Graecarum affectionum curatio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
12.1.1
Τὰ δένδρα φέρουσι μὲν αἱ ῥίζαι καὶ τρέφουσι, κοσμοῦσι δὲ οἱ κλάδοι καὶ τὰ φύλλα καὶ ὁ μεταξὺ τούτων ᾐωρημένος καρπός. Εἰ γὰρ δή τις ἐκτέμνοι τοὺς κλάδους καὶ ψιλώσοι τὴν κόμην, ἄχρηστα γίνεται καὶ γυμνοῦται τῆς εὐπρεπείας, καὶ περιττὴ παντελῶς ἡ
12.2.1
τῶν ῥιζῶν ἀποφαίνεται βάσις. Καὶ τὸ σῶμα δὲ ὡσαύτως δεῖται μὲν ὀφθαλμῶν ὁρώντων καὶ τὰς ἄλλας ποδηγούντων αἰσθήσεις, δεῖται δὲ καὶ ποδῶν μεταβαινόντων καὶ τὸ σῶμα φερόντων καὶ χειρῶν ἐργαζομένων καὶ τοῖς μορίοις ἅπασι καὶ τροφὴν καὶ
12.3.1
πόσιν καὶ τὴν ἄλλην χρείαν ποριζουσῶν. Καὶ μέντοι καὶ χιτῶνας καὶ χλαίνας καὶ ἐφεστρίδας καὶ ξυλλήβδην ἅπαντα τὰ ἐσθήματα οὐ μόνοι ποιοῦσιν οἱ στήμονες· χρεία γάρ που καὶ κρόκης ἐνυ
12.4.1
φαινομένης καὶ ξυναρμοζομένης τοῖς στήμοσιν. Τί δήποτε ταῦτα διεξῆλθον; Οὐ τὸν ὕθλον, ὦ ἄνδρες, στέργων, ἀλλὰ διὰ τῶνδε τῶν εἰκόνων τῆς τελεωτάτης φιλοσοφίας τὰς ὕλας ἐπιδεικνύς. Μέγιστον μὲν γὰρ ἀληθῶς καὶ παμμέγεθες ἀγαθὸν τῶν θείων ἡ γνῶσις, ἀλλ' οὐκ ἀπόχρη τέλειον ἀποφῆναι τὸν ταύτης ἀξιού
12.5.1
μενον. Δεῖ γάρ που τὴν ἀγαθὴν πρᾶξιν ξυναφθῆναι τῇ γνώσει. Ὅπερ γάρ ἐστι δένδρῳ ῥίζα καὶ ὀφθαλμὸς σώματι καὶ οἱ στήμονες τοῖς ὑφάσμασι, τοῦτο ταῖς ψυχαῖς τῆς ἀληθείας ἡ γνῶσις καὶ ἡ βεβαία γίνεται πίστις. Χρὴ δὲ οὐ μόνον εἰδέναι,
12.6.1
τί προσήκει περὶ τοῦ θείου δοξάζειν, ἀλλὰ καὶ κατὰ τοὺς ἐκείνου πολιτεύεσθαι νόμους. Ὥσπερ γὰρ οἱ ζωγραφικὴν ἢ σκυτοτομικὴν ἢ ἄλλην τινὰ παιδευόμενοι τέχνην, οὐχ ὅπως μόνον ἐπίστωνται ταῦτα μανθάνειν σπουδάζουσιν, ἀλλ' ἵνα καὶ χειρουργῶσι καὶ μιμητὰς σφᾶς αὐτοὺς τῶν διδασκάλων τοῖς ἔργοις δεικνύωσιν, οὕτω δεῖ καὶ τῆς εὐσεβείας τοὺς ἐραστὰς μὴ μόνον θεολογίαν καὶ φυσιολογίαν παιδεύεσθαι, ἀλλὰ καὶ τοὺς τῆς πρακτικῆς ἀρε τῆς ἐκπαιδεύεσθαι νόμους καὶ τούτους φυλάττειν εἰς δύναμιν καὶ πρὸς τούτους πειρᾶσθαι τῆς ψυχῆς ἐκτυποῦν καὶ διασκευάζειν τὸ εἶδος.
12.7.1
Ὁ γὰρ δὴ οὕτω ῥυθμίζων τε καὶ διαμορφῶν τὴν ψυχὴν οὐ μόνον τῶν θείων νόμων τοὺς χαρακτῆρας ἐκμάττεται, ἀλλὰ καὶ αὐτοῦ γε τοῦ νομοθέτου ζῶσά τις εἰκὼν καὶ λογικὴ γίνεται. Τοῦτό τοι διδάσκων καὶ ὁ μέγας κῆρυξ τῆς ἀληθείας βοᾷ·" Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ." Καὶ μέντοι καὶ ὁ τούτου δεσπότης παραινεῖ λέγων·" Γίνεσθε μιμηταὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς." Καὶ πάλιν·" Γίνεσθε τέλειοι, καθὼς ὁ πατὴρ
12.8.1
ὑμῶν ὁ οὐράνιος τέλειός ἐστιν." Μιμεῖται δέ, ὡς ἔνεστι, τὸν τῶν ὅλων Θεὸν ὁ ποθῶν ἐκεῖνα καὶ ἐχθραίνων ὁμοίως, ἅπερ καὶ αὐτὸς ὁ δεσπότης ἐχθραίνει τε καὶ φιλεῖ. Τίνα δὲ αὐτῷ δυσμενῆ, καὶ τίνα αὖ προσφιλῆ, διαρρήδην οἱ θεῖοι διδάσκουσι
12.9.1
νόμοι. Ἀκούομεν γὰρ τοῦ θεσπεσίου βοῶντος Δαυίδ·" Ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ, οὐδὲ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου· ἐμίση σας, Κύριε, πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν· ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον
12.10.1
βδελύσσεται Κύριος." Ἐν τούτοις δὲ ἡμῖν ἐπιδείξας τὴν τοῦ νομοθέτου διάθεσιν, ἐν ἑτέρᾳ μελῳδίᾳ πρόσωπον εἰσήγαγε τούσδε τοὺς χαρακτήρας ἀκριβῶς ἐκμαξάμενον καὶ τῷ νομοθέτῃ προ σευχόμενον καὶ λέγοντα·" Διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου· οὐ προετιθέμην πρὸ ὀφθαλμῶν μου πρᾶγμα παράνομον. Ποιοῦντας παραβάσεις ἐμίσησα. Οὐκ ἐκολ λήθη μοι καρδία σκαμβή· ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ, οὐκ ἐγίνωσκον. Τὸν καταλαλοῦντα λάθρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον· ὑπερηφάνῳ ὀφθαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσθιον. Οἱ ὀφθαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ· πορευόμενος ἐν ὁδῷ ἀμώμῳ οὗτός μοι ἐλειτούργει· οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηφανίαν. Λαλῶν ἄδικα οὐ κατεύθυνεν ἐνώπιον τῶν ὀφθαλμῶν μου."
12.11.1
Διὰ δὲ τούτων οὐ μόνον ἡμᾶς ἐδίδαξεν, ὅτι μιμήσασθαι δυνα τὸν τὸν παναλκῆ καὶ πάνσοφον Κύριον, ἀλλὰ καὶ αὐτὸν ἡμῖν ὑπέδειξε τὸν τῆς μιμήσεως τρόπον. Οὐ γάρ τοι οὐρανὸν ἡμᾶς καὶ γῆν καὶ ἥλιον καὶ σελήνην καὶ τἄλλα δημιουργεῖν ἐκέλευσεν οὐδὲ ἁπλῆν ἔχειν καὶ ἀπερίγραφον φύσιν, ἀλλὰ μόνον ἐχθραίνειν, ἅπερ ἐκεῖνος μεμίσηκε, καὶ φιλεῖν, ἅπερ δὴ μάλα πεφίληκεν. Ταύτην κατορθώσας τὴν ἀρετὴν ὁ προφήτης πρὸς τὸν δεσπότην
12.12.1
ξὺν παρρησίᾳ βοᾷ·" Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός· λίαν ἐκραταιώθησαν αἱ ἀρχαὶ αὐτῶν." Καὶ μετ' ὀλίγα·" Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα καὶ ἐπὶ τοῖς ἐχθροῖς σου ἐξετηκόμην; τέλειον μῖσος ἐμίσουν αὐτούς· εἰς ἐχθροὺς ἐγένοντό μοι." Καὶ πάλιν·" Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ." Καὶ αὖθις·" Ἐκκλίνατε ἀπ' ἐμοῦ πονηρευόμενοι, καὶ ἐξερευνήσω τὰς ἐντολὰς τοῦ Θεοῦ μου." Καὶ πάλιν·" Παρανό μους ἐμίσησα, τὸν δὲ νόμον σου ἠγάπησα." Καὶ πάλιν·" Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε· ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν." Καί·" Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου· ὑπὲρ
12.13.1
μέλι καὶ κηρίον τῷ στόματί μου." Καὶ ἕτερα δὲ τῶν εἰρημένων πολλαπλάσια εὕροι τις ἂν ἐν τῇδε τῇ μελῳδίᾳ· ἔμπλεως γὰρ ἡ προφητεία τῆς τοιαύτης διδασκαλίας. Καὶ Μωϋσῆς δὲ ὁ νομοθέτης δείκνυσιν ἐν τοῖς νόμοις, τί μὲν ἀρέσκει τῷ τῶν ὅλων Θεῷ, τί δ' αὖ πάλιν ἐχθραίνει. Καὶ μέντοι καὶ Ἡσαΐας καὶ Ἱερεμίας καὶ Ἰεζεκιὴλ καὶ Δανιὴλ καὶ πᾶς ὁτῶν προφητῶν χορὸς ταύτην ἡμᾶς τὴν διαφορὰν ἐξεπαίδευσεν.
