Graecarum affectionum curatio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1.1
Οἱ τυραννίδος ἐρῶντες τὴν οὐδαμόθεν αὐτοῖς προσήκουσαν ἁρπάζουσι δυναστείαν, ἀλλὰ τὸ μὲν τῆς βασιλείας περιτίθενται σχῆμα, τὴν ἁλουργίδα, τὸν στέφανον, τὸν θρόνον, τὸ ζεῦγος, τοὺς δορυφόρους, τὸν δὲ βασιλικὸν ζηλοῦν οὐκ ἐθέλουσι τρόπον. Οὐ γὰρ ἤπιοι ποθοῦσι καλεῖσθαι πατέρες, ἀλλὰ δεσπόται πικροί, οὐδὲ κηδεμόνες φιλάνθρωποι, ἀλλ' ἡγεμόνες παγχάλεποι. Τῷ τοι πολλάκις μὲν αὐτοὺς οἱ ἔννομοι καταλύουσι βασιλεῖς, τοὺς ὑπ' αὐτῶν παρανομουμένους οἰκτείροντες, πολλάκις δὲ καὶ στρα τιῶται καὶ δῆμοι γυμνοῦσι τῆς δυναστείας, τὸ θράσος οὐ φέρον
10.2.1
τες. Τοῦτο καὶ δεδράκασι καὶ πεπόνθασιν οἱ παμπόνηροι δαίμο νες. Τὴν γὰρ δὴ τάξιν καταλιπόντες, ἣν ἔλαχον, καὶ τὴν ἡμερωτάτην τοῦ πεποιηκότος ἀποδράσαντες δεσποτείαν, ἥρπασαν μὲν τὴν τυραννίδα, τὸ δὲ θεῖον ὄνομα σεσυληκότες, θεοὺς σφᾶς αὐτοὺς προσηγόρευσαν καὶ τὸ θεῖον σέβας σφίσι προσφέρειν τῶν ἀνθρώπων τοὺς ἀνοήτους ἀνέπεισαν· εἶτα κρατῦναι τὴν δυναστείαν σπουδάζοντες, καὶ προγινώσκειν τὰ μέλλοντα καὶ προλέγειν ἐνεανιεύσαντο, ταύτῃ μάλιστα τοὺς εὐαλώτους ἀνθρώπους παρακ
10.3.1
ρουόμενοι. Διά τοι τοῦτο πανταχοῦ γῆς τὰ τῆς ἀπάτης κατε σκεύασαν ἐργαστήρια καὶ τὰς μαντικὰς ἐπενόησαν μαγγανείας, τοὺς ἀλευρομάντεις καὶ στερνομάντεις καὶ νεκυομάντεις καὶ τὴν Κασταλίας πηγὴν καὶ τὸ Κολοφώνιον ῥεῖθρον καὶ τὴν ἱερὰν δρῦν καὶ τὸ Δωδωναῖον χαλκεῖον καὶ τὸν Κιρραῖον τρίποδα καὶ τὸν Θεσπρώτιον λέβητα, καὶ ἐν Λιβύῃ μὲν τὸ μαντεῖον τὸ Ἄμ μωνος, ἐν δέ γε Δωδώνῃ τὸ τοῦ Διός, ἐν δὲ Βραγχίδαις καὶ Δήλῳ καὶ Δελφοῖς καὶ Κολοφῶνι τοῦ Κλαρίου καὶ Πυθίου καὶ Δηλίου καὶ Διδυμαίου, καὶ ἐν Λεβαδίᾳ μὲν Τροφωνίου, ἐν Ὠρωπῷ δὲ Ἀμφιάρεω, ἐν δὲ τῇ Τυρρηνῶν καὶ Χαλδαίων τῆς νεκυομαντείας τὰ ζοφώτατα ἄντρα, καὶ ἀλλαχοῦ μὲν Ἀμ φιλόχου, ἀλλαχοῦ δὲ Γλαύκου καὶ ἑτέρωθι Μόψου καὶ ἄλλων τινῶν δυσωνύμων ἀνθρώπων.
10.4.1
Ὅτι δὲ παμπονήρων ἦν δαιμόνων ταῦτα χρηστήρια τὴν θείαν προσηγορίαν σεσυληκότων, ἱκανὴ μὲν τεκμηριῶσαι καὶ ἡ νῦν αὐτοῖς ἐπικειμένη σιγή. Μετὰ γὰρ δὴ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ἀπέδρασαν οἱ τήνδε τὴν ἐξαπάτην τοῖς ἀνθρώποις προσ
10.5.1
φέροντες, τοῦ θείου φωτὸς οὐκ ἐνεγκόντες τὴν αἴγλην. Μαρτυ ρεῖ δὲ διαρρήδην καὶ Πλούταρχος ὁ Χαιρωνεύς, ἀνὴρ οὐχ Ἑβραῖος, ἀλλ' Ἕλλην καὶ τὸ γένος καὶ τὴν γλῶτταν, καὶ μέντοι καὶ ταῖς Ἑλληνικαῖς δόξαις δεδουλωμένος καὶ τὸν τῶν χρηστηρίων ἀκριβῶς ἐπιστάμενος πλάνον. Οὐ πόρρω γάρ που τῆς Χαιρωνείας Δελφοὶ καὶ Λεβαδία καὶ Ὠρωπός, ἀλλ' ὅμοροί τε καὶ πλησιόχωροι. Οὗτος πολλὰ μὲν καὶ ἄλλα ξυνέγραψε– πολυμαθὴς γὰρ ὁ ἀνὴρ καὶ μάλα πολύπειρος–, ξυνέγραψε δὲ καὶ περὶ τῶν μαντειῶν τινα καὶ τόδε τὸ ξύγγραμμα Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων ἐκάλεσεν· ἐν τοίνυν τούτῳ πρὸς πολ
10.6.1
λοῖς ἄλλοις καὶ ταῦτα ἔφη·" Τὸ μὲν οὖν ἐφεστάναι τοῖς χρη στηρίοις μὴ θεοὺς οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι· τὸ δὲ τοῖς δαίμοσι τούτοις μονονουχὶ δραχμὴν λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν Ἐμπεδοκλέους ἁμαρτίας καὶ ἄτας καὶ πλάνας ἐπιφέρειν, τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι,
10.7.1
θρασύτερον ἡγοῦμαι καὶ βαρβαρικώτερον." Ταῦτα οὐ προφήτης ἡμέτερος οὐδ' ἀπόστολος εἴρηκεν, οὐδέ τις ἄλλος τῶν ἐκείνοις πεπιστευκότων καὶ τὰ ἐκείνων δοξάζειν ἐσπουδακότων, ἀλλ' ἀνὴρ πᾶσαν μὲν ἠσκημένος παιδείαν, τῇ δὲ παλαιᾷ τῶν φιλοσόφων ἐξαπάτῃ δουλεύων· οὗτος ἔφη, πρῶτον μέν, οὐκ εἶναι τοὺς χρῶν τας θεούς, ἀλλὰ δαίμονας, ἔπειτα δέ, τοὺς τούτων νεωκόρους καὶ ὑπὸ τούτων κατειλημμένους καὶ ἀναβεβακχευμένους ἐπὶ μι σθῷ χρησμολογεῖν, προλέγειν δὲ οὐδὲν ἀληθές, ἀλλὰ καὶ περὶ τούτων, ὧν τὸν ἀτμὸν καὶ τὴν ἐπίπνοιαν ἔχειν νεανιεύονται, πολλὰ δεινὰ καὶ χαλεπὰ προαγγέλλειν, οὐ μόνον ἄτας καὶ πλά νας, ἀλλὰ καὶ θανάτους ἀνθρώποις παραπλησίως, καὶ τὰ ἔπη δὲ οὐκ ἔκ τινος θειασμοῦ καὶ κατακωχῆς λέγειν, ἀλλ' ἐκ τῆς Ἐμ
10.8.1
πεδοκλέους συλῶντας ποιήσεως. Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν· λέγει γάρ·" Καὶ περὶ μὲν τῶν μυστικῶν, ἐν οἷς τὰς μεγίστας ἐμφάσεις λαβεῖν ἔστι τῆς περὶ δαιμόνων ἀληθείας, εὔστομά μοι κείσθω, καθ' Ἡρόδοτον· ἑορτὰς δὲ καὶ θυσίας, ὥσπερ ἡμέρας ἀποφράδας καὶ σκυθρωπάς, ἐν αἷς ὠμοφαγίαι καὶ διασπασμοί, νηστεῖαί τε καὶ κοπετοί, πολλαχοῦ δὲ πάλιν αἰσχρο λογίαι πρὸς ἱεροῖς, μανίαι τε ἄλλαι ὀρινομένων ῥιψαύχενι σὺν κλόνῳ, θεῶν μὲν οὐδενί, δαιμόνων δὲ πονηρῶν ἀποτροπῆς ἕνεκα φή σαιμ' ἂν ἐπιτελεῖσθαι, παραμυθίας τῆς παλαιᾶς ποιουμένους
10.9.1
ἀνθρωποθυσίας." Ἐν μὲν οὖν τοῖς ἔμπροσθεν ἐξητασμένοις ἔφη μὴ εἶναι τὰ μαντεῖα θεῶν, ἀλλὰ δαιμόνων· ἐνταῦθα δὲ τούτους καὶ πονηροὺς προσηγόρευσε, τεκμηρίοις ἐναργεστάτοις τοῖς ὑπ' αὐτῶν δρωμένοις χρησάμενος. Τίνι γάρ που προσήκουσιν ὠμο φαγίαι καὶ διασπασμοὶ αἰσχρορημοσύναι τε καὶ αἰσχρουργίαι καὶ μανίαι ὀρινομένων καὶ ῥιψαυχενούντων σὺν κλόνῳ, ἢ δαίμοσι παμπονήροις, τὸ τῶν ἀνθρώπων πημαίνουσι γένος; οἳ πάλαι μέν, οἷα δὴ ἀλάστορες, ταῖς τῶν τρισαθλίων ἀνθρώπων σφαγαῖς ἐπε τέρποντο, ἐπειδὴ δὲ βδελυξαμένους εἶδον τοὺς ἀνθρώπους τὴν ἀνδροφονίαν ἐκείνην καὶ μιαιφονίαν τὴν αὐτοῖς ἀξιέραστον καὶ παυσαμένους τοῦ μύσους, τὰς διαμαστιγώσεις καὶ ὠμοφαγίας καὶ
10.10.1
τὰς ἄλλας ἐπενόησαν τελετάς. Καὶ ταῦτα δὲ τοῖς εἰρημένοις προστέθεικεν·" Παυσαμένου δὲ τοῦ Ἀμμωνίου, μᾶλλον, ἔφην ἐγώ, περὶ τοῦ μαντείου δίελθε ἡμῖν, ὦ Κλεόμβροτε· μεγάλη γὰρ ἡ παλαιὰ δόξα τῆς ἐκεῖ θειότητος, τὰ δὲ νῦν ἔοικεν ἀπομα ραίνεσθαι. Τοῦ δὲ Κλεομβρότου σιγῶντος καὶ κάτω βλέποντος, ὁ Δημήτριος οὐδὲν ἔφη δεῖν περὶ τῶν ἐκεῖ πυνθάνεσθαι καὶ διαπορεῖν, τὴν ἐνταῦθα τῶν χρηστηρίων ἀμαύρωσιν, μᾶλλον δὲ πλὴν ἑνὸς ἢ δυοῖν ἁπάντων ἔκλειψιν ὁρῶντας."
