Graecarum affectionum curatio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Ἰατρικὴ θεραπεία ἔστι μέν που καὶ σώματος, ἔστι δ' ἄρα καὶ ψυχῆς· καὶ γὰρ δὴ καὶ ταύτῃ κἀκείνῳ συχνὰ προσγίνεται πάθη, τετελεσμένος ἐκεῖσε ἀφικόμενος μετὰ θεῶν οἰκήσει." Πείσθητε τοίνυν, ὦ φίλοι, τοῖς ὑμετέροις φιλοσόφοις, προτε λοῦσιν ὑμᾶς καὶ τὰ ἡμέτερα προδιδάσκουσιν. Ἀτεχνῶς γὰρ ἐοίκασι τῶν ᾠδικῶν ὀρνίθων ἐκείνοις, οἳ τὴν μὲν ἀνθρωπείαν μιμοῦνται φωνήν, ἀγνοοῦσι δὲ τῶν λεγομένων τὸν νοῦν· παρα πλησίως γὰρ δὴ καὶ
1.2.1
ἀλλὰ τῷ μὲν ἀκούσια, τῇ δέ, ὡς ἐπίπαν, αὐθαίρετα. Τοῦτο οὖν εὖ εἰδώς, οἷα δὴ πάνσοφος ὁ Θεὸς καὶ ψυχῶν καὶ σωμάτων καὶ τῶν ὅλων δημιουργός, ἑκατέρᾳ φύσει προσένειμεν ἁρμόδια φάρ μακα, καὶ μέντοι καὶ ἰατροὺς ἐπέστησε, τοὺς μὲν ταύτην, τοὺς δὲ ἐκείνην ἐκπαιδεύσας τὴν ἐπιστήμην, καὶ στρατηγεῖν καὶ ἀρι
1.3.1
στεύειν κατὰ τῶν νοσημάτων ἐκέλευσεν. Ἀλλ' οἱ μὲν τὸ σῶμα οὐκ εὖ διακείμενοι καὶ τὴν νόσον δυσχεραίνουσι καὶ ὑγείας ἱμεί ρονται καὶ τοῖς ἰατροῖς εἴκουσιν, οὐ μόνον ἤπια προσφέρουσι φάρ μακα, ἀλλὰ κἂν τέμνωσι, κἂν καίωσι, κἂν λιμώττειν κελεύωσι, κἂν πικρῶν τινων καὶ ἀηδῶν μεστὰς προσφέρωσι κύλικας· καὶ διὰ τοιαύτης ἀνιαρᾶς ἐπιμελείας τὴν ὑγείαν καρπούμενοι, μισθὸν τοῖς οὕτως ἀκουμένοις ὀρέγουσι, καὶ τὴν θεραπείαν δεχόμενοι τὴν τῶν φαρμάκων οὐ περιεργάζονται σκευασίαν· τὴν γάρ τοι
1.4.1
σωτηρίαν ποθοῦσιν, οὐ τὸν ταύτης τρόπον ἀνερευνῶσιν. Οἱ δὲ τῆς ἀπιστίας τὴν λώβην εἰσδεδεγμένοι οὐ μόνον ἀγνοοῦσι τὴν παγχάλεπον νόσον, ἀλλὰ καὶ τῆς ἄκρας εὐκληρίας ἀπολαύειν ὑπολαμβάνουσιν· ἢν δέ τις τῶν ταῦτα θεραπεύειν ἐπισταμένων ἀλεξίκακον φάρμακον τῷ πάθει προσενεγκεῖν ἐθελήσῃ, ἀποπηδῶ σιν αὐτίκα, καθάπερ οἱ φρενίτιδι κατεχόμενοι νόσῳ καὶ τὴν σφίσι προσφερομένην ἀποσείονται θεραπείαν καὶ τὴν ἰατρείαν ὡς ἀρρω
1.5.1
στίαν ἀποδιδράσκουσιν. Χρὴ μέντοι τοὺς ταύτην μετιόντας τὴν ἐπιστήμην καὶ χαλεπαίνοντας φέρειν καὶ λοιδορουμένων ἀνέ χεσθαι, κἂν πὺξ παίωσι, κἂν λακτίζωσι, τοιαῦτα γὰρ δὴ ἄττα πλημμελοῦσιν οἱ παραπαίοντες· καὶ οὐ δυσχεραίνουσι τούτων γινομένων οἱ ἰατροί, ἀλλὰ καὶ δεσμὰ προσφέρουσι καὶ καταιονῶσι βίᾳ τὰς κεφαλὰς καὶ πᾶσαν μηχανὴν ἐπινοοῦσιν, ὥστε τὸ πάθος ἐξελάσαι καὶ τὴν προτέραν τῶν μορίων ἁρμονίαν ἀποδοῦναι τῷ
1.6.1
ὅλῳ. Τοῦτο δὴ καὶ ἡμῖν ποιητέον, καὶ τῶν οὕτω διακειμένων ἐπιμελητέον εἰς δύναμιν. Εἰ γὰρ καὶ ὀλίγοι λίαν εἰσὶν οἱ τῷ πάθει δεδουλωμένοι καὶ ἐοίκασιν ὑποστάθμῃ τινὶ παχείᾳ τῶν τοῦ διυλιστῆρος οὐ διϊκνουμένῃ πόρων διὰ παχύτητα, ἀλλ' οὖν οὐκ ἀμελητέον αὐτῶν οὐδὲ παροπτέον φθειρομένους ὑπὸ τοῦ πάθους, ἀλλὰ πάντα πόρον ἐξευρητέον, ὥστε τὴν ἐπικειμένην αὐτοῖς ὁμί χλην ἀποσκεδάσαι καὶ τοῦ νοεροῦ φωτὸς ἐπιδεῖξαι τὴν αἴγλην. Οὐδεὶς γὰρ φιλόπονος γεωργὸς τὰς μὲν πολλὰς ἀκάνθας ἐκτέ
1.7.1
μνει, τὰς δὲ ὀλίγας ἐᾷ, ἀλλὰ κἂν δύο εὕρῃ, κἂν μίαν, πρόρρι ζον ἀνασπᾷ καὶ καθαρὸν ἀποφαίνει τὸ λήϊον. Πολλῷ δὴ οὖν μᾶλλον τοῦτο ποιητέον ἡμῖν· οὐ γὰρ ἐκτέμνειν, ἀλλὰ μεταβάλ λειν τὰς ἀκάνθας ὁ τῆς ἡμετέρας γεωργίας παρακελεύεται
1.8.1
νόμος. Φέρε τοίνυν καὶ ὡς ἀκάνθαις τὴν γεωργικὴν προσενέγκω μεν δίκελλαν καὶ τῇ μακέλλῃ τοῦ λόγου τὰς τῶν ἀκοῶν ἀνευρύ νωμεν αὔλακας, ἵνα μηδὲν τῶν ἐν μέσῳ κειμένων κωλυμάτων ἐπίσχῃ τῆς ἀρδείας τὸ ῥεῖθρον· καὶ μὲν δὴ καὶ ὡς ἀρρωστοῦντας καταιονήσωμεν καὶ τὰ σωτήρια καὶ παιώνια προσενέγκωμεν φάρμακα.
1.9.1
Πρῶτον δέ γε τῶν ἄλλων τὸ τῆς οἰήσεως ἰατρεύσωμεν πά θος. Καὶ γὰρ δή τινες αὐτῶν, ποιητικῶν καὶ ῥητορικῶν λόγων μετεσχηκότες, τινὲς δὲ καὶ τῆς Πλάτωνος εὐεπείας ἀπογευσά μενοι, καταφρονοῦσι μὲν τῶν θείων λογίων, ὡς ἥκιστα κεκαλ λιεπημένῃ φράσει κεκομψευμένων, οὐκ ἀξιοῦσι δὲ παρ' ἀνδρῶν
1.10.1
ἁλιέων μαθεῖν τὴν τοῦ ὄντος ἀλήθειαν. Καὶ τέχνης μὲν ἑκάστης δρεπόμενοι τοὺς καρπούς, τὰς τῶν τεχνιτῶν οὐ περιεργάζονται γλώττας· οὐδὲ γὰρ Ἀττικοὺς εἶναι τοὺς σκυτοτόμους ἀπαιτοῦσιν ἢ τοὺς χαλκέας ἢ τοὺς τέκτονας ἢ τοὺς ζωγράφους ἢ τοὺς ναυ πηγοὺς ἢ τοὺς κυβερνήτας, ἀλλὰ κἂν Σκύθαι ὦσι, κἂν Σαυρο μάται, κἂν Ἴβηρες, κἂν Αἰγύπτιοι, μεθ' ἡδονῆς ἀπολαύουσι τῶν τεχνῶν, μόνην ἀπαιτοῦντες τὴν τούτων ἀκρίβειαν, τὴν δὲ τῶν
1.11.1
ἐθνῶν διαφορὰν ἥκιστα δυσχεραίνουσιν. Καὶ κιθαριστοῦ μὲν ἀκούοντες, τῶν κρουμάτων μόνον ἀπαιτοῦσι τὴν ἁρμονίαν, οὐ μὴν εἰ Ἕλλην ἐστὶν ἢ βάρβαρος ἐπιζητοῦσι μαθεῖν· μόνην δ' ἄρα τῆς ἀληθείας τὴν μάθησιν ἀπεριέργως λαβεῖν οὐκ ἐθέλου σιν, ἀλλ' ἀτιμίαν ὑπολαμβάνουσιν, εἰ βάρβαρος αὐτοὺς ταύτην τὴν γλῶτταν παιδεύοι· καὶ τοῦτον ἔχουσι τὸν τύφον ἄνδρες οὐδ' εἰς ἄκρον τῆς Ἑλληνικῆς φιλοσοφίας ἐληλακότες, ἀλλ' ὀλίγων τινῶν, τὸ δὴ λεγόμενον, ἄκροις χείλεσι γεγευμένοι καὶ σμικρὰ ἄττα ἔνθεν κἀκεῖθεν ἠρανισμένοι.
1.12.1
Οἱ δὲ τῶν Ἑλληνικῶν φιλοσόφων περιφανέστατοι, ὧν ἡ μνήμη παρὰ τοῖς ἐλλογίμοις μέχρι καὶ τήμερον πολυθρύλητος, Φερε κύδης ὁ Σύριος καὶ Πυθαγόρας ὁ Σάμιος καὶ Θαλῆς ὁ Μιλήσιος καὶ Σόλων ὁ Ἀθηναῖος, καὶ μέντοι καὶ Πλάτων ἐκεῖνος, ὁ Ἀρίστωνος μὲν υἱός, Σωκράτους δὲ φοιτητής, εὐστομίᾳ δὲ πάν τας ἀποκρύψας, οὐκ ὤκνησαν ἕνεκα τοῦ τἀληθὲς ἐξευρεῖν καὶ Αἴγυπτον περινοστῆσαι καὶ Θήβας τὰς Αἰγυπτίας καὶ Σικελίαν καὶ Ἰταλίαν, καὶ ταῦτα οὐ μιᾶς βασιλείας τάδε τὸ τηνικαῦτα ἰθυνούσης τὰ ἔθνη, ἀλλὰ διαφόρων μὲν πολιτειῶν ἐν ταῖς πόλε σιν οὐσῶν, διαφόρων δὲ νόμων· αἱ μὲν γὰρ δημοκρατίαν, αἱ δὲ
1.13.1
ὀλιγαρχίαν ἠσπάζοντο, καὶ οἱ μὲν ἐτυραννοῦντο, οἱ δὲ ἐννόμως ἐβασιλεύοντο. Ἀλλ' ὅμως οὐδὲν αὐτοὺς τούτων ἐπέσχε τῶν κωλυ μάτων παρὰ βαρβάρους ἀνθρώπους δραμεῖν καὶ μαθεῖν παρ' αὐτῶν, ἅπερ αὐτοὺς ἄμεινον γινώσκειν ἑαυτῶν ὑπελάμβανον.