12.14.1
Καὶ αὐτὸς δὲ ὁ τούτων Θεὸς ἐν τοῖς εὐαγγελίοις ἔφη·" Οὐ πᾶς ὁ λέγων μοι Κύριε Κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τοῦ Θεοῦ, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς." Καὶ πάλιν·" Ὁ ποιήσας καὶ διδάξας μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν." Καὶ πάλιν·" Ὁ ἀγαπῶν με τὰς ἐντο
12.15.1
λάς μου πληρώσει." Καὶ μέντοι κἀν τῇ παραβολῇ τῶν ταλάντων ἔδειξεν, ὡς οὐ μόνον ὧν δέδωκεν ἀπαιτήσει τὸν ἀριθμόν, ἀλλὰ καὶ τὴν ἐργασίαν εἰσπράξεται· καὶ τὸν ταύτην οὐκ ἔχοντα γυμνώ σας τῆς χάριτος, τῷ ζόφῳ παραδώσει πεπεδημένον. Καὶ τὰς παρθένους δὲ τὰς ἀρκοῦν οὐκ ἐσχηκυίας τὸ ἔλαιον ἔξω τοῦ νυμφῶνος κατέλιπε, καὶ ταῦτα παρθένους καλῶν. Καὶ τὸν ἐσθῆτα περιβεβλημένον οὐχ ἁρμόττουσαν γάμῳ τῶν δαιτυμόνων ἐχώρισε καὶ τῆς εὐωχίας ἐξήλασε· καίτοι κληθεὶς εἰσελήλυθεν, ἀλλ' οὐκ αὐτόματος εἰσεπήδησεν· ἀλλ' ἐπειδὴ διὰ μόνην τὴν τοῦ νυμφίου φιλοτιμίαν ἀπολαύσας τῆς κλήσεως οὐκ ἤμειψε τὴν στολήν,
12.16.1
ἔπαθεν, ἅπερ ἔπαθεν. Διὰ τοῦτο καὶ ὁ θεῖος ἀπόστολος κέκραγε λέγων·" Ἑκουσίως γὰρ ἁμαρτανόντων ἡμῶν μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς ἀληθείας, οὐκέτι περὶ ἁμαρτίας ἀπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως καὶ πυρὸς ζῆλος ἐσθίειν
12.17.1
μέλλοντος τοὺς ὑπεναντίους." Εἶτα ἐκ παραδείγματος τόνδε κρατύνει τὸν λόγον·" Ἀθετήσας τις νόμον Μωϋσέως χωρὶς οἰκτιρμῶν ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν ἀποθνῄσκει. Πόσῳ δοκεῖτε χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν υἱὸν τοῦ Θεοῦ καταπατήσας καὶ τὸ αἷμα τῆς διαθήκης κοινὸν ἡγησάμενος, ἐν ᾧ ἡγιάσθη, καὶ τὸ πνεῦμα τῆς χάριτος ἐνυβρίσας; οἴδαμεν γὰρ τὸν εἰπόντα· ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Καὶ πάλιν·
12.18.1
Κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ." Εἶτα τοὺς ῥᾳστώνῃ ξυζῶντας δεδίττεται καί φησιν·" Φοβερὸν τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος." Καὶ ἑτέρωθι βοᾷ·" Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε κακόν."
12.19.1
Ὅτι μὲν οὖν δεῖται ἡ γνῶσις τῆς πρακτικῆς ἀρετῆς, ἱκανὰ καὶ ταῦτα δηλῶσαι· ἴδωμεν δέ, τίνα καὶ τῶνδε πέρι τοῖς Ἑλλή νων ἔδοξε φιλοσόφοις. Ὀψόμεθα γάρ τοι τὸν Πλάτωνα καί τινας ἄλλους, τὴν τούτου φιλοσοφίαν ἐζηλωκότας, τῷδε ξυμφωνοῦντας τῷ λόγῳ· καὶ γὰρ ἐν τοῖς Νόμοις οὕτω φησίν·" Τὸν οὖν τῷ θεῷ προσφιλῆ γενησόμενον, εἰς δύναμιν ὅτι μάλιστα καὶ ἑαυτὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι· καὶ κατὰ τοῦτον τὸν τρόπον ὁ μὲν σώφρων ἡμῶν θεῷ φίλος· ὅμοιος γάρ· ὁ δὲ μὴ σώφρων ἀνόμοιός 12. τε καὶ διάφορος." Οὐδὲν τοίνυν ἀλλοῖον οὐδὲ οὗτος εἴρηκεν, ἀλλὰ ξυνομολογεῖ καὶ αὐτός, ὡς δυνατόν, ἐν ταῖς περὶ τἀγαθοῦ διαθέσεσι τὸν πεποιηκότα μιμεῖσθαι Θεόν· ἐνταῦθα μέντοι σώφρονα οὐ τὸν ἡδονῶν ἐκάλεσε
12.20.1
κρείττονα, ἀλλὰ τὸν σῶον καὶ ἄρτιον τὸ
12.21.1
λογικὸν διασώσαντα. Παραπλήσια δὲ κἀν τῷ Θεαιτήτῳ ξυγγέγρα φεν· ἔφη γάρ·" Ἀλλ' οὔτε ἀπόλλυσθαι τὰ κακὰ δυνατόν, ὦ Θεόδωρε– ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη–, οὔτε ἐν θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν τόπον περιπολεῖ ἐξ ἀνάγκης· διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε ἐκεῖσε φεύγειν ὅτι τάχιστα. Φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως γενέ σθαι."
12.22.1
Μάλα δὲ καὶ σαφῶς καὶ σοφῶς ἐν τούτοις τὸν τῆς μιμήσεως ἐξεπαίδευσε τρόπον. Πρῶτον μὲν γὰρ φυγεῖν τὰ τῇδε ἐκέλευσεν, οὐκ ἔξω τῆς γῆς γινόμενον, ἀλλὰ τῶν περιγείων πραγμάτων ἀπαλλαττόμενον· τοῦτο γὰρ δεδήλωκεν, ἐν οἷς ἐπήγαγεν·" Φυ γὴν" γάρ φησιν" ἐκάλεσα τὴν πρὸς τὸ θεῖον ὁμοίωσιν."
12.23.1
Ἀξιέπαινος δὲ καὶ ἡ προσθήκη· οὐ γὰρ ἁπλῶς ὁμοιωθῆναι νενομοθέτηκεν, ἀλλ' ὡς ἀνθρώποις ἐστὶ δυνατόν. Εἶτα τὸ τῆς ὁμοιώσεως ἐπέδειξεν εἶδος·" Ὁμοίωσιν" γάρ φησι" προσηγό ρευσα τὸ ὅσιον καὶ δίκαιον γενέσθαι μετὰ φρονήσεως." Καὶ αὕτη δὲ ἀξιάγαστος ἡ προσθήκη. Εἰσὶ γὰρ δή τινες πλείστην μὲν τοῦ δικαίου φροντίδα ποιούμενοι, σκαιότητι δὲ τῷ τοῦ κατορθώματος
12.24.1
λυμαινόμενοι κάλλει. Ἔπειτα διὰ πλειόνων ἐν αὐτῷ γε τῷ διαλόγῳ τὴν τελειότητα διδάσκει τῆς ἀρετῆς, ὧδέ πῃ γράφων·" Λέγωμεν δὴ περὶ τῶν κορυφαίων. Τί γὰρ ἄν τις τοὺς παρα νόμως ἐν φιλοσοφίᾳ διατρίβοντας λέγοι; οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδόν, οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον· νόμους δὲ καὶ ψηφίσματα λεγόμενα ἢ γραφόμενα οὔτε ὁρῶσιν οὔτε ἀκούουσιν· σπουδαὶ δὲ ἑταιριῶν ἐπ' ἀρχὰς καὶ ξύνοδοι καὶ δεῖπνα καὶ οἱ ξὺν αὐλη τρίσι κῶμοι οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. Οὐδὲ εἰ κακῶς τις γέγονεν ἐν πόλει, ἤ τί τῳ κακόν ἐστιν ἐκ προγόνων γεγονὸς πρὸς ἀνδρῶν ἢ γυναικῶν, μᾶλλον αὐτὸν λέληθεν ἢ τῆς
12.25.1
θαλάττης οἱ λεγόμενοι χόες. Καὶ ταῦτα πάντα οὐδ' ὅτι οὐκ οἶδεν, οἶδεν· οὐδὲ γὰρ αὐτῶν ἀπέχεται τοῦ εὐδοκιμεῖν χάριν, τῷ ὄντι δὲ τὸ σῶμα μόνον ἐν τῇ πόλει κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, ἡ δὲ διάνοια, ταῦτα πάντα ἡγησαμένη σμικρὰ καὶ ὡς οὐδὲν ἀτιμά σασα, πανταχῇ πέταται, κατὰ Πίνδαρον," τά τε γῆς ὑπένερθεν" καὶ τὰ ἐπίπεδα γεωμετροῦσα" οὐρανοῦ τε ὕπερ" ἀστρονομοῦσα, καὶ πᾶσαν πάντῃ φύσιν διερευνωμένη."
