε, τὸ ἐξ αὐτῆς γεννηθέν, τοῦτ' ἔστι ποιηθὲν ἢ διαπλασθέν, ἐκ πνεύματός ἐστιν ἁγίου. Ἐπειδὴ γὰρ ὁ Ἰωσὴφ ἀγνοῶν τὸ μυστήριον μοιχείαν ὑπώπτευσεν, ἐδιδάχθη σαφῶς τοῦ πνεύματος τὴν διάπλασιν. Ταῦτα διὰ τοῦ προφήτου μηνύων εἴρηκε·" Σῶμα δὲ κατηρτίσω μοι." Πνευματικὸς δέ γε ὢν ὁ θεῖος ἀπόστολος ἡρμήνευσε τὴν πρόρρησιν. Εἰ τοίνυν ἴδιον ἱερέων τὸ δῶρα προσφέρειν, ἱερεὺς δὲ ὁ δεσπότης Χριστὸς κατὰ τὸ ἀνθρώπινον ἐχρημάτισε, προσενήνοχε δὲ οὐκ ἄλλην τινὰ θυσίαν ἀλλὰ τὸ σῶμα τὸ ἑαυτοῦ, σῶμα ἄρα εἶχεν ὁ δεσπότης Χριστός. {ΕΡΑΝ.} Πολλάκις εἶπον, ὡς οὐδὲ ἐγὼ ἀσώματον φανῆναι τὸν θεὸν λόγον φημί· οὐ μὴν δὲ αὐτὸν σῶμα ἀνειληφέναι, ἀλλὰ σάρκα γενέσθαι λέγω. 81 {ΟΡΘ.} Ὡς ὁρῶ, πρὸς τοὺς Βαλεντίνου καὶ Μαρκίωνος καὶ Μάνητος στασιώτας ἔχομεν τὸν ἀγῶνα. Μᾶλλον δὲ οὐδὲ ἐκεῖνοι τραπῆναι εἰς σάρκα τὴν ἄτρεπτον φύσιν εἰπεῖν ἐτόλμησαν πώποτε. {ΕΡΑΝ.} Τὸ λοιδορεῖν Χριστιανῶν ἀλλότριον. {ΟΡΘ.} Οὐ λοιδοροῦμεν, ἀλλ' ἀληθείας ὑπερμαχοῦμεν, καὶ λίαν ἀσχάλλομεν, ὅτι τοῖς ἀναμφιλέκτοις ὡς ἀμφιβόλοις ζυγομαχεῖτε. Ἐγὼ μέντοι τὸ ἀγεννές σου καὶ φιλόνεικον διαλῦσαι πειράσομαι. Ἀπόκριναι τοίνυν, τῶν πρὸς τὸν Δαβὶδ παρὰ θεοῦ γεγενημένων ὑποσχέσεων εἰ μέμνησαι; {ΕΡΑΝ.} Ποίων; {ΟΡΘ.} Ἃς ἐν τῷ ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ συνήρμοσεν ὁ προφή της. {ΕΡΑΝ.} Πολλὰς οἶδα πρὸς τὸν Δαβὶδ ἐπαγγελίας γεγενημένας· ποίας οὖν ἐπὶ τοῦ παρόντος ἐπιζητεῖς; {ΟΡΘ.} Τὰς περὶ τοῦ δεσπότου Χριστοῦ. {ΕΡΑΝ.} Αὐτὸς ἀνάμνησον τῶν ῥητῶν· αὐτὸς γὰρ ὑπέσχου προ φέρειν τὰς ἀποδείξεις. {ΟΡΘ.} Ἄκουσον τοίνυν εὐθὺς ἐν τῇ ἀρχῇ τοῦ ψαλμοῦ τοῦ προφήτου τὸν θεὸν ἀνυμνοῦντος. Προφητικοῖς γὰρ προϊδὼν ὀφθαλμοῖς τὴν ἐσομένην τοῦ λαοῦ παρανομίαν καὶ τὴν διὰ ταύτην γενησομένην αἰχμαλωσίαν, τῶν ἀψευδῶν ὑποσχέσεων τὸν οἰκεῖον ἀνέμνησε δεσπότην. Ἔφη δὲ οὕτως·" Τὰ ἐλέη σου, κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι, εἰς γενεὰν καὶ γενεὰν ἀπαγγελῶ τὴν ἀλήθειάν σου ἐν τῷ στόματί μου, ὅτι εἶπας, εἰς τὸν αἰῶνα ἔλεος οἰκοδομηθήσεται· ἐν τοῖς οὐρανοῖς ἑτοιμασθήσεται ἡ ἀλήθειά σου." Διὰ δὲ τούτων πάντων ὁ προφήτης διδάσκει καὶ τὴν διὰ φιλανθρωπίαν παρὰ τοῦ θεοῦ γεγενη μένην ἐπαγγελίαν καὶ τῆς ἐπαγγελίας τὸ ἀψευδές. Εἶτα λέγει τίνα τε καὶ τίσιν ὑπέσχετο, αὐτὸν φθεγγόμενον ἐπιδεικνὺς τὸν θεόν." Διεθέ μην, γάρ φησι, διαθήκην τοῖς ἐκλεκτοῖς μου." Ἐκλεκτοὺς δὲ τοὺς πατριάρχας ἐκάλεσεν. Ἔπειτα ἐπιφέρει·" Ὤμοσα Δαβὶδ τῷ δούλῳ μου." Λέγει δὲ καὶ περὶ τίνος ὤμοσεν·" Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου." Εἰπὲ τοίνυν τίνα σπέρμα τοῦ Δαβὶδ ὑπολαμβάνεις κεκλῆσθαι; 82 {ΕΡΑΝ.} Περὶ τοῦ Σολομῶντος ἡ ἐπαγγελία γεγένηται. {ΟΡΘ.} Οὐκοῦν καὶ πρὸς τοὺς πατριάρχας περὶ τοῦ Σολομῶντος ἐποιήσατο τὰς συνθήκας. Πρὸ γὰρ τῶν περὶ τοῦ Δαβὶδ εἰρημένων, τῶν ὑποσχέσεων τῶν πρὸς ἐκείνους ἀνέμνησε." Διεθέμην, γάρ φησι, διαθήκην τοῖς ἐκλεκτοῖς μου." Ὑπέσχετο δὲ τοῖς πατριάρχαις ἐν τῷ σπέρματι αὐτῶν εὐλογήσειν πάντα τὰ ἔθνη. Δεῖξον τοίνυν εὐλογη μένα διὰ Σολομῶντος τὰ ἔθνη. {ΕΡΑΝ.} Ταύτην τοίνυν τὴν ἐπαγγελίαν, οὐ διὰ τοῦ Σολομῶντος, ἀλλὰ διὰ τοῦ σωτῆρος ἡμῶν πεπλήρωκεν ὁ θεός; {ΟΡΘ.} Καὶ τοίνυν ταῖς πρὸς τὸν Δαβὶδ γεγενημέναις ἐπαγγελίαις ὁ δεσπότης Χριστὸς τὸ πέρας ἐπέθηκεν. {ΕΡΑΝ.} Ἐγὼ ταύτας ἡγοῦμαι τὰς ὑποσχέσεις ἢ περὶ τοῦ Σολο μῶντος ἢ περὶ τοῦ Ζοροβάβελ τὸν θεὸν πεποιῆσθαι. {ΟΡΘ.} Πρὸ βραχέος τοῖς Μαρκίωνος καὶ Βαλεντίνου καὶ Μάνητος ἐκέχρησο λόγοις· νῦν δὲ πρὸς τὴν ἐναντίαν ἐκ διαμέτρου συμμορίαν μεταβέβηκας, καὶ τῇ τῶν Ἰουδαίων ἀναιδείᾳ συνηγορεῖς. Ἴδιον δὲ τοῦτο τῶν τῆς εὐθείας ἐκτρεπομένων ὁδοῦ· τῇδε γὰρ κἀκεῖσε περι πλανῶνται ἀτριβῆ πορείαν ὁδεύοντες. {ΕΡΑΝ.} Τοὺς λοιδορίᾳ χρωμένους ὁ ἀπόστολος ἐξελαύνει τῆς βασιλείας. {ΟΡΘ.} Ἐὰν μάτην λοιδορῶσιν. Ἐπεὶ καὶ αὐτὸς ὁ θεῖος ἀπόστολος εἰς καιρόν ἐστιν ὅτε κέχρηται τῷδε τῷ εἴδει, καὶ Γαλάτας μὲν ἀνοή τους ὀνομάζει, περὶ δὲ ἄλλων φησίν·" Ἄνθρωποι κατεφθαρμένοι τὸν νοῦν, ἀδόκιμοι περὶ τὴν πίστιν·" καὶ αὖ πάλιν περὶ ἑτέρων·" Ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν," καὶ τὰ ἑξῆς. {ΕΡΑΝ.} Ἐγὼ τοίνυν ποίαν σοι παρέσχον ἀφορμὴν λοιδορίας; {ΟΡΘ.} Τὸ τοῖς προδηλοτάτοις τῆς ἀληθείας ἐχθροῖς εὐθύμως συνηγορεῖν, ἦ οὐ δοκεῖ σοι πρόφασις εὐλογωτάτη τοῖς εὐσεβέσιν εἶναι πρὸς ἀγανάκτησιν αὕτη; {ΕΡΑΝ.} Καὶ τίσιν ἐγὼ συνηγωνισάμην παραταττομένοις πρὸς τὴν ἀλήθειαν; {ΟΡΘ.} Νῦν Ἰουδαίοις. {ΕΡΑΝ.} Πῶς καὶ τίνα τρόπον; {ΟΡΘ.} Ἰουδαῖοι τῷ Σολομῶντι καὶ τῷ Ζοροβάβελ τὰς τοιαύτας 83 προσαρμόττουσι προφητείας, ἵνα τὸ χριστιανικὸν ἀσύστατον ἀπο δείξωσι δόγμα. Ἀπόχρη δὲ καὶ αὐτὰ τὰ ῥήματα διελέγξαι αὐτῶν τὴν παρανομίαν." Ἕως, γάρ φησι, τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου." Οὐ μόνον δὲ Σολομὼν καὶ Ζοροβάβελ, οἷς τὰς τοιαύτας προσαρ μόττουσι προφητείας, τὸν ὡρισμένον βιώσαντες χρόνον τοῦ βίου τὸ τέρμα κατέλαβον, ἀλλὰ καὶ ἅπαν ἀπέσβη τοῦ Δαβὶδ τὸ γένος. Τίς γὰρ ἐπίσταται σήμερον ἐκ τῆς Δαυϊτικῆς τινα καταγόμενον ῥίζης; {ΕΡΑΝ.} Οἱ καλούμενοι οὖν τῶν Ἰουδαίων πατριάρχαι οὐκ ἐκ τῆς Δαυϊτικῆς ὑπάρχουσι συγγενείας; {ΟΡΘ.} Οὐδαμῶς. {ΕΡΑΝ.} Ἀλλὰ πόθεν ὁρμῶνται; {ΟΡΘ.} Ἐξ Ἡρώδου τοῦ ἀλλοφύλου, ὃς πατρόθεν μὲν Ἀσκαλωνίτηςἐτύγχανεν ὤν, μητρόθεν δὲ Ἰδουμαῖος. Ἄλλως τε καὶ αὐτοὶ παντελῶς κατελύθησαν, καὶ χρόνος συχνὸς διελήλυθεν, ἐξ οὗ καὶ ἡ τούτων ἡγεμονία τὸ πέρας ἐδέξατο. Ὁ δὲ δεσπότης θεός, οὐ μόνον τὸ σπέρμα τοῦ Δαβὶδ εἰς τὸν αἰῶνα τηρήσειν, ἀλλὰ καὶ τὴν βασιλείαν ἀκατάλυ τον φυλάξειν ὑπέσχετο." Οἰκοδομήσω, γὰρ ἔφη, εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου." Ὁρῶμεν δὲ αὐτοῦ καὶ τὸ γένος φροῦδον, καὶ τὴν βασιλείαν δεξαμένην τὸ πέρας. Καὶ ταῦτα δὲ ὁρῶντες ἴσμεν τοῦ θεοῦ τῶν ὅλων τὸ ἀψευδές. {ΕΡΑΝ.