10.11.1
Ταῦτα μετὰ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ὁ Πλούταρχος ἔγραψεν· τοιγάρτοι ὁ χρόνος δηλοῖ τῆς τῶν χρη στηρίων ἐκλείψεως τὴν αἰτίαν. Καὶ ὁ Πορφύριος δὲ ἐν τῷ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας καὶ ταῦτα ἔφη·" Ἀλλ' ἤδη καὶ τὴν γνῶσιν τῆς φορᾶς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τούτων διηγήσεις ἀκατα λήπτους εἶναι ἀνθρώποις, καὶ οὐ μόνον τούτοις, ἀλλὰ καί τισι τῶν δαιμόνων· ὅθεν καὶ ψεύδονται περὶ πολλῶν ἐρωτηθέντες."
10.12.1
Οὐκοῦν, ὦ ἄνδρες, ἐπειδήπερ ἡμῖν περὶ τῶν ὑμετέρων χρηστη ρίων λέγουσιν ἀπιστεῖτε, τῷ ἡμῖν μὲν ἐχθίστῳ, ὑμῖν δὲ προσφι λεστάτῳ πιστεύσατε· ἄσπονδος γὰρ ἡμῶν οὗτος πολέμιος, τὴν προφανῆ κατὰ τῆς εὐσεβείας ἀναδεξάμενος μάχην. Οὗτος δὲ ψεύδεσθαι εἴρηκε τοὺς τοῖς καλουμένοις μαντείοις προσεδρεύον
10.13.1
τας δαίμονας. Ὅτι δὲ τοὺς αὐτοὺς καὶ θεοὺς ὀνομάζει καὶ ἀστρολογίαν μᾶλλον αὐτοῖς ἢ θείαν πρόγνωσιν μαρτυρεῖ, ἐν αὐτῷ δεδήλωκε τῷ ξυγγράμματι· λέγει δὲ ταῦτα·" Ἃ γὰρ λέγουσιν οἱ θεοί, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσι· καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν."
10.14.1
Ἀλλ' οὓς ἐνταῦθα θεοὺς προσηγόρευσε, πάλιν ἔφη μὴ εἶναι θεοὺς ἐν τούτῳ γε καὶ οὐκ ἐν ἄλλῳ τῳ ξυγγράμματι· τοῦ γάρ τοι Ἀπόλλωνος τεθεικὼς τὸν χρησμόν, ὃς διδάσκει, πῶς χρὴ τοῖς ἐπιχθονίοις, πῶς δὲ τοῖς ὑποχθονίοις θύειν θεοῖς, καὶ πῶς μὲν τοῖς ἐναλίοις, πῶς δὲ τοῖς ἐπουρανίοις καὶ αἰθερίοις, διελέγ
10.15.1
χει τοῦτον ὡς οὐκ εὖ ἔχοντα τὸν χρησμόν, μὴ χρῆναι φάσκων θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας· εἶναι γὰρ πάντων ἀδικώτατον τὸ ζῳοθυτεῖν καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσφιλές. Εἶτα τὸν Θεόφραστον εἰσάγει λέγοντα, ὡς θεοῖς οὐχ ἁρμόζουσιν, ἀλλὰ δαίμοσιν, αἱ διὰ ζῴων θυσίαι. Κωμῳδεῖ δὲ καὶ τὰς τῶν παλαιῶν ἀνθρωποθυσίας καὶ διηγεῖται παμπόλλας παρὰ πολλῶν
10.16.1
γεγενημένας. Ἔπειτα διδάξας, ὡς οἱ πονηροὶ ταύτας τελεῖσθαι ἐκέλευον δαίμονες, ἐπήγαγεν·" Διὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβήσεται τοιαύταις χρῆσθαι θυσίαις, δι' ὧν ἐπισπάσεται πρὸς ἑαυτὸν τοὺς τοιούτους, σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παν
10.17.1
τοίως· καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται." Ἀλλ' ὁ Πύθιος τἀναντία τῷ Πορφυρίῳ νομοθετεῖ· κελεύει γὰρ τῷ χρησμὸν ἐξαι τοῦντι λύτρα τινὰ δοῦναι τῷ πονηρῷ δαίμονι, χοὰς καὶ πυρὴν καὶ αἷμα κελαινὸν καὶ οἶνον παμμέλανα· καὶ τοιαῦτα ἄττα προσ θείς, καὶ τὴν εὐχήν, ἣν δεῖ θύοντα προσενεγκεῖν, ἐξεπαίδευσεν· δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχὼς ἠερίων ὑπένερθε μυχῶν, χθονίων δ' ἐφύπερθεν. Καὶ ταῦτα δὲ ὁ Πορφύριος ἐν αὐτῷ γε τῷ ξυγγράμματι τέ θεικε, τοῦτον διελέγχων ὡς οὐκ ὄντα θεόν, τὸν δὲ οἰκεῖον κρα
10.18.1
τύνων λόγον, ὡς οὐκ εἰσὶ θεοὶ ταῖς θυσίαις οἱ χαίροντες. Ἵνα δὲ μή τις ὑπολάβῃ ταῦτα ψευδῶς αὐτὸν διαπλάττειν, ὅρκον προτέ θεικε τοῦ ξυγγράμματος·" Τοὺς θεοὺς" γὰρ ἔφη" διαμαρτύ ρομαι, ὡς οὐδὲν οὔτε προστέθεικα οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων εἰ μή τι λέξιν ἡμαρτημένην διώρθωσα ἢ πρὸς τὸ σαφέσ τερον μεταβέβληκα ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα." Διὰ δὲ τούτων καὶ ἀμαθίαν τοῦ Πυθίου κατηγορεῖ. Οὐ γὰρ μόνον τὰς ἡμαρτημένας διώρθωσε λέξεις καὶ σαφεῖς τὰς ἀμφιβόλους ἀπέ φηνεν, ἀλλὰ καὶ τῶν ἐπῶν τὴν χωλότητα ἰάσατο, ἣν ὁ Πύθιος διὰ τῶν ὑποφητῶν ἀπεφθέγξατο.
10.19.1
Καὶ Διογενιανὸς δὲ τῶν χρησμολόγων θεῶν διελέγχει τὸ ψεῦ δος· λέγει δὲ οὕτως·" Ὅτι δὲ ἀποτυγχάνεται τὰ πολλὰ τοῖς καλουμένοις μάντεσιν, ὁ πᾶς τῶν ἀνθρώπων βίος μάρτυς ἂν εἴη, καὶ οὗτοί γε αὐτοὶ οἱ τὴν μαντικὴν ἐπαγγελλόμενοι τέχνην." Καὶ μετ' ὀλίγα·" Νῦν δὲ τοσοῦτον τοῖς εἰρημένοις προσθήσω, 10. ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάντεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης, ἀλλὰ τυχικῆς αἰτίας ἔργον ἂν εἴη. Οὐ γὰρ τὸ μηδέποτε τοῦ προκειμένου τυγχάνειν, ἀλλὰ τὸ μὴ πάντοτε μηδ' ὡς ἐπὶ πλεῖστον μηδ' ὡς ἐξ ἐπιστήμης, ὅταν τις καί ποτε τυγχάνῃ, τύχης ἔργον καλεῖν προειλήφαμεν οἱ διειληφότες τὰς ὑφ' ἕκαστον ὄνομα τεταγμένας ἐναργεῖς ἐννοίας
10.20.1
ἑαυτῶν . "
10.21.1
Ὅτι δὲ καὶ ἀναγκαζομένους ὑπ' ἀνθρώπων καὶ τοὺς χρησμο λόγους θεοὺς προλέγειν φησὶν ὁ Πορφύριος, ἃ προλέγουσιν, εὐπετὲς τῷ βουλομένῳ μαθεῖν ἐξ ἐκείνου αὐτοῦ τοῦ ξυγγράμμα τος, ὃ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ἐπέγραψε· καὶ αὐτὰς γὰρ
10.22.1
ἐκεῖνος παρέθηκε τῶν θεῶν τὰς φωνάς. Λέγει γὰρ τὴν Ἑκάτην παρ' αὐτοῦ κληθεῖσαν εἰπεῖν· ἤλυθον εἰσαΐουσα τεῆς πολυφράδμονος εὐχῆς, ἣν θνητῶν φύσις εὗρε θεῶν ὑποθημοσύνῃσιν Καὶ πάλιν αἰτιωμένη τὸν κεκληκότα· τίνος, φησί, χατίζων, θειοδάμοις Ἑκάτην με θεὴν ἐκάλεσσας ἀνάγκαις; Καὶ ὁ Ἀπόλλων δὲ βοᾷ· κλῦθί μευ οὐκ ἐθέλοντος, ἐπεί μ' ἐπέδησας ἀνάγκῃ. Καὶ πάλιν· λύετε λοιπὸν ἄνακτα· βροτὸς θεὸν οὐκέτι χωρεῖ.