12.26.1
Ἐν δὲ τούτοις ὁ Πλάτων τὴν τῶν ἡμετέρων φιλοσόφων ἐζω γράφησε πολιτείαν· οὐ γὰρ δή τις παρ' ἐκείνοις τοιοῦτος ἐγένετο. Ὁ μὲν γὰρ Σωκράτης, τῶν φιλοσόφων ὁ κορυφαῖος, κἀν τοῖς γυμνασίοις κἀν τοῖς ἐργαστηρίοις διαλεγόμενος διετέλει· καὶ ποτὲ μὲν ἐν ἄστει διέτριβε, ποτὲ δὲ εἰς Πειραιᾶ κατιὼν τὰς πομπὰς ἐθεώρει· καὶ τοῖς ὁπλίταις δὲ ξυνταττόμενος καὶ ἐν Ποτιδαίᾳ καὶ ἐν Δηλίῳ παρετάττετο· καὶ μέντοι καὶ εἰς ξυσσίτια ἀπιὼν ἠνείχετο καὶ Ἀριστοφάνους κωμῳδοῦντος καὶ Ἀλκιβιάδου κωμάζοντος– τοῦτο γὰρ διδάσκει τοῦ Πλάτωνος τὸ Ξυμπό
12.27.1
σιον– καὶ εἰς θέατρον ἀναβαίνων ξυνεθεᾶτο τῷ δήμῳ. Ἥκιστα τοίνυν αὐτῷ προσήκει τὰ παρὰ Πλάτωνος εἰρημένα. Εἰ δὲ τούτῳ οὐ προσῆκε, σχολῇ γ' ἂν ἄλλῳ τῳ ἁρμόσειεν. Οἱ δὲ τῆς εὐαγγελικῆς ἐρασθέντες φιλοσοφίας πόρρωθεν τῶν πολιτικῶν θορύβων γεγένηνται· τὰς δὲ τῶν ὀρῶν ἀκρωνυχίας κατειληφότες ἢ τὸν ἐν ἐρήμοις χωρίοις ἀγαπήσαντες βίον, τῇ θεωρίᾳ τῶν θείων καὶ τῷ ταύτῃ ξυνηρμοσμένῳ σφᾶς αὐτοὺς ἀπεκλήρωσαν βίῳ, οὐ γυναικῶν καὶ παίδων καὶ κτημάτων ἐπι μελούμενοι, ἀλλὰ τὰς ψυχὰς κατά γε τὸν κανόνα τῶν θείων διευθύνοντες νόμων καὶ οἷόν τινες ἄριστοι ζωγράφοι πρὸς τὰ ἀρχέτυπα τῆς ἀρετῆς τὰς νοερὰς αὐτῶν ζωγραφοῦντες εἰκόνας.
12.28.1
Ὅτι γὰρ δὴ τούτοις ἁρμόττει τὰ παρὰ Πλάτωνος εἰρημένα, μάρτυς αὐτὸς μετὰ πλεῖστα εἰπών·" Ἄγροικον δὲ καὶ ἀπαίδευ τον ὑπ' ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβαλλόμενον. Γῆς δὲ ὅταν μυρία πλέθρα ἢ εἴ τι πλέον ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυ μαστὰ πλήθη κέκτηται, πάνυ σμικρὰ δοκεῖ ἀκούειν εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέπειν."
12.29.1
Ὅτι δὲ τῶν παρ' Ἕλλησι πεφιλοσοφηκότων οὐδεὶς ἐν ὄρει σηκὸν δειμάμενος ᾤκησεν, ἱκανὰ μὲν καὶ τὰ παλαιὰ δηλῶσαι ξυγγράμματα, μαρτυρεῖτε δὲ καὶ ὑμεῖς, τοῖς τοῦτον μετιοῦσι νεμεσῶντες τὸν βίον. Ἀλλ' ὁ Πλάτων τοῦτον εἴρηκεν ἀξιαγα
12.30.1
στότατον εἶναι· ξύμφωνα δὲ κἀν τῷ δευτέρῳ τῆς Πολιτείας ἔφη·" Τὸν γὰρ τοιοῦτόν" φησι" θέντες, τὸν δίκαιον αὖ παρ' αὐτὸν ἱστῶμεν τῷ λόγῳ, ἄνδρα ἁπλοῦν καὶ γενναῖον, κατ' Αἰσχύλον, οὐ δοκεῖν, ἀλλ' εἶναι ἀγαθὸν ἐθέλοντα. Ἀφαιρετέον δὲ τὸ δοκεῖν· εἰ γὰρ δόξαι δίκαιος εἶναι, ἔσονται αὐτῷ τιμαὶ καὶ δωρεαί, δο κοῦντι τοιούτῳ εἶναι· ἄδηλον οὖν, εἴτε τοῦ δικαίου εἴτε τῶν
12.31.1
δωρεῶν καὶ τιμῶν ἕνεκα τοιοῦτος εἴη. Γυμνωτέος δὴ πάντων πλὴν δικαιοσύνης, καὶ ποιητέος ἐναντίως διακείμενος τῷ προ τέρῳ. Μηδὲν γὰρ ἔχων, δόξαν ἐχέτω μεγίστην ἀδικίας, ἵνα βεβασανισμένος ᾖ εἰς δικαιοσύνην, τῷ μὴ τίθεσθαι ὑπὸ κακοδοξίας καὶ τῶν ἀπ' αὐτῆς γινομένων· ἀλλ' ἔστω ἀμετάστατος μέχρι θανάτου, δοκῶν εἶναι ἄδικος διὰ βίου."
12.32.1
Καὶ ταῦτα δὲ ὡσαύτως τοῖς ἡμετέροις ἁρμόττει τῆς ἀρετῆς ἀθληταῖς. Οὐ γὰρ Ἀντισθένει καὶ Διογένει καὶ Κράτητι παρα πλησίως κενῆς ἕνεκα δόξης, ἀλλ' αὐτοῦ γε εἵνεκα τοῦ καλοῦ δρῶσιν, ἃ δρῶσιν. Διὸ δὴ καὶ πόλεων καὶ κωμῶν πόρρω διά γουσι, τὴν ἀρετὴν κατακρύπτοντες καὶ μόνῳ γε τῷ ταύτης ἀγω νοθέτῃ δεικνύντες.
12.33.1
Ἀλλ' ὑμεῖς τοὺς μὲν οὕτως ἀγωνιζομένους οὔτε θεωρεῖν οὔτε θαυμάζειν ἐθέλετε. Εἰ δέ τινας ἴδοιτε τὸ μὲν πρόσχημα τοῦτο περικειμένους, οὐ πάντα δὲ ξυνομολογοῦντα τῷ σχήματι βίον ἀσπαζομένους, εὐθὺς εἰς λοιδορίαν κινεῖτε τὴν γλῶτταν. Καὶ εἰ μὲν ἐκείνους ἐβάλλετε μόνους, εἶχεν ἄν τινα τὸ γινόμενον λόγον· ἐπειδὴ δὲ μετ' ἐκείνων καὶ τοὺς ἄντικρυς ἐναντίως διακει μένους ἐκείνοις καὶ ἀληθῶς φιλοσοφοῦντας κωμῳδεῖν πειρᾶσθε καὶ διασύρειν, τὸν ἀδικώτατον ὑμῶν δῆλον ποιεῖτε σκοπόν. Οὐ γὰρ τοῖς πονηροῖς ἀπεχθάνεσθε, ἀλλὰ τὸν ἀξιέπαινον διαβάλλετε βίον, ὅμοιον ποιοῦντες, ὥσπερ ἂν εἴ τις πίθηκον ἰδὼν μιμούμενον ἄνθρωπον, δι' ἐκείνην τὴν μίμησιν καὶ τῶν ἀνθρώπων μισήσοι τὴν φύσιν.
12.34.1
Ταύτης δέ τοι τῆς γνώμης οὐκ ἐγὼ μόνος, ἀλλὰ καὶ Πλάτων κατηγορεῖ· ἐν γάρ τοι τῷ Θεαιτήτῳ φησίν·" Σκεψώμεθα δέ πῃ τῇδε. Φέρ', εἴ τις αἰγῶν τροφήν, καὶ τὸ ζῷον αὐτὸ κτῆμα ὡς καλόν ἐστιν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμο μένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοιοῦτον ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ
12.35.1
ὁτιοῦν; {–} Καὶ πῶς;" Ταῦτα τοῦ Πλάτωνος, ὦ ἄνδρες, οὐκ ἐμὰ τὰ ῥήματα. Ἐδίδαξε δὲ μὴ ἅπαντα σκώπτειν τὰ θρέμματα διὰ τὰ κακῶς ὑπὸ κακῶν ἀρχόντων ἀγόμενα ἢ ἄρχοντος πάμπαν ἐστερημένα. Καὶ ἀλλαχοῦ δὲ πάλιν διαρρήδην διδάσκει, ὡς φιλο σόφων πλῆθος ἀδύνατον γενέσθαι· ναρθηκοφόροι μὲν γὰρ πολλοί, φησί, βάκχοι δέ τε παῦροι. Τοῦτο δὲ καὶ ὁ δεσπότης ἔφη Χριστός·" Πολλοὶ" γὰρ εἶπε
12.36.1
" κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί". Ξυνῳδὰ δὲ τούτοις ὁ Πλάτων κἀν τῇ Ἐπινομίδι φησίν·" Οὔ φημι εἶναι ἀνθρώποις δυνατὸν μακαρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων, μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων."