1.14.1
Φασὶ δὲ αὐτοὺς ἐν Αἰγύπτῳ οὐ μόνον παρ' Αἰγυπτίων, ἀλλὰ καὶ παρ' Ἑβραίων τὰ περὶ τοῦ ὄντος διδαχθῆναι Θεοῦ. Καὶ ταῦτα διδάσκει μὲν Πλούταρχος ὁ Βοιώτιος, διδάσκει δὲ καὶ Πορφύριος ὁ κατὰ τῆς ἀληθείας λυττήσας, καὶ μέντοι καὶ Νουμήνιος ὁ
1.15.1
Πυθαγόρειος καὶ ἕτεροι πλεῖστοι. Φασὶ δὲ τὸν Πυθαγόραν καὶ περιτομῆς ἀνασχέσθαι, τοῦτο παρ' Αἰγυπτίων μεμαθηκότα· Αἰγύπτιοι δὲ παρ' Ἑβραίων τόνδε τὸν νόμον παρέλαβον. Ἁβραὰμγὰρ τοῦ πατριάρχου παρὰ τοῦ Θεοῦ τῶν ὅλων τῆς περιτομῆς δεξαμένου τὴν ἐντολήν, ἐφύλαξε μὲν ταύτην τὸ γένος· ᾤκησε δ' ἐπὶ πλεῖστον τὴν Αἴγυπτον, ἐζήλωσαν δὲ τοὺς Ἑβραίους
1.16.1
Αἰγύπτιοι. Ὅτι δὲ οὐκ ἦν πάλαι νόμος Αἰγυπτίοις περιτέμνειν τὰ βρέφη, ἡ τοῦ Φαραὼ θυγάτηρ ἀξιόχρεως μάρτυς· τῇ γὰρ ὄχθῃ τοῦ ποταμοῦ προσερριμμένον εὑροῦσα τὸν Μωϋσῆν, εὐθύς τε τὴν περιτομὴν εἶδε καὶ τὸ γένος ἐπέγνω καὶ τῶν Ἑβραίων ἔκγονον τὸ βρέφος ὠνόμασεν.
1.17.1
Οἱ μὲν οὖν διὰ πάσης ἐληλυθότες παιδείας τοσοῦτον ἔρωτα εἶχον φιλομαθείας, ὡς καὶ πολέμων καὶ πελαγῶν μεγίστων κατα φρονῆσαι καὶ βαρβάροις ἀνδράσι φοιτῆσαι καὶ πανταχόθεν ξυλλέ ξαι ὅπερ ἀναγκαῖον ἐνόμισαν· Σωκράτης δὲ ὁ Σωφρονίσκου, τῶν φιλοσόφων ὁ ἄριστος, οὐδὲ παρὰ γυναικῶν μαθεῖν τι χρήσιμον ὑπέλαβε φιλοσοφίας ἀνάξιον· τῷ τοι καὶ τὴν Διοτίμαν οὐκ ἠρυ θρία προσαγορεύων διδάσκαλον, καὶ μέντοι καὶ παρὰ τὴν Ἀσπα
1.18.1
σίαν διετέλει θαμίζων. Τούτων δέ γε οἱ πλεῖστοι μὲν οὐδὲ τὴν Μῆνιν ἴσασι τὴν Ἀχιλλέως, ἐξ ἧς ἄρχεσθαι τῶν ἐλλογίμων μαθημάτων εἴωθε τὰ μειράκια· οἱ δέ, ὀλίγα μὲν παρὰ ποιητῶν, ὀλίγα δὲ παρὰ ῥητόρων ἐρανισάμενοι, τῶν δέ γε φιλοσόφων οὐδὲ αὐτὰς τὰς προσηγορίας μεμαθηκότες, πλὴν δυοῖν ἢ τριῶν τῶν ἐπισήμων, βάρβαρον μὲν τὴν θείαν γραφὴν ὀνομάζουσι, μα θεῖν δὲ τἀληθὲς παρ' αὐτῆς αἰσχρὸν ὑπειλήφασιν. Ἐξ ἀγνοίας
1.19.1
δὲ αὐτοῖς τὸ τῆς ἀλαζονείας ἐπιγίνεται πάθημα. Εἰ γὰρ τὰς Ἑλληνικὰς ἀνεγνώκεσαν ἱστορίας, ἔγνωσαν ἂν δήπουθεν, ὡς καὶ τὰς περιφανεῖς ἐπιστήμας καὶ τῶν τεχνῶν τὰς πλείστας παρὰ βαρβάρων ἐπαιδεύθησαν Ἕλληνες. Γεωμετρίαν μὲν γὰρ καὶ ἀστρονομίαν Αἰγυπτίους πρώτους εὑρηκέναι φασίν· ἀστρολογία δὲ καὶ γενεθλιαλογία Χαλδαίων εὕρημα λέγεται· Ἄραβες δὲ καὶ Φρύγες οἰωνοσκοπικὴν ἐπενόησαν πρῶτοι· ὅτι δὲ καὶ ἡ σάλ 1. πιγξ Τυρρηνῶν ἐστιν ἔργον, καὶ αὐλοὶ Φρυγῶν, διδάσκουσι μὲν αἱ τραγῳδίαι, διδάσκουσι δὲ μετὰ τούτων αἱ ἱστορίαι. Καὶ τὰ γράμματα δέ γε Φοίνικας εὑρηκέναι λογοποιοῦσιν οἱ Ἕλληνες, καὶ τὸν Κάδμον ταῦτα πρῶτον εἰς τὴν Ἑλλάδα κομίσαι· ἰατρικῆς δὲ ἄρξαι τὸν Ἄπιν φασὶ τὸν Αἰγύπτιον, εἶτα τὸν Ἀσκληπιὸν αὐξῆσαι τὴν τέχνην·
1.20.1
σκάφος δὲ πρῶτον ἐν Λιβύῃ ναυπηγηθῆναι
1.21.1
λέγουσιν. Ὅτι δὲ καὶ τῶν Διονυσίων καὶ τῶν Παναθηναίων, καὶ μέντοι καὶ τῶν Θεσμοφορίων καὶ τῶν Ἐλευσινίων τὰς τελετὰς Ὀρφεύς, ἀνὴρ Ὀδρύσης, εἰς τὰς Ἀθήνας ἐκόμισεκαὶ εἰς Αἴγυπτον ἀφικόμενος τὰ τῆς Ἴσιδος καὶ τοῦ Ὀσίριδος εἰς τὰ τῆς Δηοῦς καὶ τοῦ Διονύσου μετατέθεικεν ὄργια, διδάσκει μὲν Πλούταρχος ὁ ἐκ Χαιρωνείας τῆς Βοιωτίας, διδάσκει δὲ καὶ ὁ Σικελιώτης Διόδωρος, μέμνηται δὲ καὶ Δημοσθένης ὁ ῥήτωρ καί φησι τὸν Ὀρφέα τὰς ἁγιωτάτας αὐτοῖς τελετὰς κατα Ῥέας ἢ τῆς Κυβέλης ἢ τῆς Βριμοῦς
1.22.1
δεῖξαι. Ὅτι δὲ καὶ τὰ τῆς (ἢ ὅπως ἂν ἐθέλητε, ὀνομάζετε· πολλὴ γὰρ εὐπορία παρ' ὑμῖν ὀνομάτων, οὐχ ὑποκειμένων πραγμάτων)– ἀλλ' ὅμως ὅτι καὶ ταύτης τὰς ἑορτὰς καὶ τὰ ἐν αὐταῖς τελούμενα ἀπὸ Φρυγίας εἰς τὴν Ἑλλάδα μετεκόμισαν Ἕλληνες, οἱ προκληθέντες ἤδη
1.23.1
μάρτυρες διαρρήδην διδάσκουσιν. Εἰ δὲ καὶ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τῶν δαιμόνων τὰς τελετὰς καὶ τὰ πρῶτα στοιχεῖα παρὰ βαρβάρων ἐδιδάχθησαν Ἕλληνες καὶ ἐπὶ τοῖς διδασκάλοις ἁβρύνονται, τί δήποτε ὑμεῖς, οὐδὲ ξυνιέναι τὰ ὑπ' ἐκείνων ξυγγε γραμμένα δυνάμενοι, παραιτεῖσθε μαθεῖν τὴν ἀλήθειαν παρ'
1.24.1
ἀνδρῶν θεόσδοτον σοφίαν εἰσδεξαμένων; Εἰ δέ, ὅτι οὐκ ἐκ τῆς Ἑλλάδος ἐβλάστησαν, τὰς ἀκοὰς αὐτοῖς ὑπέχειν οὐ βούλεσθε, ὥρα ὑμῖν μήτε Θαλῆν ὀνομάζειν σοφὸν μήτε Πυθαγόραν φιλόσο φον μήτε Φερεκύδην τὸν ἐκείνου διδάσκαλον. Ὁ μὲν γὰρ Φερε κύδης Σύριος ἦν, οὐκ Ἀθηναῖος οὐδὲ Σπαρτιάτης οὐδέ γε Κορίνθιος· τὸν δὲ Πυθαγόραν Ἀριστόξενος καὶ Ἀρίσταρχος καὶ Θεόπομπος Τυρρηνὸν εἶναί φασιν, ὁ δὲ Νεάνθης Τύριον ὀνομάζει· τὸν δὲ Θαλῆν οἱ μὲν Μιλήσιον λέγουσι, Λέανδρος δὲ καὶ Ἡρόδοτος Φοίνικα προσηγόρευσαν· καὶ μέντοι καὶ ὁ Ἀριστοτέλης Σταγειρίτης ἦν, Σινωπεὺς δὲ ὁ Διογένης, καὶ Ἀλκμὰν ὁ Πειρίθου Κροτωνιάτης, ὃν πρῶτόν φασι περὶ φύσεως ξυγγράψαι λόγον· Ἀκραγαντῖνος δὲ ὁ Ἐμπεδοκλῆς, Σικελικὴ δὲ αὕτη πόλις.
1.25.1
Εἰ δὲ ἄρα τοῦτό φατε, ὡς ἔξω μὲν τῆς Ἑλλάδος καὶ ἔφυσαν οἵδε οἱ ἄνδρες καὶ ἐτράφησαν, τὴν δέ γε Ἑλληνικὴν ἠσκήθησαν γλῶτταν, πρῶτον μὲν ὁμολογεῖτε καὶ ἐν ἄλλοις ἔθνεσιν ἄνδρας γεγενῆσθαι σοφούς· καὶ γὰρ δὴ καὶ Ζάμολξιν τὸν Θρᾷκα καὶ Ἀνάχαρσιν τὸν Σκύθην ἐπὶ σοφίᾳ θαυμάζετε, καὶ τῶν Βραχμά νων πολὺ παρ' ὑμῖν τὸ κλέος· Ἰνδοὶ δὲ οὗτοι, οὐχ Ἕλληνες.