} Δῆλον ὡς ἀψευδὴς ὁ θεός. {ΟΡΘ.} Εἰ τοίνυν ἀληθὴς ὁ θεός, ὥσπερ οὖν ἀληθής, ὑπέσχετο δὲ τῷ Δαβὶδ καὶ τὸ γένος εἰς τὸν αἰῶνα φυλάξειν καὶ τὴν βασιλείαν ἀδιά δοχον τηρήσειν, οὔτε δὲ τὸ γένος ὁρῶμεν οὔτε τὴν βασιλείαν (ἀμφό τερα γὰρ ἐπαύσατο), πῶς πείσομεν τοὺς ἀντιλέγοντας ὡς ἀψευδὴς ὁ θεός; {ΕΡΑΝ.} Ἀραρότως ἡ προφητεία τὸν δεσπότην κηρύττει Χριστόν. {ΟΡΘ.} Ἐπεὶ τοίνυν συνωμολόγησας, δεῦρο δὴ καὶ τὰ μέσα τοῦ ψαλμοῦ κοινῇ διασκοπήσωμεν· εἰσόμεθα γὰρ σαφέστερον τῆς προφη τείας τὸν νοῦν. {ΕΡΑΝ.} Ἡγοῦ τῆς ἐρεύνης· ἕψομαι γὰρ ἰχνηλατήσων κἀγώ. 84 {ΟΡΘ.} Πολλὰ περὶ τοῦδε τοῦ σπέρματος ὑποσχόμενος ὁ θεός, ὡς καὶ κατὰ θάλατταν καὶ κατὰ γῆν κρατήσει, καὶ τῶν ἐπὶ γῆς βασιλευόν των ὑπέρτερος ἔσται, καὶ πρωτότοκος τοῦ θεοῦ κληθήσεται, καὶ τὸν θεὸν σὺν παρρησίᾳ καλέσει πατέρα, καὶ ταῦτα προστέθεικεν·" Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου καὶ ἡ διαθήκη μου πιστὴ αὐτῷ· καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ." {ΕΡΑΝ.} Ὑπὲρ φύσιν ἀνθρωπείαν ἡ ἐπαγγελία. Τὸ ἀνώλεθρον γὰρ καὶ αἰώνιον ἔχει καὶ ἡ ζωὴ καὶ ἡ τιμή, οἱ δὲ ἄνθρωποι πρόσκαιροι. Ἥ τε γὰρ φύσις ὀλιγόβιος, καὶ ἡ βασιλεία κἂν τῇ ζωῇ πολλὰς ἔχει καὶ ἀντιστρόφους μεταβολάς. Τοιγάρτοι μόνῳ προσήκει τῷ σωτῆρι Χριστῷ τῆς ἐπαγγελίας τὸ μέγεθος. {ΟΡΘ.} Ἴθι τοιγαροῦν καὶ πρὸς τὰ λοιπά. Βεβαιοτέρα γάρ σοι πάντως ἡ περὶ τούτου δόξα γενήσεται. Λέγει γὰρ πάλιν ὁ τῶν ὅλων θεός·" Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι. Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα." Καὶ τὸ ἀληθὲς τῆς ἐπαγγελίας δεικνὺς ἐπήγαγε·" Καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός." {ΕΡΑΝ.} Χρὴ τοῖς παρὰ τοῦ πιστοῦ μάρτυρος ἐπηγγελμένοις ἀνεν δοιάστως πιστεύειν. Εἰ γὰρ ἀνθρώποις ἀληθεύειν ὑπειλημμένοις, κἂν μὴ βεβαιώσωσιν ὅρκῳ τοὺς λόγους, πιστεύειν εἰώθαμεν, τίς οὕτως ἐμβρόντητος ὡς ἀπιστῆσαι τῷ ποιητῇ τοῦ παντὸς ὅρκον ἐπιτιθέντι τοῖς λόγοις; Ὁ γὰρ τοῖς ἄλλοις ἀπαγορεύων ὀμνύναι, τὸ ἀμετάθετον τῆς βουλῆς αὑτοῦ, καθά φησι καὶ ὁ ἀπόστολος, ἐμεσίτευσεν ὅρκῳ," Ινα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ καταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος." {ΟΡΘ.} Εἰ τοίνυν ἀναμφιλέκτως ἀληθὴς ἡ ὑπόσχεσις, οὐχ ὁρῶμεν δὲ παρὰ Ἰουδαίοις οὔτε τὸ γένος οὔτε τὴν βασιλείαν τοῦ προφήτου Δαβίδ, πιστεύσωμεν ἀριδήλως τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν σπέρμα τοῦ Δαβὶδ κατὰ τὸ ἀνθρώπινον ὀνομάζεσθαι. Αὐτὸς γὰρ ἔχει καὶ τὴν ζωὴν καὶ τὴν βασιλείαν αἰώνιον. 85 {ΕΡΑΝ.} Οὐκ ἐνδοιάζομεν, ἀλλ' οὕτω ταῦτ' ἔχειν ὁμολογοῦμεν. {ΟΡΘ.} Ἀπόχρη μὲν οὖν καὶ ταῦτα δεῖξαι σαφῶς τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἣν ἀνείληφεν ἐκ σπέρματος Δαβὶδ ἀνθρωπότητα. Ἵνα δὲ τῇ τῶν πλειόνων μαρτυρίᾳ πᾶσαν διχόνοιαν ἐξελάσωμεν, ἀκούσω μεν τοῦ θεοῦ διὰ τῆς τοῦ Ἡσαΐου τοῦ προφήτου φωνῆς τῶν πρὸς τὸν Δαβὶδ ὑποσχέσεων μνημονεύοντος." Διαθήσομαι, γάρ φησιν, ὑμῖν διαθήκην αἰώνιον." Καὶ δεικνὺς τὸν νομοθέτην ἐπήγαγε·" Τὰ ὅσια Δαβὶδ τὰ πιστά." Ἐπειδὴ γὰρ ταῦτα τῷ Δαβὶδ ὑπισχνούμενος ἔφη," Καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός," ἀναμιμνήσκων αὐτοὺς ταυτησὶ τῆς φωνῆς εἴρηκε," Τὰ ὅσια Δαβὶδ τὰ πιστά," διδάσκων ὡς αὐτὸς καὶ τῷ Δαβὶδ ὑπέσχετο, καὶ διὰ τοῦ Ἡσαΐου ἐφθέγξατο, καὶ περανεῖ τὴν ὑπόσχεσιν. Καὶ τὰ ἑξῆς δὲ τῆς προφητείας τούτοις ἐστὶ συνῳδά. Λέγει γάρ·" Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἐν ἔθνεσιν. Ἰδοὺ ἔθνη ἃ οὐκ οἴδασί σε ἐπικαλέσονταί σε, καὶ λαοὶ οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται." Ταῦτα δὲ οὐδενὶ τῶν ἐκ Δαβὶδ ἁρμόττει. Τίς γὰρ τῶν ἐκ Δαβίδ, κατὰ τὸν Ἡσαΐαν, ἄρχων ἐθνῶν ἀνεδείχθη; Ποῖα δὲ ἔθνη τινὰ τῶν ἐκ Δαβὶδ οἷα δὴ θεὸν ἐπεκαλέσαντο προσευχόμενα; {ΕΡΑΝ.} Περὶ τῶν ἐναργῶν οὐ προσήκει μηκύνειν· καὶ ταῦτα γὰρ ἀληθῶς τῷ δεσπότῃ προσῆκε Χριστῷ. {ΟΡΘ.} Οὐκοῦν εἰς ἑτέραν μεταβῶμεν προφητικὴν μαρτυρίαν, καὶ τοῦ αὐτοῦ προφήτου λέγοντος ἐπακούσωμεν·" Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται." {ΕΡΑΝ.} Ταύτην οἶμαι τὴν προφητείαν περὶ τοῦ Ζοροβάβελ γεγράφ θαι. {ΟΡΘ.} Ἐὰν καὶ τῶν ἑξῆς ἐπακούσῃς, οὐκ ἐμμενεῖς σου τῇ δόξῃ. Οὕτω γὰρ οὔτε Ἰουδαῖοι τήνδε τὴν πρόρρησιν νενοήκασιν. Ἐπάγειγὰρ ὁ προφήτης·" Καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, πνεῦμα φόβου θεοῦ ἐμπλήσει αὐτόν." Ταῦτα δὲ οὐκ ἄν τις ἀνθρώπῳ ψιλῷ προσαρμόσειε· καὶ γὰρ τοῖς ἄγαν ἁγίοις κατὰ διαίρεσιν δίδοται τοῦ πνεύματος τὰ χαρίσματα. Καὶ μάρτυς ὁ θεῖος 86 ἀπόστολος λέγων·" Ὧ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα," καὶ τὰ ἑξῆς. Ἐνταῦθα δὲ ὁ προφήτης τὸν ἐκ ῥίζης Ἰεσσαὶ βλαστήσαντα πάσας εἴρηκεν ἔχειν τὰς ἐνεργείας τοῦ πνεύματος. {ΕΡΑΝ.} Τούτοις ἀντιτείνειν μανία σαφής. {ΟΡΘ.} Οὐκοῦν ἄκουσον καὶ τῶν ἑξῆς· ὄψει γὰρ αὐτῶν ἔνια καὶ τὴν ἀνθρωπείαν ὑπερβαίνοντα φύσιν. Λέγει δὲ οὕτως·" Οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ ταπεινῷ κρίσιν καὶ ἐλέγξει ἐν εὐθύτητι τοὺς ἐνδόξους τῆς γῆς· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὑτοῦ καὶ τῷ πνεύματι διὰ χειλέων ἀνελεῖ τὸν ἀσεβῆ." Τούτων δὲ τῶν προρρήσεων τὰ μέν ἐστιν ἀνθρώπεια, τὰ δὲ θεῖα· ἡ μὲν γὰρ δικαιοσύνη καὶ ἡ ἀλήθεια καὶ τὸ εὐθές τε καὶ ἀκλινὲς ἐν τῷ κρίνειν δηλοῖ τὴν κατὰ τὸ ἀνθρώπινον ἀρετήν· ἡ δὲ λόγῳ γινομένη τοῦ ἀσεβοῦς ἀναίρεσις καὶ τῆς γῆς ἐπὶ τὸ κρεῖττον μετάθεσις τὸ παντοδύναμον αἰνίττεται τῆς θεότητος. {ΕΡΑΝ.} Σαφέστερον διὰ τούτων ἐμάθομεν, ὡς τοῦ σωτῆρος ἡμῶν Χριστοῦ τὴν παρουσίαν ὁ προφήτης ἐθέσπισεν. {ΟΡΘ.