12.37.1
Τί δήποτε τοίνυν χαλεπαίνετε, παρ' ἡμῖν ὁρῶντές τινας ψευ δομένους, ὃν ἐπαγγέλλονται βίον; ἀνθ' ὅτου δὲ μὴ θαυμάζετε τοὺς τὸν ὑπερφυᾶ βίον ἠγαπηκότας καὶ ἐν σώματι μὲν ἀγωνι ζομένους, τὴν ἀσώματον δὲ πολιτείαν ἐζηλωκότας; Πᾶν γὰρ τοὐναντίον ἔδει ποιεῖν· τοὺς μὲν ἄγαν θαυμάζειν ὡς ὑπεραλλο μένους τὰ τῆς φύσεως σκάμματα, τοῖς δὲ νέμειν τινὰ ξυγγνώμην,
12.38.1
ὡς ὑπὸ τῶν ἐμφύτων κατασυρομένοις παθῶν. Ὅτι γὰρ δὴ ταῦτα παγχάλεπα, ἴστε καὶ ὑμεῖς·" Οὐ γὰρ ἐκ δρυός", κατὰ τὸν ποιητικὸν λόγον," ἢ ἀπὸ πεύκης" γεγένησθε. Δεδήλωκε δὲ τοῦτο καὶ ὁ Πλάτων ἐν τῷ τῆς Πολιτείας πρώτῳ διαλόγῳ, τὸν Κέφαλον εἰσαγαγὼν τῷ Σωκράτει διαλεγόμενον καὶ λέγοντα·" Εὖ ἴσθι, ὅτι ἔμοιγε ὅσον αἱ ἄλλαι αἱ κατὰ τὸ σῶμα ἡδοναὶ ἀπομαραίνονται, τοσοῦτον αὔξονται αἱ περὶ τοὺς λόγους ἐπιθυμίαι
12.39.1
τε καὶ ἡδοναί." Εἶτα πυθομένου τοῦ Σωκράτους, εἰ ἔτι τὸ τῶν ἡδονῶν ἐπανίσταται πάθος, ὑπολαβὼν ἔφη·" Εὐφήμει ἄνθρωπε· ἀσμενέστατα μέντοι αὐτὰ ἀπέφυγον, ὥσπερ λυττῶντά τινα καὶ ἄγριον δεσπότην ἀποφυγών." Ἐνταῦθα μὲν οὖν περὶ τῆς αἰσχρᾶς ἡδονῆς τοιαῦτα διεξελήλυθεν· ἐν δὲ τῷ Γοργίᾳ περὶ δικαιοσύνης
12.40.1
καὶ ἀδικίας ὧδέ φησιν·" Χαλεπὸν γάρ, ὦ Καλλίκλεις, καὶ πολλοῦ ἐπαίνου ἄξιον, ἐν μεγάλῃ ἐξουσίᾳ γενόμενον τοῦ ἀδικεῖν, δικαίως διαβιῶναι· ὀλίγοι δὲ γίνονται οἱ τοιοῦτοι. Ἐπεὶ καὶ ἐνθάδε καὶ ἄλλοθι γεγόνασιν, οἶμαι δὲ ἔσονται καλοὶ καὶ ἀγαθοὶ ταύτην τὴν ἀρετήν, ἤν τοι δικαίως διαχειρίζωσιν, ἃ ἄν τις ἐπι
12.41.1
τρέπῃ." Καὶ αὖ πάλιν·" Ἀλλ' ἐν τοσούτοις λόγοις πολλῶν ἐλεγχομένων, μόνος οὗτος ἠρεμεῖ ὁ λόγος, ὡς εὐλαβητέον ἐστὶ τὸ ἀδικεῖν μᾶλλον ἢ τὸ ἀδικεῖσθαι, καὶ παντὸς μᾶλλον ἀνδρὶ μελετητέον οὐ τὸ δοκεῖν εἶναι ἀγαθόν, ἀλλὰ τὸ ἀγαθὸν εἶναι καὶ
12.42.1
ἰδίᾳ καὶ δημοσίᾳ." Καὶ τούτους δὲ πάλιν τοὺς λόγους ὁ Σωκρά της τῷ Κρίτωνι προσενήνοχε· μετὰ γὰρ πολλοὺς ἑτέρους καὶ τάδε προστέθεικεν·" Οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν. {–} Οὐδὲ ἀδι κούμενον ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται, ἐπειδήπερ οὐδα μῶς δεῖ ἀδικεῖν. {–} Τί δὲ δή; κακουργεῖν δεῖ, ὦ Κρίτων, ἢ οὔ; {–} Οὐ δεῖ δήπου, ὦ Σώκρατες. {–} Δεῖ δὲ ἀντικακουργεῖν κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασι; δίκαιον ἢ οὐ δίκαιον; {–} Οὐδαμῶς. {–} Τὸ γάρ που κακὸν ποιεῖν ἀνθρώποις τοῦ ἀδικεῖν οὐδὲν διαφέρει. {–} Καλῶς λέγεις. {–} Οὔτε οὖν ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων, οὐδ' ἂν ὁτιοῦν πάσχῃ τις ὑπ' αὐτῶν." Τοιαύτην μὲν οὖν ἀδικίας πέρι καὶ δικαιοσύνης Σωκράτης καὶ
12.43.1
Πλάτων διδασκαλίαν ἐποιησάτην, ἀξιέπαινον ἀληθῶς καὶ λογικὴν καὶ τῇ φύσει τῇ ἀνθρωπίνῃ ξυμβαίνουσαν· τὰ γὰρ ἠθικὰ μαθή ματα πάντας ἀνθρώπους ἡ φύσις ἐπαίδευσεν. Διαπλάσας γάρ τοι τῶν ἀνθρώπων τὸ γένος ὁ ποιητὴς ἐντέθεικε τῇ φύσει τὴν τῶν ἀγαθῶν καὶ τὴν τῶν ἐναντίων διάγνωσιν. Ὅθεν οὐ μόνον Σω κράτης καὶ Πλάτων καὶ Ἀριστείδης ὁ Λυσιμάχου καὶ ἄλλοι τινὲς τῶν Ἑλλήνων τὸν ἄδικον ἐβδελύξαντο βίον, ἀλλὰ καὶ τῶν βαρ βάρων πολλοί.
12.44.1
Καὶ γὰρ Ἑλλάνικος ἐν ταῖς ἱστορίαις ἔφη τοὺς Ὑπερβορέους οἰκεῖν μὲν ὑπὲρ τὰ Ῥίπαια ὄρη, ἀσκεῖν δὲ δικαιοσύνην, μὴ κρη φαγοῦντας, ἀλλ' ἀκροδρύοις χρωμένους. Καὶ τοὺς Βραχμᾶνας ἱστοροῦσιν ἕτεροι ἐν ταῖς ὕλαις διάγειν, φύλλοις τὸ σῶμα
12.45.1
καλύπτοντας. Καὶ Ἀνάχαρσιν δὲ τὸν Σκύθην φιλόσοφον γεγε νῆσθαί φασιν· οὕτως δὲ αὐτὸν ὁ τῆς φιλοσοφίας ἐπυρπόλησεν ἔρως, ὡς ὀνομαστότατον γενέσθαι καὶ παρὰ πᾶσιν ἀοίδιμον. Οὐ γὰρ μόνον ἐγρηγορὼς πρὸς τὰ τῆς ψυχῆς ἠγωνίζετο πάθη, ἀλλὰ καὶ καθεύδων τὰ τῆς ἐγκρατείας παρεδήλου σημεῖα· εἰώθει γὰρ τῇ μὲν λαιᾷ τὰ αἰδοῖα κατέχειν, τῇ δεξιᾷ δὲ τὰ χείλη ξυνέχειν, ταύτῃ πῃ δηλῶν, ὡς πολλῷ μείζων ἐστὶν ἡ ἀγωνία τῆς γλώττης
12.46.1
καὶ μείζονος ἐπικουρίας εἰς ἀσφάλειαν δεῖται. Καὶ Χείρωνα δὲ τὸν Κένταυρον Ἕρμιππός φησιν ὁ Βηρύτιος δικαιοσύνης γενέσθαι διδάσκαλον, καὶ Ὅμηρος δὲ αὐτὸν" δικαιότατον τῶν Κενταύ ρων" ἐκάλεσεν. Οὐ τοίνυν μάλα προσήκει θαυμάζειν οὔτε Ἡσίοδον, τραχεῖαν λέγοντα τῆς ἀρετῆς τὴν ὁδὸν καὶ προσάντη καὶ δύσβατον, οὔτε Σιμωνίδην" τὰν ἀρετὰν" εἰρηκότα" ναίειν δυσβάτοις ἐπὶ
12.47.1
πέτραις." Ἃ γὰρ δὴ τῷ Χείρωνι καὶ τοῖς Ἱππημολγοῖς προσεμαρτύρησεν Ὅμηρος, καὶ ἅπερ Ἀνάχαρσις ἔργῳ μετῆλθεν ὁ Σκύθης, ταῦτα λόγῳ παρῄνεσαν οἱ ἐπαινούμενοι ποιηταί. Καὶ Ἀντισθένης δὲ ὁ Κυνικὸς– Σωκρατικὸς δὲ καὶ οὗτος– τοῦ ἥδεσθαι τὸ μαίνεσθαι κρεῖττον εἴρηκεν εἶναι· διὸ καὶ παραινεῖ