10.23.1
Διὰ δὲ τούτων δεδήλωκεν ὁ Πορφύριος, καὶ αὐτοὶ δὲ οὗτοι οἱ τὸ θεῖον ὄνομα κεκλοφότες, ὡς δυνατώτεραι αὐτῶν αἱ τῶν ἀν θρώπων ἐπίνοιαι καὶ αἱ μεμηχανημέναι ἀνάγκαι. Καὶ γὰρ ἄνωθεν αὐτοὺς καθέλκουσι καὶ κάτω δεσμοῦσι· καὶ ἀναχωρεῖν οὐκ ἰσχύουσι, πρὶν ἂν οἱ ἄνθρωποι λύσωσιν. Καὶ ἄλλα δὲ μυρία τοιαῦτα ἔστιν εὑρεῖν παρὰ τῷδε τῷ ξυγγραφεῖ τὴν ἀσθένειαν αὐτῶν διελέγχοντα.
10.24.1
Ὅσης δὲ αὐτῶν καὶ λώβης μεστὰ τὰ μαντεύματα, τούτοις ἄν τις ἐντυχὼν καταμάθοι ῥᾳδίως. Λιμοῦ γάρ ποτε Ἀθηναίοις ἐνσκήψαντος, ἔχρησεν ὁ Πύθιος μὴ πρότερον τοῦτον παύσασθαι, πρὶν ἂν ἑπτὰ παρθένους Ἀθηναῖοι καὶ τοσούτους ἠϊθέους σφά
10.25.1
ξωσι τῷ Μίνωϊ. Καὶ τῶν χρησμῶν δὲ τὸ λοξὸν πολλοῖς ὀλέθρους προὐξένησεν. Καὶ γὰρ Ἀριστόμαχος, οὐ νενοηκὼς τὴν" στε νύγρην," τὸν μὲν πορθμὸν καὶ τὰς τριήρεις κατέλιπε, διὰ δὲ τοῦ ἰσθμοῦ προσβαλὼν τὸν βίον κατέλυσεν. Ἔδει δὲ τὸν χρησμο λόγον μὴ ζόφῳ τὸν χρησμὸν ξυγκαλύψαι, εἴπερ ἄρα τὸ ἐσόμε νον ᾔδει· ἀλλὰ κακούργως ἀμφίβολον τὴν πρόρρησιν δέδωκεν,
10.26.1
ἵνα μὴ τὸ ψεῦδος εὐφώρατον γένηται. Ταὐτὸ δὲ τοῦτο καὶ τῷ Κροίσῳ προὐξένησε τὴν ξυμφοράν· Κροῖσος, γὰρ ἔφη, Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει. Ποτέραν δέ, οὐ δεδήλωκεν, ἤτοι τὴν οἰκείαν ἢ τὴν τῶν πολε μίων, ἵνα καὶ ἡττηθεὶς καὶ νικήσας μὴ κατηγορήσῃ τοῦ μάντεως. Καὶ ταῦτα ὁ Πύθιος δέδρακε πολυτάλαντα παρ' ἐκείνου δεξάμε νος δῶρα. Δυοῖν τοίνυν θάτερον, ἢ ἀλαζών ἐστιν ἢ ἀχάριστος· ἢ γὰρ ἃ μὴ οἶδεν εἰδέναι βρενθύεται, ἢ ἐπιστάμενος ἑκών γε
10.27.1
ἀδικεῖ τοὺς θεραπεύειν ἐσπουδακότας. [Παραπλήσιον δέ τι δέ δρακε καὶ ἐπὶ Ἰουλιανοῦ τὴν ὁρμὴν ἔχοντος κατὰ τῶν Ἀσσυρίων·" Νῦν" γὰρ ἔφη" πάντες ὡρμήθημεν θεοὶ παρὰ Θηρὶ ποταμῷ νίκης τρόπαια κομίσασθαι; τούτων ἐγὼ ἡγεμονεύσω, θοῦρος
10.28.1
πολεμόκλονος Ἄρης."] Προσόμοιον δέ τι καὶ ἐπὶ Ἀθηναίων πεποίηκεν. Τοῦ γὰρ δὴ Ξέρξου μετὰ πολλῶν μυριάδων ἐπιστρα τεύσαντος, ἔδραμον μὲν παρ' αὐτὸν τῶν Ἀθηναίων οἱ θεωροί· ὁ δὲ τῶν χρησμῶν οὕτως ἤρξατο· ὦ μέλεοι, τί κάθησθε;
10.29.1
τοῦτο δὲ διαρρήδην αὐτοῦ διελέγχει τὴν ἄγνοιαν. Εἰ γὰρ ἀληθῶς προεγνώκει τὴν νίκην, οὐ μελέους ἂν αὐτοὺς δήπουθεν, ἀλλὰ τρισολβίους ἐκάλεσε· διακοσίας γάρ τοι πρὸς ταῖς χιλίαις τριήρεις καὶ τριακοσίας ἀνδρῶν ἐνίκησαν μυριάδας. Νικηφόροι τοίνυν καὶ λίαν ὀνομαστότατοι, ἀλλ' οὐ μέλεοι καὶ τρισάθλιοι, οἱ
10.30.1
ἀοίδιμον καὶ πολυθρύλητον ἀναστήσαντες τρόπαιον. Εἶτα φυγὴν αὐτοῖς παρεγγύησε, τὴν τῆς πολιούχου προμηνύσας ἀσθένειαν· οὐ δύναται γὰρ ἔφη Παλλὰς Δί' Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις. Τούτῳ δὲ ἄντικρυς ἐναντίον τὸ ἐφεξῆς. Εἰπὼν γάρ, ὡς ὁ Ζεὺς οὐ πείθεται ποτνιωμένῃ τῇ Ἀθηνᾷ, ὥσπερ μεταμεληθεὶς ἔφη πάλιν· τεῖχος Τριτογενεῖ ξύλινον διδοῖ εὐρύοπα Ζεύς.
10.31.1
Καὶ τοῖς ἐπὶ ξυροῦ ἀκμῆς ἔχουσι τὰς ἐλπίδας οὐκ ἐπέδειξε ξυντόμως σαφῆ τινα πορείας ὁδόν· ἀλλὰ τὴν οἰκείαν ἀμαθίαν τῷ τῶν χρησμῶν ξυνεσκίασεν ἀμφιβόλῳ, τοῦ ψεύδους τὰ φώρια δει
10.32.1
μαίνων. Παραπλήσιον δὲ καὶ αὐτὸ τοῦ χρησμοῦ τὸ τέλος· ὦ θεία Σαλαμίς, ἀπολεῖς δὲ σὺ τέκνα γυναικῶν, ἤ που σκιδναμένης Δημήτερος ἢ συνιούσης. Ἠγνόει γάρ που, ὡς ἔδειξε, τοὺς τεθνηξομένους, εἴτε Πέρσαι εἶεν, εἴτε Ἀθηναῖοι. Διὰ τοῦτο γυναικῶν ἐμνήσθη μόνων, τὸ δὲ τούτων ἔθνος ἐσίγησεν· καὶ τὸ" σκιδναμένης δὲ Δημήτερος ἢ συνιούσης" ἀγνοοῦντός ἐστι παντελῶς τὸν τῆς νίκης καιρόν. Ἀλλ' ἐνταῦθα μὲν ὁ Θεμιστοκλῆς, καὶ ξυνέσει καὶ ἀνδρείᾳ χρη σάμενος, οὐκ εἴασε τοῦ χρησμοῦ παντελῶς διελεγχθῆναι τὸ ψεῦδος· οὐ μὴν καὶ μελέους τοὺς Ἀθηναίους, ἀλλ' εὐδαίμονας
10.33.1
ἔδειξεν. Λακεδαιμονίοις δὲ καὶ Κνιδίοις οἱ τούτου χρησμοὶ τοῖς μὲν ἧτταν, τοῖς δὲ δουλείαν προὐξένησαν. Λυκούργῳ δὲ τῷ νομοθέτῃ τοὺς ὠμοτάτους ἐκείνους καὶ αἰσχροτάτους νόμους δεδωκέναι φιλοτιμεῖται. Εἰς γὰρ Δελφοὺς ἀφικομένῳ ταῦτα ἔφη· ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηόν, Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ' ἔχουσιν. Δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον· ἀλλ' ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε. ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω.
10.34.1
Ὁποίους δὲ οὗτος τέθεικε νόμους, ἐν τῇ πρὸ ταύτης δεδηλώκα μεν διαλέξει. Ξενηλασίας γὰρ ἐνομοθέτησε καὶ παίδων ἔρωτας ἀκολάστους καὶ γυναικῶν ὁμιλίας ἀθέσμους, καὶ τοὺς γαμηλίους ἀνατέτραφε νόμους. Ἀλλ' ὁ σοφώτατος καὶ μουσικώτατος μάντις αὐτὸς ἔφη τούτους δεδωκέναι τοὺς νόμους καὶ θεὸν καλεῖ τὸν ταῦτα νομοθετήσαντα καὶ ἀγνοεῖν ὁμολογεῖ, πότερον χρὴ θεὸν αὐτὸν καλεῖν ἢ ἄνθρωπον· καὶ τὸ τιμιώτερον δοῦναι θελήσας, οὐ
10.35.1
δέδωκεν ὡς θεός, ἀλλ'" ἔλπομαι" εἶπεν ὡς ἄνθρωπος. Οὗτος καὶ τὰς Λακεδαιμονίων ἐπαινεῖ γυναῖκας ἀδεῶς οἷς ἂν ἐθέλωσι μιγνυμένας καί φησιν· γαίης μὲν πάσης τὸ Πελασγικὸν Ἄργος ἄμεινον, ἵπποι Θρηΐκιαι, Λακεδαιμόνιαι δὲ γυναῖκες, ἄνδρες δ' οἳ πίνουσιν ὕδωρ καλῆς Ἀρεθούσης.
