Graecarum affectionum curatio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
11.1.1
Ἀρίστιππον ἐκεῖνον ἴσως, ὦ ἄνδρες, ἀκούετε, τὸν Ἀριστίππου τοῦ Σωκράτους ἑταίρου θυγατριδοῦν. Οὗτος τῇ μητρὶ φιλοσο φούσῃ ξυνών, φιλοσοφίας ὡς πλεῖστον μετείληχεν. Ἔλαχε δὲ καὶ ὄνομα ξυντεθὲν ἐκ τοῦ πράγματος· μητροδίδακτον γὰρ
11.2.1
αὐτὸν ὠνόμαζον ἅπαντες. Ἀλλ' ἐκείνῳ μὲν ἤρκεσεν εἰς μετου σίαν φιλοσοφίας καὶ μόνα τῆς μητρὸς τὰ παιδεύματα· ὑμεῖς δέ, καὶ προφητῶν τοσούτων καὶ ἀποστόλων ἀκούοντες, καὶ μέντοι καὶ τῶν μετ' ἐκείνους ἐν διδασκαλίᾳ λαμψάντων, μαθεῖν οὐ βού λεσθε τὴν ἀλήθειαν. Τοῦτο δὲ ὑμῖν ξυμβαίνει τὸ πάθος, ἐπείπερ
11.3.1
ἀνόνητα τυχὸν ταυτὶ νομίζετε τὰ μαθήματα. Οὐ γὰρ Συρακου σίαν χλιδὴν οὐδέ γε ἀνειμένον καὶ ἁβροδίαιτον ἐπαγγέλλεται βίον οὐδὲ τὸν πολυάρατον πλοῦτον καὶ τῶν ἐκείνου ῥευμάτων τὸν εὔριπον, ἀλλ' ἱδρῶτας καὶ πόνους καὶ πολιτείαν πολύμοχθον.
11.4.1
Ταῦτα γὰρ ὑμῖν κατάδηλα, τὸ δέ γε τούτων τέλος ἀθέατον· μόνα γάρ που εἰωθότες τὰ ὁρώμενα βλέπειν, ἰδεῖν οὐ δύνασθε τῶν ἀοράτων τὴν φύσιν· τοὺς ὀφθαλμοὺς γὰρ ἐκείνους οὐκ ἔχετε,
11.5.1
ὧν ἡ πίστις δημιουργός. Ἐγὼ δὲ ὑμῖν, ὡς ἔμοιγε δυνατὸν καὶ ὑμῖν χωρητόν, δηλώσω καὶ ταῦτα, τῇ τῶν θείων λογίων πάλιν χρώμενος δᾳδουχίᾳ. Προύργου δὲ οἶμαι δεῖξαι καὶ νῦν ἐκ παραλ λήλου τῶν φιλοσόφων τὰς δόξας καὶ τῶν θείων εὐαγγελίων τὰ δόγματα, ἵνα γνῶτε, τί μὲν ἐκεῖνοι τέλος ὡρίσαντο, τί δὲ οἱ θεῖοι ἐπαγγέλλονται λόγοι.
11.6.1
Ὁ μὲν οὖν Ἐπίκουρος τὸ ἥδιστα ζῆν ὡρίσατο τέλος· τέλεον γὰρ ἀγαθὸν μόνην ἡγεῖτο τὴν ἡδονήν. Δημόκριτος δὲ ὁ Ἀβδη ρίτης, ὁ τῶν τούτου δογμάτων πατήρ, ἀντὶ τῆς ἡδονῆς τὴν εὐθυμίαν τέθεικεν, ὀνομάτων, οὐ δογμάτων ἐναλλαγὴν ποιησά
11.7.1
μενος. Καὶ Ἡράκλειτος δὲ ὁ Ἐφέσιος τὴν μὲν προσηγορίαν μετέβαλε, τὴν δὲ διάνοιαν καταλέλοιπεν· ἀντὶ γὰρ τῆς ἡδονῆς εὐαρέστησιν τέθεικεν. Ἔχει δέ τινα καὶ ἑτέραν ἔμφασιν οὗτος ὁ ὅρος· ἀορίστως γὰρ τὴν εὐαρέστησιν τέθεικε, τὸ δὲ αὐτῆς ποιὸν οὐ δεδήλωκεν. Διάφοροι δὲ τῶν ἀνθρώπων αἱ γνῶμαι· τοὺς μὲν γὰρ ἀρέσκει σωφροσύνη, τοὺς δὲ ἡ ταύτης ἐναντία κάκη· καὶ τοὺς μὲν ἀκρασία, τοὺς δὲ ἐγκράτεια· καὶ τούτους μὲν ἄδικος καὶ πλεονεκτικὸς βίος, ἐκείνους δὲ δίκαιος. Τὸ τοίνυν ἑκάστῳ ἀρέσκον, ἡδύ τε καὶ ἀξιέραστον, οὗτος ὡρίσατο τέλος, ἀντὶ τῆς
11.8.1
ἡδονῆς τὴν εὐαρέστησιν τεθεικώς. Ὁ δὲ πολυθρύλητος Πυθα γόρας τὴν τελεωτάτην τῶν ἀριθμῶν ἐπιστήμην ἔσχατον ὑπέλαβεν ἀγαθόν· ὁ Ἑκαταῖος δὲ τὴν αὐτάρκειαν, ὁ δὲ Ἀντισθένης τὴν ἀτυφίαν, Ἀναξαγόρας δὲ ὁ Κλαζομένιος τὴν θεωρίαν τοῦ βίου καὶ τὴν ἀπὸ ταύτης ἐλευθερίαν, φιλοσόφῳ δὴ πρέποντα ὁρισάμε νος ὅρον. Μέγιστον γὰρ ἀληθῶς ἀγαθὸν τὸ ξυνιδεῖν τῶν πραγ μάτων τὴν φύσιν καὶ τῶν ῥεόντων καταφρονῆσαι καὶ τὴν ψυχὴν
11.9.1
ἀδούλωτον καὶ ἐλευθέραν διατηρῆσαι. Πλάτων δὲ ὁ Ἀρίστωνος τῇ μεγαλονοίᾳ τοῦ ὅρου καὶ τοῦτον ἀπέκρυψε· τὸ γὰρ" ὁμοιωθῆ ναι τῷ θεῷ κατὰ τὸ δυνατὸν" τέλος ὡρίσατο ἀγαθῶν. Ἀξιέπαι νος μὲν οὖν καὶ ἡ περὶ τὴν μίμησιν τῶν θείων παραίνεσις· ἡ δὲ τοῦ" κατὰ τὸ δυνατὸν" προσθήκη ἀξιαγαστότερον τὸν ὅρον ἀπέφηνεν· οὐ γὰρ κατὰ πάντα δυνατὸν ὁμοιωθῆναι Θεῷ. Πῶς γὰρ ἄν τις ὁρατὸς ὢν ὁμοιωθείη τῷ ἀοράτῳ, καὶ βραχὺς ὢν καὶ τόπῳ σμικρῷ περιγεγραμμένος τῷ ἀπεριγράφῳ καὶ τὴν κτίσιν ξυνέχοντι, καὶ αὖ πάλιν τῷ αἰωνίῳ πρόσφατος ὤν, καὶ τῷ τὰ πάντα τεκτηναμένῳ μηδὲ πηχυαῖον οὐρανὸν δημιουργῆσαι δυνά
11.10.1
μενος; Τοιγάρτοι οὔτε τὴν φύσιν ἐκείνην οὔτε τὴν δύναμιν οὔτε μὴν τὴν σοφίαν μιμήσασθαι δυνατόν· τοῦ ἀγαθοῦ μέντοι καὶ δικαίου καὶ ἡμέρου καὶ φιλανθρώπου τύπους ἀμηγέπη τινὰς ἐκμά ξασθαι οἷόν τε. Καὶ γὰρ ὁ δεσπότης Χριστὸς ταύτην τοῖς τελειό τητος ἐφιεμένοις τὴν μίμησιν προὔθηκε·" Γίνεσθε" γάρ φησιν" οἰκτίρμονες, καθὼς καὶ ὁ πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν· ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς
11.11.1
καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους." Καὶ ὁ τοῦ Πλάτωνος δὲ διδάσκαλος, ὁ Σωφρονίσκου Σωκράτης, οὐ τὸν πλούτῳ περιρ ρεόμενον καὶ ἐξ οὐρίων φερόμενον, ἀλλὰ τὸν δικαιοσύνῃ κοσμού μενον εὐδαίμονα εἰώθει καλεῖν· καὶ ἀσεβεῖς ὠνόμαζε τοὺς τὸ ξυμφέρον τοῦ δικαίου χωρίζοντας· μόνον γὰρ εἶναι ξυμφέρον τὸ
11.12.1
δίκαιον ἔλεγεν. Οἱ δέ γε ῥήτορες τούτων ἐπαΐειν τῶν λόγων οὐκ ἤθελον· ἄλλο γάρ τι παρὰ τὸ ξυμφέρον εἶναι τὸ δίκαιον ἔλεγον, ἀξύμφορον ταύτῃ πῃ τὸ ξυμφέρον δεικνύντες· ἄδικον γὰρ δήπου θεν τὸ τοῦ δικαίου κεχωρισμένον· τὸ δέ γε ἄδικον βλαβερόν· τὸ
11.13.1
δὲ βλαβερὸν οὐκ ἂν εἰκότως κληθείη ξυμφέρον. Ὁ μὲν οὖν Πλάτων καὶ Σωκράτης καὶ ξύμφωνα ἐφάτην καὶ ἀξιέπαινα· Ἀριστοτέλης δέ, τῆς Πλάτωνος διδασκαλίας μεταλαχών, τούτων οὐκ ἀπώνατο τῶν δογμάτων, ἀλλὰ ξυμπληροῦσθαι τὴν εὐδαιμο νίαν ἐκ τριγενείας ἔφη, ἐκ τῶν κατὰ ψυχήν, ἐκ τῶν κατὰ σῶμα, ἐκ τῶν ἐκτός· χρῆναι γὰρ τὸν εὐδαίμονα ἔλεγε μὴ μόνον ἀρετῇ κοσμεῖσθαι, ἀλλὰ καὶ ῥώμην ἔχειν καὶ ὥρᾳ λάμπειν καὶ πλούτῳ περιρρεῖσθαι· τὸν δέ τινος τούτων ἐστερημένον ἥκιστα καλεῖσθαι
11.14.1
εὐδαίμονα. Μᾶλλον δὲ οὗτος, ὡς ἔοικεν, ἠκολούθησε Σιμωνίδῃ τῷ ποιητῇ· ἐκεῖνος γὰρ ἔφη·" Ὑγιαίνειν μὲν ἄριστον ἀνδρί· δεύτερον δὲ φυὰν καλὸν γενέσθαι· τρίτον δὲ πλουτεῖν ἀδόλως." Καὶ Θέογνις δὲ τὴν πενίαν φεύγειν παρεγγυᾷ καί φησιν· χρὴ πενίην φεύγοντα καὶ ἐς μεγακήτεα πόντον ῥιπτεῖν καὶ πετρῶν, Κύρνε, κατ' ἠλιβάτων.