12.48.1
τοῖς γνωρίμοις μηδὲ δάκτυλον ἐκτεῖναί ποτε εἵνεκα ἡδονῆς. Τῆς τούτου διδασκαλίας τετύχηκε Διογένης ὁ Σινωπεύς, λόγῳ μὲν καὶ αὐτὸς τὴν φιλοσοφίαν ζηλώσας, ἡδονῆς δὲ δοῦλος γενόμενος καὶ δημοσίᾳ ταῖς ἑταίραις μιγνύμενος καὶ κάκιστον τοῖς θεωμέ νοις προσφέρων παράδειγμα· φασὶ δὲ αὐτόν, μεμψαμένου τινὸς τὸ γινόμενον καὶ εἰρηκότος·" Τί ποιεῖς, ὦ Διόγενες;" φάναι ἐκεῖνον, τῇ ξυνήθει λοιδορίᾳ χρησάμενον·" Ὦ κάθαρμα, εἰ
12.49.1
ἐπιτύχοιμι, ἄνθρωπον." Οὕτως ἀνέδην ἐλάγνευεν. Τούτου Κρά της ὁ Θηβαῖος τὸν βίον ἐζήλωσε καὶ πολλαῖς μὲν εὐφημίαις τὴν ἀρετὴν ἐστεφάνωσεν· αὐτοῦ γὰρ δὴ ὅδε ὁ λόγος· ἡδονῇ ἀνδραποδώδει ἀδούλωτοι καὶ ἄκαμπτοι ἀθάνατον βασιλείαν ἐλευθερίαν τ' ἀγαπῶσιν. Οὗτος εἰώθει λέγειν, τῆς εἰς τὰ ἀφροδίσια ὁρμῆς κατάπλασμα λιμὸν εἶναι, εἰ δὲ μή, βρόχον. Ἀλλὰ τοῦ πάθους ἐπαναστάντος, Ἱππαρχίαν τὴν Μαρωνεῖτιν δημοσίᾳ ἔγημε καὶ τὰ κυνογάμια ἐν τῇ Ποικίλῃ ἐτέλεσεν, ἐρρῶσθαι πολλὰ φράσας τῇ ὑψηγορίᾳ
12.50.1
τῶν λόγων. Καὶ Ἀρίστιππος δὲ ὁ Κυρηναϊκός, ὀνειδιζόμενος, ὅτι δὴ θαμὰ ξυνεγίνετο τῇ ἑταίρᾳ τῇ Κορινθίᾳ," ἔχω" ἔλεγε" Λαΐδα, καὶ οὐκ ἔχομαι ὑπ' αὐτῆς." Καὶ οἱ Περιπατητικοὶ δὲ λόγῳ μὲν εὐφήμουν τὴν ἀρετήν, ἐκύδαινον δὲ ἔργῳ τὴν ἡδο νήν· καὶ ταῦτα αὐτῶν οὐκ ἄλλοι κατηγοροῦσιν, ἀλλ' αὐτοὶ περὶ
12.51.1
τοῦ σφῶν διδασκάλου ξυγγράφουσιν. Ἀριστοκλῆς γάρ που ὁ Περιπατητικὸς Λύκωνα ἔφη τὸν Πυθαγόρειον περὶ Ἀριστοτέλους φάναι, ὅτι ἐν ἐλαίῳ θερμῷ λουόμενος τοῦτο ὕστερον ἀπεδίδοτο· καὶ ἡνίκα δὲ εἰς Χαλκίδα ἀπῄει, τοὺς τελώνας ἔφη διερευνωμέ νους τὸ πλοῖον εὑρεῖν αὐτῷ λοπάδια χαλκᾶ τέτταρα καὶ ἑβδομήκοντα· ἄλλους δέ τινας εἰρηκέναι, τριακοσίας ἐσχηκέναι
12.52.1
λοπάδας. Καὶ οἶμαι αὐτοὺς μὴ παντάπασι ψεύδεσθαι· ἐν τούτοις γὰρ δὴ ἐκεῖνος τὴν εὐδαιμονίαν ὡρίζετο. Εἰώθει γὰρ λέγειν, οὐκ ἄλλως εὐδαίμονά τινα γίνεσθαι ἢ διὰ τῆς τοῦ σώματος εὐπα θείας καὶ τῆς τῶν ἐκτὸς περιουσίας, ὧν ἄνευ μηδὲν τὴν ἀρετὴν ὠφελεῖν. Καὶ τοῦτο δὴ σαφῶς Ἀττικὸς ὁ Πλατωνικός, ἐν οἷς πρὸς Ἀριστοτέλην γράφει, δεδήλωκεν. Τὰ τοίνυν κατ' αὐτοῦ λεγόμενα βεβαιοῦσιν οἱ λόγοι.
12.53.1
Ὁ δὲ Πλάτων ἄντικρυς ἐναντία διδάσκει. Ἐν γὰρ τῷ τρίτῳ τῆς Πολιτείας ἐπιμελεῖσθαι κελεύει τοῦ σώματος ψυχῆς εἵνεκα ἁρμονίας, δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς βιοῦν, καταγγέλλοντας
12.54.1
τῆς ἀληθείας τὸ κήρυγμα. Τοῦτο καὶ ὁ θεῖος ἀπόστολος παραι νεῖ λέγων·" Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. Ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός· ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ· ἀλλ' ἐνδύσασθε τὸν κύριον Ἰησοῦν Χριστὸν καὶ τῆς σαρκὸς πρόνοιαν
12.55.1
μὴ ποιεῖσθε εἰς ἐπιθυμίας." Οὐ γὰρ τοσαύτην αὐτῷ προσφέρειν δεῖ θεραπείαν, ὥστε κατασκιρτᾶν τῆς ψυχῆς, ἀλλ' ἵνα ὑπουργῇ καὶ ξυνεργῇ καὶ τοῖς ἐκείνης ἕπηται νεύμασιν. Ξυμπεφώνηκε τοίνυν ἐν τούτοις ὁ Πλάτων τοῖς ἡμετέροις, τὴν ἀναγκαίαν ἐπι μέλειαν ποιεῖσθαι παρεγγυήσας τοῦ σώματος. Ἐπέδειξε δὲ καί,
12.56.1
ὅπως ἄρχεταί τε καὶ αὔξεται τῆς ἐπιθυμίας τὸ πάθος·" Ἡμεῖς" γὰρ ἔφη" λέξοιμεν ἂν ἴσως οὐκ ἀτόπως, ὅτι ἄρχει μὲν ἔρωτος ὅρασις, αὔξει δὲ τὸ πάθος ἐλπίς, τρέφει δὲ μνήμη, τηρεῖ δὲ ξυνήθεια." Τοῦτο δὲ αὐτὸ καὶ περὶ τῆς ἀρετῆς εἴρηκεν·" Παν τὸς γὰρ" ἔφη" φυτοῦ ἡ πρώτη βλάστη, καλῶς ὀρθωθεῖσα πρὸς ἀρετὴν τῆς ἑαυτοῦ φύσεως, κυριωτάτη τέλος ἐπιθεῖναι τὸ πρόσ φορον." Καὶ Σωκράτης δὲ φυλάττεσθαι ἐκέλευσε τὰ ἀναπείθοντα μὴ
12.57.1
πεινῶντας ἐσθίειν καὶ μὴ διψῶντας πίνειν, καὶ τὰ βλέμματα καὶ τὰ φιλήματα τῶν καλῶν, ὡς χαλεπώτερον σκορπίων καὶ φαλαγ
12.58.1
γίων ἰὸν ἐνιέναι πεφυκότα. Ἀλλὰ ταῦτα ῥήματα ἦν ἄλλως ἔργων γεγυμνωμένα. Εἰς γὰρ δὴ τὰ γυμνάσια τῶν νέων εἵνεκα καὶ καλῶν εἰώθει φοιτᾶν καὶ τοὺς ὀφθαλμοὺς εἱστία τῇ κακῇ θεωρίᾳ. Καὶ μαρτυρεῖ Φίληβος καὶ Φαῖδρος καὶ Ἀντερασταὶ καὶ Χαρμί
12.59.1
δης καὶ ἄλλοι πολλοὶ διάλογοι τοιαῦτα ἔχοντες διηγήματα. Ἃ δὲ Ἀλκιβιάδης ἐν τῷ Ξυμποσίῳ περὶ Σωκράτους ἔφη, Πλάτων μὲν ἔγραψεν, ἐγὼ δὲ φειδοῖ τοῦ Σωκράτους εἰπεῖν οὐκ ἀνέξομαι· τοσαύτην ἔχουσιν ἀτοπίαν καὶ παροινίαν Σωκράτους καὶ λώβην τοῖς ὀξυρρόποις περὶ τὸ πταίειν ἐκεῖνοι οἱ λόγοι ἐν ἐκείνῳ τῷ
12.60.1
διαλόγῳ. Καὶ ἑσπερίσαι αὐτὸν καὶ διανυκτερεῦσαι πίνοντα ἔφη, καὶ τῶν ἄλλων ἀπειρηκότων ἤδη καὶ τὸν ὕπνον ἀσπασαμένων, ἐγρηγορότα μεῖναι πίνοντα καὶ μεταξὺ διαλεγόμενον, ὀνησιφόρον μὲν οὐδέν, ἃ δὲ Ἀλκιβιάδῃ καὶ Ἀριστοφάνει καὶ τοῖς ἄλλοις ἥρμοττε κωμασταῖς.