10.36.1
Οὗτος καὶ τὸν Ἀρχίλοχον, αἰσχρότατον γενόμενον ποιητήν, ἀοίδιμον προσηγόρευσε καὶ ἀθάνατον· καὶ πρὸς τὸν τοῦδε ἔφη πατέρα· ἀθάνατός σοι παῖς καὶ ἀοίδιμος, ὦ Τελεσίκλεις, ἔσσετ' ἐν ἀνθρώποις.
10.37.1
Καὶ τῷ Ὁμήρῳ ἔφη·" Ὄλβιε καὶ δύσδαιμον," τὸ μὲν διὰ τὴν ἐπιγενομένην τυφλότητα, τὸ δὲ διὰ τὴν ποίησιν, ἣν κατὰ πάντα εὖ ἔχειν ὑπέλαβε· δι' ἣν αὐτὸν ὁ Πλάτων μύρῳ κατὰ τὰς χελιδόνας ἀλείψας, τῆς ὑπ' αὐτοῦ ξυντεθείσης ἀπέπεμψε πόλεως.
10.38.1
Οὗτος καὶ Κλεομήδη τὸν πύκτην θείας ἐκέλευσεν ἀξιοῦσθαι τιμῆς· ὕστατος ἡρώων, φησί, Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶσθ' ὡς οὐκέτι θνητὸν ἐόντα. Ὅσας δὲ οὗτος μιαιφονίας τετόλμηκεν, ἤδη πρόσθεν εἰρήκαμεν.
10.39.1
Καὶ Μηθυμναίοις δὲ τοῦτον ἔδωκε τὸν χρησμόν· ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώϊον ἔσται, φαλληνὸν τιμῶσι Διωνύσοιο κάρηνον. Καὶ οὐκ ἐρυθριᾷ τῶν θεῶν ὁ σοφώτατος, ὃν Φοῖβον οἱ ποιηταὶ προσωνόμαζον, ὡς δὴ ἁγνὸν καὶ ἀμίαντον, τοῦ Διονύσου τὸ ἀκρο
10.40.1
πόσθιον τιμᾶσθαι χρησμῳδήσας. Οὗτος ἐμπιπραμένῳ μὲν οὐκ ἐπήμυνε τῷ οἰκείῳ νεῷ, ἔφη δὲ τοῦτον παρὰ τῶν Μοιρῶν εἰλη φέναι τὸν κλῆρον καὶ μονῳδίαν ᾖσε, τὸ πάθος ὀλοφυρόμενος. Ἐγὼ δὲ ταύτης τὸ τέλος ἐρῶ· τέτλαθι Μοιράων ἀμετάτροπα δήνεα θυμῷ· ταῖσι γὰρ οὐρανίδαο Διὸς κατένευσε κάρηνον, ὅττι κε δινήσωσι, μένειν ἀσάλευτον, ἀτράκτοις. Αἶσα γὰρ ἦν δολιχοῖσι χρόνοις περικαλλέα σηκὸν πυρσῶν αἰώρῃσι διιπετέεσσι δαμῆναι.
10.41.1
Καὶ ἕτερα δὲ μυρία ἔστιν εὑρεῖν ἐν τοῖς τούτου χρησμοῖς καταγέλαστα. Ξυνήγαγε δὲ τούτους οὐ μόνον ὁ Πορφύριος ἐν τοῖς Περὶ τῆς ἐκ λογίων φιλοσοφίας, ἀλλὰ καὶ ὁ κυνικὸς Οἰνό μαος, διελέγχων τῶν χρησμολόγων τὸ ψεῦδος.
10.42.1
Οἰνομάου δὲ καὶ Πορφυρίου καὶ Πλουτάρχου καὶ Διογενιανοῦ καὶ τῶν ἄλλων ὑμῶν ἕνεκα ἐπεμνήσθην, ἐπειδήπερ ὑμῖν τὰ ὑμέτερα λέγοντές εἰσιν ἀξιόχρεοι· ἡμῖν δὲ ἀρκεῖ τῶν πραγμάτων ἡ μαρτυρία, γεγωνοτάτῃ κεχρημένη φωνῇ καὶ τὸ τῶν χρηστη
10.43.1
ρίων διελέγχουσα ψεῦδος. Πρὸ μὲν γὰρ δὴ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας, οἷόν πού τινος ζόφου τὴν οἰκουμένην κατέχον τος, καθάπερ τινὲς λῃσταὶ καὶ λωποδύται, οἱ τῶν ἀνθρώπων ἀλάσ τορες, οἱ παμπόνηροι δαίμονες, καὶ λόχοις ἐχρῶντο καὶ πάγαις καὶ ἄρκυσι παντοδαπαῖς, ἀγρεύοντες τῶν ἀνθρώπων τὴν φύσιν· ἐπειδὴ δὲ ἀνέσχε τῆς ἀληθείας τὸ φῶς, ἐδραπέτευσαν ἅπαντες καὶ τοὺς
10.44.1
οἰκείους κατέλιπον χηραμούς. Τῷ τοι ἐβόων αὐτίκα φανέντος·" Ἔα· τί ἡμῖν καὶ σοί, υἱὲ τοῦ Θεοῦ; ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς." Καὶ ἕτεροι δὲ πάλιν ὥρκουν αὐτόν, ἵνα μὴ αὐτοὺς εἰς τὴν ἄβυσσον πέμψῃ. Ἐν δὲ Φιλίπποις τὸ πνεῦμα τοῦ Πύθωνος περὶ τῶν ἀποστόλων ἐβόα·" Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵ τινες καταγγέλλουσιν
10.45.1
ὑμῖν ὁδὸν σωτηρίας." Θεασάμενοι τοίνυν πανταχοῦ διατρέχον τῆς ἀληθείας τὸ κήρυγμα, καθάπερ στρατιῶται φυγάδες πολλὰ δεινὰ καὶ παράνομα δεδρακότες, εἶτα τῆς τοῦ βασιλέως αἰσθόμε νοι παρουσίας, ἀπέδρασαν καὶ γυμνὰς τὰς ἐνέδρας κατέλιπον.
10.46.1
Ὁ δὲ τῶν ὅλων παμβασιλεὺς τὰ τούτων κατέλυσεν ὁρμητήρια· καὶ οὔτε τῆς Κασταλίας προαγορεύει τὸ ὕδωρ, οὔτε Κολοφῶνος ἡ πηγὴ προθεσπίζει, οὐχ ὁ Θεσπρώτιος λέβης μαντεύεται, οὐχ ὁ τρίπους ὁ Κιρραῖος χρησμολογεῖ, οὐ τὸ Δωδωναῖον χαλκεῖον ἀδολεσχεῖ, οὐχ ἡ πολυθρύλητος φθέγγεται δρῦς, ἀλλὰ σιγᾷ μὲν ὁ Δωδωναῖος, σιγᾷ δὲ ὁ Κολοφώνιος καὶ Δήλιος καὶ Πύθιος καὶ Κλάριος καὶ Διδυμαῖος καὶ ἡ Λεβαδία καὶ ὁ Τροφώνιος καὶ ὁ Ἀμφίλοχος καὶ ὁ Ἀμφιάραος καὶ ὁ Ἄμμων καὶ ἡ τῶν Χαλδαίων
10.47.1
καὶ Τυρρηνῶν νεκυία. Σιγᾶν γὰρ αὐτοῖς ἐκέλευσεν ὁ ἐπιτιμῶν ἀβύσσῳ, κατὰ τὸν προφήτην, καὶ ξηραίνων αὐτήν, ὁ λέγων τῇ ἀβύσσῳ·" Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ." Καὶ ὁ Δαφναῖος Ἀπόλλων, τὸν ἡμέτερον παρασκευάσας μετατεθῆναι
10.48.1
νεκρόν, οὐρανόθεν ἐδέξατο τὸν σκηπτόν. Οὐ γὰρ εἴα προλέγειν αὐτὸν καὶ ξυνήθως ἀποβουκολεῖν τοὺς ἀνθρώπους τοῦ σταυρωθέν τος ὁ μάρτυς, ἀλλὰ καθάπερ ὁ μέγας Παῦλος τῷ τοῦ Πύθωνος ἐπετίμησε πνεύματι, οὕτως ἡ τοῦ μάρτυρος κόνις τὸ τοῦ μάν τεως ἐχαλίνωσε ψεῦδος.