} Ἐναργέστερόν σε διδάξει τὰ τούτων ἀκόλουθα τὴν τῆς ἑρμηνείας ἀλήθειαν. Ἐπάγει γάρ·" Τότε συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις συναναπαύσεται ἐριφῷ, καὶ μοσχάριον καὶ λέων καὶ ταῦρος ἅμα βοσκηθήσονται," καὶ τὰ ἑξῆς, δι' ὧν διδάσκει καὶ τῶν ἠθῶν τὸ διάφορον καὶ τὸ τῆς πίστεως σύμφωνον. Καὶ μάρ τυρα τῆς προρρήσεως ἔχομεν τῶν πραγμάτων τὴν πεῖραν. Καὶ γὰρ τοὺς πλούτῳ κομῶντας καὶ τοὺς πενίᾳ συζῶντας, οἰκέτας τε καὶ δεσπότας, καὶ ἀρχομένους καὶ ἄρχοντας, καὶ στρατιώτας καὶ ἰδιώτας καὶ τοὺς τὰ σκῆπτρα τῆς οἰκουμένης κατέχοντας, μία ὑποδέχεται κολυμβήθρα, μία πᾶσι διδασκαλία προσφέρεται, μία πᾶσι μυστικὴ προτίθεται τράπεζα καὶ τῶν πιστευόντων ἕκαστος ἴσης ἀπολαύει μερίδος. {ΕΡΑΝ.} Ἀλλὰ ταῦτα θεὸν τὸν προφητευόμενον δείκνυσιν. {ΟΡΘ.} Οὐ θεὸν μόνον, ἀλλὰ καὶ ἄνθρωπον. Τούτου δὴ χάριν καὶ εὐθὺς τῆσδε τῆς προφητείας ἀρξάμενος, ῥάβδον βλαστήσειν ἐκ τῆς ῥίζης εἴρηκεν Ἰεσσαί· καὶ τὴν πρόρρησιν συμπεράνας ἀνέλαβε τὸ 87 προοίμιον. Ἔφη γάρ·" Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι, καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή." Ἰεσσαὶ δὲ ὁ πατὴρ τοῦ Δαβίδ, πρὸς δὲ τὸν Δαβὶδ γέγονεν ἡ μεθ' ὅρκων ὑπόσχεσις. Οὐκ ἂν δὲ ῥάβδον βλαστήσασαν ἐξ Ἰεσσαὶ προσηγόρευσε τὸν δεσπότην Χριστόν, εἰ μόνον ᾔδει θεόν. Προείρηκε δὲ ἡ πρόρρησις καὶ τὴν τῆς οἰκουμένης μεταβολήν." Ἐνεπλήσθη, γάρ φησιν, ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας." {ΕΡΑΝ.} Τῶν μὲν προφητικῶν ἐπήκουσα θεσπισμάτων. Ἐβου λόμην δὲ γνῶναι σαφῶς, εἰ καὶ τῶν ἀποστόλων ὁ θεῖος χορὸς ἐκ σπέρματος Δαβὶδ βεβλαστηκέναι κατὰ σάρκα ἔφη τὸν δεσπότην Χριστόν. {ΟΡΘ.} Οὐδὲν ἐπήγγειλας δυσχερές, ἀλλὰ καὶ λίαν εὐπετές τε καὶ ῥᾴδιον. Ἄκουσον τοίνυν τοῦ πρώτου τῶν ἀποστόλων βοῶντος, ὅτι" Προφήτης ὢν ὁ Δαβὶδ καὶ εἰδώς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ θεὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ ἀναστήσειν τὸ κατὰ σάρκα τὸν Χριστὸν καθίσαι ἐπὶ τοῦ θρόνου αὐτοῦ, προϊδὼν ἐλάλησε περὶ τῆς ἀναστάσεως αὐτοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδου ἡ ψυχὴ αὐτοῦ οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν." Ἐκ τούτων διαγνῶναί σοι δυνατόν, ὅτι καὶ ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα βεβλάστηκεν ὁ δεσπότης Χριστός, καὶ οὐ σάρκα μόνην, ἀλλὰ καὶ ψυχὴν εἶχεν. {ΕΡΑΝ.} Τίς ἕτερος ταῦτα τῶν ἀποστόλων ἐκήρυξεν; {ΟΡΘ.} Ἤρκει μὲν καὶ μόνος ὁ μέγας Πέτρος τῇ ἀληθείᾳ συμμαρτυ ρῶν· καὶ γὰρ ὁ δεσπότης παρὰ τούτου μόνου τὴν τῆς εὐσεβείας ὁμολογίαν δεξάμενος, ἐβεβαίωσε ταύτην τῷ ἀοιδίμῳ μακαρισμῷ Ἐπειδὴ δὲ καὶ ἑτέρων τοῦτο κηρυττόντων ἀκοῦσαι ποθεῖς, ἄκουσον ἐν Ἀντιοχείᾳ τῆς Πισιδίας Παύλου καὶ Βαρνάβα δημηγορούντων. Οὗτοι γὰρ τοῦ Δαβὶδ μνημονεύσαντες ταῦτα ἐπήγαγον·" Τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ σωτῆρα Ἰησοῦν," καὶ τὰ ἑξῆς. Καὶ Τιμοθέῳ δὲ ἐπιστέλλων ὁ θεσπέσιος Παῦλος καὶ ταῦτα τέθεικε·" Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν ἐκ σπέρματος Δαβίδ, κατὰ τὸ εὐαγγέλιόν μου." Καὶ 88 Ῥωμαίοις γράφων εὐθὺς ἐν τῷ προοιμίῳ τῆς Δαυϊτικῆς ἐμνημόνευσε συγγενείας. Ἔφη δὲ οὕτως·" Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστολος, ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ, ὃ προεπηγγείλατο διὰ τῶν προφητῶν αὑτοῦ ἐν γραφαῖς ἁγίαις, περὶ τοῦ υἱοῦ αὑτοῦ τοῦ γενομένου ἐκ σπέρματος Δαβὶδ κατὰ σάρκα." {ΕΡΑΝ.} Συχναὶ μὲν αἱ ἀποδείξεις καὶ ἀληθεῖς. Εἰπὲ δέ μοι, τί δήποτε τὰ ἑξῆς τῆς μαρτυρίας παρέλιπες; {ΟΡΘ.} Ὅτι περὶ τῆς ἀνθρωπότητος, ἀλλ' οὐ περὶ τῆς θεότητος ἀμφιβάλλεις. Εἰ δέ γε περὶ τῆς θεότητος ἠμφισβήτεις, περὶ ταύτης ἄν σοι τὰς ἀποδείξεις προσήνεγκα. Πλὴν ἀρκεῖ τὸ φάναι" κατὰ σάρκα" παραδηλῶσαι τὴν σεσιγημένην θεότητα. Κοινοῦ γὰρ ἀνθρώ που διδάσκων συγγένειαν, οὐ λέγω, τοῦ δεῖνος ὁ δεῖνα κατὰ σάρκα υἱός, ἀλλ' ἁπλῶς υἱός. Οὕτω καὶ ὁ θεῖος εὐαγγελιστὴς τὴν γενεαλογίαν συνέγραψεν·" Ἀβραάμ, γάρ φησιν, ἐγέννησε τὸν Ἰσαάκ," καὶ οὐ προστέθεικε κατὰ σάρκα, μόνον γὰρ ἄνθρωπος ὑπῆρχεν ὁ Ἰσαάκ. Παραπλησίως δὲ καὶ τῶν ἄλλων ἐμνημόνευσεν· ἄνθρωποι γὰρ ἦσαν οὐδὲν ἔξω τῆς φύσεως ἔχοντες. Περὶ μέντοι τοῦ δεσπότου Χριστοῦ διαλεγόμενοι τῆς ἀληθείας οἱ κήρυκες, καὶ τοῖς ἀγνοοῦσιν ἐπιδεικνύν τες τὴν κάτω συγγένειαν, τὸ κατὰ σάρκα συνάπτουσι, ταύτῃ σημαί νοντες τὴν θεότητα καὶ διδάσκοντες ὡς οὐκ ἄνθρωπος μόνον, ἀλλὰ καὶ θεὸς προαιώνιος ὁ δεσπότης Χριστός. {ΕΡΑΝ.} Πολλὰς μὲν καὶ ἀποστολικὰς καὶ προφητικὰς παρήγαγες μαρτυρίας· ἐγὼ δὲ τῷ εὐαγγελιστῇ πείθομαι λέγοντι," Ὁ λόγος σὰρξ ἐγένετο." {ΟΡΘ.} Κἀγὼ πείθομαι τῇ θείᾳ ταύτῃ διδασκαλίᾳ, νοῶ δὲ αὐτὴν εὐσεβῶς, ὅτι σάρκα λαβὼν καὶ ψυχὴν λογικὴν λέγεται γεγενῆσθαι σάρξ. Εἰ δὲ μηδὲν ἐκ τῆς ἡμετέρας φύσεως ἔλαβεν ὁ θεὸς λόγος, οὐκ ἀληθεῖς μὲν αἱ πρὸς τοὺς πατριάρχας παρὰ τοῦ θεοῦ τῶν ὅλων μεθ' ὅρκων γεγενημέναι συνθῆκαι, ἀνόνητος δὲ τοῦ Ἰούδα ἡ εὐλογία, ψευδὴς δὲ ἡ πρὸς τὸν Δαβὶδ ἐπαγγελία, περιττὴ δὲ καὶ ἡ παρθένος, οὐδὲν τῆς ἡμετέρας φύσεως τῷ σαρκωθέντι προσενεγκοῦσα θεῷ. Αἱ δὲ τῶν προφητῶν προρρήσεις τὸ πέρας οὐκ ἔχουσι." Κενόν, οὖν, ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ δὲ καὶ ἡ πίστις ἡμῶν," ματαία δὲ καὶ τῆς ἀναστάσεως ἡ ἐλπίς. Ψεύδεται γάρ, ὡς ἔοικεν, ὁ ἀπόστολος λέγων· 89" Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ." Εἰ γὰρ μηδὲν τῆς ἡμετέρας φύσεως εἶχεν ὁ δεσπότης Χρισ τός, ψευδῶς μὲν ἡμῶν ἀπαρχὴ προσηγόρευται· σώματος δὲ φύσις ἐκ νεκρῶν οὐκ ἐγήγερται, οὔτε μὴν ἐν οὐρανῷ τῆς ἐκ δεξιῶν καθέδρας τετύχηκεν. Εἰ δὲ μηδὲν τούτων γεγένηται, πῶς ἡμᾶς ὁ θεὸς συνή γειρέ τε καὶ συνεκάθισε τῷ Χριστῷ, τοὺς μηδὲν αὐτῷ κατὰ φύσιν προσήκοντας; Ἀλλὰ δυσσεβὲς τὸ ταῦτα λέγειν. Ὁ γὰρ θεῖος ἀπόστολος, μηδέπω μηδὲ τῆς κοινῆς ἀναστάσεως γενομένης, μήτε τῆς τῶν οὐρανῶν βασιλείας τοῖς πεπιστευκόσι παρασχεθείσης, βοᾷ·" Συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ," διδάσκων ὡς τῆς ἀπαρχῆς ἡμῶν ἀναστάσης καὶ τὴν ἐκ δεξιῶν δεξαμένης καθέδραν, τευξόμεθα καὶ ἡμεῖς πάντως τῆς ἀνα στάσεως, καὶ τῇ ἀπαρχῇ κοινωνοῦσι τῆς δόξης οἱ κοινωνοῦντες τῆς φύσεως καὶ μετειληφότες τῆς πίστεως. {ΕΡΑΝ.