12.61.1
Καὶ ὁ Πορφύριος δέ, τὴν Φιλόσοφον ἱστορίαν ξυγγράψας, πρῶτον μὲν αὐτὸν ἀκρόχολον καὶ εὐόργητον εἴρηκε γεγενῆσθαι, Ἀριστοξένῳ μάρτυρι κεχρημένος τὸν Σωκράτους βίον ξυγ
12.62.1
γεγραφότι. Ἔφη γὰρ μηδενὶ ἑτέρῳ ἐντετυχηκέναι πιθανωτέρῳ ἐκείνου· τοιαύτην εἶναι τήν τε φωνὴν καὶ τὸ στόμα καὶ τὸ ἐπι φαινόμενον ἦθος καὶ πρὸς ἅπασι δὲ τοῖς εἰρημένοις τὴν τοῦ
12.63.1
εἴδους ἰδιότητα. Γίνεσθαι δὲ τοῦτο, ὅτε μὴ ὀργίζοιτο· ὅτε δὲ ληφθείη ὑπὸ τοῦ πάθους τούτου, δεινὴν εἶναι τὴν ἀσχημοσύνην· οὐδενὸς γὰρ οὔτε ὀνόματος ἀπέχεσθαι οὔτε τοῦ πράγματος. Καὶ ἄλλα δὲ τοιαῦτα διεξελθών, δείκνυσιν αὐτὸν καὶ ταῖς ἡδυπαθείαις
12.64.1
δεδουλωμένον· λέγει δὲ οὕτως·" Πρὸς δὲ τὴν τῶν ἀφροδισίων χρῆσιν σφοδρότερον μὲν εἶναι, ἀδικίαν δὲ μὴ προσεῖναι· ἢ γὰρ ταῖς γαμεταῖς ἢ ταῖς κοιναῖς χρῆσθαι μόναις. Δύο δὲ σχεῖν γυ ναῖκας ἅμα, Ξανθίππην μὲν πολῖτιν καὶ κοινοτέραν πως, Μυρτὼ δὲ Ἀριστείδου θυγατριδῆν τοῦ Λυσιμάχου. Καὶ τὴν μὲν Ξανθίπ πην προσπλακεῖσαν λαβεῖν, ἐξ ἧς ὁ Λαμπροκλῆς ἐγένετο· τὴν δὲ Μυρτὼ γαμηθεῖσαν, ἐξ ἧς Σωφρονίσκος καὶ Μενέξενος.
12.65.1
Αὗται δὲ ξυνάπτουσαι μάχην πρὸς ἀλλήλας, ἐπειδὰν παύσαιντο, ἐπὶ τὸν Σωκράτην ὥρμων, διὰ τὸ μηδέποτε αὐτὰς μαχομένας διακωλύειν, γελᾶν δὲ καὶ ἀλλήλαις καὶ αὐτῷ μαχομένας ὁρῶντα. Εἶναι δέ φησιν αὐτὸν ἐν ταῖς ὁμιλίαις ἐνίοτε φιλαπεχθήμονα καὶ λοίδορον καὶ ὑβριστικόν." Καὶ ταῦτα δὲ περὶ τοῦ Σωκράτους ὁ Πορφύριος ἔφη·" Ἐλέ
12.66.1
γετο δὲ περὶ αὐτοῦ, ὡς ἄρα παῖς ὢν οὐκ εὖ βιώσειεν οὐδὲ εὐτάκτως. Πρῶτον μὲν γάρ φασιν αὐτὸν τῷ πατρὶ διατελέσαι ἀπειθοῦντα, καὶ ὁπότε κελεύσειεν αὐτὸν λαβόντα τὰ ὄργανα τὰ περὶ τὴν τέχνην ἀπαντᾶν ὁπουδήποτε, ὀλιγωρήσαντα τοῦ προστάγ
12.67.1
ματος περιτρέχειν αὐτόν, ὅπου ποτὲ δόξειεν. Ἤδη δὲ περὶ τὰ ἑπτακαίδεκα ἔτη προσελθεῖν αὐτῷ Ἀρχέλαον τὸν Ἀναξαγόρου μαθητήν, φάσκοντα ἐραστὴν εἶναι· τὸν δὲ Σωκράτην οὐκ ἀπώ σασθαι τὴν ἔντευξίν τε καὶ ὁμιλίαν τὴν πρὸς τὸν Ἀρχέλαον, ἀλλὰ γενέσθαι παρ' αὐτῷ ἔτη συχνά· καὶ οὕτως ὑπὸ τοῦ Ἀρχε
12.68.1
λάου προτραπῆναι ἐπὶ τὰ φιλόσοφα." Εἶτα μετ' ὀλίγα·" Ἦν δὲ καὶ τῶν ἐπιτιμωμένων καὶ τάδε Σωκράτει, ὅτι εἰς τοὺς ὄχλους εἰσωθεῖτο καὶ τὰς διατριβὰς ἐποιεῖτο πρὸς ταῖς τραπέζαις καὶ πρὸς τοῖς ἑρμαῖς." Ταῦτα περὶ Σωκράτους ὁ Πορφύριος ἔφη καὶ ἄλλα ἄττα, ἃ ἑκὼν εἶναι παρέλιπον· ἐξ ὧν καταμαθεῖν ἔξεστιν, ὡς λόγοις ἐπῄνουν ἐκεῖνοι τὴν ἀρετήν, ἠσπάζοντο δὲ τὴν ἡδονὴν
12.69.1
καὶ τοῖς πάθεσι δουλεύειν ἠνείχοντο. Εἰ γὰρ δὴ κατὰ τὸν Πορ φύριον καὶ περὶ τὰ ἀφροδίσια ὁρμητικῶς εἶχε καὶ δύο γυναιξὶ κατὰ ταὐτὸν ὁμιλῶν οὐκ ἐλάμβανε κόρον, ἀλλὰ καὶ ταῖς κοιναῖς ἀνέ δην ἐχρῆτο καὶ τῶν ἐν ταῖς παλαίστραις γυμνουμένων νέων κατὰ τὸν Πλάτωνα τὴν θέαν ἠσπάζετο καὶ δυσόργητος ἦν καὶ μόγις ᾄττοντα κατέχειν ἠδύνατο τὸν θυμὸν καὶ λοίδορον εἶχε τὴν γλῶτ ταν καὶ ἀχαλίνωτον, ποῖον ἄρα εἶδος φιλοσοφίας μετῄει;
12.70.1
Ὅτι δὲ καὶ Πλάτωνος κατηγοροῦσι τῶν παλαιῶν τινες ὡς πολλὰ πεποιηκότος φιλοσοφίας ἀνάξια, ἀκούσατε Ξενοφῶντος λέγοντος ἐν τῇ πρὸς Αἰσχίνην ἐπιστολῇ·" Αἰγύπτου γὰρ ἠράσ θησαν καὶ τῆς Πυθαγόρου τερατώδους σοφίας· ὧν τὸ περιττὸν καὶ μὴ μόνιμον ἐπὶ Σωκράτει διήλεγχεν ἔρως τυραννίδος, καὶ
12.71.1
ἀντὶ διαίτης λιτῆς Σικελιῶτις γαστρὸς τράπεζα." Αἰνίττεται δὲ διὰ τούτων τὴν μετὰ Διονυσίου τοῦ τυράννου ἐν Σικελίᾳ δια τριβήν. Τὰς γὰρ Ἀθήνας καταλιπὼν ἐκείνῳ ξυνῆν, Συρακουσίας ἀπολαύων χλιδῆς, καὶ μετὰ τὴν ἐκείνου τελευτὴν τῷ ἐκείνου παιδί. Τοσοῦτον δὲ παραινῶν τὸν τύραννον ὤνησεν, ὡς καὶ δεθῆναι κἀν ταῖς λιθοτομίαις εἱρχθῆναι· ὕστερον δὲ αὐτὸν καὶ ὡς ἀνδράποδον ἀπέδοτο βάρβαρον. Καὶ ὁ Πλούταρχος δέ φησιν ἔλαιον αὐτὸν εἰς τὴν Αἴγυπτον ἐμπορίας χάριν μετακομίσαι.
12.72.1
Ἀλλ' ὅμως καὶ τῶν τοιούτων ψόγων ἀκούοντες, θαυμάζομεν αὐτοῦ τὰ καλῶς εἰρημένα καὶ τὴν ἐκ τούτων ὠφέλειαν καὶ ὑμᾶς ἀξιοῦμεν ξυλλέγειν.
12.73.1
Καὶ γὰρ δὴ καὶ γυναῖκας γεγενῆσθαι παρ' Ἕλλησιν ἀξιεπαί νους ἀκούομεν. Λυσιδίκη μὲν γάρ, ὥς φασιν, ἐλοῦτο μηδὲ τὸν χιτωνίσκον ἐκδυομένη, διὰ τὴν ὑπερβολὴν τῆς αἰδοῦς. Ἡ δὲ Φιλωτέρα κατιοῦσα εἰς τὴν πύελον κατὰ βραχὺ τὸ τῷ ὕδατι κα λυπτόμενον ἐγυμνοῦτο τοῦ σώματος, ἀναστέλλουσα κατ' ὀλίγον τὸν χιτῶνα· καὶ αὖ πάλιν ἀνιοῦσα παραπλησίως ἠμπίσχετο. Θεανὼ δὲ ἡ Πυθαγορική, ἀποβλέψαντός τινος εἰς αὐτὴν καὶ εἰπόντος·" Καλὸς ὁ πῆχυς"," ἀλλ' οὐ δημόσιος" ἀπεκρίνατο. Ἐρωτηθεῖσα δὲ πάλιν·" Ποσταία γυνὴ ἀπὸ ἀνδρὸς εἰς τὸ Θεσμοφόριον κάτεισιν;"" Ἀπὸ μὲν τοῦ ἰδίου παραχρῆμα" ἔφη," ἀπὸ δὲ τοῦ ἀλλοτρίου, οὐδέποτε."