1.26.1
Ἔπειτα δὲ καὶ ἑτέρωθεν ἐξελέγχεσθε οὐκ ὀρθῶς προτιθέντες τῆς ἀληθείας τὴν εὐέπειαν, τὸν γάρ τοι Σωφρονίσκου Σωκράτην ὁμολογεῖτε δήπου καὶ ὑμεῖς τῶν Ἑλληνικῶν φιλοσόφων ἄριστον γεγενῆσθαι· ἀλλ' οὗτος ἐκ λιθοκόπου μὲν ἔφυ πατρός, ἐπὶ πλεῖ
1.27.1
στον δὲ τὴν πατρῴαν μετελήλυθε τέχνην. Καὶ τοῦτο πολλοὶ μὲν εἰρήκασι καὶ ἄλλοι, καὶ ὁ Πορφύριος δὲ ἐν τῷ τρίτῳ τῆς Φιλο σόφου τοῦτο ἱστορίας ξυνέγραψεν· ἔφη δὲ οὕτως·" Λέγωμεν περὶ τοῦ Σωκράτους τὰ καὶ παρὰ τοῖς ἄλλοις μνήμης κατηξιω μένα, τὰ μὲν πρὸς ἔπαινον αὐτοῦ καὶ ψόγον πολλαχῶς ὑπὸ τῶν λογίων ἀνδρῶν μεμυθευμένα ἐπ' ὀλίγον φυλοκρινοῦντες, καταλι πόντες δὲ ἀνεξέταστον τὸ εἴτε αὐτὸς εἰργάσατο ξὺν τῷ πατρὶ τὴν λιθοκοπικὴν τέχνην, εἴτε ὁ πατὴρ αὐτοῦ μόνος. Οὐδὲν γὰρ ἐνέ κοπτεν αὐτῷ τοῦτο πρὸς σοφίαν πρὸς ὀλίγον χρόνον ἐργασθέν. Εἰ δὲ δὴ ἑρμογλύφος ἦν, καὶ μᾶλλον· καθάριος γὰρ ἡ τέχνη καὶ
1.28.1
οὐ πρὸς ὀνείδους·" Καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας· εἰσάγει γάρ τινας λέγοντας λιθουργικῇ τέχνῃ τὸν Σωκράτην χρησάμενον. Ἀλλ' ἴσως τὴν μὲν πρώτην ἡλικίαν λιθουργῶν διετέλεσεν, ὕστερον δέ, λόγων ποιητικῶν καὶ ῥητορικῶν ἐρασθείς,
1.29.1
παιδείας μετέλαχεν. Ἀλλ' οὐδὲ τοῦτο ἔστιν εἰπεῖν· πᾶν γὰρ τοὐναντίον εἶπεν ὁ Πορφύριος· λέγει δὲ οὕτως·" Εἶναι δὲ αὐτὸν πρὸς οὐδὲν μὲν ἀφυῆ, ἀπαίδευτον δὲ περὶ πάντα, ὡς ἁπλῶς εἰπεῖν· σχεδὸν γὰρ οὐδὲ γράμματα πάνυ τι ἐπίστασθαι, ἀλλ' εἶναι γελοῖον, ὁπότε τι δέοι ἢ γράψαι ἢ ἀναγνῶναι, βατταρίζοντα
1.30.1
ὥσπερ τὰ παιδία." Καὶ ὁ Πλάτων δὲ αὐτὸν ἐν Ἀπολογίᾳ τοιάδε τέθεικε λέγοντα·" Οὐ μέντοι νὴ Δία, ὦ ἄνδρες Ἀθη ναῖοι, κεκαλλιεπημένους γε λόγους, ὥσπερ οἱ τούτων ῥήμασί τε καὶ ὀνόμασιν οὐδὲ κεκοσμημένους, ἀλλ' ἀκούσεσθε εἰκῇ λεγόμενα τοῖς ἐπιτυχοῦσιν ὀνόμασιν." Καὶ μετ' ὀλίγα δὲ ταῦτα πάλιν προστέθεικεν·" Καὶ δὴ καὶ νῦν ὑμῶν τοῦτο δέομαι δίκαιον, ὥς γέ μοι δοκῶ, τὸν σκοπὸν τῆς λέξεως ἐᾶν– ἴσως μὲν γὰρ χείρων, ἴσως δὲ βελτίων ἂν εἴη– αὐτὸ δὲ τοῦτο σκοπεῖν καὶ τούτῳ τὸν
1.31.1
νοῦν προσέχειν, εἰ δίκαια λέγω." Ἀλλ' ὅμως καὶ ἀμαθῆ γε γλῶτταν καὶ ἀπαίδευτον ἐσχηκώς, οὐ μόνον τῶν ἄλλων ἁπάντων, ἀλλὰ καὶ Πλάτωνος τοῦ ἅπαντας Ἕλληνας εὐεπείᾳ νενικηκότος αἰδοῦς ἀξιώτερος ἦν. Καὶ τοῦτο οὐδ' ἂν αὐτὸς ὁ Ἀρίστωνος ἀρνη θείη. Πῶς γάρ, ὅ γε πάντας ὅσους ὤδινε λόγους ἐκείνῳ προσα ναθείς τε καὶ προσαρμόσας καὶ τῆς ἐκείνου διανοίας ἐκγόνους εἶναι παρασκευάσας νομίζεσθαι; Ὅτι δὲ καὶ οὗτος, ὁ ἅπαντας
1.32.1
ἀνθρώπους καὶ οὐ τοὺς ἄλλους Ἕλληνας μόνον, ἀλλὰ καὶ αὐτοὺς Ἀθηναίους εὐγλωττίᾳ καὶ ὀνομάτων κάλλει πάμπαν ἀποκρύψας, μὴ τῇ κομψείᾳ τῶν λόγων, ἀλλὰ τῇ τῶν ἐνθυμημάτων ἁρμονίᾳ προσέχειν παρεγγυᾷ, ἀκούσατε αὐτοῦ διαρρήδην ἐν τῷ Πολιτικῷ λέγοντος·" Κἂν διαφυλάξῃς τὸ μὴ σπουδάζειν ἐπὶ τοῖς ὀνόμασι,
1.33.1
πλουσιώτερος εἰς τὸ γῆρας ἀναφανήσῃ φρονήσεως." Ἀκούσατε δὲ καὶ ἐν τῷ πέμπτῳ τῆς Πολιτείας οἷά φησιν·" Τούτους οὖν ἅπαντας καὶ τοὺς ἄλλους τοιούτων τινῶν μαθηματικοὺς καὶ τοὺς τῶν τεχνυδρίων φιλοσόφους θήσομεν; Οὐδαμῶς, εἶπον, ἀλλ' ὁμοίους φιλοσόφοις. Τοὺς δ' ἀληθινούς, ἔφη, τίνας λέγεις; Τοὺς τῆς ἀληθείας, ἦν δ' ἐγώ, φιλοθεάμονας. Οὐ γὰρ ἐν γεωμετρίᾳ, αἰτήματα καὶ ὑποθέσεις ἐχούσῃ, φιλοσοφία, οὐδ' ἐν μουσικῇ, στοχαστικῇ γε οὔσῃ, οὐδ' ἐν ἀστρονομίᾳ, φυσικῶν καὶ ῥεόντων καὶ εἰκότων βεβυσμένῃ λόγων, ἀλλ' αὐτοῦ τἀγαθοῦ δι' ἐπιστή
1.34.1
μης καὶ τῆς ἀληθείας." Ἀκούσατε, ὦ ἄνδρες, τοῦ φιλοσόφου τοὺς μὲν τῆς μουσικῆς καὶ τῆς γεωμετρίας καὶ τῶν ἄλλων τῶν τοιούτων ἐπιστήμονας οὐ φιλοσόφους, ἀλλ' ὁμοίους φιλοσόφοις προσαγορεύσαντος, τοὺς δὲ τῆς ἀληθείας διδασκάλους ἀληθινοὺς
1.35.1
ὄντως ὀνομάσαντος φιλοσόφους· καὶ ἐν τῷ τρίτῳ δὲ τῶν Νόμων ταῦτά φησιν·" Τοῦτο μὲν τοίνυν οὕτω κείσθω δεδογμένον καὶ λεγόμενον, ὡς τοῖς ταῦτα ἀμαθαίνουσι τῶν πολιτῶν οὐδὲν ἐπι τρεπτέον ἀρχῆς ἐχόμενον καὶ ὡς ἀγνοοῦσιν ὀνειδιστέον, κἂν πάνυ λογιστικοὶ ὦσι καὶ πάντα κομψὰ καὶ ὅσα πρὸς αὔξην τῆς ψυχῆς πεφυκότα διαπεπονημένοι ἅπαντα· τοὺς δὲ τοὐναντίον ἔχοντας, τούτους ὡς σοφούς τε προσρητέον, κἄν, τὸ λεγόμενον, μήτε γράμματα μήτε νεῖν ἐπίστωνται, καὶ τὰς ἀρχὰς ἐγχειριστέον ὡς ἔμφροσιν."
1.36.1
Πῶς ἄν τις ἀληθέστερόν τε καὶ σαφέστερον τὴν νῦν δὴ κατέ χουσαν ἀπαιδευσίαν ἐξελέγχοι καὶ οἴησιν; Τῶν γὰρ δὴ φιλοσόφων ὁ κολοφὼν οὐκ ἐν μαθήσει γραμμάτων, ἀλλ' ἐν ἀληθείας γνώσει τὴν σοφίαν ὁρίζεται· καὶ τοὺς μὲν ταύτην ἐπισταμένους, κἂν μηδὲ τὰ πρῶτα στοιχεῖα γινώσκοιεν, ὀνομάζει σοφούς· τοὺς δὲ διὰ πάσης ἐληλυθότας παιδείας, ἀληθείας δὲ καὶ δικαιοσύνης τὴν ἐπιστήμην οὐκ ἔχοντας, ἀποκρίνει καὶ ἐξελαύνει καὶ ἄρχειν οὐκ
1.37.1
ἐπιτρέπει. Καὶ μέντοι κἀν τῷ Θεαιτήτῳ τοὺς μετεωρολέσχας διαβάλλων ὧδε λέγει·" Ὥσπερ καὶ Θαλῆν ἀστρονομοῦντα, ὦ Θεόδωρε, καὶ ἄνω βλέποντα, πεσόντα εἰς φρέαρ, Θρᾷττά τις ἐμμελὴς καὶ χαρίεσσα θεραπαινὶς ἀποσκῶψαι λέγεται ὡς τὰ μὲν ἐν οὐρανῷ προθυμοῖτο εἰδέναι, τὰ δ' ὄπισθεν αὐτοῦ καὶ παρὰ
1.38.1
πόδας λανθάνοι αὐτόν." Καὶ αὖθις ἐν τῷ αὐτῷ διαλόγῳ·" Ἄγροικον δέ τινα καὶ ἀπαίδευτον ὑπὸ ἀσχολίας οὐδὲν ἧττον τῶν νομέων τὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι, σηκὸν ἐν ὄρει τὸ τεῖχος περιβαλλόμενον. Γῆς δὲ ὅταν μυρία πλέθρα ἢ εἴ τι πλέον ἀκούσῃ ὥς τις ἄρα κεκτημένος θαυμαστὰ πλήθη κέκτηται, πάντα σμικρὰ δοκεῖ ἀκούειν εἰς ἅπασαν εἰωθὼς τὴν γῆν βλέ
1.39.1
πειν." Πρὸς δὲ τούτοις ἐπιλέγει καὶ ταῦτα·" Ἡ μὲν γὰρ τούτου γνῶσίς τε καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια καὶ κακία ἐναργής· αἱ δὲ ἄλλαι δεινότητες δοκοῦσαι καὶ σοφίαι γίνεσθαι ἐν μὲν πολιτείαις καὶ δυναστείαις γινόμεναι φορτικαί, ἐν δὲ τέχναις
1.40.1
βάναυσοι." Οὕτως ἄρα ᾔδεσαν ἀκριβῶς καὶ οἱ πᾶσαν λόγων ἰδέαν μεμαθηκότες, ὁπόσον ἡ ἀλήθεια ῥημάτων τε καὶ ὀνομάτων τιμαλφεστέρα, καὶ ὡς οὐδὲν ταύτην λωβᾶται τῆς τοιαύτης κομψείας ἡ ἄγνοια.