11.15.1
Οἱ δὲ στωϊκοὶ ἐναντία τούτοις ἄντικρυς ἐψηφίσαντο. Τὸ γὰρ ἀκολούθως τῇ φύσει ζῆν ὡρίσαντο τέλος καὶ τὴν ψυχὴν ἔφασαν μηδὲν ὑπὸ τοῦ σώματος ἢ ὠφελεῖσθαι ἢ βλάπτεσθαι· οὔτε γὰρ εἰς ἀρετὴν αὐτὴν ἡ ὑγίεια μὴ βουλομένην βιάζεται, οὔτε εἰς κακίαν παρὰ γνώμην ἡ νόσος καθέλκει· ἀδιάφορα γὰρ ταῦτα ἔλε γον εἶναι. Ἐκεῖνο δέ γε αὐτῶν κομιδῇ τολμηρόν· ἀνθρώπου γάρ
11.16.1
τοι καὶ θεοῦ τὴν αὐτὴν ἔλεγον ἀρετήν. Ἐπίκουρος δέ, τὴν ἐναν τίαν τούτοις ὁδεύσας, τὸ μήτε πεινῆν μήτε διψῆν εὐδαιμονίαν ὡρίσατο, καὶ τούτων τὸν ἀπολαύοντα ἔλεγε κἂν Διῒ πατρὶ μάχεσθαι· οὕτως αὐτὸν τὸ φιλήδονον ἐπαιδοτρίβησεν εἰς ἀσέβειαν. Μὴ γὰρ δή τις μόνον ἴδῃ τὸ παρ' αὐτοῦ κωμῳδούμενον ὄνομα, τὸν Δία λέγω· τὸν γὰρ δὴ τῶν ὅλων Θεὸν οὕτω νοῶν ἐκεῖνος πέπονθεν ὁ τρισάθλιος,
11.17.1
τὴν βλασφημίαν ἐτόλμησεν. Τοῦτο δὲ τῷ αὐτομάτῳ καὶ τοῖς ἀτόμοις πιστεύων καὶ ἀνηγεμόνευτα εἶναι καὶ ἀτημέλητα τὰ πάντα ἡγούμενος καὶ τῶν βεβιωμένων οὐ προσμένων ἐξέτασιν, ἀλλὰ μέχρι τῶν τάφων εἶναι νομίζων τῶν ἀνθρώπων τὴν ξύστασιν.
11.18.1
Ὁ δὲ Πλάτων καὶ τὰ δικαστήρια τὰ ἐκεῖ καὶ τὰ κολαστήρια δείκνυσι καί φησιν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας·" Ἐνταῦθα δὴ ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν, παρεστῶτες καὶ καταμανθάνοντες τὸ φθέγμα, τοὺς μὲν ἰδίᾳ παραλαμβάνοντες ἦγον, τὸν δὲ Ἀρι δαῖον καὶ ἄλλους, ξυμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλήν, καταβαλόντες καὶ ἐκδείραντες εἷλκον παρὰ τὴν ὁδὸν
11.19.1
ἐκτός, ἐπ' ἀσπαλάθων κνάπτοντες." Κἀν τῷ Φαίδωνι δὲ τὰ παραπλήσια λέγει·" Τρίτος" γάρ φησι" ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει, καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει εἰς τόπον μέγαν πυρὶ πολλῷ καιόμενον καὶ λίμνην ποιεῖ μείζω τῆς παρ' ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ. Ἐντεῦθεν δὲ χωρεῖ κύκλῳ θολερὸς καὶ πηλώδης· περιελιττόμενος δέ, ἄλλοσέ τε ἀφικνεῖται καὶ παρ' ἔσχατα τῆς Ἀχερουσίας λίμνης καὶ οὐ ξυμ μίγνυται τῷ ὕδατι· περιελιχθεὶς δὲ πολλάκις ὑπὸ γῆν, ἐμβάλλει 11. κατωτέρω τοῦ Ταρτάρου. Οὗτος δέ ἐστιν, ὃν ἐπονομάζουσι Πυριφλεγέθοντα· οὗ καὶ οἱ ῥύακες ἀποσπάσματα ἀναφυσῶσιν, ὅπου ἂν τύχωσι τῆς γῆς. Τούτου δ' αὖ κατάντικρυ ὁ τέταρτος ἐκπίπτει εἰς τόπον δεινόν τε καὶ ἄγριον. Λέγεται δὲ χρῶμα ἔχειν ὅλον οἷον ὁ κυανός· ὃν δὴ ἐπονομάζουσι Στύγιον· καὶ τὴν λίμνην ποιεῖ ὁ ποταμὸς ἐμβάλλων Στύγα. Ὁ δὲ ἐμπεσὼν ἐνταῦθα καί τινας δυνάμεις λαβὼν ἐν τῷ ὕδατι, δὺς κατὰ τῆς γῆς καὶ περιελιττόμενος, χωρεῖ ἐναντίος τῷ Πυριφλεγέθοντι καὶ ἀπαντᾷ ἐν τῇ Ἀχερουσίᾳ λίμνῃ ἐξ ἐναντίας. Καὶ οὐδὲ τὸ ταύτης ὕδωρ οὐδενὶ μίγνυται, ἀλλὰ καὶ οὗτος κύκλῳ
11.20.1
περιελθὼν ἐμβάλλει εἰς τὸν Τάρταρον ἐναντίος τῷ Πυριφλε γέθοντι."