12.74.1
Ταῦτα καὶ ὅσα τοιαῦτα καὶ ἐπαινοῦμεν καὶ φιλοσοφίας εἶναι ἄξιά φαμεν. Καὶ ἀποδεχόμεθα τὸν Πλάτωνα τοῖς ἀγαθοῖς τὸν γάμον ξυντάξαντα καὶ ἀθανασίας ἐπίνοιαν καὶ διαμονὴν τοῦ γέ νους καλέσαντα· Δημοκρίτῳ δὲ καὶ Ἐπικούρῳ λίαν μεμφόμεθα, παραιτεῖσθαι καὶ τὸν γάμον καὶ τὴν παιδογονίαν κελεύουσιν. Τὴν γάρ τοι ἡδονὴν ὁρισάμενοι τέλος, τὰ φροντίδας ἔχοντα καί τινας
12.75.1
ἀηδίας παντελῶς ἀπεκήρυξαν. Οἱ δὲ τῆς Ποικίλης μέσην τινὰ ὁδὸν ὥδευσαν· τοῖς γὰρ ἀδιαφόροις τὸν γάμον καὶ τὴν παιδογο νίαν ξυνέζευξαν. Οἱ δὲ θεῖοι λόγοι τὴν μὲν διὰ φιλοσοφίαν ἐπι νοουμένην ἁγνείαν ὑμνοῦσιν, ὡς βίον προξενοῦσαν φροντίδων ἐλεύθερον· τὸν δὲ σώφρονα γάμον νομοθετοῦσιν, ὡς καὶ τὸ γένος αὔξοντα καὶ λαγνείας τοὺς σωφρονεῖν βουλομένους ἐλευθεροῦντα· πορνείας δὲ καὶ τῆς ἄλλης ἀκολασίας ὡς συώδους κατηγοροῦσιν·
12.76.1
" Τίμιος γὰρ ὁ γάμος ἐν πᾶσι, καὶ ἡ κοίτη ἀμίαντος" φησὶν ὁ θεῖος ἀπόστολος·" πόρνους δὲ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός." Καὶ πάλιν·" Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις· καλὸν αὐτοῖς ἐστιν, ἐὰν μείνωσιν ὡς κἀγώ· εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν." Καὶ ἑτέρωθι·" Πορνεία δὲ καὶ ἀκαθαρσία μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις." Καὶ ἀλλαχοῦ·
12.77.1
" Μή τις πόρνος ἢ βέβηλος ὡς Ἡσαῦ." Οἱ μὲν οὖν ἡμέτεροι διδάσκαλοι τὸν λογικοῖς πρέποντα διεθεσμοθέτησαν βίον· οἱ δὲ τῶν φιλοσόφων ἄριστοι καὶ αὐτοὶ ταῖς ἡδοναῖς ἐδουλώθησαν καὶ νόμους ἔγραψαν ἀκολασίαν διδάσκοντας· τοιοῦτοι γὰρ οἱ περὶ γάμων καὶ παιδεραστίας τοῦ Πλάτωνος νόμοι. Καὶ μέντοι καὶ περὶ φιλίας Ἱππόδαμος ὁ Πυθαγόρειος οὕτω γέγραφεν·" Ἁ μὲν ἐξ ἐπιστάμας θεῶν, ἁ δὲ ἐκ παροχᾶς ἀνθρώπων, ἁ δὲ ἐξ ἁδονᾶς ζῴων."
12.78.1
Ὁ δὲ δεσπότης Χριστὸς ἐν τοῖς ἱεροῖς εὐαγγελίοις φησίν·" Μείζονα ταύτης ἀγάπην οὐδεὶς δύναται δεῖξαι, ἵνα τις θῇ τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν φίλων αὐτοῦ." Τὰ τελεώτατα δὲ ἐκπαι δεύων, καὶ τοὺς ἐχθροὺς ἐκέλευσεν ἀγαπᾶν· ὁ δὲ τὴν Πυθαγό ρειον ἐκπαιδευθεὶς τετρακτὺν τὴν ἀνθρωπίνην φιλίαν ἐκ παροχῆς
12.79.1
ὡρίσατο κατορθοῦσθαι. Οὐ μόνον δὲ ἀπᾴδων ὅδε ὁ λόγος, ἀλλὰ καὶ πάμπαν ἀξύστατος. Πολλοὺς γὰρ ἐχθρῶν εὐεργέτας γεγε νημένους εὑρίσκομεν· πολλοὺς δὲ εὖ μὲν παρά τινων πεπονθότας, ἀχαρίστους δὲ μάλα περὶ τοὺς εὐεργέτας γεγενημένους. Οὐ τοίνυν παροχῆς ἔκγονος ἡ φιλία, ἀλλὰ καρπὸς φιλίας ἡ παροχή.
12.80.1
Ταῦτα πάλιν, ὦ ἄνδρες, παρεξετάσαντες καὶ γνόντες, ὅσον θείων καὶ ἀνθρωπίνων τὸ μέσον, δι' ἐκείνων, οἷον δή τινων στοι χείων, ἐπὶ τὴν τούτων ὁδεύσατε τελειότητα καὶ" μὴ προφα σίζεσθε προφάσεις ἐν ἁμαρτίαις", ᾗ φησιν ἡ μελῳδία τοῦ Πνεύ
12.81.1
ματος. Ὅταν γὰρ τοὺς εὐαγγελικοὺς ἐπιδείξωμεν νόμους πολλῷ τῆς Ἑλληνικῆς φιλοσοφίας ὄντας ὑψηλοτέρους, τηνικαῦτα ὑμεῖς τοὺς μὲν νόμους ἐπαινεῖτε, τοὺς δὲ τούτους παραβαίνοντας ἀδεῶς εἰς μέσον προφέρετε καὶ δι' ἐκείνων πειρᾶσθε διαβάλλειν τοὺς
12.82.1
νόμους. Ἔδει δὲ ψέγειν μὲν ἐκείνους, ἀλλὰ μὴ τῶν νόμων κατη γορεῖν. Οὐδὲ γὰρ διὰ τὰς φαύλας ἀμπέλους φεύγομεν τὰς ἀρίσ τας, οὐδὲ διὰ τὰς πικρὰς ἀμυγδάλας καὶ τὰς γλυκείας ἀποστρε φόμεθα, οὐδὲ διὰ τὸν ὑπόχαλκον χρυσὸν καὶ τὸν ἀκίβδηλον δια βάλλομεν, οὐδὲ διὰ τὴν ἐψευσμένην πορφύραν καὶ τὴν ἀληθινὴν σκώπτομεν, οὐδὲ τῶν ἀμαθῶν ἕνεκα ζωγράφων καὶ τῶν ἐντέχνων κατηγοροῦμεν, οὐδὲ διὰ τοὺς πονηροὺς ἀνθρώπους καὶ τοὺς σπουδαίους μισοῦμεν, οὐδὲ ἤν τινα εὕρωμεν ἀνεπιστήμονα ἰατρόν, ἤδη καὶ τὴν ἰατρικὴν ἀπαγορεύομεν τέχνην, ἀλλὰ καὶ τῶν ζω γράφων καὶ τῶν ἰατρῶν, καὶ μέντοι καὶ τῶν σκυτοτόμων καὶ τῶν χαλκοτύπων καὶ τῶν χρυσοχόων τοὺς μὲν ἀρίστους θαυμάζομεν, τοὺς δὲ τὴν τέχνην οὐκ ἀκριβοῦντας σκώπτειν εἰώθαμεν· τὰς δέ γε τέχνας, κἂν μηδένα ἐπιστήμονα εὕρωμεν, διαβάλλειν οὐκ
12.83.1
ἀνεχόμεθα. Τῶν γὰρ ἀτοπωτάτων διὰ τοὺς τυφλώττοντας τοὺς ὀφθαλμοὺς καὶ αὐτὴν τὴν ὀπτικὴν αἴσθησιν διαψέγειν ὡς ἄχρηστον, καὶ διὰ τοὺς τὴν γλῶτταν πεπεδημένους τῶν τῆς φωνῆς ὀργάνων ὡς οὐκ ἀναγκαίων κατηγορεῖν, καὶ διὰ τὰ βεβυσμένα ὦτα τὴν ἀκουστικὴν αἴσθησιν περιττὴν ὀνομάζειν.
12.84.1
Οὕτω τοίνυν ἀληθῶς σχέτλιόν τε καὶ ἄδικον τῶν τοὺς νόμους παραβαινόντων εἵνεκα καὶ αὐτῶν τῶν νόμων κατηγορεῖν καὶ τῶν τούτους φυλάττειν ἐσπουδακότων. Οὐδὲ γὰρ εἴ τις τέκτων κατὰ λόγον μὲν εὐθύνοι τὴν στάθμην, παρὰ λόγον δὲ τῷ σκεπάρνῳ χρώμενος διαφθείροι τὰ σημεῖα τοῦ μέλανος, ἢ περαιτέρω ταύ της τῶν ἔνδον ἀφαιρούμενος ἢ περιττὰ ἔξωθεν καταλείπων, τὴν στάθμην αἰτιατέον, ἣ τὸ εὐθὲς ἐπιδείκνυσι· τῆς γάρ τοι τοῦ
12.85.1
τέκτονος ἀμαθίας ἡ ἁμαρτία. Οὐκοῦν οἱ νόμοι στάθμης τινὸς καὶ κανόνος καὶ γνώμονος ἐπέχουσι τάξιν· τῶν δὲ τούτοις χρω μένων οἱ μὲν ἄριστα τὸν οἰκεῖον διευθύνουσι βίον, οἱ δὲ τὰ ῥᾷστα ἀντὶ τῶν βελτίστων προαιρούμενοι ἔξω τῆς τούτων εὐθύτητος βαίνουσιν. Τοιγάρτοι τούτων μὲν κατηγορητέον, τοὺς δὲ νόμους ἐπαινετέον.
12.86.1
Οὐδὲ γὰρ εἴ τις ἄριστος ἰατρὸς ἐπιτάξοι τῷ κάμνοντι τῶν μὲν μεταλαβεῖν, τῶν δὲ μὴ μετασχεῖν παντελῶς, εἶτα ἐκεῖνος, ὀλίγον τῶν ἰατρικῶν ὑποθηκῶν φροντίσας, τῆς θεραπείας προτιμήσοι τὴν ἡδονὴν καὶ τὰ ἀπειρημένα φαγὼν ἢ πιὼν αὐξήσοι τὴν νόσον, τὸν ἰατρὸν ὡς ἐπίβουλον αἰτιώμεθα. Ἐκ γὰρ δὴ τῆς τοῦ κάμνοντος ἀκρασίας, οὐκ ἐκ τῆς τοῦ ξυμβουλεύσαντος προμηθείας ἡ νόσος ηὐξήθη.