1.41.1
Ἀνθ' ὅτου δὴ οὖν, ὦ φίλοι ἄνδρες, τῆς ἀποστολικῆς διδα σκαλίας τὴν μὲν διάνοιαν καταμαθεῖν οὐκ ἐθέλετε, τὸ δὲ βαρβα ρόφωνον ὀνειδίζετε μόνον, καὶ ταῦτα τῶν ὑμετέρων ἐπαΐοντες φιλοσόφων, ὡς Ἕλληνες μὲν τῆς ἀληθείας ἀπεπλανήθησαν,
1.42.1
βάρβαροι δὲ μᾶλλον ταύτην ἐξεῦρον; Καὶ γὰρ Πορφύριος ἐκεῖ νος, ὁ τὸν πρὸς ἡμᾶς ἐκθύμως ἀναδεξάμενος πόλεμον, ἐν τοῖς Περὶ τῆς ἐκ λογίων φιλοσοφίας οὕτως ἔφη·" Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδός, αἰπεινή τε καὶ τραχεῖα· ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἀπεπλανήθησαν· οἱ δὲ κρα τοῦντες ἤδη καὶ διέφθειραν· τὴν δὲ εὕρεσιν ὁ θεὸς Αἰγυπτίοις ἐμαρτύρησε, Φοίνιξί τε καὶ Χαλδαίοις, Λυδοῖς τε καὶ Ἑβραίοις."
1.43.1
Εἰ δὲ καὶ ὁ πάντων ἡμῖν ἔχθιστος κατηγορεῖ μὲν Ἑλλήνων ὡς πλάνῃ δεδουλευκότων, Ἑβραίοις δὲ καὶ Φοίνιξι καὶ Αἰγυπτίοις καὶ Χαλδαίοις μαρτυρεῖ τὴν ἀλήθειαν, καὶ ταῦτα τὸν Ἀπόλλω ἔφησεν ἀνελεῖν, τί δήποτε μὴ πείθεσθε μὲν τῷ φιλοσόφῳ, δέχεσθε δὲ τοῦ Δελφικοῦ τρίποδος τὸν χρησμὸν καὶ τὰς ἀκοὰς τοῖς Ἑβραίων προφήταις καὶ ἀποστόλοις ὑπέχετε; καὶ γὰρ ὁ Πύθιος
1.44.1
τούτους εὑρετὰς ἀληθείας ὠνόμασεν. Εἰ δὲ καὶ Αἰγυπτίους καὶ Χαλδαίους καὶ Φοίνικας τούτοις ξυνέζευξεν, ἰστέον ὡς καὶ Φοί νικες, πρόσχωροι τούτων ὄντες καὶ ἀγχιτέρμονες, παρὰ τούτων ἔμαθον, εἴπερ ἔμαθον, τὴν ἀλήθειαν· καὶ μέντοι καὶ Αἰγύπτιοι πλεῖστον ὅσον τῆς τούτων μετοικίας ἀπώναντο, συχνὸν γὰρ
1.45.1
ᾤκησαν χρόνον Ἑβραῖοι τὴν Αἴγυπτον· καὶ Χαλδαῖοι δὲ ὡσαύ τως ἐκ τούτων μεγίστην ὠφέλειαν ἐδρέψαντο, ἀνδραποδίσαντες γὰρ αὐτοὺς εἰς Βαβυλῶνα κατῴκισαν· εἶτα ἐκ τῶν αὐτόθι γεγε νημένων θαυμάτων περί τε τὴν κάμινον καὶ τοὺς λέοντας ἀξιο
1.46.1
χρέους εἶναι διδασκάλους ἀληθείας ὑπέλαβον. Καὶ Κύρος δὲ ὁ Καμβύσου, τὸν Δανιὴλ ὁμοδίαιτον ἐσχηκώς, τῶν τῆς θεοσεβείας μετέλαχε μαθημάτων· Λυδοὺς δὲ καταστρεψάμενος καὶ τούτους ὑποχειρίους λαβών, μετέδωκε δήπου τοῖς ὑπηκόοις ὧν παρ' ἐκείνου μεμάθηκεν. Ὅτι μὲν οὖν Ἑβραίοις ἀλήθειαν καὶ ὁ Πύθιος ἐμαρτύρησε,
1.47.1
καὶ ὁ Πορφύριος ἀπεμνημόνευσε τοῦ χρησμοῦ, ἀπόχρη δηλῶσαι καὶ ταῦτα· ὅτι δὲ τῶν παρ' Ἕλλησι φιλοσόφων πλείστην ἄγνοιαν οὗτος πάλιν κατηγορεῖ, ἀκούσατε οἷά φησιν ἐν οἷς Πρὸς Βοηθὸν
1.48.1
περὶ ψυχῆς ἔγραψεν· λέγει δὲ πρὸς πολλοῖς ἑτέροις καὶ ταῦτα·" Τίς γὰρ λόγος τῶν ἐν φιλοσοφίᾳ οὐκ ἀμφισβητήσιμος;" Καὶ πρὸς Ἀνεβὼ δὲ τὸν Αἰγύπτιον τοιαῦτα γέγραφεν·" Ἄρξομαι δὲ τῆς πρὸς σὲ φιλίας ἀπὸ θεῶν καὶ δαιμόνων ἀγαθῶν τῶν τε τούτοις ξυγγενῶν φιλοσοφημάτων· περὶ ὧν εἴρηται μὲν πλεῖστα καὶ παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις, εἴρηται δ' ἐκ στοχασμοῦ τὸ πλέον τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως." Καὶ αὖθις μετ' ὀλίγα·" Παρὰ μὲν γὰρ ἡμῖν λογομαχία τίς ἐστι πολλή, ἅτε ἐξ ἀνθρωπίνων λογισμῶν τοῦ ἀγαθοῦ εἰκαζομένου· οἷς δὲ μεμηχάνη ται πρὸς τὸ κρεῖττον ξυνουσία, ἀεὶ παρεῖται τὸ μέρος τοῦτο εἰς
1.49.1
ἐξέτασιν." Εἰ τοίνυν ἀμφισβητήσιμα μὲν τὰ τῶν φιλοσόφων δόγ ματα– λογισμῶν γάρ ἐστιν ἀνθρωπίνων εὑρέματα–, ἔρις δὲ πολλὴ παρ' αὐτοῖς καὶ λογομαχία τις ἄσπονδος, ἄλλοις δέ τισι τὴν πρὸς Θεὸν ξυνουσίαν τε καὶ ὁμιλίαν ὁ Πορφύριος μεμαρτύ ρηκε, τοῦ δὴ χάριν, ὦ φιλότης, τῶν μὲν ἀνθρωπίνων καὶ ἀμφι βόλων ἐξήρτησθε λόγων, τῶν δὲ θεοφιλῶν ἀνδρῶν οὐ προσίεσθε
1.50.1
τὰ μαθήματα; Ὡς βαρβάρους μὲν γὰρ εἰ παραιτεῖσθε, ἐναντία ὑμῖν αὐτοῖς ἂν ποιοῖτε· πείθεσθε γὰρ καὶ Πυθαγόρᾳ, Τυρρηνῷ κατά τινας ὄντι, Τυρίῳ δὲ καθ' ἑτέρους, καὶ τῷ Σταγειρίτῃ δὲ κέχρησθε διδασκάλῳ καὶ τὸν Σινωπέα θαυμάζετε καὶ τοὺς ἄλλους, οἳ πατρίδας οὐχ Ἑλληνικάς, ἀλλὰ βαρβάρους ἐσχήκασιν· ἀπε δείξαμεν δὲ καὶ τὸν Σόλωνα καὶ τὸν Πλάτωνα πλεῖστα παρὰ
1.51.1
βαρβάρων μεμαθηκότας· ἀκούομεν δὲ καὶ τοῦ Αἰγυπτίου ἱερέως πρὸς τὸν Σόλωνα λέγοντος– τοῦ Πλάτωνος δὲ καὶ ταῦτα ἐν τῷ Τιμαίῳ γεγραμμένα·" Ὦ Σόλων, Σόλων, Ἕλληνες ὑμεῖςἀεὶ παῖδές ἐστε, γέρων δὲ Ἕλλην οὐδείς· οὐ γὰρ ἔχετε μάθημα
1.52.1
χρόνῳ πολιόν." Εἰ δὲ νεώτερα τὰ Ἑλλήνων μαθήματα, πρεσ βύτατα δὲ καὶ παλαιότατα τὰ Ἑβραίων, ἔχει δὲ καὶ τὴν ἀλήθειαν ἐπανθοῦσαν τῷ χρόνῳ, προαιρετέα δηλονότι καὶ προκριτέα τῶν νέων καὶ ἀμφιβόλων, μᾶλλον δὲ ψευδῶν τε καὶ οὐ πιθανῶς
1.53.1
πεπλασμένων. Ἀλλ' οὐδὲ τὸ ἀπαίδευτον τῆς γλώττης ἱκανὸν ὑμῖν εἰς παραίτησιν· ἐδείξαμεν γὰρ τὸν Σωκράτην, τῶν φιλοσό φων τὸν κορυφαῖον, τῆς Ἑλληνικῆς παιδείας ἀμύητον, καὶ τὸν Πλάτωνα πάσης ἐπιστήμης καὶ εὐγλωττίας προκρίνοντα τὴν ἀλήθειαν. Εἰ δὲ τοῦ τῆς πίστεως κατηγορεῖτε προσρήματος– ἤκουσα
1.54.1
γὰρ ὑμῶν καὶ τοῦτο λεγόντων, ὡς ἡμεῖς γε ἀπόδειξιν μὲν οὐδεμίαν τῶν ἡμετέρων δογμάτων προσφέρομεν, πιστεύειν δὲ μόνον τοῖς μαθητευομένοις παρεγγυῶμεν–, μάλιστα μὲν ἄντικρυς τὴν ἡμετέραν συκοφαντεῖτε διδασκαλίαν· αὐτῶν γάρ τοι τῶν πραγμά των τὴν μαρτυρίαν ἡμεῖς τοῖς ἡμετέροις ξυναρμόττομεν λόγοις· πάλιν δ' αὖ ὑμεῖς τοῖς ὑμετέροις βέβλησθε, κατὰ τὴν παροιμίαν,
1.55.1
πτίλοις. Καὶ γὰρ ὁ Πυθαγόρας ἐκεῖνος ὁ πολυθρύλητος, ὁ Μνη σάρχου μὲν υἱός, Φερεκύδου δὲ φοιτητής, ὁ τῆς Ἰταλικῆς αἱρέ σεως ἡγησάμενος, νόμον ἐτεθείκει τοῖς φοιτηταῖς πενταετῆ χρόνον σιγὴν ἄγειν καὶ μόνον ὑπέχειν τῷ λόγῳ τὰς ἀκοάς, ἵνα ἀναμφισβητήτως καὶ ἀδηρίτως δέχωνται τὰ λεγόμενα, πιστεύ οντες οὕτως ἔχειν καὶ μὴ πολυπραγμονοῦντες ὡς ἐνδοιάζοντες.