10.49.1
Ὁποῖοι μὲν οὖν τῶν ὑμετέρων θεῶν οἱ χρησμοί, παρὰ τῶν ὑμετέρων μεμαθήκατε φιλοσόφων· ὁποῖα δὲ ὁ τῶν ὅλων προλέγει Θεός, καὶ ὅπως βιωφελῆ καὶ ὀνησιφόρα καὶ τῆς ἀληθείας ἀφιέντα τὴν αἴγλην, ἔξεστι τῷ βουλομένῳ καταμαθεῖν ἀκριβῶς, τοῖς θείοις ἐντετυχηκότι λόγοις. Ἐγὼ δέ γε ὀλίγων τινῶν ἀπομνη μονεύσω προρρήσεων, ἵνα καὶ ἐκ παραλλήλου τὸ διάφορον δείξω. Πρώτας μέντοι ἐκείνας ἐρῶ, αἳ τὴν τῶν εἰδώλων κατάλυσιν
10.50.1
προηγόρευσαν. Ἀκούσατε τοίνυν Ἡσαΐου τοῦ προφήτου λέγοντος·" Ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸν πάντα τὰ ἔθνη, καὶ πορεύσονται λαοὶ πολλοὶ καὶ ἐροῦσι· δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ· καὶ πορευσόμεθα ἐν αὐτῇ. Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέ πανα· καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν
10.51.1
ἔτι πολεμεῖν." Ὁποῖα μὲν οὖν ἐχρησμῴδησεν ὁ προφήτης, ἠκού σατε, πρὸς δὲ τῆς ἀληθείας εἴπατε, εἴ τι λοξὸν ὑμῖν ἐν τούτοις ἢ ἀμφίβολον κατεφάνη· ἀλλ' οἶδα, ὡς οὐκ ἐρεῖτε· τῶν γάρ τοι πραγμάτων ὑφορᾶσθε τὴν μαρτυρίαν· ὁρᾶτε γὰρ ἐναργῶς τὸ τῆς
10.52.1
προρρήσεως τέλος. Ἢ οὐχ ὁρᾶτε τῆς ἐκκλησίας τὸ ὕψος καὶ ἅπαν τας ὑποκύπτοντας καὶ ταύτῃ τὸ σέβας προσφέροντας, καὶ τοὺς μὲν πλείστους ἐθελοντάς, τοὺς δὲ ἀντιλέγοντας καὶ παρὰ γνώμην δουλεύοντας; οὐχ ὁρᾶτε τῶν ὀρέων τὰς κορυφὰς τοῦ ὑμετέρου μύσους ἀπηλλαγμένας καὶ ταῖς τῶν ἀσκητῶν καταγωγαῖς κοσμου μένας καὶ πάντας πανταχόθεν ξυρρέοντας καὶ τὸν ἐν τῇ Σιὼν ἐπιφανέντα λόγον θεολογοῦντας καὶ τὸν ἐκ τῆς Σιὼν ἀναβλύ σαντα νόμον ἀσπαζομένους, καὶ τοὺς μὲν πολέμους πεπαυμέ νους, ἀντὶ δὲ τῶν πολεμικῶν ὅπλων τὰ τῆς γεωργικῆς μετα
10.53.1
χειρίζοντας ὄργανα; ἢ οὐκ ἴστε, ὡς ὁπηνίκα ταῦτα ὁ προφήτης ἐθέσπιζεν, ἄλλος μὲν τῆς Ἱερουσαλὴμ ἐβασίλευεν, ἄλλος δὲ τῆς Σαμαρείας, καὶ ἄλλος Ἰδουμαίων, καὶ Μωαβιτῶν ἕτερος, καὶ αὖ πάλιν ἄλλος Ἀμμανιτῶν; καὶ Ἄραβες δὲ καὶ Μαδιηναῖοι καὶ Ἀμαληκίται ὑπ' ἄλλοις ἡγεμόσιν ἐτέλουν· καὶ Γάζα δὲ καὶ Ἀσκάλων καὶ Ἄζωτος, καὶ μέντοι καὶ Σιδὼν καὶ Τύρος καὶ Δαμασκὸς ὑπὸ διαφόρων ἀρχόντων ἰθύνοντο· οὐ γὰρ δὴ μόνον
10.54.1
κατὰ πόλεις, ἀλλὰ καὶ κατὰ κώμας ἐβασιλεύοντο. Εὐθὺς δὲ τοῦ Σωτῆρος ἡμῶν κατὰ σάρκα τεχθέντος, Αὔγουστος Καῖσαρ ἁπάν των ἐκράτησε, καὶ καταλύσας τὰς ἐθναρχίας καὶ μερικὰς βασι λείας τοῖς Ῥωμαίων ἅπαντας ὑπέταξεν οἴαξιν. Ταῦτα προορῶν ὁ προφήτης τὰ προειρημένα τεθέσπικε καὶ μετ' ὀλίγα τὴν τῶν
10.55.1
χειροποιήτων εἰδώλων κατάλυσιν ἐτραγῴδησεν·" Πάντα" γάρ φησι" τὰ χειροποίητα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπή λαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν ἑαυτοῖς εἰς τὸ προσκυνεῖν τοῖς ματαίοις καὶ ταῖς νυκτερίσι, τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεᾶς πέτρας καὶ εἰς τὰ σχίσματα τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν."
10.56.1
Ταύτης δὲ τῆς προφητείας τὴν ἑρμηνείαν οὐχ ἡμᾶς προσήκει ποιήσασθαι, ἀλλ' ὑμᾶς θαυμάσαι τοῦ χρησμοῦ τὴν ἀλήθειαν καὶ
10.57.1
ξυνομολογῆσαι τὰ παρ' ὑμῶν πολλάκις γεγενημένα. Ἀλλὰ μὴ ἐρυθριάσητε, ὦ ἄνδρες· αἰδεῖσθαι γὰρ οὐ τὴν ὁμολογίαν τῆς ἁμαρ τίας, ἀλλὰ τὴν πρᾶξιν προσήκει. Εἰ δὲ ὑμεῖς λέγειν οὐ βούλε σθε, ἀλλ' οὖν ἴσασιν ἅπαντες αὐτόπται γενόμενοι τῶν ἐν τῇ γῇ πολλάκις καταχωσθέντων θεῶν καὶ ὑπὸ τῶν εὐσεβεῖν δεδιδαγμέ
10.58.1
νων ἀνασπασθέντων ἐκεῖθεν καὶ δήλων γεγενημένων. Οἱ μὲν γὰρ τῇ δυσσεβείᾳ δεδουλωμένοι κατέχωσαν, ἐπικουρεῖν ἡγούμενοι τοῖς θεοῖς, οἱ δὲ τοῖς τὰ τοιαῦτα μαστεύουσι κατεμήνυσαν, οἱ δὲ ὀρύξαντες καὶ εὗρον καὶ προὔθεσαν ἐν ταῖς ἀγοραῖς, ὥστε καὶ παρὰ γυναικῶν καὶ μειρακίων κωμῳδεῖσθαι τοὺς καλουμένους θεούς. Τὰ μὲν γὰρ ἑρπετῶν ἦν, τὰ δὲ τετραπόδων ἰνδάλματα· ἤδη δὲ καὶ νυκτερίδων καὶ μυιῶν εἰκάσματα προσεκύνησαν. Καὶ αὐτὰ μὲν ἀναιροῦσι τὰ ζῷα, τοὺς ὄφεις λέγω καὶ τοὺς σκορπίους καὶ τὰς μυίας καὶ νυκτερίδας, τὰ δὲ τούτων ἐθεοποίουν μιμήματα.
10.59.1
Ἀλλὰ τούτων πέρι πολλοὺς ἤδη διεξήλθομεν λόγους· τῶν ἄλλων οὖν χρησμῶν καταμάθωμεν τὴν ἀλήθειαν. Τοῦ δὲ αὐτοῦ προφήτου καὶ ταῦτα τὰ ῥήματα·" Τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ· τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν· οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται. Καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν. Καὶ οὐκέτι ὄψονται τὰ δένδρα οὐδὲ τὰ βδελύγματα αὐτῶν."
10.60.1
Ταῦτα πρὸ πλειόνων ἢ χιλίων ἐτῶν τῆς Κωνσταντίνου βασιλείας προηγόρευσεν ὁ προφήτης, μεθ' ἣν τὰ τῶν δαιμόνων κατελύθη τεμένη. Ἀλλὰ καὶ πόρρωθεν ὁ θεοφόρος ἀνὴρ ὡς παρὼν ἑώρα καὶ προὔλεγε τὰ μετὰ τοσοῦτον ἐσόμενα χρόνον· ὁ δὲ Δωδωναῖος καὶ ὁ Πύθιος οὐδὲ τὰ μετὰ τρεῖς ἐσόμενα μῆνας προειπάτην, ὡς ἔμελλεν ἔσεσθαι, ἀλλὰ τῇδε κἀκεῖσε κλινομένους ἐδιδότην
10.61.1
χρησμούς. Ἀκούσατε δὲ καὶ τῶν ἑξῆς·" Ἐπιστράφητε οἱ τὴν βαθεῖαν βουλὴν βουλευόμενοι καὶ ἄνομον υἱοὶ Ἰσραήλ, ὅτι τῇ ἡμέρᾳ ἐκείνῃ ἀφελοῦνται οἱ ἄνθρωποι τὰ χειροποίητα αὐτῶν τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν αἱ χεῖρες αὐτῶν." Καὶ πάλιν·" Ἐγὼ Θεὸς πρῶτος· καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι. Εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν· τὰ ἄκρα τῆς γῆς ἐξέστησαν· ἤγγισαν καὶ ἦλθον, ἅμα κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι καὶ τῷ ἀδελφῷ. Καὶ ἐρεῖ· ἴσχυσεν ἀνὴρ τέκτων καὶ χαλκεὺς τύπτων σφύρᾳ, ἅμα ἐλαύνων. Ποτὲ μὲν ἐρεῖ· σύμβλημα καλόν ἐστιν· ἰσχύρωσαν
10.62.1
αὐτὸ ἐν ἥλοις· θήσουσιν αὐτό, καὶ οὐ κινηθήσεται." Οὔτε γὰρ στῆναι μὴ καθηλωμένα δύναται οὔτε βαδίζειν μὴ παρ' ἄλλων φερόμενα. Καὶ αὖθις·" Ἰακὼβ ὁ παῖς μου· ἀντιλήψομαι αὐτοῦ. Ἰσραὴλ ὁ ἐκλεκτός μου· προσεδέξατο αὐτὸν ἡ ψυχή μου. Ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κε κράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ· κάλαμον τεθλασμένον οὐ κατεάξει καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν· ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. Οὕτως λέγει Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. Ἐγὼ Κύριος ὁ Θεός· τοῦτό μοί ἐστιν ὄνομα. Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς."