11.21.1
Καὶ ἵνα μὴ πάντα λέγων μακροτέραν ἐργάσωμαι τὴν διάλεξιν, ῥᾴδιον, ὦ ἄνδρες, ἐντυχεῖν τῷδε τῷ διαλόγῳ καὶ γνῶναι σαφῶς, ὅπως καὶ τὸ δικαστήριον ἐπιδείκνυσι καὶ τῶν τὰ σμικρὰ ἡμαρτη κότων τὰ ξύμμετρα ἐπιτίμια καὶ τῶν τὰ μεγάλα καὶ πλεῖστα ἠσεβηκότων τὰς ἀνηκέστους κολάσεις. Ὀλίγων δέ πῄ τινων ἀπομνημονεύσω κἀγώ· λέγει δὲ οὕτως·" Οἳ δ' ἂν δόξωσιν
11.22.1
ἀνηκέστως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους πολλοὺς καὶ ἀδίκους καὶ παρανό μους ἐξειργασμένοι ἢ ἄλλα, ὅσα τυγχάνει τοιαῦτα ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔποτ' ἐκβαίνουσιν. Οἳ δ' ἂν ἰατὰ μέν, μεγάλα δὲ δόξωσιν ἡμαρτηκέναι ἁμαρτήματα, οἷον πρὸς πατέρα ἢ πρὸς μητέρα ὑπ' ὀργῆς βίαιόν τι πράξαντες, καὶ μεταμέλον αὐτοῖς τὸν ἄλλον βίον βιῶσιν, ἢ ἀνδροφόνοι ἢ τοιούτῳ τινὶ ἄλλῳ τρόπῳ γένωνται, τούτους δεῖ ἐμπεσεῖν μὲν εἰς τὸν Τάρταρον, ἐμπεσόντας δὲ αὐτοὺς καὶ ἐνι αυτὸν ἐκεῖ γενομένους ἐκβάλλει τὸ κῦμα, τοὺς μὲν ἀνδροφόνους κατὰ τὸν Κωκυτόν, τοὺς δὲ πατραλοίας κατὰ τὸν Πυριφλεγέ
11.23.1
θοντα." Εἶτα διδάσκει, ὅπως βοῶσί τε καὶ ἱκετεύουσι τοὺς ἠδικημένους δοῦναι σφίσι ξυγγνώμην· ἔπειτα ἐκείνων ἀνανευόντων, ὅπως εἰς τὴν λίμνην αὖθις ἀναπεμπόμενοι τὰς αὐτὰς ὑπομένουσι τιμωρίας. Οὕτω δὴ τὰ κολαστήρια δείξας, παραδηλοῖ καὶ τῶν
11.24.1
εὖ βεβιωκότων τοὺς χώρους, ὧδέ πῃ λέγων·" Οἳ δ' ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως διαβιῶναι προκεκρίσθαι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν τόπων τῶν ἐν τῇ γῇ ἐλευθερούμενοι καὶ ἀπαλ λαττόμενοι ὥσπερ δεσμωτηρίων, ἄνω δὲ εἰς τὴν καθαρὰν οἴκησιν ἀφικνούμενοι καὶ ἐπὶ τῆς γῆς οἰκιζόμενοι. Τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι, οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι· ἀλλὰ τούτων δὴ εἵνεκα χρή, ὧν διεληλύθαμεν, ὦ Σιμμία, πᾶν ποιεῖν, ὥστε ἀρετῆς καὶ φρονήσεως μετασχεῖν.
11.25.1
Καλὸν γὰρ τὸ ἆθλον, καὶ ἡ ἐλπὶς μεγάλη." Κἀν τῷ Γοργίᾳ δὲ τὰ παραπλήσια λέγει·" Ἄκουε δὴ μάλα καλοῦ λόγου, ὃν σὺ μὲν ἡγήσῃ μῦθον, ὡς ἐγὼ οἶμαι, ἐγὼ δὲ λόγον· ὡς ἀληθῆ γὰρ ὄντα σοι λεγέσθω, ἃ μέλλω λέγειν." Καὶ μετ' ὀλίγα·" Τὸν δὲ δικαίως τὸν βίον διεληλυθότα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν· τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς κρίσεώς τε καὶ δίκης δεσμω
11.26.1
τήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι." Καὶ αὖθις·" Ἔπειτα γυμνοὺς κριτέον ἁπάντων τούτων· τεθνεῶτας γὰρ δεῖ κρίνεσθαι· καὶ τὸν κριτὴν δεῖ γυμνὸν εἶναι τεθνεῶτα, αὐτῇ τῇ ψυχῇ αὐτὴν τὴν ψυχὴν θεωροῦντα ἐξαίφνης ἀποθανόντος ἑκάστου, ἔρημον πάντων ξυγγενῶν, καταλιπόντα ἐπὶ γῆς πάντα ἐκεῖνον τὸν κόσμον, ἵνα δικαία ἡ κρίσις ᾖ."
11.27.1
Οὕτως ἀκριβῶς ὁ Πλάτων ἐπίστευεν εἶναι τὰ ἐν Ἅιδου κρι τήρια. Ἐντυχὼν γὰρ Ἑβραίοις ἐν Αἰγύπτῳ, τῶν προφητικῶν πάντως λογίων ἐπήκουσε καὶ τὸν τοῦ πυρὸς ἔμαθε ποταμόν, ὃν ὁ θεσπέσιος ἐθεάσατο Δανιήλ, καὶ τοὺς Ἡσαΐου τοῦ θειοτάτου κατέμαθε λόγους. Ἐκεῖνος γάρ που περὶ τῶν κολαζομένων φησίν·" Ὁ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ σβεσθήσεται." Καὶ πάλιν·" Τίς ἀναγγελεῖ ἡμῖν, ὅτι πῦρ
11.28.1
καίεται; τίς ἀναγγελεῖ ἡμῖν τὸν τόπον τὸν αἰώνιον;" Καὶ ἄλλα δὲ τοιαῦτα πλεῖστα ἔστι παρὰ τοῖς προφήταις εὑρεῖν. Ὁ δὲ φιλόσοφος τὰ μὲν ἐκεῖθεν λαβών, τὰ δὲ ἐκ τῶν Ἑλληνικῶν ἀναμίξας μύθων, τοὺς περὶ τούτων ἐποιήσατο λόγους· καὶ τὰ ἐφεξῆς δὲ τὴν αὐτὴν ἔχει διάνοιαν·" Τῶν" γάρ φησι" δικα στῶν, ὅπερ ἔλεγον, πρῶτον μὲν ὁ Ῥαδάμανθυς ἐκεῖνος, ἂν τοιοῦ τόν τινα λάβῃ, ἄλλο μὲν περὶ αὐτοῦ οὐκ οἶδεν οὐδέν, οὔτε ὅστις οὔτε ὧντινων, ὅτι δὲ πονηρός τις· καὶ τοῦτο κατιδὼν ἀπέπεμψεν εἰς τὸν Τάρταρον, ἐπισημαινόμενος, ἐάν τε ἰάσιμος, ἐάν τε ἀνίατος εἶναι δοκῇ· ὁ δὲ ἐκεῖσε ἀφικόμενος τὰ προσήκοντα πάσχει. Ἐνίοτε δέ, Ἕλληνος ἰδὼν ὁσίως βεβιωκυῖαν καὶ μετὰ ἀληθείας, ἀνδρὸς ἰδιώτου ἢ ἄλλου τινός, μάλιστα μέν, ὡς ἔγωγέ φημι, ὦ Καλ λίκλεις, φιλοσόφου τὰ αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαν τος ἐν τῷ βίῳ, ἠγάσθη τε καὶ εἰς μακάρων νήσους ἀπέπεμψεν."
11.29.1
Καὶ μετὰ βραχέα ἐπήγαγεν·" Ἐγὼ μέν, ὦ Καλλίκλεις, ὑπὸ τούτων τῶν λόγων πέπεισμαι καὶ σκοπῶ, ὅπως ἀποφανοῦμαι τῷ κριτῇ ὡς ὑγιεστάτην τὴν ψυχήν. Χαίρειν οὖν ἐάσας τὰς τιμὰς τῶν πολλῶν ἀνθρώπων, τὴν ἀλήθειαν ἀσκῶν πειράσομαι τῷ ὄντι, ὡς ἂν δύνωμαι, βέλτιστος ὤν, καὶ ζῆν, καὶ ἐπειδὰν ἀποθνῄσκω, ἀποθνῄσκειν. Παρακαλῶ δὲ καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους, καθ' ὅσον δύναμαι· καὶ δὴ σὲ ἀντιπαρακαλῶ ἐπὶ τοῦτον τὸν βίον, τὸν ἀγῶνα τοῦτον, ὅν φημι ἀντὶ πάντων τῶν ἐνθάδε ἀγώνων εἶναι· καὶ ὀνειδίζω σε, ὅτι οὐχ οἷός τε εἶ σαυτῷ βοηθῆσαι, ὅταν
11.30.1
ἡ δίκη σοι ᾖ καὶ ἡ κρίσις, ἣν νῦν ἔλεγον. Ἀλλ' ἐλθὼν παρὰ τὸν δικαστὴν ἐκεῖνον, τὸν τῆς Αἰγίνης υἱόν, ἐπειδάν σε ἐπιλαβόμενος ἐκεῖνος ἄγῃ, χασμήσει καὶ ἰλιγγιάσεις οὐδὲν ἧττον ἢ ἐγὼ ἐνθάδε καὶ σὺ ἐκεῖ· καί σε ἴσως τυπτήσει καὶ ἐπὶ κόρρης ἀτίμως καὶ πάντως προπηλακιεῖ. Τάχα δ' οὖν ταυτὶ μῦθός σοι δοκεῖ λέ γεσθαι, ὥσπερ ὑπὸ γραός, καὶ καταφρονήσεις αὐτῶν· καὶ οὐδέν γ' ἂν ἦν θαυμαστὸν καταφρονεῖν τούτων, εἰ ἐπιζητοῦντες εἴχομεν τούτων βελτίω καὶ ἀληθέστερα εὑρεῖν· νῦν δὲ ὁρᾷς, ὅτι τρεῖς ὄντες ὑμεῖς, οἵπερ σοφώτατοί ἐστε τῶν Ἑλλήνων, σύ τε καὶ Πῶλος καὶ Γοργίας, οὐκ ἔχετε ἀποδεῖξαι, ὡς χρὴ ἄλλον τινὰ βίον ζῆν ἢ τοῦτον, ὅσπερ ἐκεῖσε φαίνεται ξυμφέρων."