1.56.1
Τῷ τοι καὶ οἱ ἐκεῖνον διαδεξάμενοι, εἴ τις ἀπῄτησε τῶν λεγο μένων ἀπόδειξιν," Αὐτὸς ἔφα" λέγειν εἰώθεσαν, πάσης ἀπο δείξεως ἰσχυροτέραν καὶ εἶναι νομίζοντες καὶ ἔχειν κελεύοντες
1.57.1
τὴν Πυθαγόρου φωνήν. Εἰ δ' ἀποχρῆν εἰς πίστιν ἐνόμιζον καὶ οἱ λέγοντες καὶ οἱ ἀκούοντες τὸ Πυθαγόρου εἶναι δόγματα καὶ μαθήματα, τίς οὕτως ἄρα ἠλίθιος, μᾶλλον δὲ ἄγαν ἐμβρόντητος, ὡς τοῦ Θεοῦ τῶν ὅλων διδάσκοντος ἐνδοιάσαι καὶ μὴ πιστεῦσαι τοῖς λεγομένοις καὶ μηδὲ τοσοῦτον ἀπονεῖμαι σέβας τῷ τῶν ὅλων Θεῷ, ὅσον τῷ Πυθαγόρᾳ προσένεμον οἱ τῆς ἐκείνου διδασκαλίας
1.58.1
μετεσχηκότες; Πῶς δέ γε, ὦ φίλοι ἄνδρες, οὐ σχέτλιον, τὸν μὲν Πλάτωνα καὶ τοῖς ποιηταῖς ἀνενδοιάστως πιστεύειν παρεγγυᾶν, ἡμῖν δὲ χαλεπαίνειν ὑμᾶς, ὅτι δὴ τῷ Θεῷ διδάσκοντι παραινοῦμεν
1.59.1
πιστεύειν; Ἢ οὐ Πλάτωνος ἐκεῖνα τὰ ῥήματα·" Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς· πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς δέ πως τοὺς ἑαυτῶν προγόνους εἰδό των. Ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων
1.60.1
ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον." Ταῦτα ἐν τῷ Τιμαίῳ περὶ τῶν ποιητῶν ὁ Πλάτων εἴρηκε καὶ προσέταξεν Ὁμήρῳ καὶ Ἡσιόδῳ καὶ τοῖς ἄλλοις ποιηταῖς μυθολογοῦσι πιστεῦσαι καὶ οὐκ ᾐδέσθη φάναι, ὅτι ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι, καὶ ταῦτα κωμῳδῶν ἀλλαχοῦ τὰ παρ' ἐκείνων λεγόμενα, ὡς ἐν ἑτέρῳ δὴ χωρίῳ σαφῶς ἐπιδείξομεν. ἐκείνους μυθολογοῦσι καὶ τοὺς αἰσχρο
1.61.1
Εἰ δὲ τοῖς τοὺς λήρους τάτους διαπλάττουσι μύθους πιστεύειν ὁ Πλάτων παρακελεύεται καὶ μηδεμίαν αὐτοὺς ἀπόδειξιν ἀπαιτεῖν, πολλῷ μᾶλλον ὁσιώτε ρόν τε καὶ δικαιότερον τοῖς θεσπεσίοις ἀποστόλοις καὶ προφήταις πιστεῦσαι, αἰσχρὸν μὲν οὐδὲν οὐδὲ μυθῶδες οὐδὲ ἀπίθανον λέ γουσι, θεοπρεπῆ δὲ ἅπαντα καὶ παναγῆ διδάσκουσι καὶ σωτήρια.
1.62.1
Ὅτι δέ γε καὶ οἱ ταῖς δόξαις τῶν φιλοσόφων ἀκολουθήσαντες, πίστει χρώμενοι ποδηγῷ, οἱ μὲν τὰ τούτων, οἱ δὲ τὰ ἐκείνων ἠσπάσαντο, μάλα ἄν τις μάθοι ῥᾳδίως, τὰς τῶν δογμάτων δια
1.63.1
φορὰς ἐξετάσας. Οἱ μὲν γὰρ ἀθάνατον ἔφασαν τὴν ψυχήν, οἱ δὲ θνητήν, οἱ δὲ μικτήν τινα ὡρίσαντο καὶ τὸ μὲν αὐτῆς θνητόν, τὸ δὲ ἀθάνατον ἔφασαν· καὶ τὰ ὁρώμενα οἱ μὲν ἀγένητα, οἱ δὲ γε νητά, καὶ οἱ μὲν ἐκ γῆς, οἱ δὲ ἐξ ὕλης, οἱ δὲ ἐξ ἀτόμων ξυστῆ
1.64.1
ναι· καὶ οἱ μὲν ἔμψυχον εἶναι τὸ πᾶν, οἱ δὲ ἄψυχον. Ἀλλ' ὅμως καὶ διάφορα λέγοντες, ἔσχον καὶ οὗτοι κἀκεῖνοί τινας τοῖς παρὰ σφῶν λεγομένοις πιστεύοντας· οὐκ ἂν δὲ οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα εὖ ἔχειν ὑπέλαβον, εἰ μή τις αὐτοὺς πίστις ἔπεισε δέξα
1.65.1
σθαι τὰ λεγόμενα. Τῷ τοι καὶ ὁ Πλάτωνος Σωκράτης ἐν τῷ Γοργίᾳ, πολλὰ περὶ τῶν ἐν τῷ Ἅιδῃ κολαζομένων εἰπών, καὶ μέντοι καὶ περὶ τῶν ἀνακηρυττομένων ὡς εὐσεβῶν ἐπήγαγεν·" Ταῦτά ἐστιν, ὦ Καλλίκλεις, ἃ ἐγὼ ἀκηκοὼς πιστεύω ἀληθῆ
1.66.1
εἶναι." Καίτοι οὔτε δῆλα ἦν οὔτε ὁρώμενα πράγματα, ἀλλὰ τοὺς πλείστους τῶν ἀνθρώπων λανθάνοντα καὶ παρ' ὀλίγων ὁμολογού μενα· ἀλλ' ὅμως ἔφη πιστεύειν ὡς ἀληθῆ ἐστι, καὶ τῆς πίστεως ἀπόδειξιν οὔτε αὐτὸς προσενήνοχεν, οὔτε οἱ ἀκούσαντες ἀπῃτή
1.67.1
κασιν. Καὶ μέντοι κἀν τῷ πρώτῳ τῶν Νόμων ὁ Πλάτων τὸν περὶ τῆς πίστεως ἐβεβαίωσε λόγον· λέγει δὲ ὧδε·" Ὑμῖν γὰρ εἰ καὶ μετρίως κατεσκεύασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν εἴη νόμων, μὴ ζητεῖν νέων μηδένα ἐᾶν, ποῖα καλῶς αὐτῶν ἢ μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸς στόματος πάντας
1.68.1
ξυμφωνεῖν, ὡς πάντα καλῶς κεῖται." Οὐδ' ἐν τούτοις ἄρα ὁ Πλάτων περιεργάζεσθαι ξυγχωρεῖ, ἀλλὰ πιστῶς δέχεσθαι τὰ νομοθετούμενα καὶ μὴ πολυπραγμονεῖν, εἴτε εὖ ἔχει, εἴτε καὶ
1.69.1
μή. Καὶ Θέογνις δὲ ὁ Σικελιώτης ποιητὴς τῆς πίστεως ἀναγο ρεύει τὸν τρόφιμον καί φησιν· πιστὸς ἀνὴρ χρυσοῦ καὶ ἀργύρου ἀντερύσασθαι ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ. Εἰ δὲ τὸν ἐν στάσει πιστὸν χρυσοῦ καὶ ἀργύρου τιμιώτερον ἔφη, τίνος ἀντάξιον ἀποφήναιτο ἄν τις τὸν τοῖς θείοις λογίοις
1.70.1
ἀναμφιβόλως πιστεύοντα; ἀλλὰ γὰρ ἀτεχνῶς οἶμαι ἁρμόττει τοῖς ὁμοίως ὑμῖν ἀντιλέγουσιν, ἅπερ Ἡράκλειτος ὁ Ἐφέσιος εἴρηκεν·" Ἀξύνετοι ἀκούσαντες κωφοῖς ἐοίκασι· φάτις αὐτοῖσι μαρ τυρεῖ, παρεόντας ἀπεῖναι·" Ξυμφωνεῖ δὲ τῷ Ἐφεσίῳ καὶ ὁ
1.71.1
Ἀκραγαντῖνος Ἐμπεδοκλῆς λέγων ὡδί· ἀλλὰ κακοῖς μὲν κάρτα πέλει κρατέουσιν ἀπιστεῖν· ὧδε γὰρ ἡμετέρης κέλεται πιστώματα Μούσης. Τῆς τῶν κακῶν ἄρα μερίδος κατὰ τὸν Ἀκραγαντῖνον οἱ ἄπιστοι· ἀξύνετοι δὲ οἱ αὐτοὶ καὶ ἐοικότες κωφοῖς κατὰ τὸν Ἡρά
1.72.1
κλειτον. Ἀτὰρ δὴ καὶ Παρμενίδης ὁ Ἐλεάτης, ὁ τοῦ Κολοφωνίου Ξενοφάνους ἑταῖρος, πίστει τοῖς νοητοῖς προσβάλλειν παρεγ γυᾷ· φησὶ γάρ· λεῦσσε δ' ὅμως ἀπεόντα, νόῳ παρεόντα βεβαίως. Νῷ γὰρ μόνῳ πελάζειν τοῖς νοητοῖς δυνατόν· δίχα δὲ πί
1.73.1
στεως οὐδὲ ὁ νοῦς ὁρᾶν δύναται τὰ νοούμενα. Τοῦτο δὲ καὶ ὁ Σόλων αἰνίττεται· γνωμοσύνης δ' ἀφανὲς χαλεπώτατόν ἐστι νοῆσαι μέτρον, ὃ δὴ πάντων πείρατα μοῦνον ἔχει.
1.74.1
Εἰ δὲ νοῆσαι χαλεπώτατον, εἰπεῖν ἄρα πάμπαν ἀδύνατον. Καὶ ὁ Ἐμπεδοκλῆς δὲ περὶ τῶν ἀοράτων φησίν· οὐκ ἔστιν πελάσασθαι ὀφθαλμοῖσιν ἐφικτὸν ἡμετέροις ἢ χερσὶ λαβεῖν· ἥπερ τε μεγίστη πειθοῦς ἀνθρώποισιν ἁμαξιτὸς εἰς φρένα πίπτει.
1.75.1
Καὶ Ἀντισθένης δέ, ὁ Σωκράτους μὲν φοιτητής, τῆς δὲ Κυ νικῆς αἱρέσεως ἡγησάμενος, περὶ τοῦ Θεοῦ τῶν ὅλων βοᾷ·" Ἀπὸ εἰκόνος οὐ γνωρίζεται, ὀφθαλμῷ οὐχ ὁρᾶται, οὐδενὶ ἔοικε·
1.76.1
διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται." Ἀναγκαία ἄρα ἡ πίστις τοῖς τὰ νοητὰ κατιδεῖν βουλομένοις, ἐπειδήπερ οὐδὲ εἰκόνα ἐξευρεῖν αὐτοῖς ξυμβαίνουσαν οἷόν τε. Καὶ Ξενοφῶν δὲ ὁ Ἀθηναῖος ὁ Σωκρατικός, ὁ Γρύλλου παῖς, ξυνῳδὰ τούτοις
1.77.1
γέγραφεν· φησὶ γάρ·" Ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων, ὡς μὲν μέγας τις καὶ δυνατός, φανερός· ὁποῖος δέ ἐστι μορφήν, ἀφανής." Δεῖ δήπου πίστεως τοῖς τἀφανὲς ὀριγνωμένοις καταμα
1.78.1
θεῖν. Ἀκούσαι δ' ἄν τις καὶ Βακχυλίδου λέγοντος ἐν τοῖς Παιᾶσιν· οὐδὲ γὰρ ῥᾷστον ἀρρήτων ἐπέων πύλας ἐξευρεῖν. Χρεία τοίνυν ἡμῖν νοερῶν ὀμμάτων εἰς τὴν τῶν νοητῶν κατα νόησιν, καὶ καθάπερ δεόμεθα τῶν τοῦ σώματος ὀφθαλμῶν εἰς τὴν θεωρίαν τῶν ὁρατῶν, οὕτω δήπου χρῄζομεν πίστεως εἰς τὴν
1.79.1
ἐποπτείαν τῶν θείων. Ὅπερ γὰρ δή ἐστιν ὀφθαλμὸς ἐν σώματι, τοῦτο ἄρα πίστις ἐν διανοίᾳ· μᾶλλον δέ, ὥσπερ ὀφθαλμὸς δεῖται φωτὸς ἐπιδεικνύντος τὰ ὁρατά, οὕτω δὴ αὖ καὶ ὁ νοῦς δεῖται πίστεως ἐπιδεικνύσης τὰ θεῖα καὶ τὴν περὶ τούτων δόξαν φυλατ τούσης βεβαίαν.