10.63.1
Ταῦτα ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν δεσπότην Χριστὸν ὡς πρὸς ἄνθρωπον ἔφη, ἀπὸ τῆς ὁρωμένης φύσεως Ἰακὼβ αὐτὸν καὶ Ἰσραὴλ ὀνομάσας· ἐξ ἐκείνου γὰρ δὴ κατὰ σάρκα τοῦ γένους ἀνέτειλε· καὶ ἔδειξεν αὐτοῦ σαφῶς τὴν πραότητα καὶ τὴν μακρο θυμίαν, ᾗ παροινούμενος παρ' Ἰουδαίων ἐχρήσατο. Τοῦτον εἰς διαθήκην ἔφη δοθῆναι τοῦ γένους· καὶ γὰρ τοῖς πατριάρχαις καὶ
10.64.1
αὐτοῖς Ἰουδαίοις τὴν δι' αὐτοῦ σωτηρίαν ὑπέσχετο. Ἔφη δὲ αὐτὸν καὶ εἰς φῶς ἐθνῶν ἀνατεῖλαι, ὥστε τῶν τυφλῶν ἀνοῖξαι τοὺς ὀφθαλμοὺς καὶ τῶν πεπεδημένων τὰ δεσμὰ διαρρῆξαι καὶ τοὺς ἐν τῷ ζόφῳ τῆς ἀγνοίας ὡς ἐν εἱρκτῇ καθημένους ἐλευθε ρῶσαι τοῦ σκότους. Τυφλοὺς δὲ καὶ πεπεδημένους καὶ ἐν σκότει καθημένους τοὺς τῆς ἀγνοίας τὴν ἀχλὺν περικειμένους ἐκάλεσε
10.65.1
καὶ τοὺς ταῖς σειραῖς τῆς ἁμαρτίας πεπεδημένους. Ὅτι δὲ τοὺς τῷ πλάνῳ τῆς δεισιδαιμονίας δεδουλωμένους οὕτως ὠνόμασε, μαρτυρεῖ τὰ ἑξῆς·" Ἐγὼ" γὰρ ἔφη" Κύριος ὁ Θεός· τοῦτό μοί ἐστιν ὄνομα. Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς." Ἅμα τε γὰρ ἐπεφάνη καὶ τῆς προσηγο ρίας αὐτοὺς ἐγύμνωσεν, ἣν ἁρπάσαντες ἑαυτοῖς περιέθεσαν, καὶ μετ' ὀλίγα δὲ ταῦτα πάλιν ἔφη·" Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται συντρίψαι πόλεμον καὶ ἐπεγεῖραι ζῆλον καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετ' ἰσχύος." Ἔπειτα διδάσκει, τί δήποτε μὴ πάλαι τοῦτο πεποίηκε, καί φησιν·" Ἐσιώπησα ἀπ' αἰῶνος· μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ἐκαρτέρησα ὡς ἡ
10.66.1
τίκτουσα· ἐκφανῶ καὶ ἐκστήσω καὶ ξηρανῶ ἅμα." Κἀκεῖνα δὲ μακροθυμίας, καὶ ταῦτα φιλανθρωπίας· μακροθυμῶν γὰρ ἐξ ἀρχῆς οὐκ ἐκόλασεν. Εἶτα φειδοῖ χρησάμενος τοὺς πλανωμένους ἐκάλεσε καὶ τοὺς πλανῶντας ἐσκέδασεν·" Ἐκστήσω" γάρ φησι" καὶ ξηρανῶ ἅμα· ἐρημώσω ὄρη καὶ βουνοὺς καὶ θήσω ποτα
10.67.1
μοὺς εἰς νήσους καὶ ἕλη ξηρανῶ." Διὰ δὲ τούτων τὰ ἐν τούτοις τεμένη τῶν εἰδώλων ἐμήνυσεν, ἅπερ ἐπιφανεὶς καταλέλυκε καὶ δίκην ἕλους ἐξήρανεν·" Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ, ᾗ οὐκ ἔγνω σαν· καὶ τρίβους, ἃς οὐκ ᾔδεισαν, ποιήσω πατῆσαι αὐτούς." Ἠγνόουν γὰρ οἱ πάλαι πλανώμενοι τὴν τῆς ἀληθείας ὁδόν· ξενα γοὺς δὲ καὶ ποδηγοὺς καὶ μέντοι καὶ φωταγωγοὺς ἐσχηκότες τοὺς ἀποστόλους, κατέλιπον μὲν τοῦ πλάνου τὰς τρίβους, ἐπέγνωσαν
10.68.1
δὲ τὴν τῆς ἀληθείας ὁδόν." Ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν." Ἀντὶ γὰρ δὴ τοῦ προτέρου σκότους τοῦ νοεροῦ φωτὸς ἀπολαύουσι, καὶ τὰς διεστραμμένας καταλιπόν τες ὁδοὺς τὴν εὐθεῖαν ὁδεύουσιν. Εἶτα ὡς ἔτι πλανωμένοις ἐπιτιμᾷ·" Αἰσχύνθητε αἰσχύνην, οἱ πεποιθότες ἐπὶ τοῖς γλυπ τοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς· ὑμεῖς ἐστε θεοὶ ἡμῶν." Καὶ μετ' ὀλίγα·" Ἰδοὺ ἐγὼ ποιῶ καινά, ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά· καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς,... ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, τὸν λαόν μου, ὃν περιε ποιησάμην, τὰς ἀρετάς μου διηγεῖσθαι." Γένος δὲ νῦν αὐτοῦ τοὺς πεπιστευκότας προσηγόρευσεν, ὧν ὠνομάσθη πρωτότοκος δι' ἣν ἀνείληφε σάρκα.
10.69.1
Ὅτι δὲ περὶ τῶν ἐθνῶν ταῦτα ἔφη, τὰ ἑπόμενα μαρτυρεῖ·" Ἀκούσατε, αἱ νῆσοι, καὶ προσέχετε, ἔθνη· διὰ χρόνου πολλοῦ στῆτε, λέγει Κύριος." Ὅτι δὲ τούτων οὐδὲν Ἰουδαίοις ἁρμόττει, καὶ τὸ τῶν νήσων ὄνομα καὶ τὸ τῶν ἐθνῶν μαρτυρεῖ. Καὶ πάλιν" Ἀκούσατέ μου, λαός μου· καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε· ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν· ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου· ἐμὲ νῆσοι ὑπομενοῦσι, καὶ εἰς τὸν βραχίονά μου
10.70.1
ἔθνη ἐλπιοῦσιν." Διὰ δὲ τούτων ἁπάντων τὴν τῶν ἐθνῶν ἐχρησμῴ δησε σωτηρίαν καὶ τὸν εὐαγγελικὸν νόμον καὶ τὸ τῆς γνώσεως φῶς, ὃ διὰ τῶν ἱερῶν ἀποστόλων πᾶσιν ἀνθρώποις προσήνεγκεν. Βρα χίονα μέντοι οὐ σωματικὸν ὠνόμασε μόριον– ἁπλῆ γάρ τοι ἡ θεία φύσις καὶ ἐλευθέρα ξυνθέσεως–, ἀλλὰ τροπικῶς δεδήλωκε τὴν ἰσχύν. Ἐπειδὴ γὰρ διὰ τῶν χειρῶν καὶ οἱ πολεμοῦντες παρατάττονται, καὶ οἱ γεωργοῦντες ἐργάζονται, καὶ μέντοι καὶ οἱ ἄλλην τινὰ μεταχειρίζοντες τέχνην, εἰκότως διὰ τοῦ βραχίονος παρεδήλωσε τὴν ἰσχύν, ᾗ θαρροῦντες βοῶμεν·" Οὐ φοβηθήσομαι
10.71.1
κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ." Καὶ αὖθις βοᾷ·" Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Ἰδοὺ ἔθνη, ἃ οὐκ οἴδασί σε, ἐπικαλέσονταί σε· λαοί, οἳ οὐκ ἐπίστανταί σε, ἐπὶ σὲ καταφεύξονται ἕνεκεν Κυρίου τοῦ Θεοῦ σου καὶ τοῦ ἁγίου Ἰσραήλ, ὅτι ἐδόξασέ σε." Ὁρῶντες τοίνυν βασιλεύοντα τῆς οἰκουμένης τὸν δεσπότην Χριστὸν καὶ πάντα τὰ ἔθνη τούτου τὴν δεσποτείαν ἀσμένως ὑμνολογοῦντα, καὶ νοήσατε
10.72.1
τὴν προφητείαν καὶ θαυμάσατε τὴν ἀλήθειαν. Ἀκούσατε δὲ καὶ τῶν ἑξῆς·" Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου τὸ ὄνομα αὐτοῦ τὸ ἔνδοξον." Καὶ πάλιν·" Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν. Εἶπον· ἰδού εἰμι, ἰδού εἰμι, ἔθνη, οἳ οὐκ ἐκάλεσαν τὸ ὄνομά μου." Καὶ πᾶσα δὲ ἡ προφητεία τῶνδε τῶν λόγων ἀνάπλεως.
10.73.1
Ἀλλ' ἵνα καὶ τοὺς ἄλλους προφήτας ξυνῳδὰ προθεσπίσαντας δείξωμεν, ἀκούσατε Ἱερεμίου βοῶντος·" Ἐν τῷ καιρῷ ἐκείνῳ καλέσουσι τὴν Ἱερουσαλὴμ Θρόνος Κυρίου· καὶ συναχθήσεται εἰς αὐτὴν πάντα τὰ ἔθνη, καὶ οὐ πορεύσονται ὀπίσω τῶν ἐνθυμη
10.74.1
μάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς." Ἀθρήσατε, ὦ ἄνδρες, τῶν ῥημάτων τὴν ξυμφωνίαν καὶ βλέπετε πάντας πανταχόθεν ἀνθρώπους εἰς ἐκείνην τὴν πόλιν ξυντρέχοντας, ἣ τὸ δεσποτικὸν καὶ σωτήριον ἐδέξατο πάθος, καὶ τὴν μὲν τῶν εἰδώλων ἐξαπάτην βδελυττομένους, τῷ ἐσταυρωμένῳ δὲ τὸ ἐκείνων σέβας προσφέ
10.75.1
ροντας. Τοῦ δὲ αὐτοῦ προφήτου καὶ ταῦτα·" Τάδε λέγει Κύριος· στῆτε ἐπὶ ταῖς ὁδοῖς καὶ ἴδετε· ἐκζητήσατε τρίβους Κυρίου αἰω νίας, καὶ ἴδετε, ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή, καὶ βαδίσατε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγίασμα ταῖς ψυχαῖς ὑμῶν. Καὶ εἶπον· οὐ πορευσόμεθα. Καθέστακα ἐφ' ὑμᾶς σκοπούς· ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος. Καὶ εἶπον· οὐκ ἀκουσόμεθα. Διὰ τοῦτο ἤκουσε τὰ ἔθνη καὶ οἱ ποιμαίνοντες τὰ πρόβατα ἐν αὐτοῖς."