} Καὶ πολλοὺς καὶ ἀληθεῖς διεξελήλυθας λόγους· ἀλλ' ἐβουλόμην γνῶναι τοῦ εὐαγγελικοῦ ῥητοῦ τὴν διάνοιαν. {ΟΡΘ.} Οὐ δεῖ σοι ξένης ἑρμηνείας· αὐτὸς γὰρ ὁ εὐαγγελιστὴς ἑαυτὸν ἑρμηνεύει. Εἰπὼν γάρ," Ὁ λόγος σὰρξ ἐγένετο," ἐπήγαγε," Καὶ ἐσκήνωσεν ἐν ἡμῖν," τοῦτ' ἔστιν, ἐν ἡμῖν σκηνώσας καὶ οἷόν τινι ναῷ χρησάμενος τῇ ἐξ ἡμῶν ληφθείσῃ σαρκὶ λέγεται γεγενῆσθαι σάρξ. Καὶ διδάσκων ὡς ἀναλλοίωτος ἔμεινεν ἐπήγαγε·" Καὶ ἐθεασά μεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας." Καὶ σάρκα γὰρ περιβεβλημένος ἐδείκνυ τὴν πατρῴαν εὐγένειαν, καὶ τῆς θεότητος τὰς ἀκτῖνας ἐξέπεμπε, καὶ τῆς δεσποτικῆς ἐξουσίας ἠφίει τὴν αἴγλην, ταῖς θαυματουργίαις ἀπο καλύπτων τὴν λανθάνουσαν φύσιν. Τούτοις ἔοικεν ἃ Φιλιππησίοις ἔγραψεν ὁ θεῖος ἀπόστολος·" Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών, ἐν ὁμοιώ ματι ἀνθρώπων γενόμενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐτα πείνωσεν ἑαυτὸν γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ." Βλέπε τὴν τῶν κηρυγμάτων συγγένειαν. Ὁ εὐαγγελιστὴς 90 εἶπεν," Ὁ λόγος σὰρξ ἐγένετο," ὁ ἀπόστολος ἔφη," Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος·" ὁ εὐαγγελιστὴς εἴρηκε," Καὶ ἐσκήνωσεν ἐν ἡμῖν," ὁ ἀπόστολος," Μορφὴν δούλου λαβών." Ὁ εὐαγγελιστὴς πάλιν ἔφη," Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός," ὁ ἀπόστολος," Ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ." Καί, συλλήβδην εἰπεῖν, ἀμφότεροι διδάσκουσιν ὅτι θεὸς ὢν καὶ θεοῦ υἱός, καὶ τὴν τοῦ πατρὸς περικείμενος δόξαν, καὶ τὴν αὐτὴν ἔχων καὶ φύσιν καὶ δύναμιν τῷ γεννήσαντι, ὁ ἐν ἀρχῇ ὢν καὶ πρὸς τὸν θεὸν ὢν καὶ θεὸς ὤν, καὶ τὴν κτίσιν δημιουργήσας, μορφὴν ἔλαβε δούλου. Καὶ ἐδόκει μὲν τοῦτο μόνον εἶναι ὃ ἑωρᾶτο· ἦν δὲ θεὸς ἀνθρωπείαν περικείμενος φύσιν καὶ τὴν τῶν ἀνθρώπων πραγματευόμενος σωτηρίαν. Τοῦτο δηλοῖ τό,"̔ Ο λόγος σὰρξ ἐγένετο," καὶ τό," Ἐν ὁμοιώματι ἀνθρώπων γενό μενος καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος." Τοῦτο γὰρ μόνον ἔβλεπον οἱ Ἰουδαῖοι, διὸ καὶ πρὸς αὐτὸν ἔλεγον·" Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι ἄνθρωπος ὢν ποιεῖς σεαυ τὸν θεόν·" καὶ πάλιν·" Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν ἀπὸ θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ." {ΕΡΑΝ.} Ἰουδαῖοι διὰ τὴν σφετέραν ἐτύφλωττον ἀπιστίαν, καὶ τούτου χάριν τούτοις ἐχρῶντο τοῖς λόγοις. {ΟΡΘ.} Εἰ δὲ καὶ τοὺς ἀποστόλους εὕροις πρὸ τῆς ἀναστάσεως ταῦτα λέγοντας, δέχῃ τὴν ἑρμηνείαν; {ΕΡΑΝ.} Ἴσως δέξομαι. {ΟΡΘ.} Ἄκουσον τοίνυν αὐτῶν ἐν τῷ πλοίῳ μετὰ τὴν μεγίστην τῆς γαλήνης θαυματουργίαν λεγόντων·" Ποταπός ἐστιν ὁ ἄνθρωπος οὗτος, ὅτι καὶ ἡ θάλασσα καὶ οἱ ἄνεμοι ὑπακούουσιν αὐτῷ;" {ΕΡΑΝ.} Τοῦτο μὲν ἀποδέδεικται· ἐκεῖνο δέ μοι εἰπέ· τί δήποτε ὁ θεῖος ἀπόστολος ἐν ὁμοιώματι αὐτὸν ἀνθρώπου γεγενῆσθαι λέγει; {ΟΡΘ.} Τὸ ληφθὲν οὐχ ὁμοίωμα ἀνθρώπου, ἀλλὰ φύσις ἀνθρώπου· μορφὴ γὰρ δούλου. Καθάπερ δὲ ἡ μορφὴ τοῦ θεοῦ φύσις νοεῖται θεοῦ, οὕτως ἡ μορφὴ τοῦ δούλου φύσις νοεῖται δούλου. Αὐτὸς μέντοι ὁ 91 ταύτην λαβὼν ἐν ὁμοιώματι ἀνθρώπου ἐγένετο, καὶ ἐν σχήματι εὑρέθη ὡς ἄνθρωπος. Θεὸς γὰρ ὢν ἐδόκει ἄνθρωπος εἶναι δι' ἣν ἀνείληφε φύσιν. Ὁ μέντοι εὐαγγελιστὴς τὸ ἐν ὁμοιώματι ἀνθρώπου γενέσθαι σάρκα ἔφη γενέσθαι. Ἵνα δὲ γνῷς ὅτι τοῦ ἐναντίου πνεύ ματός εἰσι μαθηταὶ οἱ τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν ἀρνούμενοι, ἄκουσον τοῦ μεγάλου Ἰωάννου ἐν τῇ καθολικῇ λέγοντος·" Πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθέναι ἐκ τοῦ θεοῦ ἐστι· καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐν σαρκὶ ἐληλυθέναι ἐκ τοῦ θεοῦ οὐκ ἔστι, καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀντιχρίστου." {ΕΡΑΝ.} Πιθανῶς μὲν ἡρμήνευσας. Ἐγὼ δὲ μαθεῖν ἐβουλόμην, ὅπως οἱ παλαιοὶ τῆς ἐκκλησίας διδάσκαλοι τό," Ὁ λόγος σὰρξ ἐγένετο," νενοήκασιν. {ΟΡΘ.} Ἔδει μέν σε πεισθῆναι ταῖς ἀποστολικαῖς καὶ προφητικαῖς ἀποδείξεσιν. Ἐπειδὴ δὲ καὶ τὰς τῶν ἁγίων πατέρων ἑρμηνείας ἐπιζη τεῖς, ἐγώ σοι καὶ ταύτην, σὺν θεῷ φάναι, προσοίσω τὴν θεραπείαν. {ΕΡΑΝ.} Μή μοι παραγάγῃς ἄνδρας ἀσήμους ἢ ἀμφιβόλους· τῶν γὰρ τοιούτων τὴν ἑρμηνείαν οὐ δέξομαι. {ΟΡΘ.} Ἀξιόχρεως εἶναί σοι δοκεῖ Ἀθανάσιος ἐκεῖνος ὁ πολυθρύλλητος, ὁ φανότατος τῆς Ἀλεξανδρέων ἐκκλησίας φωστήρ; {ΕΡΑΝ.} Πάνυγε· τοῖς γὰρ ὑπὲρ τῆς ἀληθείας παθήμασι τὴν διδα σκαλίαν ἐκύρωσεν. {ΟΡΘ.} Ἄκουσον τοίνυν αὐτοῦ πρὸς Ἐπίκτητον γεγραφότος· λέγει δὲ οὕτως· Τὸ γὰρ παρὰ τῷ Ἰωάννῃ λεγόμενον," Ὁ λόγος σὰρξ ἐγένετο," ταύτην ἔχει τὴν διάνοιαν, καθὼς καὶ ἐκ τοῦ ὁμοίου τοῦτο δυνατὸν εὑρεῖν. Γέγραπται γὰρ παρὰ τῷ Παύλῳ·" Χριστὸς ὑπὲρ ἡμῶν γέγονε κατάρα." Ὥσπερ οὐχ ὅτι αὐτὸς γέγονε κατάρα, ἀλλ' ὅτι τὴν ὑπὲρ ἡμῶν ἐδέξατο κατάραν, εἴρηται γεγονέναι, οὕτως οὐχ ὅτι τραπεὶς εἰς σάρκα, ἀλλ' ὅτι σάρκα ὑπὲρ ἡμῶν ἀνέλαβε, λέγε ται σὰρξ γεγονέναι. {ΟΡΘ.} Ταῦτα μὲν ὁ θειότατος Ἀθανάσιος. Γρηγόριος δέ, ᾧ κλέος παρὰ πᾶσι πολύ, ὁ πάλαι μὲν τὴν βασιλεύουσαν πόλιν τὴν ἐπὶ τῷ στόματι τοῦ Βοσπόρου κειμένην ἰθύνας, ὕστερον δὲ τὴν Ναζιανζὸν 92 οἰκήσας, κατὰ τῆς Ἀπολιναρίου τερθρείας ὧδε πρὸς Κληδόνιον ἔγραψεν. {ΕΡΑΝ.