11.31.1
Τοιαῦτα κἀν τῷδε τῷ διαλόγῳ καὶ περὶ τῶν αὐτόθι διεξῆλθε καὶ σοφῶς μάλα παρῄνεσεν ἐπιμεληθῆναι τούτων, ἃ τῶν ἐκεῖ κολαστηρίων ἐλευθεροῖ. Κἀν τῷ Κρίτωνι δὲ τοὺς νόμους εἰσάγει λέγοντας τῷ Σωκράτει·" Ἀλλ' ὦ Σώκρατες, πειθόμενος ἡμῖν τοῖς σοῖς τροφεῦσι, μήτε παῖδας περὶ πλείονος ποιοῦ μήτε τὸ ζῆν μήτε ἄλλο μηδὲν πρὸ τοῦ δικαίου, ἵνα εἰς Ἅιδου ἐλθὼν ἔχῃς
11.32.1
ταῦτα πάντα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν." Ἐν δὲ τῇ Ἀπολογίᾳ καὶ ἀγαθὸν εἶναι λέγει τὸν θάνατον·" Ἐννοήσωμεν" γὰρ ἔφη" καὶ τῇδε, ὡς πολλὴ ἐλπίς ἐστιν ἀγαθὸν αὐτὸ εἶναι. Δυοῖν γὰρ θάτερόν ἐστι τὸ τεθνάναι· ἢ γὰρ οἷον μηδέν τι εἶναι μηδὲ αἴσθησιν μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεῶτα· ἢ καὶ κατὰ τὰ λεγόμενα μεταβολή τις τυγχάνει οὖσα καὶ μετοίκησις τῆς ψυχῆς τοῦ τόπου τοῦ ἐνθένδε εἰς ἄλλον."
11.33.1
Ἀλλὰ ταῦτα μὲν αὐτοῦ ἐπαινετέον, εἰ καί τινα ἐπιμιξίαν ἔχει τῶν νόθων δογμάτων, τὸν Ῥαδάμανθυν καὶ τὸν Μίνω καὶ τὰς μακάρων νήσους, καὶ μέντοι καὶ τὸ μόνας κολάζεσθαι τὰς ψυχὰς τῶν σωμάτων κεχωρισμένας. Ταῦτα γάρ που τῶν τῆς ἀληθείας δογμάτων ἀλλότρια· ἔχει δέ τινα σμικρὰν ἀμηγέπη ξυγγνώμην,
11.34.1
τῆς ἀποστολικῆς διδασκαλίας οὐ μετασχών. Τὰς δὲ μετενσωμα τώσεις, ἃς ἐκ τῶν Πυθαγόρου δογμάτων ἐκεῖνος ὑφείλετο, παν τάπασιν, ὦ ἄνδρες, φευκτέον. Κομιδῇ γάρ τοι ἐκεῖνα τὰ δόγματα καταγέλαστα. Περὶ γὰρ δὴ τῶν ψυχῶν τῶν εἰς τὰ σώματα καταπεμπομένων ἐν τῷ Φαίδωνι ἔφη, ὡς ἐνδοῦνται αὗται, ὥσπερ εἰκός, εἰς τὰ τοιαῦτα ἤθη, οἷα ἄττα ἂν καὶ μεμελετηκυῖαι τυγ
11.35.1
χάνωσιν ἐν τῷδε τῷ βίῳ·" Τὰ ποῖα δὴ ταῦτα λέγεις, ὦ Σώκρατες; {–} Οἷον τοὺς μὲν γαστριμάργους τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν θηρίων εἰκὸς ἐνδύεσθαι, ἢ οὐχί; {–} Πάνυ γε εἰκὸς λέγεις. {–} Τοὺς δὲ ἀδικίας καὶ τυραννίδας καὶ ἁρπαγὰς προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη· ἢ ποῖ ἂν ἄλλοσε φαῖμεν τὰς τοιαύτας ἰέναι; {–} Ἀμέλει,
11.36.1
ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα." Καὶ ἵνα μὴ πάντα λέγων μηκύνω, ἔστιν εὑρεῖν αὐτὸν λέγοντα τῶν τὴν πολιτικὴν ἀρετὴν ἠσκηκότων τὰς ψυχὰς εἰς μελίττας μετενσωματουμένας καὶ σφῆκας καὶ μύρμηκας καὶ εἴς γε τὸ ἀνθρώπειον γένος. Ταῦτα δὲ οὐ μόνον γέλωτος ἄξια, ἀλλὰ καὶ οἷς ἤδη εἴρηκεν ἄντικρυς
11.37.1
ἐναντία. Ἐν ἐκείνοις μὲν γὰρ ἔφη κολάζεσθαι τὰς ψυχάς, τὰς μὲν εἰς τὸν Ἀχέροντα καὶ εἰς τὴν Ἀχερουσίαν λίμνην, τὰς δὲ εἰς τὴν Στύγα καὶ Κωκυτὸν καὶ Πυριφλεγέθοντα βαλλομένας· καὶ τοὺς μὲν ἀνίατα ἐπταικότας ἐν τῷ Ταρτάρῳ τοῖς τοῦ Πυρι φλεγέθοντος ἀεὶ ξυμπεριφέρεσθαι ῥεύμασι, τοὺς δέ γ' ἰάσιμα πλημμελήσαντας, φερομένους ὑπὸ τοῦ κύματος, ἀντιβολεῖν τοὺς ὑπὸ σφῶν ἠδικημένους, ἐπὶ τῆς ὄχθης φαινομένους, καὶ πάλιν ὑπὸ τοῦ κύματος εἰς τὴν λίμνην ἀπάγεσθαι· ἐνταῦθα δὲ τοὺς μὲν ταῖς ἡδυπαθείαις δεδουλευκότας ὄνους γίνεσθαι ἔφη, τοὺς δὲ τυραννικὸν καὶ ἁρπακτικὸν βίον ἠγαπηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων εἰσάγεσθαι σώματα, τοὺς δέ γε τὴν πολι τικὴν ἀσκήσαντας ἀρετὴν τρισολβίων ἀπολαύειν ἄθλων, σφῆκας γινομένους καὶ μελίττας καὶ μύρμηκας· τοιαῦτα γὰρ τοῖς ἀρετῆς ἐπιμελουμένοις ὁ φιλόσοφος ἀπένειμε γέρα.
11.38.1
Καὶ ταῦτα δὲ ἄντικρυς ἐναντία· ἐν μὲν γὰρ τοῖς πρόσθεν εἰρημένοις εἰς μακάρων αὐτοὺς ἀπέπεμψε νήσους, τὰς δὲ τῶν φιλοσόφων οἰκήσεις οὐδὲ λόγῳ ῥητὰς ἔφησεν εἶναι· ἐνταῦθα δὲ σφηκῶν αὐτοῖς καὶ μελιττῶν καὶ μυρμήκων ἀπεκλήρωσε βίον, καὶ τοὺς ἐν τῷ προτέρῳ βίῳ μηδὲν ἠδικηκότας ἆθλον ἔφη λαμ
11.39.1
βάνειν τὸ ἀδικεῖν καὶ λωβᾶσθαι τοῖς ἄλλοις. Καὶ γὰρ καὶ σφῆκες καὶ μέλιτται πλήττειν τῷ κέντρῳ πεφύκασι, καὶ μύρμηκες συλῶσι τὰ λήϊα καὶ τοῖς γηπόνοις ξυνδιανέμονται τοὺς καρπούς, ἥκιστα κεκοινωνηκότες τῶν πόνων· καὶ οἱ σφῆκες δὲ τοῖς φυτουρ γοῖς πολεμοῦσι, τὸν τῶν φυτῶν καρπὸν διαφθείροντες· τοῦτο δὲ ἀμηγέπη καὶ αἱ μέλιτται δρῶσιν. Ἀλλὰ τούτων οὐδὲν ξυνεῖδε τῶν φιλοσόφων ὁ ἄριστος, ἀλλ' εἰς μόνον ἐπεῖδε τοῦ πρώτου γε ταῦτα εἰρηκότος τὸ κλέος.