1.80.1
Τῶν δέ γε τὰ νοητὰ θεωρεῖν οὐ βουλομένων ἀκούσατε ὅπως ὁ Πλάτων κατηγορεῖ·" Ἄθρει γὰρ δή" φησι" περισκοπῶν, μή τις τῶν ἀμυήτων ἐπακούσῃ· εἰσὶ δὲ οὗτοι, οἱ οὐδὲν ἄλλο ἡγούμενοι εἶναι ἢ οὗ ἂν ἀπρὶξ ταῖς χερσὶ λαβέσθαι δύναιντο, πρά ξεις δὲ καὶ γενέσεις καὶ πᾶν τὸ ἀόρατον οὐκ ἀποδεχόμενοι ὡς
1.81.1
ἐν οὐσίας μέρει." Ταύτης δὲ τῆς ξυμμορίας καὶ ὑμεῖς ἐστε· ἀλλὰ μὴ δυσχεράνητε τὸν ἔλεγχον· μόνοις γὰρ τοῖς ὁρατοῖς προστε τήκατε καὶ τὰ χειρόκμητα ξόανα σέβοντες, τὴν περὶ τῆς τοῦ
1.82.1
ἀοράτου φύσεως διδασκαλίαν οὐ δέχεσθε. Καὶ ἴσως τοῖς οὕτω διακειμένοις ἀνθρώποις Ἐπίχαρμος ὁ κωμικὸς τὸν ἴαμβον ἐκεῖ νον προσήρμοσε· φύσεις ἀνθρώπων, ἀσκοὶ πεφυσημένοι. Ἀνδρῶν δέ γε σωφρονούντων ἴδιον μὴ προλήψει δουλεύειν μηδὲ ἔθεσι προσδεδέσθαι πατρῴοις, ἀλλὰ ζητεῖν τἀληθὲς καὶ τὸ
1.83.1
χρήσιμον πανταχόθεν ξυλλέγειν. Ἢ οὐ τοιαῦτα καὶ Σωκράτης τῷ Κρίτωνι ἔλεγεν·" Ὡς ἐγώ, οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀεὶ τοιοῦτος, οἷος τῶν ἐμῶν οὐδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ, ὃς ἄν μοι λογιζομένῳ βέλτιστος φαίνοιτο." Δηλοῖ δὲ διὰ τούτων, ὡς λόγῳ χρώμενος ἐξευρεῖν ἐπόθει τὸ ξυμφέρον καὶ οὔ τι νόμον
1.84.1
εἶχε τὸ τῇ προλήψει δουλεύειν. Οὕτω τὸν Ἀλκιβιάδην πείθει μαθεῖν τὴν τῆς γνώσεως οἴησιν πρότερον ἐξορίσας. Πρότερον μὲν γὰρ αὐτὸν ἐξήλεγξεν οὐκ εἰδότα· εἶτ' ἐκείνου εἰρηκότος·" Ἀλλ' οὐκ ἂν εὑρεῖν με ἡγῇ;" ἐπήγαγεν·" Καὶ μάλα γε, εἰ ζητή σαις." Ἐκείνου δ' αὖ φάντος·" Εἶτα ζητῆσαί με οὐκ ἂν οἴει;"
1.85.1
ὑπολαβὼν ἔφη·" Ἔγωγε, εἰ οἰηθείης γε μὴ εἰδέναι." Ἀρχὴ ἄρα γνώσεως τῆς ἀγνοίας ἡ γνῶσις. Δεῖ δὲ πρὸς τούτῳ καὶ τὰ πονηρὰ μαθήματα τῆς ψυχῆς ἐξελάσαι, εἶθ' οὕτως τὰ θεῖα προσδέξασθαι. Καὶ τοῦτο δὲ πάλιν ὁ Πλάτων ἐδίδαξεν εἰπών·" Οὐ καθαρῷ γὰρ καθαροῦ ἐφάπτεσθαι μὴ οὐ θεμιτὸν εἶναι."
1.86.1
Τοῦτο δὲ καὶ Ὀρφεύς φησιν· φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε βέβηλοι. Ξυμφωνεῖ δὲ καὶ ὁ Εὐριπίδης βοῶν· ἄρρητ' ἀβακχεύτοισιν εἰδέναι βροτῶν. Τοῖς γὰρ ἀμυήτοις πῶς ἄν τις προσενέγκοι τὰ θεῖα παιδεύ ματα; πῶς δ' ἂν μυηθείη τις, μὴ τῇ πίστει κρατύνας ἐν ἑαυτῷ τὰ παρὰ τῶν διδασκάλων προσφερόμενα δόγματα; Πῶς δ' ἂν πιστεύσαι, μὴ πρότερον ἐξορίσας τῆς διανοίας τὰ κακῶς προεντε μαθήματα; Ἀληθὴς ἄρα ὁ τραγικὸς λόγος ἐκεῖνος, ὃν ἐν
1.87.1
θέντα Φοινίσσαις εἴρηκεν Εὐριπίδης· ὁ δ' ἄδικος λόγος νοσῶν ἐν [ἑ] αυτῷ φαρμάκων δεῖται σοφῶν. Ὅτι δὲ καὶ ξυνεργεῖ ὁ Θεὸς τοῖς ἀπολαῦσαι θεραπείας ἐφιε μένοις, ὁ αὐτὸς τραγῳδοποιὸς ἔφη· τῷ δ' αὖ πονοῦντι καὶ θεὸς ξυλλαμβάνει.
1.88.1
Προυργιαίτατον ἄρα χρῆμα ἡ πίστις· κατὰ γὰρ δὴ τὸν Ἐπί χαρμον, τὸν Πυθαγόρειον λέγω, νοῦς ὁρῇ, καὶ νοῦς ἀκούει, τἄλλα κωφὰ καὶ τυφλά. Καὶ ὁ Ἡράκλειτος δὲ πάλιν παρεγγυᾷ ξεναγεῖσθαι ὑπὸ τῆς πίστεως, οὕτω λέγων·" Ἐὰν μὴ ἐλπίζητε, ἀνέλπιστον οὐχ εὑρή σετε, ἀνεξερεύνητον ἐὸν καὶ ἄπορον." Καὶ πάλιν·" Χρυσὸν οἱ διζήμενοι γῆν πολλὴν ὀρύσσουσι καὶ εὑρίσκουσιν ὀλίγον." Εἰ
1.89.1
δὲ ἐκεῖνοι ὀλίγων ἕνεκα ψηγμάτων πλεῖστον ὅσον ὑπομένουσι πό νον, καὶ μέντοι καὶ κίνδυνον, τίς οὕτως ἐστὶ τῶν θείων ἀνέρα στος, ὡς τὴν περὶ τῆς ἀληθείας διαδρᾶναι διδασκαλίαν, μυριο πλάσιον ἔχουσαν κέρδος;
1.90.1
Μηδεὶς τοίνυν, ὦ φίλοι, κατηγορείτω τῆς πίστεως. Καὶ γὰρ δὴ τὴν πίστιν Ἀριστοτέλης κριτήριον ἐπιστήμης ἐκάλεσεν· ὁ δέ γε Ἐπίκουρος πρόληψιν διανοίας αὐτὴν ἐκάλεσε· τὴν δὲ πρό
1.91.1
ληψιν, προσλαβοῦσαν τὴν γνῶσιν, κατάληψιν γίνεσθαι. Κατὰ δὲ τὸν ἡμέτερον λόγον πίστις ἐστὶν ἑκούσιος τῆς ψυχῆς ξυγκα τάθεσις, ἢ ἀφανοῦς πράγματος θεωρία, ἢ περὶ τὸ ὂν στάσις καὶ κατάληψις τῶν ἀοράτων τῇ φύσει ξύμμετρος, ἢ διάθεσις ἀναμφί
1.92.1
βολος ἐν ταῖς ψυχαῖς τῶν κεκτημένων ἐνιδρυμένη. Δεῖται μέν τοι ἡ πίστις τῆς γνώσεως, καθάπερ αὖ ἡ γνῶσις τῆς πίστεως· οὔτε γὰρ πίστις ἄνευ γνώσεως, οὔτε γνῶσις δίχα ἂν πίστεως γένοιτο· ἡγεῖται μέντοι τῆς γνώσεως ἡ πίστις, ἕπεται δὲ τῇ πίστει ἡ γνῶσις, ἔχεται δὲ τῆς γνώσεως ἡ ὁρμή, ἀκολουθεῖ δὲ
1.93.1
ταύτῃ ἡ πρᾶξις· δεῖ γὰρ πιστεῦσαι πρῶτον, εἶτα μαθεῖν, γνόντα δὲ ὁρμῆσαι, ὁρμήσαντα δὲ πρᾶξαι. Οὐδὲ γὰρ τὰ πρῶτα στοιχεῖα μαθεῖν οἷόν τε μὴ τῷ γραμματιστῇ πεπιστευκότα, ὅτι τοιῶσδε χρὴ τὸ πρῶτον ὀνομάζειν καὶ τοιῶσδε τὸ δεύτερον, καὶ τἄλλα
1.94.1
ὡσαύτως· εἰ γὰρ δὴ εὐθὺς ἀντείποι, φάσκων μὴ χρῆναι ἄλφα τὸ πρῶτον προσαγορεῦσαι, ἀλλ' ἕτερον αὐτῷ ὄνομα ἐπιθεῖναι, οὐκ ἂν μάθοι τἀληθές, ἀλλ' ἀνάγκη περιπλανᾶσθαι καὶ τὸ ψεῦδος ὑπολαμβάνειν ἀλήθειαν· εἰ δὲ πιστεύσας τῷ διδασκάλῳ, κατὰ τοὺς ἐκείνου νόμους τὰ μαθήματα δέξαιτο, ἕψεται ὅτι τάχιστα
1.95.1
τῇ πίστει ἡ γνῶσις. Οὕτω καὶ τῷ γεωμέτρῃ προσήκει πιστεῦσαι διδάσκοντι εἶναι μέν τι σημεῖον, ὃ παντάπασίν ἐστιν ἀμερές, εἶναι δέ τι μῆκος εὔρους ἐστερημένον· τοῦτο δέ γε λόγῳ οὐδεὶς ἂν ἀποδείξαι ποτέ· εἰ γὰρ ἀφέλοι τοῦ μήκους τὸ εὖρος, ξυναφα νισθήσεται δήπουθεν τῷ πλάτει τὸ μῆκος· ἀλλ' ὅμως οὕτω κελεύει νοεῖν ὁ γεωμέτρης, καὶ πείθεταί γε καὶ πιστεύει προχείρως ὁ
1.96.1
τὰ γραμμικὰ σχήματα ἐκεῖνα μαθεῖν ὀριγνώμενος. Οὕτω τοῖς ἀστρονόμοις οἱ φοιτῶντες πιστεύουσι, καὶ τῶν ἄστρων τὸν ἀριθμὸν λέγουσι καὶ τὰ διαστήματα μετροῦσιν, οἷς ἀφεστήκασιν ἀλλήλων, καὶ πόσαις μυριάσι σταδίων τῆς γῆς ἀφέστηκεν ὁ ὁρώμενος οὐ ρανός· καὶ πολλῆς οὔσης ἐν τῷ μέτρῳ διαφωνίας, καὶ τῶν μὲν τετρακοσίας καὶ ἑβδομήκοντα σταδίων μυριάδας εἶναι λεγόντων, τῶν δὲ ἐλάττους, τῶν δὲ πολλῷ πλείους, ὅμως πείθονται οἱ φοι τηταὶ τοῖς διδασκάλοις καὶ τοῖς παρ' αὐτῶν λεγομένοις πι
1.97.1
στεύουσιν. Καὶ αὖ πάλιν περὶ ἡλίου λογομαχία παρ' ἐκείνοις πολλή. Ἀναξίμανδρος μὲν γὰρ καὶ Ἀναξιμένης ἑπτακαιεικοσαπλασίονα τῆς γῆς τοῦτον ἔφασαν εἶναι, Ἀναξαγόρας δὲ Πελοποννήσου μείζονα, Ἡράκλειτος δὲ ὁ Ἐφέσιος ποδιαῖον.
1.98.1
Τίς οὖν ἄρα ἀξίως τὴν τοιαύτην διαφωνίαν γελάσειεν; οὐδὲ γὰρ περὶ σμικροῦ τινος αὐτοῖς μέτρου γέγονεν ἡ διχόνοια, ἀλλὰ περὶ ἀπείρου, καὶ ὅσον οὐκ ἄν τις παραστήσαι τῷ λόγῳ. Τίς γὰρ ἅπασαν μέτρῳ ἂν περιλάβοι τὴν γῆν, εἶτα ἑπτάκις καὶ εἰκοσάκις πολυπλασιάσας τὸ μέτρον, ξυναγάγοι τῆς ψήφου τὸν λογισμὸν
1.99.1
καὶ τοῦτον τῷ μέτρῳ τοῦ ἀνθρωπείου παραθείη ποδός; Ἀλλ' ὅμως εἰσί τινες, οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις τιθέμενοι· πι στεύοντες δέ, οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα καταδέχονται λέγειν. Τί δήποτε τοίνυν τὴν μὲν ἀλογωτάτην ἐκείνην ὑπερβαίνετε πίστιν, μόνης δὲ τῆς ἡμετέρας κατηγορεῖτε, τῶν μὲν τοιούτων μύθων καὶ λήρων ἀπηλλαγμένης, τὰ θεῖα δὲ καὶ νοητὰ νοητῶς δεχο μένης;
1.100.1
Πρὸς δὲ τοῖς εἰρημένοις καὶ τόδε σκοπήσωμεν, ὡς ἕκαστος τῶν ἀνθρώπων, τέχνην μαθεῖν ἐθέλων τινά, φοιτᾷ μὲν τῷ διδά σκειν ἐπισταμένῳ, στέργει δὲ τὰ προσφερόμενα παρ' ἐκείνου μαθή ματα· καὶ ὁ μὲν σκυτοτόμος ἐπιδείκνυσιν, ὅπως δεῖ τὸν περιτομέα κατέχειν καὶ τὰ δέρματα διατέμνειν, καὶ μέντοι καὶ ξυρράπτειν καὶ τῷ καλόποδι προσαρμόττειν· ὁ δὲ πιστεύει τοῖς λεγομένοις καὶ οὐκ ἀντιλέγει διδάσκοντι· καὶ ὁ μὲν ἔχει τῶν γινομένων τὴν γνῶσιν, ὁ δὲ στέργει τὴν πίστιν, κατὰ βραχὺ δέ γε διὰ τῆς πί
1.101.1
στεως προσλαμβάνει τὴν γνῶσιν. Οὕτω δὴ καὶ ὁ ναυπηγὸς ἐκπαι δεύει τὸν μαθεῖν ὀριγνώμενον, πῶς μὲν χρὴ διατείνειν τὴν στάθμην, πῶς δὲ κινεῖν προσήκει τὸν πρίονα, πῶς δὲ τῷ σκε πάρνῳ καὶ τῷ τερέτρῳ καὶ τῷ τρυπάνῳ κεχρῆσθαι· μανθάνει δὲ τούτων ἕκαστον ὁ φοιτῶν, πᾶν γε τὸ κελευόμενον δρῶν καὶ νόμους τοῦ διδασκάλου τοὺς λόγους ποιούμενος καὶ πιστεύων γε δι' ἐκείνου
1.102.1
κατορθώσειν τὴν τέχνην. Οὕτω καὶ ὁ ἰατρὸς οὐ μόνον ἐκπαιδεύει τὴν ἐπιστήμην, ἀλλὰ καὶ ἰατρεύει τοὺς κάμνοντας· καὶ αὐτὸς μὲν οἶδε τῆς ἰατρείας τὸν λόγον, ὁ δέ γε τῇ νόσῳ παλαίων τοῦτο μὲν οὐκ ἐπίσταται, τῆς νόσου δέ γε πιστεύει διὰ τῆς ἰατρικῆς
1.103.1
ἀπαλλαγήσεσθαι τέχνης. Καὶ μέντοι καὶ τὸ σκάφος ἰθύνειν μόνοι γε ἴσασιν οἱ τὴν κυβερνητικὴν ἐπιστάμενοι τέχνην, οἱ δὲ πλω τῆρες δι' ἐκείνων πιστεύουσι τοῖς ποθουμένοις λιμέσι προσορμι
1.104.1
σθήσεσθαι. Οὐκοῦν, ὦ φιλότης, κοινὸν μέν τι χρῆμα πάντων ἡ πίστις, καὶ τῶν μαθεῖν τινα τέχνην ἐφιεμένων καὶ τῶν πλεόντων καὶ γεωργούντων καὶ ἰατροῖς προσεδρευόντων· ἡ δὲ γνῶσις οὐ
1.105.1
πάντων, ἀλλὰ μόνων τῶν τὰς τέχνας ἐπισταμένων. Αὐτίκα τοί νυν ἢν ἐθελήσωμεν διαγνῶναι χρυσὸν δόκιμόν τε καὶ ἄπεφθον, οὐχ ἡμεῖς τῇ βασάνῳ τοῦτον προσφέρομεν, ἀλλὰ τὸν ἐπιστάμενον τὰ τοιαῦτα δοκιμάσαι κελεύομεν· ὁ δέ, ἢ τῇ λίθῳ προσφέρων ἢ τῷ πυρί, ἢ κίβδηλον ἢ δόκιμον ἀποφαίνει· οὕτω καὶ πολυτελεῖς ὠνούμενοι λίθους, οὐχ ἡμῖν αὐτοῖς τὴν τούτων διάγνωσιν ἐπιτρέ πομεν, ἀλλ' οἷς ὁ χρόνος καὶ ἡ πεῖρα τήνδε τὴν ἐπιστήμην ἐνέ
1.106.1
θηκεν· καὶ τὴν σηρικὴν δὲ καὶ ποικίλην καὶ χρυσόπαστον ἐσθῆτα εἴ τις πρίασθαι βούλεται, τοῖς τῆς ὑφαντικῆς ἐπιστήμοσιν ἐπιτρέ πει τὴν ἀξίαν τούτοις ἐπιθεῖναι τιμήν· καὶ μὲν δὴ καὶ ὁ σταθμὸν σκευῶν τινων χρυσῶν ἢ ἀργυρῶν ἢ νομισμάτων ἐθέλων μαθεῖν τῷ τὴν στατικὴν ἐπισταμένῳ τέχνην ταῦτα προσφέρει καὶ παρ' ἐκείνου διδάσκεται τὸν σταθμὸν καὶ πιστεύει καὶ οὐκ ἀντιλέγει
1.107.1
μηνύοντι. Οὔκουν ἁπάντων ἡ ἐπιστήμη, ἀλλὰ τῶν διδασκαλίᾳ καὶ χρόνῳ καὶ πείρᾳ ταύτην μεμαθηκότων. ἡ δέ γε πίστις ἁπάν των ἐστὶ τῶν μαθεῖν τι προθυμουμένων. Ὑποβάθρα μέντοι καὶ κρηπὶς τῆς ἐπιστήμης ἡ πίστις· τὴν μὲν γὰρ πίστιν καὶ οἱ ὑμέ τεροι φιλόσοφοι ὡρίσαντο εἶναι ἐθελούσιον τῆς ψυχῆς ξυγκατάθε
1.108.1
σιν, τὴν δὲ ἐπιστήμην ἕξιν ἀμετάπτωτον ὑπὸ λόγου. Ἄτοπον δὲ καὶ λίαν παγχάλεπον, τοὺς μὲν τέχνης ἁπάσης διδασκάλους ἔχειν τὴν ἐπιστήμην, τοὺς δὲ φοιτῶντας τὴν πίστιν, ἐπὶ μόνων δέ γε τῶν θείων παιδευμάτων ἀνατετράφθαι τὴν τάξιν, καὶ πρὸ τῆς πίστεως ἀπαιτεῖσθαι τὴν ἐπιστήμην· οὐχ ἥκιστα γὰρ ἐπὶ τῶν
1.109.1
ἀοράτων τῶν τῆς πίστεως ὀμμάτων δεόμεθα. Τῷ τοι καὶ ὁ θεῖος ἀπόστολος διαρρήδην βοᾷ·" Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμε νον τῷ Θεῷ, ὅτι ἔστι καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται." Διά τοι τοῦτο καὶ ἡμεῖς τοῖς προσιούσι καὶ τὰ θεῖα ποθοῦσι μαθεῖν πρὸ τῶν ἄλλων ἁπάντων τὴν τῆς πίστεως διδα σκαλίαν προσφέρομεν, εἶτα τελουμένοις καὶ μυουμένοις δηλοῦμεν,
1.110.1
τίνων ἐστὶν αἰνίγματα τὰ γινόμενα. Καὶ παρ' ὑμῖν δέ γε ὡσαύ τως τὸν ἱεροφαντικὸν οὐχ ἅπαντες ἴσασι λόγον, ἀλλ' ὁ μὲν πολὺς ὅμιλος τὰ δρώμενα θεωρεῖ, οἱ δὲ προσαγορευόμενοι ἱερεῖς τὸν τῶν ὀργίων ἐπιτελοῦσι θεσμόν, ὁ δὲ ἱεροφάντης μόνος οἶδε τῶν γινο
1.111.1
μένων τὸν λόγον, καὶ οἷς ἂν δοκιμάσῃ καταμηνύει. Καὶ ὅτι μὲν ὁ Πρίαπος Διονύσου καὶ τῆς Ἀφροδίτης υἱός, ἴσασι τῶν ταῦτα μεμυημένων τινές· ἀνθ' ὅτου δὲ τούτων υἱὸς ὀνομάζεται, καὶ σμικρῷ γε ὄντι ἐντίθεται μόριον ἐντεταμένον καὶ μέγιστον, ὁ τῶν μυσαρῶν μυστηρίων ἱεροφάντης ἐπίσταται, καὶ εἴ τις ἕτερος τοῖς
1.112.1
ἐναγέσι βιβλίοις ἐκείνοις ἐνέτυχεν. Τὴν γάρ τοι Ἀφροδίτην ἡδο νὴν ὀνομάζοντες, τὸν δέ γε Διόνυσον μέθην προσαγορεύοντες, τὸ ἐξ ἀμφοτέρων τελούμενον ἐκάλεσαν Πρίαπον· ἡδονὴ γὰρ προσλα βοῦσα μέθην τὴν τῶν παιδογόνων μορίων ἔντασιν ἀπεργάζεται. Οὕτω πάλιν τὸν τοῦ Διονύσου φαλλόν– τὸ δὲ ἀνδρεῖον οὕτω
1.113.1
καλοῦσι μόριον οἱ τοῦ γέλωτος ποιηταί, καὶ ἐκαλεῖτό γε παρὰ τοῖς Ἕλλησι φαλλαγώγια ἡ τοῦ φαλλοῦ ἑορτή– προσεκύνουν μὲν τοῦτον καὶ κατεφίλουν οἱ ὀργιάζοντες ἅπαντες, τὸν δὲ λό γον οὐκ ᾔδεσαν· ὁ δὲ καλούμενος ἱεροφάντης ᾔδει τὸν Ὄσιριν καὶ τὸν Τυφῶνα καὶ τὰ τοῦ Ὀσίριδος ὑπὸ τοῦ Τυφῶνος κατα κοπτόμενα μέλη καὶ πανταχόσε διασπειρόμενα, τὴν δὲ Ἶσιν, τὴν τοῦ Ὀσίριδος ἀδελφήν, ταῦτα ξὺν πόνῳ ξυλλέγουσαν, μόνον δὲ τὸν φαλλὸν οὐχ εὑρίσκουσαν καὶ τούτου γε χάριν εἰκόνα τούτου κατασκευάζουσαν καὶ παρὰ πάντων προσκυνεῖσθαι κελεύουσαν–
1.114.1
ταῦτα ἐκ τῆς Αἰγύπτου τὰ ὄργια μαθὼν ὁ Ὀδρύσης Ὀρφεὺς εἰς τὴν Ἑλλάδα μετήνεγκε καὶ τὴν τῶν Διονυσίων ἑορτὴν διε σκεύασεν. Εἰ τοίνυν οὐδὲ τὰ δυσαγῆ ταῦτα καὶ βδελυρὰ ὄργια πᾶσίν ἐστι γνώριμα, μόνοι δὲ αὐτὰ ᾔδεσαν οἱ ἱεροφάνται καλούμενοι, μανία σαφὴς τῶν παναγῶν καὶ θείων μυστηρίων πρό γε τῆς πίστεως
1.115.1
τὴν γνῶσιν ἐπιζητεῖν. Ἢ οὐδὲ Πινδάρῳ τῷ λυρικῷ πείθεσθε σαφῶς ἀπαγορεύοντι· μὴ πρὸς ἅπαντας ἀναρρῆ ξαι τὸν ἀρχαῖον λόγον; Ταὐτὸ δὲ τοῦτο καὶ ὁ Πλάτων παρεγγυᾷ·" Εὐλαβοῦ" γάρ φησι" μήποτε ἐκπέσῃ ταῦτα εἰς ἀνθρώπους ἀπαιδεύτους· σχεδὸν γάρ, ὡς ἐμοὶ δοκεῖ, οὐκ ἔστι τούτων τοῖς πολλοῖς καταγελαστό τερα ἀκούσματα, οὐδ' αὖ πρὸς τοὺς εὐφυεῖς θαυμασιώτερά τε καὶ ἐνθουσιαστικώτερα. Πολλάκις δὲ λεγόμενα καὶ ἀεὶ ἀκουόμενα καὶ πολλὰ ἔτη μόλις ὥσπερ χρυσὸς ἐκκαθαίρεται μετὰ πολλῆς πραγματείας." Ἠκούσατε δὲ καὶ ἐν τοῖς πρόσθεν εἰρηκότος Ὀρφέως· φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε βέβηλοι.