12.87.1
Ταῦτα τοίνυν ξυλλογισάμενοι καὶ ὅσα τούτοις προσόμοια, τὸν μὲν τῶν σωτηρίων νόμων νομοθέτην ὑμνήσατε, αὐτῶν δὲ τῶν νόμων θαυμάσατε τὸ βιωφελὲς καὶ ὀνήσιμον· καὶ οἷον θεωροί τινες τῶν ἀξιεπαίνων ἀγώνων γινόμενοι, τοὺς μὲν τούτων ἀνακηρύξατε φύλακας, κατὰ δὲ τῶν παραβεβηκότων μὴ τὴν ἴσην
12.88.1
ἐξενέγκητε ψῆφον. Οὐ γὰρ ἴσῳ γε σκοπῷ παραβαίνουσιν ἅπαντες. Πολλὰ γὰρ δὴ καὶ παρὰ γνώμην πλημμελοῦμεν οἱ ἄνθρωποι· καὶ ταῦτα καὶ αὐτοί γε οἱ νόμοι καλοῦσιν ἀκούσια. Καὶ γὰρ δὴ κατὰ κυνός τις ἢ ἄλλου του λίθον ἀκοντίσας, τοῦ μὲν διήμαρτεν, ἄνθρωπον δὲ κατέκτεινε· τοιαῦτα γὰρ δὴ πάθη καὶ Ἡρόδοτος
12.89.1
ᾄδει. Πολλάκις δέ τις πέλεκυν ἔχων καὶ ξύλα τέμνων κατά τινος παριόντος ἄκων ἠκόντισε τὸν σίδηρον. Τούτοις καὶ τοῖς τοιούτοις, ὡς ἀκουσίοις, ξυγγνώμην οἱ νόμοι προσνέμουσιν. Καὶ τὰ ἑκούσια δὲ οὐ σμικρὰν ἔχει διαφοράν. Οὐδὲ γὰρ ἴσον ὑπό τινος ὀργῆς καὶ θυμοῦ τινα παροξυνόμενον πατάξαι τὸν πέλας καὶ παραπέμψαι τῷ θανάτῳ, οὐ τοῦτο προβουλευσάμενον οὐδὲ ἐπὶ τούτῳ γε παίσαντα, καὶ τὸ ἐξ ἐπιβουλῆς καὶ λόχου καὶ προνοίας τυρεῦσαι τὸν θάνατον· τὸ μὲν γὰρ ἦν ἀκρασίας θυμοῦ, τὸ δὲ πονηρίας ἐσχάτης· καὶ τὸ μὲν οὐχ ὅλον, τὸ δὲ ὅλον τῆς
12.90.1
γνώμης. Οὕτω καὶ ταῖς τῆς ἡδυπαθείας οὐχ ἅπαντες ὁμοίως οἱ ἄνθρωποι περιπίπτουσιν ἁμαρτίαις· ἀλλ' οἱ μὲν ἥκιστα περιεργαζόμενοι τὰ εὐπρεπῆ τῶν σωμάτων περιπείρονται, ἔσθ' ὅπῃ δὲ καὶ ὁρῶσιν ἐξαπίνης καὶ καταδουλοῦνται τῷ πάθει, τοῦ λογισμοῦ τῆς ἡγεμονίας ἐξισταμένου· οἱ δὲ βίον ἔχουσι τὸ τῇ τοιᾷδε θεωρίᾳ
12.91.1
τοὺς ὀφθαλμοὺς ἑστιᾶν. Καὶ οἱ μὲν οὐδὲ σιτίων οὐδὲ ποτῶν ἀπολαύουσιν ἀδεῶς, ἡττῶνται δὲ ὅμως παλαίοντες, ἐπειδὴ παλαίειν ἐπιστημόνως οὐ βούλονται· οἱ δὲ ὑπερμαζῶσι καὶ τρυφῶσι καὶ πᾶν εἶδος ἐπινοοῦσι χλιδῆς καὶ τὰς ἄλλας ὀρέξεις διερεθίζουσι παντοδαπαῖς ἐπινοίαις, καὶ μέντοι καὶ σβεννυμένων ἀσχάλλουσιν.
12.92.1
Ἐπειδὴ τοίνυν τοσαύτη τῶν παρανομούντων διαφορά, οὐ χρεὼν ἅπασι χαλεπαίνειν ὁμοίως, ἀλλὰ τοὺς μὲν προδήλως τὸν συώδη βίον ἀσπαζομένους μυσάττεσθαι, τοῖς δὲ ἄλλοις καὶ ξυμβουλεύειν καὶ παραινεῖν καὶ χεῖρα ὀρέγειν καὶ θεραπεύειν ἐπιμελῶς καὶ προσφέρειν τῆς ὑγιείας τὰ φάρμακα· ἐκείνους δέ, ἤν τοι ἐπιμένωσι θηριωδῶς βιοτεύοντες, καὶ περιόντας θρηνήσωμεν καὶ
12.93.1
ἀποθανοῦσι τὸ Σαρδαναπάλου ἐπίγραμμα προσενέγκωμεν. Τῷ γὰρ δὴ ἐκείνου ἐπεγέγραπτο τάφῳ· Τόσσ' ἔχω ὅσσ' ἔφαγον καὶ ἐφύβρισα καὶ μετ' ἔρωτος τέρπν' ἔπαθον, τὰ δὲ πολλὰ καὶ ὄλβια πάντα λέλειπται, καὶ γὰρ ἐγὼ σποδός εἰμι, Νίνου μεγάλης βασιλεύσας.
12.94.1
Ἀλλὰ γὰρ καὶ τοῦτο ψευδῶς οἱ γεγραφότες ἐπέγραψαν. Οὐ γὰρ ἔχει ὁ τελευτήσας, ἅπερ ἔφαγε καὶ ἔπιεν, ἀλλ' εἰς τὴν δυσώδη φθορὰν ἐκεῖνα κεχώρηκεν· ἔχει δὲ μόνον τοῦ παρανόμου βίου τὴν δυσοσμίαν, ἣ διηνεκῶς τὴν ψυχὴν ἀλγύνει καὶ ἀνιᾷ, ξυνειδυῖαν ἑαυτῇ τὰ κάκιστα καὶ μεμνημένην ὧν παρανόμως εἰργάσατο.
12.95.1
Ταύτην ὑμῖν, ὦ ἄνδρες, δευτέραν καὶ δεκάτην διάλεξιν προσ ενήνοχα, καὶ ἐπέδειξα, τίνα μὲν περὶ Θεοῦ καὶ ὕλης καὶ κτίσεως, καὶ μέντοι καὶ ἀρετῆς καὶ κακίας τοῖς τῶν Ἑλλήνων ἔδοξε φιλοσόφοις, καὶ τίνα ἡμᾶς οἱ θεῖοι ἐξεπαίδευσαν λόγοι, καὶ ὡς ἔσβεσται μὲν τὰ ἐκείνων ἅπαντα καὶ παραδέδοται τῷ ζόφῳ τῆς λήθης, ἀνθεῖ δὲ ταῦτα καὶ τέθηλε καὶ πολλὰς ἔχει καθ' ἑκάστην καὶ πόλιν καὶ χώραν ἀκροατῶν μυριάδας καὶ διδασκάλους, τὴν μὲν Πλατωνικὴν εὐέπειαν οὐκ ἔχοντας, τὴν δὲ τῆς ἀληθείας ἰατρείαν προσφέροντας· καὶ τῶν μὲν ψευδωνύμων θεῶν τὸν πλάνον ἐληλαμένον, τοῦ δὲ ἡμετέρου Σωτῆρος τὰ δόγματα
12.96.1
κηρυττόμενα. Τοῦτο γὰρ δὴ καὶ ὁ Πορφύριος, ἐν οἷς καθ' ἡμῶν ξυνέγραψεν, εἴρηκεν·" Νυνὶ δέ" φησι" θαυμάζουσιν, εἰ τοσούτων ἐτῶν κατείληφε νόσος τὴν πόλιν, Ἀσκληπιοῦ μὲν ἐπιδημίας καὶ τῶν ἄλλων θεῶν οὐκέτι οὔσης· Ἰησοῦ γὰρ τιμωμένου, οὐδεμιᾶς
12.97.1
δημοσίας τις θεῶν ὠφελείας ᾔσθετο." Ταῦτα ὁ πάντων ἡμῖν ἔχθιστος Πορφύριος εἴρηκε, καὶ ἀναφανδὸν ὡμολόγησεν, ὡς πιστευόμενος ὁ Ἰησοῦς φρούδους ἀπέφηνε τοὺς θεούς, καὶ μετὰ τὸν σταυρὸν καὶ τὸ σωτήριον πάθος οὐκέτι φενακίζει τοὺς ἀνθρώπους Ἀσκληπιός, οὐδὲ ἄλλος τις τῶν καλουμένων θεῶν. Ἅπαντα γὰρ αὐτῶν τὸν ὁρμαθόν, οἷόν τινας νυκτερίδας, τῷ σκότῳ παρέπεμψεν ἀνατεῖλαν τὸ φῶς.
12.98.1
Ταύτης καὶ ὑμᾶς τῆς ἀκτῖνος μεταλαχεῖν ἀξιῶ. Τοῦδε γὰρ χάριν καὶ τὸν πόνον ἀνεδεξάμην, καὶ οἷόν τινας βοτάνας πανταχόθεν ξυλλέξας, τὸ ἀλεξίκακον ὑμῖν κατεσκεύασα φάρμακον.