10.76.1
Πρώτοις μὲν γὰρ Ἰουδαίοις προσηνέχθη καὶ παρὰ τῶν προφη τῶν καὶ παρὰ τῶν ἀποστόλων τὰ θεῖα κηρύγματα· ἐπειδὴ δὲ ἀντεῖπον ἐκεῖνοι, πᾶσιν ἐδωρήθη τοῖς ἔθνεσι τὰ θεόσδοτα δῶρα· καὶ καλεῖ μὲν" ὁδοὺς" ὁ τοῦ προφήτου Θεὸς τοὺς παλαιοὺς προφήτας," ὁδὸν" δὲ" ἀγαθὴν" αὐτὸν τὸν Σωτῆρα καὶ Κύ
10.77.1
ριον. Καθάπερ γὰρ εἰς τὴν βασίλειον λεωφόρον αἱ ἀπὸ τῶν κωμῶν καὶ τῶν ἀγρῶν εἰσβάλλουσιν ἀτραποί, οὕτως ἅπαντες οἱ προφῆται ταύτην τοῖς πιστεύειν ἐθέλουσιν ὑπεδείκνυον τὴν ὁδόν· καὶ αὐτὸς δὲ ὁ δεσπότης ἐν τοῖς ἱεροῖς εὐαγγελίοις βοᾷ·" Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ζωὴ καὶ ἡ ἀλήθεια." Παραινεῖ τοίνυν Ἰου δαίοις τὰ τῶν προφητῶν ἀναγνῶναι θεσπίσματα καὶ ζητῆσαι τὸ
10.78.1
θεσπιζόμενον. Ἐπειδὴ δὲ ἀντεῖπον ταῖς προφητείαις, τὴν ἀπο στολικὴν προσενήνοχε σάλπιγγα. Ἐπειδὴ δὲ πάλιν εἶπον·" Οὐκ ἀκουσόμεθα", βοῶσι πρὸς αὐτοὺς οἱ θεῖοι ἄνδρες, ὡς ὁ Λουκᾶς ἐν ταῖς Πράξεσιν ἱστορεῖ·" Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαλῆσαι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς κρίνετε τῆς αἰωνίου ζωῆς, καθαροὶ ἡμεῖς ἀπὸ τοῦ νῦν εἰς τὰ
10.79.1
ἔθνη πορευσόμεθα." Πάλιν μέντοι ὁ προφήτης τῶν ἐθνῶν τὴν σωτηρίαν θεσπίζει καὶ πρὸς τὸν τῶν ὅλων βοᾷ Θεόν·" Κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπὸ ἐσχάτου τῆς γῆς καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἦν ἐν αὐτοῖς ὠφέλεια, εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶ
10.80.1
θεοί." Τί τούτων ἐναργέστερον τῶν ῥημάτων; Ὡς γὰρ παρὼν ὁ προφήτης καὶ θεώμενος τὴν τῆς οἰκουμένης μεταβολὴν καὶ τῆς τῶν ἐθνῶν μεταμελείας ἀκούων, καὶ κωμῳδούντων ἐπαΐων τὴν τῶν εἰδώλων ἀσθένειαν, οὕτω ξυνέγραψε τὸν χρησμόν.
10.81.1
Καὶ Ἀμὼς δὲ ὁ προφήτης οὐ μόνον τὴν τῶν ἐθνῶν σωτηρίαν, ἀλλὰ καὶ τὴν Ἰουδαίων προλέγει διασποράν, μᾶλλον δὲ διὰ τῆς ἐκείνου γλώττης αὐτὸς ὁ τῶν ὅλων Θεός·" Ἰδοὺ" γάρ φησιν" ἐγὼ ἐντέλλομαι καὶ λικμήσω ἐν πᾶσι τοῖς ἔθνεσι τὸν οἶκον
10.82.1
Ἰσραήλ, ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ." Καὶ μετ' ὀλίγα·" Τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω καὶ ἀνοικοδομήσω αὐτὴν καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἂν ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀνθρώπων καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτούς,
10.83.1
λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα." Εἰ δέ τις βούλεται μαθεῖν, τίς ἡ σκηνή, ἀκουσάτω τοῦ θεσπεσίου Ἰωάννου λέγον τος·" Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατ ρός· πλήρης χάριτος καὶ ἀληθείας."
10.84.1
Βοᾷ δὲ καὶ Σοφονίας·" Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῆς γῆς· καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ καὶ πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν." Ἐπειδὴ γὰρ Ἰουδαίους εἰς τὸν ἐν Ἱεροσολύμοις νεὼν ξυντρέχειν ἐκέλευσεν, ἀναγκαίως προστέθεικεν, ὡς τῶν καλουμένων θεῶν ἀφανῶν γενομένων, τὸν ἀληθινὸν ἕκαστος προσκυνήσει Θεόν, οὐκ εἰς ἐκείνην τρέχειν τὴν πόλιν ἀναγκαζόμενος, ἀλλ' ἐν ταῖς οἰκίαις καὶ πόλεσι καὶ κώμαις καὶ ἀγροῖς τὸ σέβας προσ
10.85.1
φέροντες. Καὶ μετ' ὀλίγα δὲ πάλιν φησίν·" Τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν εἰς γενεὰν αὐτοῖς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα Κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα· ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι." Τὴν γὰρ δὴ μίαν τῶν ἀποστόλων γλῶτταν, Γαλιλαίαν οὖσαν, εἰς τὰς ἁπάντων τῶν ἐθνῶν κατεμέρισε γλώττας καὶ προσενήνοχεν ἅπασι τὴν σωτήριον
10.86.1
κλῆσιν. Καὶ μέντοι καὶ διὰ Ζαχαρίου ξύμφωνα προθεσπίζει·" Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών· διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔσονται αὐτῷ εἰς λαόν· καὶ κατασκηνώσω ἐν μέσῳ σου· καὶ γνώσῃ, ὅτι Κύριος
10.87.1
παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ." Ἐν δὲ τούτοις ὁ Μονο γενὴς καὶ τὸ οἰκεῖον καὶ τὸ τοῦ Πατρὸς ἐπέδειξε πρόσωπον. Ἀπεστάλθαι δὲ εἴρηκεν, ἐπειδήπερ οὐχ ὡς Θεός, ἀλλ' ὡς ἄνθ ρωπος ἐπεφάνη· πρέπει δὲ αὐτῷ τὴν ὑπὲρ τῶν ἀνθρώπων δικαιο σύνην παραγενομένῳ πληρῶσαι καὶ δεῖξαι τὴν ἐπαινουμένην
10.88.1
ὑπακοήν. Καὶ πάλιν·" Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ· καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν· καὶ πλῆ θος καὶ εἰρήνη ἐξ ἐθνῶν· καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσ
10.89.1
σης καὶ ἀπὸ ποταμῶν ἕως διεκβολῶν γῆς." Καὶ μετὰ πλεῖστα·" Καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἕν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον." Τί τούτων, ὦ ἄνδρες, ξυνεσκιασμένον ἢ σαφηνείας δεόμενον; ποῖον δὲ τῶν εἰρημένων οὐκ ἔχει βοῶσαν τῶν πραγμάτων τὴν
10.90.1
μαρτυρίαν; Ἀκούσατε δὴ καὶ διὰ Μαλαχίου τοῦ Θεοῦ τῶν ὅλων πρὸς τὸν Ἰσραὴλ λέγοντος·" Οὐκ ἔστι μοι θέλημα ἐν ὑμῖν, λέγει Κύριος· καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξα σται ἐν τοῖς ἔθνεσι· καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου καὶ θυσία καθαρά. Διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ· ὑμεῖς δὲ βεβηλοῦτε
10.91.1
αὐτό." Παράθετε, ὦ φιλότης, τοὺς λόγους τοῖς πράγμασι καὶ βλέπετε καὶ τὴν Ἰουδαίων ἀντιλογίαν καὶ τὴν τῶν ἐθνῶν ὁμολο γίαν καὶ τὴν πανταχῇ γῆς καὶ θαλάττης προσφερομένην θυσίαν τῷ Θεῷ τῶν ὅλων πνευματικήν, καὶ ὑμνήσατε τὸν οὕτως ἐναργῶς ταῦτα προαγορεύσαντα.