11.40.1
Καὶ ἑτέρωθι δὲ τοιαῦτα ἄττα μυθολογεῖ καί φησιν·" Εἰς μὲν γὰρ τὸ ὅθεν ἥκει ψυχὴ ἑκάστη, οὐκ ἀφικνεῖται ἐτῶν μυρίων. Οὐ γὰρ πτεροῦται πρὸ τοσούτου χρόνου, πλὴν ἡ τοῦ φιλοσοφήσαντος ἀδόλως ἢ παιδεραστήσαντος μετὰ φιλοσοφίας. Αὗται δὲ τρίτῃ περιόδῳ τῇ χιλιετίᾳ ἐῶνται· τρὶς δὲ ἐφεξῆς τὸν βίον τοῦτον οὕτω πτερωθεῖσαι, τῷ χιλιοστῷ ἔτει ἀπέρχονται. Αἱ δὲ ἄλλαι, ὅταν τὸν πρῶτον βίον τελευτήσωσι, κρίσεως ἔτυχον· κριθεῖσαι δέ, αἱ μὲν εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἐλθοῦσαι, δίκην τίνουσιν· αἱ δὲ εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς δίκης κουφισθεῖσαι, διάγουσιν
11.41.1
ἀξίως οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου." Καὶ τούτων δὲ τὴν ἀτοπίαν τῶν λόγων καταμαθεῖν εὐπετές. Τίς γάρ που αὐτὸν τὰς τῶν ἐτῶν ἐδίδαξε μυριάδας, καὶ ὅτι μυρίων διεληλυθότων ἐτῶν, τότε τῶν ψυχῶν ἑκάστη εἰς ἴδιον ἐπανέρχεται χῶρον; τὰ δὲ μεταξὺ τούτων οὐδὲ τοῖς ἄγαν ἀσελγεστάτοις ἥρμοττε λέγειν– ἤπου γε φιλοσόφῳ; Τοῖς γὰρ τὴν ἀκραιφνῆ φιλοσοφίαν κατωρθω κόσι τοὺς ἀκολάστους καὶ παιδεράστας ξυνέζευξε, καὶ τούτους κἀκείνους τῶν αὐτῶν ἄθλων ἔφησεν ἀπολαύσεσθαι.
11.42.1
Ἀλλὰ τούτων πάλιν τῶν λόγων ἐπιλαθόμενος– τὸν γὰρ οὐρανὸν ταῖς τοιαύταις ψυχαῖς ἀπεκλήρωσεν–, ἐν τῇ Πολιτείᾳ τὴν Ὀρφέως ψυχὴν κύκνειον ἔφη σῶμα λαχεῖν, καὶ ἀετὸν μὲν ἔφη γενέσθαι τὸν Ἀγαμέμνονα, λέοντα δὲ τὸν Αἴαντα, ἀθλητὴν δὲ τὴν Ἀταλάντην, καὶ πίθηκον τὸν Θερσίτην, οὐκ οἶδα ὅτου χάριν τήνδε τῶν δογμάτων τὴν ἀλογίαν ἐνθεῖναι τοῖς λόγοις κατα δεξάμενος· δῆλος μέντοι ἐστὶ παίζων μᾶλλον ἢ σπουδάζων ἐν οἷς τὰς μετενσωματώσεις διέξεισι· πολλαχοῦ γὰρ τὰ ἐν Ἅιδου κο λαστήρια δείκνυσιν. Ἐγὼ δ' εἰς ταῦτα τρέψομαι πάλιν, ἵνα μὴ
11.43.1
ἐπ' ἐκείνων δὴ τῶν γελοίων τὸν φιλόσοφον καταλείπω λόγων. Ἀκούσατε τοίνυν αὐτοῦ λέγοντος·" Ἀλλ' οὐ μέντοι σοι, ἦν δ' ἐγώ, Ἀλκίνου γε ἀπόλογον ἐρῶ, ἀλλ' ἀλκίμου μὲν ἀνδρός, Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος δὲ Παμφύλου· ὃς ἐν τῷ πολέμῳ τελευτήσας, ἀναιρεθέντων δεκαταίων νεκρῶν ἤδη διεφθαρμένων, ὑγιὴς μὲν ἀνῃρέθη, κομισθεὶς δὲ οἴκαδε, μέλλων θάπτεσθαι, δωδεκαταῖος ἐπὶ τῇ πυρᾷ κείμενος ἀνεβίω, ἀναβιοὺς δὲ ἔλεγεν, ἃ
11.44.1
ἐκεῖ εἶδεν. Ἔφη δέ, ἐπειδὴ οἱ ἐκβῆναι τὴν ψυχήν, πορεύεσθαι ἤδη μετὰ πολλῶν, καὶ ἀφικνεῖσθαι σφᾶς εἰς τόπον τινὰ δαιμόνιον, ἐν ᾧ τῆς τε γῆς εἶναι δύο χάσματα ἐχόμενα ἀλλήλοιν, καὶ τοῦ οὐρανοῦ αὖ ἐν τῷ ἄνω ἄλλα καταντικρύ· δικαστὰς δὲ μεταξὺ τού των καθῆσθαι, οὕς, ἐπειδὰν δικάσαιεν, τοὺς μὲν δικαίους κελεύειν πορεύεσθαι τὴν εἰς δεξιάν τε καὶ ἄνω διὰ τοῦ οὐρανοῦ, σημεῖα περιρράψαντας τῶν δεδικασμένων ἐν τῷ πρόσθεν, τοὺς δὲ ἀδίκους τὴν εἰς ἀριστεράν τε καὶ κάτω, ἔχοντας καὶ τούτους ἐν τῷ ὄπισθεν σημεῖον ἁπάντων, ὧν ἔπραξαν. Αὐτοῦ δὲ προσελθόντος, εἰπεῖν, ὅτι δέοι αὐτὸν ἄγγελον ἀνθρώποις γενέσθαι τῶν ἐκεῖ, καὶ διακελεύεσθαι διακούειν τε καὶ θεᾶσθαι πάντα τὰ ἐν τῷ τόπῳ."
11.45.1
Οὗτοι ἀληθῶς ἄξιοι τῆς φιλοσοφίας οἱ λόγοι. Οὐ γὰρ εἰς ἀλό γων σώματα καταπέμπουσι τὰς ψυχάς, ἀλλ' εἰς οὐρανὸν μὲν τὰς εὖ βεβιωκυίας, κάτω δὲ εἰς Ἅιδου τὰς τἀναντία προελομένας. Δῆλος τοίνυν ἐστίν, ὡς ἐκεῖνα μὲν παίζων, ταῦτα δὲ λέγει σπουδάζων.
11.46.1
Καὶ μέντοι καὶ ὁ Πλούταρχος, ἐν οἷς Περὶ ψυχῆς ἔγραψε, καὶ τὸν δικαστὴν ὑπέδειξε καὶ τοῦ δικαστηρίου τοὺς ὑπηρέτας, διήγημά τι τοιοῦτον ἐνθεὶς τῷ ξυγγράμματι·" Ἀντύλλῳ" φησί" τούτῳ καὶ αὐτοὶ παρῆμεν ἅμα Σωσιτέλει καὶ Ἡρακλέωνι διηγουμένῳ. Ὡς γὰρ ἀβιώτως ἔχειν ἐδόκει τοῖς ἰατροῖς, ἀνε νεχθεὶς μικρὸν ἔκ τινος οὐ βιαίου καταφορᾶς, ἄλλο μὲν οὔτε ἔπραξεν οὔτε εἶπε παρακινητικόν, ἔλεγε δὲ τεθνάναι καὶ πάλιν ἀφεῖσθαι καὶ μὴ τεθνήξεσθαι τὸ παράπαν ὑπὸ τῆς ἀρρωστίας ἐκείνης, ἀλλὰ καὶ κακῶς ἀκηκοέναι τοὺς ἀγαγόντας αὐτὸν ὑπὸ τοῦ κυρίου· πεμφθέντας γὰρ ἐπὶ Νικανδᾶν, αὐτὸν ἥκειν ἀντ' ἐκείνου κομίζοντας· ὁ δὲ Νικανδᾶς ἦν σκυτοτόμος." Λέγει δὲ καὶ ὡς, τοῦ Νικανδᾶ τελευτήσαντος, παραυτίκα ὁ Ἄντυλλος ἐρρώσθη.