1.116.1
Τοιγαροῦν ἡγείσθω ἡ πίστις, καὶ ἕψεται ἡ γνῶσις· τοῖς γάρ τοι εἰλικρινῶς καὶ ἀκραιφνῶς πιστεύουσι παρέχει τὴν γνῶσιν ὁ πιστευόμενος κύριος, προσγενομένη δὲ τῇ πίστει ἡ γνῶσις τελε
1.117.1
σιουργεῖ τῆς ἀληθείας τὴν ἐπιστήμην· ὁ δέ γε ταύτην κεκτημέ νος ὄλβιος καὶ τρισόλβιος. Καὶ τοῦτο δὲ ὁ Πλάτων ἐν τοῖς Νόμοις δεδήλωκεν·" Τὸν μέλλοντα" γάρ φησι" μακάριον καὶ εὐδαί μονα ἔσεσθαι τῆς ἀληθείας εὐθὺς ἐξ ἀρχῆς εἶναι μέτοχον χρή,
1.118.1
ἵν' ὡς ἐπὶ πλεῖστον χρόνον ἀληθὴς ὢν διαβιῷ." Τοῖς γὰρ δὴ με τασχοῦσι τῆς ἀληθείας καὶ ταύτης ἀξίως βεβιωκόσιν οὐρανὸς εὐτρεπὴς καὶ τὰ τῶν ἀγγέλων ἐνδιαιτήματα· ὁ δὲ ταύτης ἔρημος καὶ ἀτέλεστος καὶ τῶν παναγῶν καὶ θείων ἀμύητος μυστηρίων ἔρημος μὲν τῶνδε τῶν ἀγαθῶν γενήσεται, κολαστηρίοις δὲ διη
1.119.1
νεκέσι παραδοθήσεται. Καὶ τοῦτο αὖ πάλιν καὶ ὁ Πλάτων δεδή λωκεν ἐν τῷ Φαίδωνι· τοὺς γὰρ τὰς τελετὰς αὐτοῖς παραδεδω κότας εἰρηκέναι φησίν, ὅτι" ὃς ἂν ἀμύητος καὶ ἀτέλεστος εἰς Ἅιδου ἀφίκηται ἐν βορβόρῳ κείσεται, ὁ δὲ κεκαθαρμένος τε καὶ
1.120.1
οὗτοι, περὶ θείων πραγμάτων διαλεγόμενοι,
1.121.1
οὐκ ἔγνωσαν ὧνπερ ἔλεγον τὴν ἀλήθειαν. Ἔχουσι δὲ οἶμαι ἀμηγέπη ξυγγνώμην, οὔτε προφητικῆς δᾳδουχίας οὔτε ἀποστο λικῆς ἀπολαύσαντες φωταγωγίας, μόνην δὲ τὴν φύσιν ποδηγὸν ἐσχηκότες, ἧς ὁ τῆς δυσσεβείας πλάνος τὰ θεοχάρακτα πάλαι διέφθειρε γράμματα· ἀνενεοῦτο δέ τινα ὅμως τούτων ὁ ποιητὴς καὶ πάμπαν ἐξίτηλα γενέσθαι οὐκ εἴα, τὴν οἰκείαν τοῖς ἀνθρώ
1.122.1
ποις διὰ τῆς κτίσεως προμήθειαν ἐπιδεικνύμενος. Καὶ τοῦτο δεδήλωκεν ὁ θεῖος ἀπόστολος ἐν Λύστροις δημηγορήσας· πρὸς γὰρ αὖ πολλοῖς ἑτέροις καὶ τάδε εἴρηκεν·" Ὃς ἐν ταῖς παρῳ χημέναις γενεαῖς εἴασε πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν· καίτοιγε οὐκ ἀμάρτυρον ἑαυτὸν ἀφῆκεν ἀγαθοποιῶν, οὐρανόθεν ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς
1.123.1
καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν." Τὸ μὲν γὰρ Ἀβραμιαῖον γένος καὶ νόμον θεῖον ἐδέξατο καὶ προφητικῆς ἀπήλαυσε χάριτος· τὰ δέ γε ἄλλα ἔθνη διὰ τῆς φύσεως καὶ τῆς κτίσεως ἐποδήγει
1.124.1
πρὸς θεοσέβειαν τῶν ὅλων ὁ πρύτανις. Καὶ καθάπερ τὸν ὑετὸν διαφερόντως μὲν τῇ γεωργουμένῃ γῇ τῆς τῶν ἀνθρώπων εἵνεκα χορηγίας ὁ μεγαλόδωρος ἐνίησιν, ἐκ περιουσίας δὲ καὶ φιλοτι μίας κἀν ταῖς ἐρήμοις κἀν τοῖς ὄρεσιν ὕει– καὶ ἡ μὲν ἀρουμένη τοὺς ἡμέρους φύει καρπούς, ἡ δὲ ἀγεώργητος τοὺς ἀγρίους· ὁρῶ μεν δὲ ἔστιν ὅτε καὶ ἐν μνήμασι καὶ ἐν τοίχοις φυομένας συκᾶς–, οὕτω τὸ τῆς γνώσεως δῶρον ἐξαιρέτως μὲν τοῖς εὐσεβέσι δεδώ ρηται, τοῖς δέ γε οὐ τοιούτοις, ὡς ταῖς ἐρήμοις καὶ ταῖς λό
1.125.1
χμαις ὁ ὑετός. Ὅθεν πολλάκις καί τινα ἐδώδιμα φύουσι καὶ τοὺς τῶν γεωργουμένων μιμοῦνται καρπούς, ἐπίδηλα δὲ ὅμως ἐστίν, ὡς γεωργίας προφητικῆς οὐ τετύχηκε· τραχύτης γάρ τις αὐτοῖς ἀναμέμικται καὶ πικρότης· οἱ δέ γε διακρίνειν εἰδότες, τὸ χρει ῶδες καρπούμενοι, τὸ λοιπὸν χαίρειν ἐῶσι, καθάπερ οἱ τὰς ῥοδω νιὰς τρυγῶντες καταλείπουσι μὲν τὰς ἀκάνθας, ξυλλέγουσι δὲ
1.126.1
τὰς κάλυκας. Καὶ μὲν δὴ καὶ ταῖς μελίτταις οὗτος ὁ νόμος ἐμπέφυκεν· οὐ γλυκέσι γὰρ μόνοις, ἀλλὰ καὶ πικροῖς ἄνθεσιν ἐφιζάνουσαι, τὴν μὲν γλυκεῖαν ἀνιμῶνται ποιότητα, τὴν δὲ πικρὰν ἀποστρέφονται καὶ ἐκ διαφόρων ποιοτήτων, πικρῶν τε καὶ στρυ φνῶν καὶ αὐστηρῶν καὶ δριμέων, τὸ γλυκύτατον μέλι τοῖς ἀνθρώ
1.127.1
ποις κατασκευάζουσιν· ταύτας δὴ καὶ ἡμεῖς μιμούμενοι, ἐκ τῶν πικρῶν ὑμῶν λειμώνων τὸ γλυκὺ τῆς ὠφελείας ὑμῖν κατασκευά ζομεν μέλι. Καὶ ὥσπερ οἱ τὰ σώματα θεραπεύοντες ἐκ τῶν ἰοβόλων θηρίων ὀνησιφόρα κατασκευάζουσι φάρμακα, καὶ τῶν ἐχιδνῶν τὰ μὲν ἀποβάλλοντες, τὰ δὲ ἕψοντες, πολλὰς διὰ τού των ἐξελαύνουσι νόσους, οὕτως καὶ ἡμεῖς, τὰ τῶν ὑμετέρων ποιητῶν καὶ ξυγγραφέων καὶ φιλοσόφων πονήματα μεταχειρισά μενοι, τὰ μὲν ὡς δηλητήρια καταλείπομεν, τὰ δὲ τῇ τῆς διδα σκαλίας ἐπιστήμῃ διασκευάσαντες, ἀλεξιφάρμακον ὑμῖν θεραπείαν προσφέρομεν· καὶ οὓς ἀντιπάλους ἡμῶν ὑπειλήφατε, τούτους τῶν ἡμετέρων λόγων ἀποφαίνομεν ξυνηγόρους καὶ τῆς πίστεως
1.128.1
δείκνυμεν διδασκάλους. Οὕτω, ξὺν Θεῷ φάναι, καὶ τὴν ἄλλην ὑμῖν διδασκαλίαν προσοίσομεν. Ὑμεῖς δὲ μεμαθηκότες ὡς ἀναγκαῖον τὸ τῆς πίστεως χρῆμα, τὴν Πυθαγόρειον σιωπὴν ἀγα πήσατε καὶ τὰς ἀκοὰς ἡσυχῇ τῷ λόγῳ παράσχετε, πιστῶς δεχό μενοι τὰ λεγόμενα· οὕτω γὰρ δὴ κατὰ βραχὺ δυνήσεσθε μαθεῖν τὴν ἀλήθειαν. t ΠΕΡΙ ΑΡΧΗΣ.