10.92.1
Εἰ δὲ βούλεσθε, καὶ τοῦ Δανιὴλ καὶ τοῦ Ἰεζεκιὴλ καὶ τοῦ Ἰωὴλ καὶ Μιχαίου καὶ Ωσηὲ τῶν ἄλλων προφητῶν ἀνάγ νωτε τὰ θεσπίσματα. Ἅπαντες γάρ τοι τὴν τῶν ἐθνῶν προαγο ρεύουσι σωτηρίαν· καὶ μέντοι καὶ πρὸς τὸν πατριάρχην Ἁβραὰμ τὰς ξυνθήκας ποιούμενος, διὰ τοῦ σπέρματος αὐτοῦ δώσειν τοῖς ἔθνεσι τὴν εὐλογίαν ὑπέσχετο·" Εὐλογήσω γάρ σε" ἔφη" καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς
10.93.1
γῆς." Καὶ ταύτην αὐτῷ οὐχ ἅπαξ, ἀλλὰ καὶ πολλάκις δέδωκε τὴν ὑπόσχεσιν· καὶ μέντοι καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τὴν αὐτὴν παρέσχε καὶ τῷ Ἰσαὰκ εὐλογίαν, καὶ μετ' ἐκεῖνον πάλιν τῷ Ἰακώβ. Ἐπειδὴ γὰρ ἐκ τοῦ σπέρματος ἐκείνων τὴν ἀνθρωπείαν φύσιν λαβὼν ὁ Μονογενὴς ἐνηνθρώπησεν, ἐνανθρωπήσας δὲ καὶ τὴν οἰκονομίαν τελέσας εἰς ἅπασαν τὴν οἰκουμένην τοὺς ἀπο στόλους ἐξέπεμψε καὶ προσέταξε μαθητεῦσαι πάντα τὰ ἔθνη εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, πιστεύσαντα δὲ τὰ ἔθνη τῆς σωτηρίας ἀπέλαυσεν, εἰκότως ἄρα καὶ τῷ Ἁβραὰμ καὶ τοῖς ἐξ ἐκείνου τήνδε παρέσχε τὴν εὐλογίαν, καὶ αὐτοῖς δῆλα ποιῶν τὰ ἐσόμενα καὶ τὸ μέγεθος τοῦ γέρως ἐπιδεικνὺς καὶ τοὺς τῶν θείων ἐπαΐοντας λογίων τῇ τῆς σωτη ρίας ἐλπίδι ψυχαγωγῶν.
10.94.1
Καὶ Ἰακὼβ δὲ ὁ πατριάρχης, εὐλογῶν τὸν Ἰούδαν, τῆς τῶν ἐθνῶν ἐμνημόνευσεν εὐλογίας·" Οὐκ ἐκλείψει" γὰρ ἔφη" ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ὃ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν." Καὶ ὁ Μωϋσῆς δὲ ὁ μέγας βοᾷ·" Εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ."
10.95.1
Τὰς δὲ τοῦ θεσπεσίου Δαυὶδ προφητείας τίς ἂν ῥᾳδίως ξυλλέ ξειεν; ἐν μὲν γὰρ τῷ δευτέρῳ ψαλμῷ τὸ τοῦ Σωτῆρος πρόσω πον ἀνειληφὼς λέγει·" Κύριος εἶπε πρός με· υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε· αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς." Ἐν δὲ τῷ ὀγδόῳ φησίν·" Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ μεγα λοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν. Ἐκ στόματος νηπίων καὶ
10.96.1
θηλαζόντων κατηρτίσω αἶνον." Ὁρῶμεν δὲ ταῦτα καθ' ἑκά στην τελούμενα. Ἐν δὲ τῷ ἐνάτῳ πάλιν πρὸς τὸν τῶν ὅλων λέγει Θεόν·" Ἀνάστηθι Κύριε· μὴ κραταιούσθω ἄνθρωπος· κριθήτωσαν ἔθνη ἐνώπιόν σου· κατάστησον Κύριε νομοθέτην ἐπ' αὐτούς· γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν." Ἐπειδὴ γὰρ εἰς ἀλογίαν ἐσχάτην ἐξέπεσε τῶν ἀνθρώπων τὸ γένος, ἀναγκαίως αὐτοῖς δοθῆναι νομοθέτην αἰτεῖ, ὥστε καὶ τὴν φύσιν ἐπιγνῶναι
10.97.1
καὶ τῆς θηριωδίας ἀπαλλαγῆναι. Ἐν δὲ τῷ πρώτῳ καὶ εἰκοστῷ·" Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς Κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ Κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν." Καὶ τὰ ἑξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν· προλέγει γὰρ τὸν ἐξ ἁπάντων τῶν ἐθνῶν νέον λαόν.
10.98.1
Καὶ ἵνα τὰ πλείονα παραλίπω, ἀκούσατε αὐτοῦ ἐν τῷ τεττα ρακοστῷ καὶ τετάρτῳ ψαλμῷ λέγοντος·" Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου· καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν." Καὶ πάλιν ἐν τῷ πέμπτῳ καὶ τετταρακοστῷ·" Σχολάσατε καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· ὑψωθήσομαι ἐν
10.99.1
τοῖς ἔθνεσιν· ὑψωθήσομαι ἐν τῇ γῇ." Ὁ δὲ μετὰ τοῦτον τὴν τῶν ἐθνῶν προαγορεύει σωτηρίαν·" Πάντα" γάρ φησι" τὰ ἔθνη κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιά σεως· ὅτι Κύριος ὕψιστος φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν
10.100.1
γῆν." Καὶ ὁ ἕβδομος δὲ καὶ ὁ ὄγδοος, καὶ μέντοι καὶ ὁ ἔνατος καὶ πάντες, ὡς ἔπος εἰπεῖν, οἱ ψαλμοὶ τὴν τῆς οἰκουμένης με ταβολὴν προθεσπίζουσι καὶ τὴν τῶν ἐθνῶν προκηρύττουσι κλῆσιν καὶ πίστιν, καὶ πρός γε τούτοις τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν τὴν προαιώνιον ὕπαρξιν, τὴν ἐκ τοῦ Πατρὸς γέννησιν, τὸν ἐκ παρθένου τόκον, τὰ θαύματα, τὰ παθήματα, τῶν Ἰουδαίων τὴν ἀπιστίαν, τὴν ἐκ νεκρῶν ἀνάστασιν, τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τὴν τοῦ Πνεύματος ἐπιφοίτησιν, τὸν εἰς ἅπασαν γῆν καὶ θάλατταν τῶν ἀποστόλων δρόμον.
10.101.1
Καὶ μὲν δὴ καὶ οἱ ἄλλοι προφῆται ταῦτα προλέγουσιν ἅπαντες. Ἐγὼ δὲ πάσας ξυναγαγεῖν τὰς προρρήσεις πάρεργον ὑπείληφα· πολλῶν γὰρ ἂν ἐδεήθην βιβλίων, καὶ πάσας γράφων καὶ περὶ ἑκάστης δέ γε τὰ πρόσφορα λέγων. Ἀρκεῖ δὲ ὑμῖν, ἂν ἐθέλητε, καὶ τῶν ἄλλων, ἐξ ὧν ἀκηκόατε, τὴν ἀλήθειαν διαγνῶναι. Σαφεῖς γὰρ αὗται καὶ ἀληθεῖς καὶ οἷόν τινες ἐναργεῖς εἰσι τῶν
10.102.1
πραγμάτων εἰκόνες. Ὥσπερ τοίνυν τῶν ἀρίστων ζωγράφων τὴν τέχνην ῥᾷον ἄν τις καταμάθοι, τῷ ἀληθινῷ καὶ ἀρχετύπῳ χαρα κτῆρι παρατιθεὶς τὴν εἰκόνα, οὕτω χρὴ καὶ ὑμᾶς καθάπερ ἰδέαν τινὰ τὴν προφητείαν ὑπὸ τοῦ σοφωτάτου προδιαγραφεῖσαν ζωγρά φου παραθεῖναι τοῖς πράγμασιν ἤδη λαβοῦσι τὸ πέρας καὶ τὸ τῆς
10.103.1
ὁμοιότητος θεάσασθαι ἀπαράλλακτον. Πάλαι μὲν γάρ, πρὶν δέ ξηται τὸ πέρας ἡ προφητεία, εἶχέ τινα πόνον τὸ πεῖσαι τοὺς τηνι καῦτα ἀνθρώπους, ὡς ἀληθῆ τὰ θεσπίσματα· ἐπειδὴ δὲ τὰ πάλαι καὶ πρόπαλαι προρρηθέντα νῦν ὁρῶμεν τετελεσμένα, καὶ τὰ ῥήματα ἐκεῖνα γενόμενα πράγματα, οὐ δεῖ πόνων ἡμῖν εἰς τὸ πεῖσαι τὰς ἀκοάς. Ἔχουσι γὰρ αὗται μαρτυροῦντα τὰ ὄμματα· καὶ περιττὸς ἡμῖν Ἡρόδοτος λέγων, ὅτι" τὰ ὦτα ὑπάρχει ἀνθρώποις ἀπιστότερα ἐόντα ὀφθαλμῶν," Ὁρῶσι γάρ που οἱ ὀφθαλμοί, ἅπερ ἀκούει τὰ ὦτα.
10.104.1
Ἐπειδὴ τοίνυν καὶ ὀλίγων προφητειῶν ἐπηκούσατε καὶ τὴν τῶν πραγμάτων ἑωράκατε μαρτυρίαν, παράθετε, ὦ ἄνδρες, τοῖς ὑμετέ ροις χρησμοῖς τῶν προφητῶν τὰ θεσπίσματα καὶ βοήσατε μετὰ τοῦ ἀποστόλου·" Τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ συμφώνη σις Χριστοῦ πρὸς Βελίαρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς
10.105.1
δὲ συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων;" Ναοὶ μὲν γὰρ τοῦ Θεοῦ τῶν προφητῶν οἱ χοροί· εἴδωλα δὲ κωφά, τὰ παρὰ τῶν ἐθνῶν προσκυνηθέντα, περὶ ὧν τὸ θεῖον πνεῦμά φησιν·" Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων· στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν· ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται· ὦτα ἔχουσι καὶ οὐκ ἀκούσονται· ῥῖνας ἔχουσι καὶ οὐκ ὀσφρανθήσονται· χεῖρας ἔχουσι καὶ οὐ ψηλαφήσουσι· πόδας ἔχουσι καὶ οὐ περιπατήσουσιν· οὐ φωνήσουσιν ἐν τῷ λάρυγγι αὐτῶν· οὐδὲ γὰρ ἔστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν. Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποι θότες ἐπ' αὐτοῖς." Ὑμᾶς δὲ γένοιτο μαθεῖν τὴν ἀλήθειαν καὶ τῆς προφητικῆς μὴ μεταλαχεῖν ἀρᾶς.