11.47.1
Ὁποῖα μὲν οὖν τῶν φιλοσόφων τὰ δόγματα, καὶ ὡς οἱ μὲν αὐτῶν τῇ γαστρὶ τὴν εὐδαιμονίαν ἐμέτρησαν, οἱ δὲ καὶ τελειοτέ ρων ἥψαντο λόγων, καὶ οἱ μὲν μέχρι τῶν τάφων ἐνόμισαν εἶναι τῶν ἀνθρώπων τὸν βίον, οἱ δὲ καὶ τὰς τῶν βεβιωμένων ὠνειροπό λησαν ἀντιδόσεις καὶ ὑπέδειξαν, ὡς ἐνῆν τῷ λόγῳ, τὰ φρίκης γέμοντα κολαστήρια, οὐδὲ ταῦτα τῶν μύθων καταλελοιπότες ἐλεύθερα, δι' ὧν εἰρήκαμεν, μεμαθήκατε. Ὥρα δὲ λοιπὸν ὑμᾶς
11.48.1
καὶ τὰ θεοπρεπῆ τῶν ἱερῶν εὐαγγελίων δόγματα θεωρῆσαι. Ἀρχὴν τοίνυν τῶν ἀγαθῶν οὗτοί γε εἶναί φασι τὸν ἐπαινούμενον φόβον·" Ἀρχὴ γὰρ σοφίας φόβος Κυρίου", κατά γε τὸν Σολο μῶντα καὶ τὸν ἐκείνου πατέρα· τέλος δὲ τὸν τοῖς θείοις νόμοις διακοσμούμενον βίον·" Μακάριοι" γάρ φησιν" οἱ ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι ἐν νόμῳ Κυρίου· μακάριοι οἱ ἐξερευνῶντες
11.49.1
τὰ μαρτύρια αὐτοῦ· ἐν ὅλῃ καρδίᾳ ἐκζητήσουσιν αὐτόν." Τοῦτο δὲ κἀν τοῖς θείοις εὐαγγελίοις ὁ τῶν ὅλων Σωτὴρ ἐξεπαίδευσεν. Μακαρίζει γὰρ οὐ τοὺς πλουτοῦντας καὶ τρυφῶντας καὶ κατὰ ῥοῦν φερομένους, ἀλλὰ τοὺς πτωχοὺς τῷ πνεύματι καὶ τοὺς πραεῖς καὶ τοὺς ἐλεήμονας καὶ τοὺς πεινῶντας καὶ διψῶντας τὴν δικαιοσύνην καὶ τοὺς ὑπὲρ ἀγαθοῦ τινος κακῶς πάσχειν ἀνεχομέ νους, καὶ τοῖς ταῦτα καὶ τὰ τοιαῦτα κατορθοῦσιν ὑπισχνεῖται τῶν
11.50.1
οὐρανῶν τὴν βασιλείαν. Προύργου δὲ οἶμαι καὶ αὐτοὺς ὑμῖν τοὺς ἐν εὐφημίας εἴδει γραφέντας ἀναγνῶναι νόμους·" Μακά ριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθή σονται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθή σονται. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν
11.51.1
ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν." Καὶ τἄλλα δέ, ὦ ἄνδρες, τὴν αὐτὴν ἔχει διάνοιαν· ἀλλ' ἀρκεῖ καὶ ταῦτα δηλῶσαι τὸν τοῦ νομοθέτου σκοπόν, καὶ πρὸς ποῖον ἡμᾶς ἀφορᾶν ἐδίδαξε τέλος. Οὔτε γὰρ πλοῦτον καραδοκεῖν ἐκέλευσεν οὔτε σώματος ὥραν καὶ ὑγείαν, ἀλλὰ τῆς ἀρετῆς τοὺς ἱδρῶτας καὶ τοὺς ὑπὲρ ταύτης
11.52.1
κινδύνους καὶ τὰ μέγιστα αὐτῆς ἆθλα καὶ ἄρρητα. Τίς γὰρ ἱκα νὸς λόγος τεκμηριῶσαι βασιλείαν οὐρανῶν ἀνώλεθρόν τε καὶ ἄπειρον καὶ βίον ἀγήρω καὶ ἄλυπον καὶ φροντίδων ἐλεύθερον; περὶ τούτων ὁ θεσπέσιος Παῦλος βοᾷ·" Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν." Εἰ δὲ ὁ τούτων αὐτό πτης οὐκ ἴσχυσεν εἰπεῖν, ἅπερ ἰδεῖν ἠξιώθη, σχολῇ γ' ἂν ἄλλος
11.53.1
τῶν ἀφράστων κατατολμήσοι. Ὅτι δὲ καὶ οὗτος τέλος ὡρίσατο τῶν ἀγαθῶν τὴν ζωὴν τὴν αἰώνιον, ἀκούσατε αὐτοῦ Ῥωμαίοις γράφοντος·" Ὅτε γὰρ ἦτε δοῦλοι τῆς ἁμαρτίας, ἐλεύθεροι ἦτε τῇ δικαιοσύνῃ. Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαι σχύνεσθε; Τὸ μὲν γὰρ τέλος ἐκείνων θάνατος· νυνὶ δέ, ἐλευθε ρωθέντες ἀπὸ τῆς ἁμαρτίας, δουλωθέντες δὲ τῷ Θεῷ, ἔχετε τὸν καρπὸν ὑμῶν εἰς ἁγιασμόν, τὸ δὲ τέλος ζωὴν αἰώνιον. Τὰ γὰρ ὀψώνια τῆς ἁμαρτίας θάνατος· τὸ δὲ χάρισμα τοῦ Θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν." Ἀρκεῖ μέν, φησί,
11.54.1
καὶ αὐτὴ καθ' ἑαυτὴν ἡ τῆς ἐλευθερίας δωρεὰ τὸν τῆς εὐσεβείας ὑμῖν ἐπιδεῖξαι καρπόν, ἐκ φιλοτιμίας δὲ ὅμως ὁ φιλόδωρος καὶ μεγαλόδωρος Κύριος καὶ τὴν αἰώνιον ὑμῖν δωρεῖται ζωήν, ἵνα ἁμαρτίας καὶ δικαιοσύνης τὸ διάφορον καταμάθητε. Ἡ μὲν γὰρ
11.55.1
τέλος ἔσχε τὸν θάνατον, ἡ δὲ τὴν ζωὴν τὴν αἰώνιον. Εἶτα μετὰ πλεῖστα καὶ τὸ μέγιστον ἐπιδείκνυσι τῶν δωρεῶν·" Ὅσοι γάρ" φησι" πνεύματι Θεοῦ ἄγονται, οὗτοί εἰσιν υἱοὶ Θεοῦ· οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλ' ἐλάβετε πνεῦμα υἱοθεσίας, ἐν ᾧ κράζομεν Ἀββᾶ ὁ πατήρ· αὐτὸ τὸ πνεῦμα συμ μαρτυρεῖ τῷ πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα Θεοῦ. Εἰ δὲ τέκνα, καὶ κληρονόμοι· κληρονόμοι μὲν Θεοῦ, συγκληρονόμοι δὲ
11.56.1
Χριστοῦ, εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν." Καὶ Γαλάταις δὲ ἐπιστέλλων τὰ παραπλήσια ἔφη·" Ὥστε οὐκέτι εἶ δοῦλος, ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος Θεοῦ διὰ Χρισ τοῦ." Καὶ Τιμοθέῳ δὲ τὴν αὐτὴν διάνοιαν γέγραφεν·" Πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν,
11.57.1
καὶ συμβασιλεύσομεν." Καὶ ἄλλην δὲ γράψας αὐτῷ ἐπιστολήν, καὶ ταῦτα ἐντέθεικεν·" Ἐγὼ γὰρ ἤδη σπένδομαι· καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν. Τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής, οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσι τοῖς ἠγαπηκόσι τὴν ἐπιφάνειαν αὐτοῦ."
11.58.1
Οὗτος καὶ περὶ τῆς τῶν σωμάτων ἀναστάσεως καὶ Κορινθίοις καὶ Θεσσαλονικεῦσι καὶ Φιλιππησίοις καὶ πολλοῖς ἄλλοις ἐπέ στειλεν. Καὶ νῦν μέν, φησί," σπείρεται ἐν φθορᾷ, ἐγείρεται ἐν ἀφθαρσίᾳ· σπείρεται ἐν ἀτιμίᾳ, ἐγείρεται ἐν δόξῃ· σπείρεται ἐν ἀσθενείᾳ, ἐγείρεται ἐν δυνάμει· σπείρεται σῶμα ψυχικόν, ἐγεί
11.59.1
ρεται σῶμα πνευματικόν." Αὖθις δέ·" Σαλπίσει γάρ, καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς ἀλλαγησόμεθα· δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν." Καὶ πάλιν·" Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπάρχει· ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν εἰς τὸ γενέσθαι αὐτὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ."