} Περιφανὴς ὁ ἀνήρ, καὶ πρόμαχος τῆς εὐσεβείας γεγένηται. {ΟΡΘ.} Ἄκουσον τοίνυν αὐτοῦ λέγοντος· Τὸ οὖν," Ὁ λόγος σὰρξ ἐγένετο," ἴσον δοκεῖ μοι δύνασθαι τῷ καὶ ἁμαρτίαν αὐτὸν γεγονέναι λέγεσθαι καὶ κατάραν, οὐκ εἰς ταῦτα τοῦ κυρίου μεταποιηθέντος (πῶς γάρ;), ἀλλ' ὡς διὰ τοῦ ταῦτα δέξασθαι τὰς ἀνομίας ἡμῶν ἀναλαβόντος καὶ τὰς νόσους βαστάσαντος. {ΕΡΑΝ.} Σύμφωνος ἀμφοτέρων ἡ ἑρμηνεία. {ΟΡΘ.} Ἐπειδή σοι τοὺς τὰ νότια καὶ βόρεια ποιμάναντας συμφω νοῦντας ἐδείξαμεν, δεῦρο δή σε καὶ πρὸς τοὺς ἀοιδίμους τῆς ἑσπερίας ξεναγήσωμεν διδασκάλους, οἳ γλώττῃ μὲν ἑτέρᾳ, διανοίᾳ δὲ οὐχ ἑτέρᾳ τὴν ἑρμηνείαν συνέγραψαν. {ΕΡΑΝ.} Ἀμβρόσιον ἀκούω τὸν τῆς Μεδιολάνων τὸν ἀρχιερατικὸν διακοσμήσαντα θρόνον ἠριστευκέναι μὲν κατὰ πάσης αἱρέσεως, συγγεγραφέναι δὲ κάλλιστα καὶ τῇ τῶν ἀποστόλων διδασκαλίᾳ συμβαίνοντα. {ΟΡΘ.} Αὐτοῦ σοι τὴν ἑρμηνείαν προσοίσω. Λέγει δὲ ταῦτα ἐν τῷ περὶ πίστεως λόγῳ· Ἀλλά, φασί, γέγραπται ὅτι" Ὁ λόγος σὰρξ ἐγένετο." Τὸ γραφὲν οὐκ ἀρνοῦμαι. Ἀλλὰ θεάσασθε τὸ λεγόμενον. Ἕπεται γάρ·" Καὶ ἐσκήνωσεν ἐν ἡμῖν," τοῦτ' ἔστιν, ἐκεῖνος ὁ λόγος ὁ τὴν σάρκα λαβὼν οὗτος ἐσκήνωσεν ἐν ἡμῖν, τοῦτ' ἔστιν, ἐν σαρκὶ ἐσκήνωσεν ἀνθρωπείᾳ. Θαυμάζεις οὖν ἐφ' οἷς γέγραπται," Ὁ λόγος σὰρξ ἐγένετο," τῆς σαρκὸς ἀναληφθείσης παρὰ τοῦ θεοῦ λόγου, ὁπότε καὶ περὶ ἁμαρτίας, ἣν μὴ ἔσχεν, εἴρηται ὅτι γενόμενος ἁμαρτία. Τοῦτ' ἔστιν, οὐ φύσις καὶ ἐνέργεια ἁμαρτίας ἐγένετο, ἀλλ' ἵνα τὴν ἡμετέραν ἁμαρτίαν ἐν τῇ ἰδίᾳ σταυρώσῃ σαρκί. Ἀπόσχωνται 93 οὖν λέγειν τὴν τοῦ λόγου φύσιν μετημεῖφθαι. Ἄλλος γάρ ἐστιν ὁ ἀναλαβών, καὶ ἄλλο τὸ ἀναληφθέν. {ΕΡΑΝ.} Μετὰ τούτους προσήκει τῶν πρὸς ἥλιον ἀνίσχοντα διδα σκάλων ἀκοῦσαι· τοῦτο γὰρ ἡμῖν μόνον τῆς οἰκουμένης ὑπολέλειπται τμῆμα. {ΟΡΘ.} Ἔδει μὲν τούτους πρώτους μαρτυρῆσαι τῇ ἀληθείᾳ· πρῶτοι γὰρ τῶν ἀποστολικῶν ἐπήκουσαν κηρυγμάτων. Ἐπειδὴ δὲ κατὰ τῶν πρωτοτόκων τῆς εὐσεβείας παίδων τὰς ὑμετέρας ἠκονήσατε γλώσσας, τῇ τοῦ ψεύδους αὐτὰς παραθήξαντες θηγάνῃ, τὴν ἐσχάτην αὐτοῖς ἀπενείμαμεν χώραν, ἵνα τῶν ἄλλων ἐπακούσαντες πρῶτον, εἶτα τοῖς ἐκείνων παραθέντες τὰ τούτων, θαυμάσητε μὲν τὴν συμφωνίαν, παύσησθε δὲ τῆς γλωσσαλγίας. Ἀκούσατε τοίνυν Φλαβιανοῦ, ὃς τῆς Ἀντιοχέων ἐκκλησίας ἐπὶ πλεῖστον σοφῶς ἐκίνησε τὰ πηδάλια, καὶ τοῦ ἀρειανικοῦ κλύδωνος κρείττους ἀπέφηνεν ἃς ἐκυβέρνησεν ἐκκλη σίας, τὸ εὐαγγελικὸν ῥητὸν ἑρμηνεύοντος." Ὁ λόγος, φησί, σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν." Οὐκ εἰς σάρκα μεταβέβληται, οὐδὲ ἀπέστη τοῦ εἶναι θεός, ἀλλ' ἐκεῖνο μὲν ἦν ἀϊδίως, τοῦτο δὲ γέγονεν οἰκονομικῶς, αὐτὸς οἰκοδομήσας τὸν ἑαυτοῦ ναόν, καὶ ἐνοικήσας τῷ παθητῷ γεννήματι. {ΟΡΘ.} Εἰ δὲ καὶ τῶν παλαιῶν Παλαιστινῶν ἀκοῦσαι ποθεῖς, ὑπόσχες Γελασίῳ τῷ θαυμασίῳ τὰς ἀκοάς, ὃς τὴν Καισαρέων ἐπι μελῶς ἐγεώργησε, Λέγει δὲ καὶ ταῦτα εἰς τὴν τῆς δεσποτικῆς ἐπι φανείας πανήγυριν· Μάθε τὴν ἀλήθειαν παρὰ Ἰωάννου τοῦ ἁλιέως λέγοντος," Καὶ ὁ λόγος σὰρξ ἐγένετο," οὐκ αὐτὸς μεταβληθείς, ἀλλ' ἐν ἡμῖν σκηνώσας. Ἕτερον σκηνή, καὶ ἕτερον ὁ λόγος· ἕτερον ὁ ναός, καὶ ἕτερον ὁ ἐνοικῶν ἐν αὐτῷ θεός. {ΕΡΑΝ.} Θαυμάζω λίαν τὴν συμφωνίαν. {ΟΡΘ.} Ἰωάννην δὲ τὸν μέγαν τῆς οἰκουμένης λαμπτῆρα, ὃς πρῶ τον μὲν τὴν Ἀντιοχέων φιλοτίμως ἤρδευσεν ἐκκλησίαν, εἶτα τὴν βασιλεύουσαν σοφῶς ἐγεώργησεν, οὐχ ἡγῇ τὸν ἀποστολικὸν τῆς πίστεως τετηρηκέναι κανόνα; 94 {ΕΡΑΝ.} Πάνυγε ἀξιάγαστον τοῦτον ὑπείληφα τὸν διδάσκαλον. {ΟΡΘ.} Οὗτος ὁ πάντα ἄριστος τόδε τὸ εὐαγγελικὸν ἑρμηνεύων χωρίον ὧδέ φησιν· Ὥστε ὅταν ἀκούσῃς," Ὁ λόγος σὰρξ ἐγένετο," μὴ θορυβηθῇς, μηδὲ καταπέσῃς. Οὐ γὰρ ἡ οὐσία μετέπεσεν εἰς σάρκα· τοῦτο γὰρ τῆς ἐσχάτης ἀσεβείας ἐστίν· ἀλλὰ μένουσα ὅπερ ἐστίν, οὕτω τοῦ δούλου τὴν μορφὴν ἔλαβεν. Ὥσπερ γὰρ ὅταν λέγῃ," Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα," οὐ τοῦτό φησιν, ὅτι ἡ οὐσία αὐτοῦ τῆς οἰκείας ἀποστᾶσα δόξης εἰς κατάραν οὐσιώθη (τοῦτο γὰρ οὐδ' ἂν δαίμονες ἐννοήσαιεν, οὐδ' οἱ σφόδρα ἀνόητοι καὶ τῶν κατὰ φύσιν ἀπεστερημένοι φρενῶν· τοσαύτην ἔχει μετὰ τῆς ἀσεβείας καὶ τὴν παράνοιαν)· οὐ τοῦτο οὖν λέγει, ἀλλ' ὅτι τὴν καθ' ἡμῶν κατάραν δεξάμενος οὐκ ἀφίησιν ἡμᾶς ἐπαράτους εἶναι λοιπόν· οὕτω δὲ καὶ ἐνταῦθα σάρκα φησὶν αὐτὸν γεγενῆσθαι, οὐ μεταβαλόντα εἰς σάρκα τὴν οὐσίαν, ἀλλ' ἀναλαβόντα αὐτήν, ἀνεπάφου μενούσης ἐκείνης. {ΟΡΘ.} Εἰ δέ σοι φίλον καὶ Σευηριανοῦ τοῦ Γαβάλων ἐπακοῦσαι ποιμένος, ἐγὼ καὶ τούτου σοι προσοίσω τὴν ἑρμηνείαν, αὐτὸς δὲ παράσχες τὴν ἀκοήν. Τὸ γάρ," Ὁ λόγος σὰρξ ἐγένετο," οὐ μετάπτωσιν τῆς φύσεως σημαίνει, ἀλλὰ τὴν ἀνάληψιν τῆς ἡμετέρας φύσεως. Εἰ γὰρ τὸ ἐγένετο μεταβολὴν νομίζεις, ἐὰν ἀκούσῃς Παύλου λέγοντος," Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενό μενος ὑπὲρ ἡμῶν κατάρα," εἰς φύσιν καὶ μετατροπὴν κατάρας ἐκλαμβάνεις τὴν λέξιν; Ὥσπερ οὖν τὸ γενόμενος κατάρα οὐδὲν ἕτερον σημαίνει ἢ ὅτι κατάραν τὴν καθ' ἡμῶν εἰς ἑαυτὸν ἔλαβεν, οὕτω καὶ τό," Ὁ λόγος σὰρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν," οὐδὲν ἄλλο παρίστησιν ἢ τῆς σαρκὸς τὴν ἀνάληψιν. {ΕΡΑΝ.} Ἄγαμαι τῆς συμφωνίας τοὺς ἄνδρας. Ἅπαντες γὰρ τὴν αὐ 95 τὴν ἑρμηνείαν τῶν εὐαγγελικῶν ῥητῶν ἐποιήσαντο, ὥσπερ εἰς ταὐτὸν συνελθόντες καὶ τὸ κοινῇ δόξαν συγγράψαντες. {ΟΡΘ.} Μέγιστα μὲν αὐτοὺς ἀπ' ἀλλήλων καὶ ὄρη καὶ πελάγη διίστη, ἀλλὰ τὴν συμφωνίαν οὐκ ἐπήμανεν ἡ διάστασις· ὑπὸ μιᾶς γὰρ ἅπαντες πνευματικῆς ἐνηχήθησαν χάριτος. Προσήνεγκα ἄν σοι καὶ τῶν νικηφόρων τῆς εὐσεβείας ἀγωνιστῶν Διοδώρου καὶ Θεοδώρου τὰς ἑρμηνείας, εἰ μὴ δυσμενῶς ὑμᾶς ἑώρων περὶ τοὺς ἄνδρας διακει μένους καὶ τῆς Ἀπολιναρίου περὶ αὐτοὺς ἀπεχθείας κληρονόμους γεγενημένους. Ἐθεάσω δ' ἂν καὶ τούτους συνῳδὰ γεγραφότας καὶ ἐκ τῆς θείας πηγῆς ἀρυσαμένους τὰ νάματα, καὶ κρουνοὺς καὶ αὐτοὺς γεγενημένους τοῦ πνεύματος. Ἀλλὰ τούτους μὲν παραλείψω· ἄσπονδον γὰρ κατ' αὐτῶν ἀνεδέξασθε πόλεμον. Ἐπιδείξω δέ σοι τῶν πανευ φήμων τῆς ἐκκλησίας διδασκάλων τὸ περὶ τῆς θείας ἐνανθρωπήσεως φρόνημα, ἵνα γνῷς τίνα περὶ τῆς ληφθείσης ἐδόξασαν φύσεως. Ἀκήκοας δὲ πάντως Ἰγνάτιον ἐκεῖνον, ὃς διὰ τῆς τοῦ μεγάλου Πέτρου δεξιᾶς τῆς ἀρχιερωσύνης τὴν χάριν ἐδέξατο, καὶ τὴν ἐκκλησίαν Ἀντιοχέων ἰθύνας τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο· καὶ Εἰρηναῖον, ὃς τῆς Πολυκάρπου διδασκαλίας ἀπήλαυσεν, Γαλατῶν δὲ τῶν ἑσπερίων ἐγεγόνει φωστήρ· καὶ Ἱππόλυτον καὶ Μεθόδιον, τοὺς ἀρχιερέας καὶ μάρτυρας, καὶ τοὺς ἄλλους, ὧν ταῖς διδασκαλίαις τὰς προσηγορίας συνάψω. {ΕΡΑΝ.} Ποθοῦντί μοι καὶ τάσδε προσοίσεις τὰς μαρτυρίας. {ΟΡΘ.} Ἄκουσον οὖν τῶν ἀνδρῶν τὴν ἀποστολικὴν προφερόντων διδασκαλίαν. Τοῦ ἁγίου Ἰγνατίου ἐπισκόπου Ἀντιοχείας καὶ μάρτυρος. Ἐκ τῆς πρὸς Σμυρναίους ἐπιστολῆς. Πεπληροφορημένους ἀληθῶς εἰς τὸν κύριον ἡμῶν, ὄντα ἐκ γένους Δαβὶδ κατὰ σάρκα, υἱὸν θεοῦ κατὰ θεότητα καὶ δύναμιν θεοῦ, γεγεννη μένον ἀληθῶς ἐκ παρθένου, βεβαπτισμένον ὑπὸ Ἰωάννου, ἵνα πληρωθῇ πᾶσα δικαιοσύνη ὑπ' αὐτοῦ, ἀληθῶς ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρώδου τετράρχου καθηλωμένον ὑπὲρ ἡμῶν σαρκί. 96 Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Τί γάρ με ὠφελεῖ, εἴπερ με ἐπαινεῖ τις, τὸν δὲ κύριόν μου βλασφημεῖ μὴ ὁμολογῶν αὐτὸν σαρκοφόρον; Ὁ δὲ τοῦτο μὴ λέγων, τελείως αὐτὸν ἀπήρνηται ὢν νεκροφόρος. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἰ γὰρ τῷ δοκεῖν ταῦτα ἐπράχθη ὑπὸ τοῦ κυρίου ἡμῶν, κἀγὼ τῷ δοκεῖν δέδεμαι. Τί δὲ καὶ ἐμαυτὸν ἔκδοτον δέδωκα τῷ θανάτῳ, πρὸς πῦρ, πρὸς μάχαιραν, πρὸς θηρία; Ἀλλ' ὁ ἐγγὺς μαχαίρας, ἐγγὺς θεοῦ, ὁ μεταξὺ θηρίων, μεταξὺ θεοῦ. Μόνον ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ εἰς τὸ συμπαθεῖν αὐτῷ πάντα ὑπομένω, αὐτοῦ με ἐνδυναμοῦντος, τοῦ τελείου ἀνθρώπου, ὅν τινες ἀγνοοῦντες ἀρνοῦνται. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἐφεσίους ἐπιστολῆς. Ὁ γὰρ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἐκυοφορήθη ὑπὸ Μαρίας κατ' οἰκονομίαν θεοῦ, ἐκ σπέρματος μὲν Δαβίδ, ἐκ πνεύματος δὲ ἁγίου, ὃς ἐγεννήθη καὶ ἐβαπτίσθη, ἵνα τὸ θνητὸν ἡμῶν καθαρισθῇ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἴ τι οἱ κατ' ἄνδρα κοινῇ πάντες ἐν τῇ χάριτι ἐξ ὀνόματος συνέρχεσθε ἐν μιᾷ πίστει, καὶ ἐν ἑνὶ Ἰησοῦ Χριστῷ τῷ κατὰ σάρκα ἐκ γένους Δαβίδ, τῷ υἱῷ τοῦ ἀνθρώπου καὶ υἱῷ τοῦ θεοῦ. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Εἷς ἰατρός ἐστι σαρκικὸς καὶ πνευματικός, γεννητὸς ἐξ ἀγεννήτου, ἐν ἀνθρώπῳ θεός, ἐν θανάτῳ ζωὴ ἀληθινή, καὶ ἐκ Μαρίας καὶ ἐκ θεοῦ, πρῶτον παθητὸς καὶ τότε ἀπαθής, Ἰησοῦς Χριστὸς ὁ κύριος ἡμῶν. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Τραλλιανοὺς ἐπιστολῆς. Κωφώθητε οὖν, ὅταν χωρὶς Ἰησοῦ Χριστοῦ ὑμῖν λαλῇ τις, τοῦ ἐκ γένους Δαβίδ, τοῦ ἐκ Μαρίας, ὃς ἀληθῶς ἐγεννήθη, ἔφαγέ τε καὶ ἔπιεν ἀληθῶς, ἐδιώχθη ἐπὶ Ποντίου Πιλάτου, ἀληθῶς ἐσταυρώθη καὶ ἀπέθανε, βλεπόντων τῶν ἐπιγείων καὶ ἐπουρανίων καὶ καταχθονίων. Εἰρηναίου ἐπισκόπου Λουγδούνου. Ἐκ τοῦ τρίτου λόγου τῶν εἰς τὰς αἱρέσεις. 97 Εἰς τί δὲ καὶ τὸ" ἐν πόλει Δαβὶδ" προσέθηκαν, εἰ μὴ ἵνα τὴν ὑπὸ θεοῦ γεγενημένην τῷ Δαβὶδ ὑπόσχεσιν, ὅτι ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιός ἐστι βασιλεύς, πεπληρωμένην εὐαγγελίσωνται, ἣν ὁ δημιουργὸς τοῦδε τοῦ παντὸς πεποίητο ἐπαγγελίαν; Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ ἐν τῷ εἰπεῖν," Ἀκούσατε δή, οἶκος Δαβίδ," σημαίνοντος ἦν ὅτι ἐπηγγείλατο τῷ Δαβὶδ ὁ θεὸς ἐκ καρποῦ τῆς κοιλίας αὐτοῦ αἰώνιον ἀναστήσειν βασιλέα. Οὗτός ἐστιν ὁ ἐκ τῆς Δαβὶδ παρθένου γενόμενος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰ τοίνυν ὁ πρῶτος Ἀδὰμ ἔσχε πατέρα ἄνθρωπον, καὶ ἐκ σπέρματος ἐγεννήθη, εἰκὸς ἦν καὶ τὸν δεύτερον Ἀδὰμ λέγειν αὐτὸν ἐξ Ἰωσὴφ γεγεννῆσθαι. Εἰ δὲ ἐκεῖνος ἐκ γῆς ἐλήφθη, πλάστης δὲ αὐτοῦ ὁ θεός, ἔδει καὶ τὸν ἀνακεφαλαιούμενον εἰς αὐτὸν ὑπὸ τοῦ θεοῦ πεπλασμένον ἄνθρωπον, τὴν αὐτὴν ἐκείνῳ τῆς γεννήσεως ἔχειν ὁμοιότητα. Εἰς τί οὖν πάλιν οὐκ ἔλαβε χοῦν ὁ θεός, ἀλλ' ἐκ Μαρίας ἐνήργησε τὴν πλάσιν γενέσθαι; Ἵνα μὴ ἄλλη πλάσις γένηται, μηδὲ ἄλλο τὸ σωζόμενον, ἀλλ' αὐτὸς ἐκεῖνος ἀνακεφαλαιωθῇ, τηρουμένης τῆς ὁμοιότητος. Ἄγαν οὖν πίπτουσι καὶ οἱ λέγοντες αὐτὸν μηδὲν εἰληφέναι ἐκ τῆς παρθένου, ἵν' ἐκβάλωσι τὴν τῆς σαρκὸς κληρονομίαν, καὶ ἀποβάλωνται τὴν ὁμοιότητα. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ἐπεὶ περισσὴ καὶ ἡ εἰς τὴν Μαρίαν αὐτοῦ κάθοδος. Τί γὰρ καὶ εἰς αὐτὴν κατῄει, εἰ μηδὲν ἔμελλε λήψεσθαι παρ' αὐτῆς; Ἔτι τε εἰ μηδὲν εἰλήφει παρὰ τῆς Μαρίας, οὐκ ἂν τὰς ἀπὸ γῆς εἰλημμένας προσίετο τροφάς, δι' ὧν τὸ ἀπὸ γῆς ληφθὲν τρέφεται σῶμα· οὐδ' ἂν εἰς τεσσα ράκοντα ἡμέρας ὁμοίως ὡς Μωϋσῆς καὶ Ἠλίας νηστεύσας ἐπείνησε, τοῦ σώματος ἐπιζητοῦντος τὴν ἰδίαν τροφήν· οὐδ' ἂν Ἰωάννης ὁ μαθητὴς αὐτοῦ περὶ αὐτοῦ γράφων εἰρήκει·" Ὁ δὲ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο·" οὐδ' ἂν ὁ Δαβὶδ προαναπε 98 φωνήκει περὶ αὐτοῦ·" Καὶ ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων μου προσ έθηκαν·" οὐδ' ἂν ἐδάκρυσεν ἐπὶ τοῦ Λαζάρου, οὐδ' ἂν ἵδρωσε θρόμβους αἵματος· οὐδ' ἂν εἰρήκει ὅτι" Περίλυπός ἐστιν ἡ ψυχή μου·" οὐδ' ἂν νυγείσης αὐτοῦ τῆς πλευρᾶς ἐξῆλθεν αἷμα καὶ ὕδωρ. Ταῦτα γὰρ πάντα σύμβολα σαρκὸς τῆς ἀπὸ γῆς εἰλημμένης, ἣν εἰς αὐτὸν ἀνεκεφαλαιώσατο τὸ ἴδιον πλάσμα σώζων. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὥσπερ γὰρ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου τοῦ πρώτως ἐκ γῆς ἀνεργάστου πεπλασμένου ἁμαρτωλοὶ κατεστάθησαν οἱ πολλοί, καὶ ἀπέβαλον τὴν ζωήν, οὕτως ἔδει καὶ δι' ὑπακοῆς ἑνὸς ἀνθρώπου τοῦ πρώτως ἐκ παρθένου γεγεννημένου, δικαιωθῆναι πολλοὺς καὶ ἀπολαβεῖν τὴν σωτηρίαν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου."̓ Εγὼ εἶπα, θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες, ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνῄσκετε." Ταῦτα λέγει πρὸς τοὺς μὴ δεξαμένους τὴν δωρεὰν τῆς υἱοθεσίας, ἀλλ' ἀτιμάζοντας τὴν σάρκωσιν τῆς καθαρᾶς γεννήσεως τοῦ λόγου τοῦ θεοῦ, καὶ ἀποστεροῦντας τὸν ἄνθρωπον τῆς εἰς θεὸν ἀνόδου, καὶ ἀχαριστοῦντας τῷ ὑπὲρ αὐτῶν σαρκωθέντι λόγῳ τοῦ θεοῦ. Εἰς τοῦτο γὰρ ὁ λόγος ἄνθρωπος καὶ υἱὸς ἀνθρώπου ὁ υἱὸς τοῦ θεοῦ, ἵνα ὁ ἄνθρωπος χωρήσας τὸν λόγον καὶ τὴν υἱοθεσίαν λαβὼν υἱὸς γένηται θεοῦ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τοῦ πνεύματος οὖν κατελθόντος διὰ τὴν προωρισμένην οἰκονομίαν, καὶ τοῦ υἱοῦ τοῦ θεοῦ τοῦ μονογενοῦς, ὃς καὶ λόγος ἐστὶ τοῦ πατρός, ἐλθόντος τοῦ πληρώματος τοῦ χρόνου, σαρκωθέντος ἐν ἀνθρώπῳ, καὶ πᾶσαν τὴν κατ' ἄνθρωπον οἰκονομίαν ἐκπληρώσαντος Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν, ἑνὸς καὶ τοῦ αὐτοῦ ὄντος, ὡς αὐτὸς ὁ κύριος μαρτυρεῖ, καὶ οἱ ἀπόστολοι ὁμολογοῦσι, καὶ οἱ προφῆται κηρύττουσι, ψευδεῖς ἀπεδείχθησαν πᾶσαι αἱ διδασκαλίαι τῶν τὰς ὀγδοάδας καὶ τετράδας καὶ δοκήσεις παρεξευρηκότων. 99 Ἱππολύτου ἐπισκόπου καὶ μάρτυρος. Ἐκ τοῦ λόγου τοῦ εἰς τό," Κύριος ποιμαίνει με." Καὶ κιβωτὸς δὲ ἐκ ξύλων ἀσήπτων αὐτὸς ἦν ὁ σωτήρ. Τὸ γὰρ ἄσηπ τον αὐτοῦ καὶ ἀδιάφθορον σκῆνος ταύτῃ κατηγγέλλετο τὸ μηδεμίαν ἁμαρτήματος σηπεδόνα φῦσαν. Ὁ γὰρ ἁμαρτήσας καὶ ἐξομολογούμε νός φησι·" Προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές μου ἀπὸ προ σώπου τῆς ἀφροσύνης μου." Ὁ δὲ κύριος ἀναμάρτητος ἦν, ἐκ τῶν ἀσήπτων ξύλων τὸ κατὰ ἄνθρωπον, τουτέστιν, ἐκ τῆς παρθένου καὶ τοῦ ἁγίου πνεύματος, ἔσωθεν καὶ ἔξωθεν τοῦ λόγου τοῦ θεοῦ οἷα καθαρωτάτῳ χρυσίῳ περικεκαλυμμένος. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὸν Ἑλκανᾶν καὶ τὴν Ἄνναν. Ἄγε δή μοι, ὦ Σαμουήλ, εἰς Βηθλεὲμ ἑλκομένην τὴν δάμαλιν, ἵνα ἐπιδείξῃς τὸν ἐκ Δαβὶδ βασιλέα τικτόμενον, καὶ τοῦτον ὑπὸ πατρὸς βασιλέα καὶ ἱερέα χριόμενον. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Εἰπέ μοι, ὦ μακαρία Μαρία, τί ἦν τὸ ὑπὸ σοῦ ἐν τῇ κοιλίᾳ συνειλημ μένον, καὶ τί ἦν τὸ ὑπὸ σοῦ ἐν παρθενικῇ μήτρᾳ βασταζόμενον; Λόγος γὰρ ἦν θεοῦ πρωτότοκος ἀπ' οὐρανῶν ἐπὶ σὲ κατερχόμενος, καὶ ἄνθρωπος πρωτότοκος ἐν κοιλίᾳ πλασσόμενος, ἵν' ὁ πρωτότοκος λόγος θεοῦ πρωτοτόκῳ ἀνθρώπῳ συναπτόμενος δειχθῇ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὴν δὲ δευτέραν, τὴν διὰ τῶν προφητῶν ὡς διὰ τοῦ Σαμουήλ, ἀνα καλῶν καὶ ἐπιστρέφων τὸν λαὸν ἀπὸ τῆς δουλείας τῶν ἀλλοφύλων. Τὴν δὲ τρίτην, ἐν ᾗ ἔνσαρκος παρῆν τὸν ἐκ τῆς παρθένου ἄνθρωπον ἀναλαβών, ὃς καὶ ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ' αὐτῇ. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὴν ἀρχὴν τοῦ Ἡσαΐου. Αἰγύπτῳ μὲν τὸν κόσμον ἀπείκασε, χειροποιήτοις δὲ τὴν εἰδωλο λατρίαν, σεισμῷ δὲ τὴν μετανάστασιν καὶ κατάλυσιν αὐτῆς. Κύριον δὲ τὸν λόγον· νεφέλην δὲ κούφην, τὸ καθαρώτατον σκῆνος, εἰς ὃ ἐνθρονισθεὶς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰσῆλθεν εἰς τὸν βίον σεῖσαι τὴν πλάνην. Τοῦ ἁγίου Μεθοδίου ἐπισκόπου καὶ μάρτυρος. 100 Ἐκ τοῦ περὶ μαρτύρων λόγου. Οὕτω γὰρ θαυμαστὸν καὶ περισπούδαστόν ἐστι τὸ μαρτύριον, ὅτι αὐτὸς ὁ κύριος Χριστός, ὁ υἱὸς τοῦ θεοῦ, τιμῶν αὐτὸ ἐμαρτύρησεν, οὐχ ἁρπαγμὸν ἡγησάμενος τὸ εἶναι ἴσα θεῷ, ἵνα καὶ τούτῳ τὸν ἄνθρωπον τῷ χαρίσματι, εἰς ὃν κατέβη, στέψῃ. Τοῦ ἁγίου Εὐσταθίου ἐπισκόπου Ἀντιοχείας καὶ ὁμολογητοῦ. Ἐκ τῆς ἑρμηνείας τοῦ ιεʹ ψαλμοῦ. Ἀλλὰ μὴν ἡ τοῦ Ἰησοῦ ἑκατέρων πεῖραν ἔσχε. Γέγονε γὰρ καὶ ἐν τῷ χωρίῳ τῶν ἀνθρωπίνων ψυχῶν, καὶ τῆς σαρκὸς ἐκτὸς γενομένη ζῇ καὶ ὑφέστηκε. Λογικὴ ἄρα καὶ ταῖς ψυχαῖς τῶν ἀνθρώπων ὁμοού σιος, ὥσπερ καὶ ἡ σὰρξ ὁμοούσιος τῇ τῶν ἀνθρώπων σαρκὶ τυγ χάνει, ἐκ τῆς Μαρίας προελθοῦσα. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ ψυχῆς λόγου. Τί δ' ἂν εἴποιεν εἰς τὰς τοῦ βρέφους ἀναβλέψαντες ἀνατροφάς, ἢ τὴν τῆς ἡλικίας ἀνάδοσιν, ἢ τὴν τῶν χρόνων ἐπίτασιν, ἢ τὴν τοῦ σώματος αὔξην; Ἵνα δὲ παρῶ λέγειν τὰς ἐπὶ ἐδάφους ἐκπληρωθείσας θαυμα τουργίας, ὁράτωσαν τὰς τῶν νεκρῶν ἀναβιώσεις, τὰ τοῦ πάθους σύμβολα, τὰ τῶν μαστίγων ἴχνη, τοὺς τῶν πληγῶν μώλωπας, τὴν τετρωμένην πλευράν, τοὺς τῶν ἥλων τύπους, τὴν τοῦ αἵματος ἔκχυσιν, τὰ τοῦ θανάτου σημεῖα, καὶ τὸ σύμπαν εἰπεῖν, αὐτὴν τὴν τοῦ ἰδίου σώματος ἀνάστασιν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ μὴν εἴ τις εἰς τὴν τοῦ σώματος γέννησιν ἀφορᾷ, προδήλως εὑρή σειεν ἂν ὡς ἐν τῇ Βηθλεὲμ τεχθεὶς ἐσπαργανώθη, κἀν τῇ Αἰγύπτῳ χρόνοις ἐτράφη τισὶν ἕνεκεν τῆς τοῦ ἀλάστορος ἐπιβουλῆς Ἡρώδου, κἀν τῇ Ναζαρὲτ ἀνδρωθεὶς ηὐξήθη. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Οὐ γὰρ ταὐτόν ἐστιν ἡ σκηνὴ τοῦ λόγου καὶ θεοῦ, δι' ἧς τὴν θείαν ἐθεώρει δόξαν ὁ μακάριος Στέφανος. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τό," Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ." Εἰ μὲν οὖν ἀρχὴν τῆς γεννήσεως εἴληφεν ὁ λόγος, ἀφ' οὗ διὰ τῆς μητρῴας διοδεύσας γαστρὸς τὰς σωματικὰς ἐφόρεσεν ἁρμονίας, 101 συνέστηκεν ὅτι γέγονεν ἐκ γυναικός. Εἰ δὲ λόγος καὶ θεὸς ἦν ἀνέ καθεν παρὰ τῷ πατρί, καὶ τὰ σύμπαντα δι' αὐτοῦ γεγενῆσθαί φαμεν, οὐκ ἄρα γέγονεν ἐκ γυναικὸς ὁ ὢν καὶ τοῖς γεννητοῖς ἅπασιν αἴτιος ὤν· ἀλλ' ἔστι τὴν φύσιν θεὸς αὐτάρκης, ἄπειρος, ἀπερινόητος· ἐκ γυναικὸς δὲ γέγονεν ἄνθρωπος, ὁ ἐν τῇ παρθενικῇ μήτρᾳ πνεύματι παγεὶς ἁγίῳ. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ναὸς γὰρ κυρίως ὁ καθαρὸς καὶ ἄχραντος, ἡ κατὰ τὸν ἄνθρωπόν ἐστι περὶ τὸν λόγον σκηνή, ἔνθα προφανῶς σκηνώσας ᾤκησεν ὁ θεός. Καὶ ταῦτα οὐκ ἐκ τῶν εἰκότων φαμέν· τούτου γὰρ ὁ φύσει τοῦ θεοῦ υἱός, τὴν λύσιν καὶ ἀνάστασιν προαγορεύων τοῦ νεώ, ἀναμφιβόλως ἡμᾶς διδάσκων ἐφοδιάζει, τοῖς μιαιφόνοις φάσκων Ἰουδαίοις·" Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν." Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Ὁπηνίκα οὖν τὸν ἄνθρωπον ναουργήσας ἐφόρεσεν ὁ λόγος, σώματι μὲν τοῖς ἀνθρώποις ἐπιφοιτῶν, παντοδαπὰς ἀοράτως θαυματουργίας ἐπεδείκνυτο, τοὺς δὲ ἀποστόλους κήρυκας τῆς ἀϊδίου βασιλείας ἐξέπεμπε. Τοῦ αὐτοῦ ἐκ τῆς ἑρμηνείας τοῦ βʹ ψαλμοῦ. Πρόδηλον οὖν, εἴπερ ὁ χρίων ἀποδεικνύει θεόν, οὗ τὸν θρόνον εἶπεν αἰώνιον, δῆλος μέν ἐστι φύσει θεὸς ἐκ θεοῦ γεννηθεὶς ὁ χρίσας· ὁ δὲ χρισθεὶς ἐπίκτητον εἴληφεν ἀρετήν, ἐκκρίτῳ ναουργίᾳ κοσμηθείς, ἐκ τῆς τοῦ κατοικοῦντος ἐν αὐτῷ θεότητος. Τοῦ ἁγίου Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας καὶ ὁμολογητοῦ. Ἐκ τῆς ἀπολογίας τῆς γεγενημένης ὑπὲρ Διονυσίου ἐπισκόπου Ἀλεξανδρείας."̓ Εγὼ ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα· ὁ πατήρ μου ὁ γεωργός ἐστιν." Ἡμεῖς γὰρ τοῦ κυρίου κατὰ τὸ σῶμα συγγενεῖς ἐσμεν· καὶ αὐτὸς διὰ τοῦτο εἶπεν·" Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου." Καὶ ὥσπερ εἰσὶ τὰ κλήματα ὁμοούσια τῆς ἀμπέλου, καὶ ἐξ αὐτῆς, οὕτω καὶ ἡμεῖς, ὁμογενῆ σώματα ἔχοντες τῷ σώματι τοῦ κυρίου, ἐκ τοῦ 102 πληρώματος αὐτοῦ λαμβάνομεν, κἀκεῖνο ῥίζαν ἔχομεν εἰς τὴν ἀνάστασιν καὶ εἰς τὴν σωτηρίαν. Ὁ δὲ πατὴρ εἴρηται ὁ γεωργός· αὐτὸς γὰρ εἰργάσατο διὰ τοῦ λόγου τὴν ἄμπελον, ἥτις ἐστὶ τὸ κυρια κὸν σῶμα. Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἀπολογίας. Ἄμπελος δὲ ἐκλήθη ὁ κύριος διὰ τὴν περὶ τὰ κλήματα, ἅπερ ἐσμὲν ἡμεῖς, συγγένειαν σωματικήν. Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ πίστεως λόγου τοῦ μείζονος. Τὸ γεγράφθαι," Ἐν ἀρχῇ ἦν ὁ λόγος," φανερῶς τὴν θεότητα δηλοῖ· τὸ δέ," Ὁ λόγος σὰρξ ἐγένετο," τὸν ἄνθρωπον τοῦ κυρίου δείκνυσιν. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Καὶ τό," Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὑτοῦ," τουτέστιν, ἐν τῷ ἰδίῳ αἵματι τὸ σῶμα, τὴν περιβολὴν τῆς θεότητος. Τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου. Τὸ γάρ," Ἦν," ἐπὶ τῆς θεότητος αὐτοῦ ἀναφέρεται· τὸ δέ," Σὰρξ ἐγένετο," ἐπὶ τοῦ σώματος. Ὁ λόγος σὰρξ ἐγένετο, οὐκ εἰς σάρκα ἀναλυθείς, ἀλλὰ σάρκα φορέσας· ὡς δ' ἂν εἴποι τις, ὁ δεῖνα γέγονε γέρων, οὐκ ἐξ ἀρχῆς γεννηθείς· ἢ ὁ στρατιώτης βετράνος ἐγένετο, οὐ πρότερον τοιοῦτος ὢν οἷος γέγονεν. Ἰωάννης," Ἐγενόμην, φησίν, ἐν τῇ νήσῳ Πάτμῳ ἐν τῇ ἡμέρᾳ τῇ κυριακῇ·" οὐχ ὅτι ἐκεῖ γέγονεν ἢ γεγέννηται, ἀλλ' εἶπεν," Ἐγενόμην ἐν Πάτμῳ," ἀντὶ τοῦ, παρεγενό μην. Οὕτως ὁ λόγος εἰς σάρκα παραγέγονεν, ὡς λέλεκται," Ὁ λόγος σὰρξ ἐγένετο." Ἄκουσον λέγοντος·" Ἐγενόμην ὡσεὶ σκεῦος ἀπολωλός," καί," Ἐγενόμην ὡσεὶ ἄνθρωπος ἀβοήθητος, ἐν νεκροῖς ἐλεύ θερος." Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Ἐπίκτητον ἐπιστολῆς. Τίς γὰρ ἤκουσε τοιαῦτα πώποτε; Τίς ὁ διδάξας; Τίς ὁ μαθών;" Ἐκ μὲν γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ." Ταῦτα δὲ πόθεν ἐξῆλθε; ποῖος ᾅδης ἠρεύξατο, ὁμοούσιον εἰπεῖν τὸ ἐκ Μαρίας σῶμα τῇ τοῦ λόγου θεότητι, ἢ ὅτι ὁ λόγος εἰς σάρκα καὶ ὀστέα καὶ τρίχας καὶ ὅλον τὸ σῶμα μεταβέβληται; Τίς δὲ ἤκουσεν ἐν ἐκκλη 103 σίᾳ ἢ ὅλως παρὰ Χριστιανοῖς, ὅτι θέσει καὶ οὐ φύσει σῶμα πεφόρηκεν ὁ κύριος; Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Τίς δὲ ἀκούων ὅτι οὐκ ἐκ Μαρίας ἀλλ' ἐκ τῆς ἑαυτοῦ οὐσίας μετε ποίησεν ἑαυτῷ σῶμα παθητὸν ὁ λόγος, εἴποι ἂν Χριστιανὸν τὸν λέγοντα ταῦτα; Τίς δὲ τὴν ἀθέμιτον ταύτην ἐπενόησεν ἀσέβειαν, ὥστε κἂν εἰς ἐνθύμησιν ἐλθεῖν καὶ εἰπεῖν, ὅτι ὁ λέγων ἐκ Μαρίας εἶναι τὸ κυριακὸν σῶμα, οὐκ ἔτι τριάδα ἀλλὰ τετράδα ἐν τῇ θεότητι φρονεῖ; ὡς διὰ τοῦτο τοὺς οὕτω διακειμένους τῆς οὐσίας τῆς τριάδος λέγειν τὴν σάρκα, ἣν ἐνεδύσατο ἐκ Μαρίας ὁ σωτήρ. Πόθεν δὲ πάλιν ἠρεύ ξαντό τινες ἴσην ἀσέβειαν τοῖς προειρημένοις, ὡς εἰπεῖν μὴ νεώτερον εἶναι τὸ σῶμα τῆς τοῦ λόγου θεότητος, ἀλλὰ συναΐδιον αὐτῷ δια παντὸς γεγενῆσθαι, ἐπειδὴ ἐκ τῆς οὐσίας τῆς σοφίας συνέστη; Τοῦ αὐτοῦ ἐκ τῆς αὐτῆς ἐπιστολῆς. Ἀνθρώπινον ἄρα φύσει τὸ ἐκ Μαρίας σῶμα κατὰ τὰς θείας γραφάς, καὶ ἀληθινὸν δὲ ἦν, ἐπειδὴ ταὐτὸν ἦν τῷ ἡμετέρῳ· ἀδελφὴ γὰρ ἡμῶν ἡ Μαρία, ἐπεὶ καὶ οἱ πάντες ἐκ τοῦ Ἀδάμ ἐσμεν, καὶ τοῦτο οὐκ ἄν τις ἀμφιβάλοι, μνησθεὶς ὧν ἔγραψε Λουκᾶς. Τοῦ ἁγίου Βασιλείου ἐπισκόπου Καισαρείας. Ἐκ τῆς ἑρμηνείας τοῦ νθʹ ψαλμοῦ. Πάντες ἀλλόφυλοι ὑπετάγησαν τῷ ζυγῷ τοῦ Χριστοῦ ὑποκύψαντες· διὰ τοῦτο ἐπὶ τὴν Ἰδουμαίαν ἐπιβάλλει τὸ ὑπόδημα αὑτοῦ. Ὑπόδημα δὲ τῆς θεότητος ἡ σὰρξ ἡ θεοφόρος, δι' ἧς ἐπέβη τοῖς ἀνθρώποις. Τοῦ αὐτοῦ ἐκ τῶν πρὸς Ἀμφιλόχιον ἐπίσκοπον περὶ τοῦ ἁγίου πνεύματος. Καὶ ἀνάπαλιν τῇ ἐξ οὗ λέξει ἀντὶ τῆς δι' οὗ κέχρηται, ὡς ὅταν λέγῃ Παῦλος," Γενόμενος ἐκ γυναικός·" τοῦτο γὰρ ἡμῖν σαφῶς ἑτέρωθι δι εστείλατο, γυναικὶ μὲν προσήκειν λέγων τὸ ἐκ τοῦ ἀνδρὸς γεγενῆσθαι, ἀνδρὶ δὲ τὸ διὰ τῆς γυναικός, ἐν οἷς φησιν, ὅτι" Ὥσπερ γυνὴ ἐξ ἀνδρός, οὕτως ἀνὴρ διὰ τῆς γυναικός." Ἀλλὰ ὁμοῦ μὲν τὸ ἀδιάφορον

Intertext edge

Open linked passage

Note