11.60.1
Καὶ αὐτὸς δὲ ὁ Κύριος πρὸς τοὺς Ἰουδαίους ἔφη·" Ὅτι υἱὸς ἀνθρώπου ἐστί, μὴ θαυμάζετε τοῦτο· ὅτι ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν τοῖς μνημείοις ἀκούσονται τῆς φωνῆς αὐτοῦ, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ
11.61.1
δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως." Καὶ πάλιν, τὰ περὶ τοῦ κοινοῦ διηγούμενος τέλους, καὶ ταῦτα προστέθεικεν·" Εὐθέως δὲ μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκο τισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρα νῶν σαλευθήσονται· καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ· καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς." Διὰ δὲ τούτων δηλοῖ τῶν ἠπιστηκότων τὸν θρῆνον. Εἶτα
11.62.1
τὴν περὶ τῶν παρθένων παραβολὴν εἰπών, καὶ ὡς αἱ μὲν εἰσῆλθον εἰς τὸν νυμφῶνα φέρουσαι τὰς λαμπάδας, αἱ δὲ μωραὶ τῆς παστά δος ἀπεστερήθησαν, ἐπειδήπερ αἱ λαμπάδες ἐσβέσθησαν, προσθεὶς δὲ καὶ τὰ τῶν ταλάντων καὶ τῶν οἰκετῶν τῶν σπουδαίων καὶ τοῦ ἀργοῦ τοῦ τὸ τάλαντον κατακρύψαντος καὶ τῷ ἐξωτάτῳ σκότει
11.63.1
παραπεμφθέντος, ἐπήγαγεν·" Ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώ που ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἅγιοι ἄγγελοι αὐτοῦ μετ' αὐτοῦ, τότε καθήσεται ἐπὶ θρόνου δόξης αὐτοῦ, καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη. Καὶ ἀφορίσει αὐτοὺς ἀπ' ἀλλή λων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων· καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύ μων. Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλο γημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γάρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνός, καὶ περιεβάλετέ με· ἀσθενής, καὶ ἐπεσκέψασθέ με·
11.64.1
ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρός με." Ἐκείνων δὲ φάντων μηδέν τι τούτων πώποτε δεδρακέναι– ἴδιον γὰρ τὸ μετριάζειν τῶν τῆς ἀρετῆς ἀθλητῶν καὶ κατακρύπτειν τὸν πλοῦτον–" ἐρεῖ" φησι" πρὸς αὐτοὺς ὁ βασιλεύς· ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων τῶν πιστευόντων εἰς ἐμέ, ἐμοὶ ἐποιήσατε." Οὕτω τούτους ἀνακηρύ ξας καὶ δεδωκὼς τὰ γέρα τῶν πόνων," ἐρεῖ" φησι" καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ."
11.65.1
Δήλας δὲ καὶ τούτοις τῶν τιμωριῶν τὰς αἰτίας ποιεῖ· οὐδεὶς γὰρ ἔδρασεν ἐκείνων, ἃ τῶν δικαίων ἐπετέλεσεν ὁ χορός, καὶ οὐδὲ τὴν ἐσχάτην ἐκείνων ζηλοῦσιν εὐλάβειαν. Ἐκεῖνοι μὲν γάρ, πάντα ἐκεῖνα πεποιηκότες, ἠρνήθησαν· οὗτοι δέ, καὶ μὴ δεδρα κότες, πεποιηκέναι φασίν· ἀλλὰ καὶ τὸν ἔλεγχον δέξονται καὶ τῇ τιμωρίᾳ παραδοθήσονται.
11.66.1
Ταῦτα, ὦ ἄνδρες, παραβάλετε τοῖς ἐπαινουμένοις τοῦ Πλά τωνος λόγοις. Ὁ γάρ τοι ἄλλος λῆρος καὶ τοῦδε καὶ τῶν ἄλλων τοῦ σκότους ἐκείνου γε ἄξιος· ἃ δέ γε καὶ ἡμεῖς ἐπῃνέσαμεν,
11.67.1
ἔχει τινὰ πρὸς ταῦτα ξυγγένειαν. Τὰς γάρ τοι κολάσεις καὶ τὰς τῶν ἀγαθῶν ἀντιδόσεις κἀκεῖνος εἶναι ξυνωμολόγησε, καὶ τὰ θεῖα ἐπέδειξε λόγια, καὶ τὰ καινὰ καὶ τὰ παλαιά· δικαστὰς δὲ ἐκεῖνος μὲν ἑτέρους εἰσήγαγε, τὸν Αἰακὸν καὶ τὸν Μίνω καὶ τὸν Ῥαδά μανθυν, ἄνδρας οὐδὲ πάντα ἐπαινουμένους, τοῦ δὲ Μίνω καὶ πολλὰ ἄττα κατηγοροῦσί τινες· ἡμεῖς δὲ προσμένομεν δικαστὴν τὸν ἡμέτερον ποιητήν, τὸν καὶ τὴν φύσιν, ἣν ἔπλασεν, ἀκριβῶς ἐπιστάμενον καὶ ταύτης οὐ μόνον τὰς πράξεις καὶ τοὺς λόγους γινώσκοντα, ἀλλὰ καὶ αὐτὰ τὰ τῆς ἐννοίας κινήματα. Δικάσει
11.68.1
δὲ τὴν τῆς ἡμετέρας φύσεως στολὴν περικείμενος· ἀόρατος γὰρ ἡ τῆς θεότητος φύσις. Τῷ τοι καὶ υἱὸν ἀνθρώπου ἑαυτὸν προση γόρευσεν, ἐπειδὴ ταύτην οἱ κρινόμενοι θεωροῦσι τὴν φύσιν. Διὸ δὴ καὶ ὁ θεῖος ἀπόστολος ἐν Ἀθηναίοις δημηγορῶν οὕτως ἔφη·" Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς τὰ νῦν παραγγέλλει πᾶσι πανταχοῦ μετανοεῖν, καθότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρί, ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν."
11.69.1
Εἰ δέ τις ἀπιστεῖ τοῖς λεγομένοις καὶ λῆρον ἡγεῖται τῶν ἀποστόλων τὰ ῥήματα, τῇδε μαθέτω τὴν τούτων ἀλήθειαν. Πολλὰ περὶ τοῦ μέλλοντος βίου καὶ ὁ δεσπότης Χριστὸς καὶ οἱ τούτου γε κήρυκες προηγόρευσαν· ἐθέσπισαν δὲ καὶ ἄλλα ἄττα, ἐκείνῳ μὲν οὐδαμῶς, τῷδε δὲ τῷ βίῳ προσήκοντα. Ἐξετάσατε τοίνυν, ὦ ἄνδρες, τὰς τοῦδε πέρι γεγενημένας προρρήσεις· κἂν εὕρητε ἀληθεῖς καὶ τοῖς πράγμασιν ἐναργῶς ξυμβαινούσας, δέξασθε
11.70.1
ἀδηρίτως ἐκεῖνα τὰ περὶ τῶν μελλόντων τεθεσπισμένα. Τοῦτο δὲ ὧδέ πῃ διασκεπτέον· τὴν τῶν Ἱεροσολύμων ὁ δεσπότης Χριστὸς προεῖπε πολιορκίαν, καὶ ὡς ὁ νεὼς ἐκεῖνος ὁ περιβόητος ἄρδην καταλυθήσεται, καὶ ὡς εἰς ἅπασαν τὴν οἰκουμένην τὸ τῶν ἐσταυ ρωκότων αὐτὸν κατασπαρήσεται γένος. Ἴδωμεν τοίνυν, εἰ μὴ τὸ
11.71.1
πέρας ὁ λόγος ἐδέξατο. Καὶ περὶ μὲν Ἰουδαίων οὐκ οἶμαι ὑμᾶς ἀμφισβητήσειν· ἐκείνης τε γὰρ τῆς πόλεως ἐξελήλανται καὶ τῆς οἰκουμένης γεγένηνται μέτοικοι· τοῦ νεὼ δὲ καὶ τὴν ἐρημίαν καὶ τὴν ἐκ βάθρων κατάλυσιν οἱ μὲν τεθεαμένοι φιλαλήθως ὁμολο γήσατε, οἱ δὲ λοιποὶ τοῖς διηγουμένοις πιστεύσατε. Αὐτόπτης γάρ που κἀγὼ τῆς ἐρημίας ἐκείνης γεγένημαι, καὶ τὴν πρόρρησιν, ἣν ταῖς ἀκοαῖς ἐδεξάμην, ἐθεασάμην τοῖς ὀφθαλμοῖς καὶ τὴν ἀλήθειαν ὕμνησά τε καὶ προσεκύνησα.
11.72.1
Ὅτι μὲν οὖν ἀψευδὴς οὗτος ὁ λόγος, τὰ πράγματα βοᾷ, μεγίστῃ κεχρημένα φωνῇ· ἐπιζητήσωμεν δὲ καὶ ἄλλης προφητείας τὸ πέρας. Προεῖπε τοῖς ἀποστόλοις ὁ δεσπότης Χριστὸς τοὺς ἀγῶνας καὶ τοὺς κινδύνους, οὓς ἔμελλον πείσεσθαι, καὶ τοῖς
11.73.1
ἔθνεσι καὶ Ἰουδαίοις τὴν διδασκαλίαν προσφέροντες·" Ἰδοὺ" γὰρ ἔφη πρὸς αὐτοὺς" ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων." Καὶ πάλιν·" Παραδώσουσιν ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς, καὶ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν." Καὶ μετ' ὀλίγα·" Παραδώσει ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνα· καὶ ἐπαναστήσεται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάν των διὰ τὸ ὄνομά μου. Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθή
11.74.1
σεται." Καὶ αὖθις·" Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλε σαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ;" Καὶ πάλιν·" Μὴ νομίσητε, ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ."
11.75.1
Τούτων ἕκαστον, ὦ φιλότης, ἔργῳ πεπληρωμένον ἔστιν ἰδεῖν. Μετὰ γὰρ τῶνδε τῶν κινδύνων καὶ οἱ ἀπόστολοι τὴν οἰκουμένην ἐφώτισαν, καὶ οἱ μετ' ἐκείνους, ἣν παρέλαβον, διεφύλαξαν πίστιν· καὶ μαρτυροῦσι τῶν μαρτύρων αἱ θῆκαι, πανταχοῦ γῆς καὶ θαλάττης ἀστράπτουσαι καὶ τῶν θείων προρρήσεων κηρύτ τουσαι τὴν ἀλήθειαν· Οὐ γὰρ δὴ μόνον τοὺς κινδύνους, ἀλλὰ καὶ
11.76.1
τὴν νίκην αὐτοῖς προηγόρευσεν." Ἐπὶ ταύτῃ" γὰρ ἔφη" τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι Ἅιδου οὐ κα τισχύσουσιν αὐτῆς." Ἔστι δὲ ἰδεῖν καὶ κατὰ τὴν πρόρρησιν μεμερισμένας τὰς οἰκίας· ἢ γὰρ οἱ ἄνδρες ὑπὸ τῆς πίστεως ζωγρηθέντες ἀπιστούσαις ἔτι ταῖς γυναιξὶ διαμάχονται, ἢ αἱ γυναῖκες τὸν τῆς εὐσεβείας δεξάμεναι ζυγὸν ἀλωμένους ἔτι τοὺς ἄνδρας σαγηνεύειν σπουδάζουσιν. Καὶ ἡ ἀναγκαία διαίρεσις ἕνω σιν ἀξιέπαινον πραγματεύεται.
11.77.1
Καὶ ἵνα τὰς ἄλλας καταλίπω προρρήσεις, γυνή τις ἀλά βαστρον μύρου τοῖς ἁγίοις αὐτοῦ ποσὶ προσενήνοχεν. Ταύτης τὴν πίστιν ἀποδεχόμενος πρὸς τὸν τῶν μαθητῶν ἔφη χορόν·" Ἀμὴν λέγω ὑμῖν, ὅτι ὅπου ἂν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο τῆς βασιλείας, κηρυχθήσεται καὶ ὃ ἐποίησεν ἡ γυνὴ αὕτη εἰς μαρτύριον αὐτῆς." Ταύτην δὲ τὴν πρόρρησιν καὶ νῦν ἐστι περα τουμένην ἰδεῖν· πανταχοῦ γὰρ γῆς καὶ θαλάττης καὶ τὸ εὐαγγέ λιον τὸ θεῖον ἀναγινώσκεται, καὶ τῆς γυναικὸς ἡ πίστις ἀνακη ρύττεται.
11.78.1
Ἐπειδὴ τοίνυν καὶ ταῦτα προεῖπεν ὁ δεσπότης καὶ τὰ ἐν ἐκείνῳ γε τῷ βίῳ γενησόμενα προηγόρευσεν, ὁρῶμεν δὲ ἀναφαν δὸν τὴν τούτων ἀλήθειαν, ἀναμφισβητήτως κἀκεῖνα δεξώμεθα, ἀπὸ τῶν ἤδη γεγενημένων ποδηγούμενοι πρὸς ἐκεῖνα καὶ κεχρη
11.79.1
μένοι τούτοις τεκμηρίοις ἐκείνων. Τούτου γὰρ δὴ εἵνεκα καὶ ταῦτα κἀκεῖνα προείρηκεν, ἵνα διὰ τούτων ἐμπεδώσῃ κἀκεῖνα. Καὶ τιμάς, ἃς οὐχ ὑπέσχετο, τοῖς εἰς αὐτὸν πεπιστευκόσι φιλοτίμως ἀπένειμεν· καὶ οὐ μόνον τοῖς ζῶσι παμπόλλην ἔδωκε περιφάνειαν, ἀλλὰ καὶ τοῖς ἄριστα τετελευτηκόσι πλεῖστον ξυνε κλήρωσε σέβας, ἵνα δι' ὧν οὐχ ὑπέσχετο μέν, ἔδωκε δέ, πιστεύ
11.80.1
σωμεν οἷς ὑπέσχετο. Ὁ γάρ τοι τὰ ταῖς ξυνθήκαις οὐκ ἐγκείμενα δωρησάμενος καὶ φιλοτιμίᾳ τὰς ὑποσχέσεις ὑπερβαλὼν δώσει πάντως, ἅπερ ὑπέσχετο, καὶ ἃ τοῖς ἀγωνιζομένοις ἐπέδειξεν ἆθλα. Σχέτλιον γὰρ τοὺς μὲν γυμνασιάρχους παρέχειν τοῖς ἀθληταῖς τὸν ὑπεσχημένον μισθόν, καὶ τοὺς ἐπί τῴ τινας μισθου μένους μετὰ τὸν πόνον πληροῦν τὰ ξυγκείμενα, τὸν δὲ τῶν ὅλων δημιουργόν, ὃς δι' ἀγαθότητα μόνην καὶ τοῖς μὴ οὖσι τὸ εἶναι παρέσχε καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἐπετέλεσε καὶ τοῖς οὐχ ὁρῶσι τὸ φῶς τὸ τῆς θεογνωσίας ἐχαρίσατο φῶς, τοῦτον φάναι τὰς οἰκείας μὴ πληρώσειν ἐπαγγελίας.
11.81.1
Εἰ δὲ ἀληθής, ὥσπερ οὖν ἀληθής– θεία γάρ– ἡ ὑπόσχεσις, οὐκ ἀνόνητα, ὦ φίλοι ἄνδρες, τὰ τῆς θείας διδασκαλίας μαθή ματα. Οὐρανῶν γὰρ βασιλείαν καὶ ζωὴν τέλος οὐ δεχομένην καὶ φῶς νοερὸν καὶ τὴν μετὰ τῶν ἀσωμάτων χορείαν τοῖς πειθομένοις ὑπέσχετο, ὥσπερ αὖ κόλασιν αἰώνιον τοῖς ἀπιστοῦσιν ἠπείλησε·
11.82.1
τοῦτο γὰρ δὴ κἀν τῇ παραβολῇ τῶν ζιζανίων δεδήλωκεν. Ταύτην γὰρ ἑρμηνεύσας ἐπήγαγεν·" Οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου· ἀποστελεῖ ὁ υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους αὐτοῦ, καὶ συνάξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ βαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς αὐτῶν." Ταῦτα εἰπὼν ἐπήγαγεν·" Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω."
11.83.1
Ταῦτα καὶ ἡμεῖς ὑμῖν, ὦ φίλοι ἄνδρες, παραινοῦντές φαμεν. Οὐ γὰρ δὴ ἄκοντας τὰς θείας λαβεῖν ἀναγκάζομεν δωρεάς, ἀλλὰ παρακαλοῦντες καὶ λιπαροῦντες καὶ τὸ μέγεθος τούτων ἐπιδεικνύντες. Διά τοι τοῦτο καὶ τὴν δεσποτικὴν ταύτην καὶ θαυμασίαν ἐπιλέγομεν ῥῆσιν·" Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω."