Graecarum affectionum curatio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Τὸ φῶς τὸ αἰσθητόν, καὶ τὸ ἄνωθεν φερόμενον καὶ τὸ κάτω παρ' ἀνθρώπων ἐπινοούμενον, ἐπιδείκνυσι τοῖς ὁρῶσι, τί μὲν χρυσὸς καὶ τί ἄργυρος, τί δὲ χαλκὸς καὶ σίδηρος καὶ κασσίτε ρος, καὶ τὰς ἄλλας ὕλας ὡσαύτως, καὶ μὲν δὴ καὶ χρωμάτων καὶ σχημάτων καὶ φυτῶν καὶ ζῴων διδάσκει διαφοράν, ἀλλ' οἱ τὰς ὄψεις ἐρρωμένοι μόνοι τήνδε τὴν γνῶσιν δέχονται. Οἱ γὰρ δὴ τυφλώττοντες οὐδὲν ἀπὸ τῆς ἀκτῖνος ὀνίνανται· οὐδὲ γὰρ αὐτὴν
2.2.1
τοῦ φωτὸς ὁρῶσι τὴν αἴγλην. Τούτοις ἐοίκασιν οἱ τὸ νοερὸν φῶς τῆς ἀληθείας ἰδεῖν οὐκ ἐθέλοντες, ἀλλ' ἀσπασίως ἐν τῷ ζόφῳ τῆς ἀγνοίας διάγοντες, καθάπερ τῶν πτηνῶν τὰ νύκτωρ πετό μενα, ἅπερ δὴ μάλα εἰκότως ἀπὸ τῆς νυκτὸς παρωνύμως προσ αγορεύονται· νυκτερίδες γάρ τοι καὶ νυκτικόρακες ἀποφυγγάνουσι μὲν τὸ φῶς ὡς πολέμιον, τὸ δὲ σκότος ἀσπάζονται ὡς σωτήριον.
2.3.1
Τούτοις μὲν οὖν δή τις οὐκ ἂν νεμεσήσειε σωφρονῶν· ἡ γάρ τοι φύσις αὐτοῖς τὴν τοιάνδε ζωὴν ἐξ ἀρχῆς ἀπεκλήρωσεν· οἱ δ' αὐθαιρέτως σφᾶς αὐτοὺς τῷ σκότῳ ξυζεύξαντες ποίας ἂν τύχοιεν εἰκότως ξυγγνώμης, μάλιστα τοῦ θείου φωτὸς ἅπασαν ἤπειρον καὶ νῆσον τῆς ἀκτῖνος πληρώσαντος καὶ αὐτὰ κατειληφότος τῆς
2.4.1
οἰκουμένης τὰ τέρματα; οἱ μὲν γὰρ πρὸ τῆς θείας ἐπιφανείας τῇδε τῇ πάθῃ περιπεσόντες ἔχουσί τινα μετρίαν οὕτω πως παραί τησιν, τῷ μηδέπω τῆς δικαιοσύνης ἀνατεῖλαι τὸν ἥλιον, ἀλλ' ὥσπερ ἐν νυκτὶ διάγειν καὶ ὑπὸ μόνης δᾳδουχεῖσθαι τῆς φύσεως· ἐπειδὴ δὲ οὗτος οὐ μόνον ἀνέτειλεν, ἀλλὰ καί, ποιητικῶς εἰπεῖν, μέσον οὐρανὸν ἀμφιβέβηκε, τίς ἀπολογίας ὑπολείπεται λόγος τοῖς νῦν ἐν μεσημβρίᾳ τυ φλώττουσι καὶ τοὺς ὀφθαλμοὺς μύουσιν, ἵνα μὴ τοῦ φωτὸς
2.5.1
ἀπολαύσωσιν; οὐκ ἐᾷ δὲ αὐτοὺς τὴν ἀχλὺν ἀποσκεδάσαι τῶν ὀφθαλμῶν τὸ τῆς οἰήσεως πάθος. Πάντων γὰρ ἄμεινον εἰδέναι νομίζουσι τὴν ἀλήθειαν, ἐπειδὴ τοῖς τῶν ἐλλογίμων ἀνδρῶν μα θήμασιν ἐνετράφησαν, καὶ ξυνιδεῖν οὐκ ἐθέλουσιν, ὡς οἱ θαλάτ τιοι ἰχθύες ἐν ἅλμῃ μὲν τρέφονται ὅτι μάλιστα πλείστῃ, ἁλῶν δὲ
2.6.1
ὅμως εἰς σκευασίαν προσδέονται. Οὐδὲ μὴν ἐκεῖνο ξυνορῶσιν, ὡς τῆς ἀληθείας οὐ πάντως ἡ εὐγλωττία διδάσκαλος· τί γὰρ τῆς Ὁμήρου ποιήσεως ἥδιον; τί δὲ τῆς εὐεπείας ἐκείνης γλυκύτε ρον; ἀλλ' ὅμως τοῦτον τῶν φιλοσόφων ὁ ἄριστος– ἐπέγνωτε δὲ δήπου τὸν Ἀρίστωνος, ὡς ἡγοῦμαι– μύρῳ γε ἀλείψας, καθά περ αἱ γυναῖκες τὰς χελιδόνας, ἐκ τῆς ὑπ' αὐτοῦ ξυντεθείσης ἀπ έπεμψε πόλεως, ἀκολασίας καλέσας καὶ δυσσεβείας διδάσκαλον.
2.7.1
" Βλασφημεῖν" γάρ φησιν" ἐκπαιδεύει τοὺς νέους καὶ πονηρὰς αὐτοῖς περὶ τῶν θεῶν ἐντίθησι δόξας καὶ ἁπαλοῖς ἔτι οὖσι μαθή ματα πονηρὰ καὶ διεφθαρμένα ἐνίησιν." Καὶ ἕτερα δὲ ἄττα κατη γορήματα πάμπολλα ἐποιήσατο τοῦ κορυφαίου τῶν ποιητῶν. Οὔκουν ἅπας εὐγλωττίαν ἠσκημένος ἀξιόχρεως ἂν γένοιτο ἀλη θείας διδάσκαλος.
2.8.1
Εἰ δὲ δὴ τοὺς φιλοσόφους ἡμῖν προβάλλεσθε, εὖ ἴστε, ὡς καὶ οὗτοι πλάνον ὑπέμειναν πάμπολυν. Οὐ γὰρ δὴ μίαν ἅπαντες λεωφόρον ἐσχήκασιν οὐδὲ τοῖς τῶν προωδευκότων ἠκολούθησαν ἴχνεσιν, ἀλλ' ἰδίαν ἕκαστος ἐτέμετο τρίβον καὶ μυρίας ἐπινενοή κασι [τρίβους]· πολυσχιδεῖς γάρ που τοῦ ψεύδους αἱ ἀτραποί·
2.9.1
καὶ τοῦτο διαρρήδην αὐτίκα δὴ μάλα δειχθήσεται. Θαλῆς μὲν γάρ, τῶν ἑπτὰ καλουμένων σοφῶν ὁ πρεσβύτατος, ἀρχὴν πάν των τὸ ὕδωρ ὑπέλαβεν, Ὁμήρῳ γε οἶμαι εἰρηκότι πιστεύσας· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. Ἀναξίμανδρος δέ, τοῦτον διαδεξάμενος, ἀρχὴν ἔφη τὸ ἄπει ρον· Ἀναξιμένης δέ, ὁ τούτου διάδοχος, καὶ Διογένης ὁ Ἀπολλωνιάτης
2.10.1
τὸν ἀέρα ξυμφώνως ἀρχὴν προσηγορευσάτην· Ἵππα σος δὲ ὁ Μεταποντῖνος καὶ Ἡράκλειτος ὁ Ἐφέσιος τῷ πυρὶ τὴν ἀρχὴν τῶν πάντων ἀπενειμάτην· ὁ δὲ Ἀκραγαντῖνος Ἐμπεδοκλῆς τὰ στοιχεῖα ἔφη τὰ τέτταρα· Ξενοφάνης δὲ ὁ Κολοφώνιος τὸ πᾶν ἀΐδιον, ἐκ δὲ τῆς γῆς τὰ πάντα· καὶ Παρμενίδης δὲ ὁ τούτου ἑταῖρος ὁ Ἐλεάτης ὡσαύτως τόνδε τὸν λόγον ἐκράτυνε, ψεῦδος δὲ ἀπέφηνε τῶν αἰσθήσεων τὸ κριτήριον, ἥκιστα λέγων
2.11.1
ἐφικνεῖσθαι τοῦτο τῆς ἀληθείας· Δημόκριτος δὲ ὁ Ἀβδηρίτης ἄπειρον τὸ πᾶν εἴρηκε καὶ ἀγένητον· Ἐπίκουρος δὲ ὁ Νεοκλέους ὁ Ἀθηναῖος ἐκ τῶν ἀτόμων ἐξ ἀρχῆς ξυστῆναι τὸ πᾶν, εἶναι μέντοι ἄναρχον καὶ ἀΐδιον· καὶ Μητρόδωρος δὲ ὁ Χῖος καὶ Ζή νων ὁ Ἐλεάτης καὶ Διογένης ὁ Σμυρναῖος διαφόρους ἀρχὰς τῶν ὅλων ὑπέθεντο. Διά τοι τοῦτο καὶ Σωκράτης ὁ Σωφρονίσκου κωμῳδῶν αὐτοὺς διετέλει, ὅτι τὰ ἀνθρώποις οὐκ ἐφικτὰ εἰδέναι λίαν ἰσχυριζόμενοι, πρὸς ἀλλήλους ἀεὶ διεμάχοντο, καινῶν προσ τατεύοντες καὶ ἐναντίων δογμάτων, ᾗ φησιν ὁ Ξενοφῶν ἐν τοῖς
2.12.1
Ἀπομνημονεύμασιν. Καὶ ὁ Πλάτων δὲ αὐτὸν ἐν τῷ Φαίδωνι γέγραφε λέγοντα·" Ἐγὼ γάρ, ὦ Κέβης, νέος ὤν, ὑπερφυῶς ὡς ἐπεθύμησα ταυτησὶ τῆς σοφίας, ἣν δὴ καλοῦσι περὶ φύσεως ἱστορίαν. Ὑπερήφανον γάρ μοι ἐδόκει εἶναι εἰδέναι τὰς αἰτίας ἑκάστου, διὰ τί γίνεται ἕκαστον, καὶ διὰ τί ἀπόλλυται, καὶ διὰ τί
2.13.1
ἔστιν." Εἶτα πολλὰ τοιαῦτα διεξελθών, ἐπήγαγεν·" Τεκμήριον δέ σοι ἐρῶ ἱκανόν. Ἐγὼ γάρ, ἃ καὶ πρότερον σαφῶς ἠπιστάμην ὥς γε ἐμαυτῷ καὶ τοῖς ἄλλοις ἐδόκουν, ὑπὸ ταύτης τῆς σκέψεως οὕτω σφόδρα διετυφλώθην, ὥστ' ἀπέμαθον καὶ ἃ πρὸ τοῦ ᾤμην
2.14.1
εἰδέναι." Καὶ αὖθις δέ, τῆς τῶν φιλοσόφων κατηγορῶν ἔριδος, τοιάδε ὁ Πλάτων ἐν τῷ Θεαιτήτῳ διέξεισιν·" Ἀλλ' ἄν τινα ἔρῃ, ὥσπερ ἐκ φαρέτρας ῥηματίσκια αἰνιγμάτων ἀνασπῶντες πονοῦσι, καὶ ἂν τούτου ζητῇς λόγον λαβεῖν τί εἰρήκασιν, ἑτέρῳ πεπλήξῃ καινῶς μετωνομασμένῳ. Περανεῖς δὲ οὐδέποτε οὐδὲν πρὸς οὐδένα αὐτῶν· οὐδέ γε ἐκεῖνοι πρὸς ἀλλήλους, ἀλλ' εὖ πάνυ φυλάξουσι τὸ μηδὲν βέβαιον ἐᾶν εἶναι, μήτε ἐν λόγῳ μήτε ἐν ταῖς αὑτῶν ψυχαῖς, ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσι μον εἶναι· τούτῳ δὲ πάνυ πολεμοῦσι καὶ καθόσον ἂν δύνωνται πανταχόθεν· Ἴσως, ὦ Θεόδωρε, τοὺς ἄνδρας μαχομένους ἑώρα κας, εἰρηνεύουσι δὲ οὐ ξυγγέγονας· οὐ γάρ σοι ἑταῖροί εἰσιν· ἀλλ' οἶμαι ταῦτα τοῖς μαθηταῖς ἐπὶ σχολῆς φράζουσιν, οὓς ἂν βούλωνται ὁμοίους αὐτοῖς ποιῆσαι. Ποίοις μαθηταῖς, ὦ δαι μόνιε; οὐδὲ γίνεται τῶν τοιούτων ἕτερος ἑτέρου μαθητής, ἀλλ' αὐτόματοι ἀναφύονται ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθουσιά σας, καὶ τὸν ἕτερον ὁ ἕτερος οὐδὲν ἡγεῖται εἰδέναι." Καὶ μετ'
2.15.1
ὀλίγα πάλιν·" Ὀλίγου δ' ἐπελαθόμην, ὦ Θεόδωρε, ὅτι ἄλλοι αὖ τἀναντία τούτοις ἀπεφήναντο, οἷον ἀκίνητον τελέθει τῷ παντὶ ὄνομ' εἶναι, καὶ ὅσα Μέλισσοί τε καὶ Παρμενίδαι ἐναντιούμενοι πᾶσι τού
2.16.1
τοις διϊσχυρίζονται." Καὶ μέντοι κἀν τῷ Σοφιστῇ τὰ τοιαῦτα πάλιν αὐτῶν κατηγορεῖ, οὐκ ἀπόστολος οὐδέ γε προφήτης, ἀλλὰ τῶν φιλοσόφων ὁ πρῶτος, εἴτε Πλάτωνα τὸν Ἀρίστωνος ἐθέλοι τις λέγειν, εἴτε Σωκράτην τὸν Σωφρονίσκου· Σωκράτους μὲν
2.17.1
γὰρ τὰ ἐνθυμήματα, Πλάτωνος δὲ τὰ ξυγγράμματα. Εἴτε δὲ οὗτος, εἴτε ἐκεῖνος, οὕτω φησίν·" Μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι παισὶν ὡς οὖσιν ἡμῖν· ὁ μέν, ὡς τρία τὰ ὄντα· πολεμεῖ δὲ ἀλλήλοις ἐνίοτε αὐτῶν ἄττα πῃ, τοτὲ δὲ καὶ φίλα γινόμενα, γάμους τε καὶ τόκους καὶ τροφὴν ἐκγόνων παρέχεται· δύο δὲ ἕτερος εἰπών, ὑγρὸν καὶ ξηρόν, ἢ θερμὸν καὶ ψυχρόν, ξυνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσιν. Τὸ δὲ παρ' ἡμῖν Ἐλεατικὸν ἔθνος ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἄρχεται, ὡς ἑνὸς ὄντος τῶν ἁπάντων καλουμένων διεξέρχεται τοὺς μύθους. Ἤδη δὲ καὶ Σικελικαί τινες Μοῦσαι ξυνενόησαν ὅτι ξυμπλέκειν ἀσφαλέ στερον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἕν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ ξυνέχεται." Καὶ τοιαῦτα ἄττα ἐφεξῆς εἰπών,
2.18.1
ἐπάγει·" Καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους. Πῶς; Οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ περὶ τοῦ ἀοράτου πάντα ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς λαβόντες. Τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων, σφόδρα διϊσχυρίζονται τοῦτο εἶναι μόνον, ὅπερ ἔχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι."
2.19.1
Ταῦτα οὐ Πέτρος ὁ ἡμέτερος οὐδὲ Παῦλος τῶν ὑμετέρων κατηγόρησε φιλοσόφων, ἀλλὰ Πλάτων ὁ εὐγλωττότατος καὶ Σωκράτης ὁ κατὰ τὴν Πυθίαν ἀνδρῶν ἁπάντων σοφώτατος· καὶ ἔφασαν αὐτοὺς διϊσχυρίζεσθαι, τοῦτο εἶναι μόνον, ὅπερ ἔχει προσ βολὴν καὶ ἐπαφήν τινα, καὶ ταὐτὸν σῶμα καὶ οὐσίαν ὁρίζεσθαι 2. καὶ μηδὲν περαιτέρω τῶν ὁρωμένων φαντάζεσθαι. Πῶς οὖν ἄν τις τούτοις χρήσαιτο ποδηγοῖς τῆς ἀληθείας, τοσοῦτον δὴ καὶ τοιοῦ τον ὑπομείνασι πλάνον καὶ ἐναντίας γε ὠδίνασι δόξας καὶ σφοδρὸν κατ' ἀλλήλων ἀναρριπίσασι πόλεμον; καὶ Τίμων δὲ αὐτοὺς ὁ Φλιάσιος, ὁ Πύρρωνος ἑταῖρος, ἐν τοῖς σίλλοις ἐτραγῴδησεν· ἐγὼ δὲ ἐκ μάλα πολλῶν ὀλίγων μνησθήσομαι· σχέτλιοι ἄνθρωποι, κάκ' ἐλέγχεα, γαστέρες οἶον, τοίων ἔκ τ' ἐρίδων ἔκ τε
2.20.1
στοχασμῶν πέπλησθε, ἄνθρωποι, κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί.
2.21.1
Οὐ μόνον ἄρα ἡμεῖς τὸ τῆς οἰήσεως ἐπιπροσθεῖν ὑμῖν εἰρήκα μεν πάθος· πάλαι γὰρ καὶ πρόπαλαι ταύτην ὁ Τίμων τῶν ὑμε τέρων φιλοσόφων τὴν κατηγορίαν πεποίηται. Ἄλλο δέ ἐστιν εἰδέναι, καὶ ἄλλο τὸ οἴεσθαι εἰδέναι, μηδὲν ἐπιστάμενον. Πολλῷ γάρ τινι διαφέρουσιν, ὦ φιλότης, ἀλλήλοιν ἀλήθεια καὶ στοχα
2.22.1
σμὸς ἀληθείας· ὁ μὲν γὰρ στοχασμὸς καὶ διαμαρτίας ἔχει πολλάς, ἡ δὲ ἀλήθεια ἐκπαιδεύειν οὐδὲν ἐναντίον ἀνέχεται. Τοιγαροῦν ἄλλως τις ἀληθείας πέρι τεκμαιρόμενος λέγει, καὶ ἄλλως αὐτὴ ἑαυτὴν ἑρμηνεύει· ἐπεὶ καὶ Ἀναξαγόρας ὁ Ἡγησιβούλου ὁ Κλαζομένιος, τῶν πρὸ αὐτοῦ γεγενημένων φιλοσόφων οὐδὲν περαι τέρω τῶν ὁρωμένων νενοηκότων, πρῶτος νοῦν ἔφησεν ἐφεστάναι τῷ κόσμῳ, καὶ τοῦτον εἰς τάξιν ἐκ τῆς ἀταξίας ἀγαγεῖν τὰ στοι χεῖα· καὶ Πυθαγόρας δὲ ὁ Μνησάρχου ἀρχὴν τῶν πάντων ἔφησε τὴν μονάδα· κατὰ δὲ τὸν αὐτὸν χρόνον ἐγενέσθην Ἀναξαγόρας
2.23.1
καὶ Πυθαγόρας. Ἀλλὰ τὴν Πυθαγόρου μὲν διατριβὴν ἡ γαμετὴ Θεανὼ διεδέξατο καὶ Τηλαύγης καὶ Μνήσαρχος οἱ τούτου παῖ δες, Τηλαύγους δὲ Ἐμπεδοκλῆς ὁ Ἀκραγαντῖνος ἐγένετο φοιτητής, τοῦ δ' Ἀναξαγόρου Ἀρχέλαος, Ἀρχελάου δὲ Σωκράτηςὁ Ἀθηναῖος· καὶ Ἀναξαγόρας δὲ καὶ Πυθαγόρας εἰς Αἴγυπτον ἀφικόμενοι τοῖς Αἰγυπτίων καὶ Ἑβραίων αὐτόθι σοφοῖς ξυνεγε
2.24.1
νέσθην καὶ τὴν περὶ τοῦ ὄντος ἠρανισάσθην γνῶσιν. Χρόνῳ δὲ ὕστερον καὶ ὁ Πλάτων τήνδε τὴν ἀποδημίαν ἐστείλατο· καὶ τοῦτο λέγει μὲν ἐν τοῖς Παραλλήλοις ὁ Πλούταρχος, λέγει δὲ καὶ Ξενοφῶν ὁ Γρύλλου, ἐν οἷς πρὸς τὸν Σωκρατικὸν Αἰσχίνην ἐπέστειλε· γράφει δὲ ὧδε·" Αἰγύπτου γὰρ ἠράσθησαν καὶ τῆς Πυθαγόρου τερατώδους σοφίας· ὧν τὸ περιττὸν καὶ μὴ μόνιμον ἐπὶ Σωκράτει διήλεγχεν ἔρως τυραννίδος, καὶ ἀντὶ διαίτης λιτῆς
2.25.1
Σικελιῶτις γαστρὸς ἀμέτρου τράπεζα." Τοιαῦτα περὶ τοῦ Πλά τωνος ὁ Ξενοφῶν ἔγραψεν, ὅτι τῆς Σωκράτους διδασκαλίας ὑπερ ιδών, τὴν τερατώδη Πυθαγόρου σοφίαν ἐζήλωσε καὶ Διονυσίῳ τῷ Σικελίας τυράννῳ ξυνῆν, Συρακουσίας ἀπολαύων χλιδῆς· ἔφη
2.26.1
δὲ αὐτὸν καὶ τῆς Αἰγυπτίων ἐρασθῆναι σοφίας. Οὐκοῦν καὶ Πυ θαγόρας καὶ Ἀναξαγόρας καὶ Πλάτων αἰνίγματά τινα περὶ τοῦ ὄντος παρ' Αἰγυπτίων καὶ Ἑβραίων ξυνέλεξαν· τί δήποτ' οὖν τούτοις μὲν οὐκ ἀκριβῶς τὰ θεῖα μεμαθηκόσι πιστεύετε, παρ'
2.27.1
ὧν δὲ οὗτοι ταῦτά γε ἔμαθον, μαθεῖν οὐκ ἐθέλετε; Ὅτι γὰρ οἱ πρὸ τούτων γενόμενοι ποιηταὶ καὶ φιλόσοφοι πλέον τῶν ὁρωμέ νων οὐδὲν ὑπέλαβον εἶναι, ὁ Πλάτων ἐν τῷ Κρατύλῳ δεδήλω κεν·" Φαίνονται γάρ μοι" φησίν" οἱ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους ἡγεῖσθαι θεούς, οὕσπερ νῦν οἱ πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως, τῆς τοῦ θεῖν, θεοὺς αὐτοὺς ἐπονομάσαι."
2.28.1
Καὶ Ὅμηρος δὲ καὶ Ἡσίοδος παντάπασι τὸν τοῦ παντὸς ἠγνόησαν ποιητήν· Ἡσίοδος μὲν γὰρ ἐκ τοῦ Χάους ἔφησεν Ὠκεανὸν καὶ Τηθὺν γεγενῆσθαι, ἐκ δὲ Ὠκεανοῦ καὶ Τηθύος τὸν Οὐρα νὸν καὶ τὴν Γῆν, ἐκ δὲ τούτοιν Κρόνον τε καὶ Ῥέαν καὶ τούτων τοὺς ἀδελφούς, ἐκ δὲ Κρόνου καὶ Ῥέας τὸν Δία καὶ τὴν Ἥραν
2.29.1
καὶ Ποσειδῶνα καὶ Πλούτωνα. Ὁ δὲ Ὅμηρος τὸν Ὠκεανόνφησι" θεῶν γένεσιν καὶ μητέρα Τηθύν·" καὶ ὃν θεῶν καὶ ἀνδρῶν ὀνομάζει πατέρα, ὡς ἐκ Κρόνου γεγενημένον, Κρονίδην ἀποκα λεῖ. Πολλῷ οὖν ἄρα καὶ οὗτοι δεδουλεύκασι πλάνῳ. Ἀλλ' ὅμως καὶ τοῦτο εὖ μάλα ὁ Πλάτων εἰδώς, πιστεύειν αὐτοῖς που παρ εγγυᾷ τὰ τοιαῦτα μυθολογοῦσι, καὶ ἄνευ εἰκότων καὶ ἀληθῶν
2.30.1
ἀποδείξεων λέγουσιν. Καὶ ἀλλαχοῦ δὲ ὁ Πλάτων φησίν·" Κοῦ φον γάρ τι χρῆμα καὶ ἱερὸν ποιητὴς καὶ οὐχ οἷός τε ποιεῖν, πρὶν ἂν ἔνθεος καὶ ἔκφρων γένηται." Ὁ δὲ Ὀδρύσης Ὀρφεύς, καὶ αὐτὸς εἰς Αἴγυπτον ἀφικόμενος, τὰ περὶ τοῦ ὄντος οὕτω πως μεμάθηκε καὶ βοᾷ· Εἷς ἔστ' αὐτοτελής, αὐτοῦ δ' ὑπὸ πάντα τελεῖται· ἐν δ' αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται. Αὐτὸν δ' οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται· πᾶσι γὰρ θνητοῖς θνηταὶ κόραι εἰσὶν ἐν ὄσσοις, μικραί, ἐπεὶ σάρκες τε καὶ ὀστέα ἐμπεφύκασιν.
2.31.1
Καὶ πάλιν· Αὐτὸς δ' αὖ μέγαν αὖτις ἐπ' οὐρανὸν ἐστήρικται χρυσέῳ ἐνὶ θρόνῳ, γαίη δ' ὑπὸ ποσσὶ βέβηκε· χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν Ὠκεανοῖο ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ· οὐδὲ φέρειν δύναται κρατερὸν μένος· ἔστι δὲ πάντῃ αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσον ἠδὲ τελευτήν.
2.32.1
Ἀλλ' ὅμως καὶ ταῦτα παρ' Αἰγυπτίων μεμαθηκώς, οἳ παρ' Ἑβραίων μαθήματά τινα τῆς ἀληθείας παρέλαβον, παρέμιξε τοῦ πλάνου τῇ θεολογίᾳ τινὰ καὶ τῶν Διονυσίων καὶ Θεσμοφορίων τὰ δυσαγῆ παραδέδωκεν ὄργια, καὶ οἷόν τινι μέλιτι περιχρίσας τὴν κύλικα, τὸ δηλητήριον πόμα τοῖς ἐξαπατωμένοις προσφέρει.
2.33.1
Ταὐτὸ δὲ τοῦτο καὶ Πλάτων πεποίηκεν· ἀξιάγαστα γὰρ αὐτοῦ τῷ ὄντι τὰ περὶ τοῦ ὄντος ἐν τῷ Τιμαίῳ ξυγγεγραμμένα. Τίς γὰρ οὐκ ἂν ἀγασθείη λέγοντος ἀκούων;" Τί τὸ ὂν ἀεί, γένεσιν δὲ οὐκ ἔχον; καὶ τί τὸ γινόμενον μὲν ἀεί, ὂν δὲ οὐδέποτε; τὸ μὲν δὴ νοήσει μετὰ λόγου περιληπτὸν ἀεὶ κατὰ τὸ αὐτὸ ὄν, τὸ δὲ αἰσθήσει ἀλόγῳ δοξαστὸν γινόμενον καὶ ἀπογινόμενον, ὄντως δὲ
2.34.1
οὐδέποτε ὄν." Προστίθησι δὲ καὶ τάδε τοῖς εἰρημένοις·" Ταῦτα γὰρ πάντα μέρος χρόνου, τὸ ἦν καὶ ἔσται, ἃ δὴ φέροντες λαν θάνομεν ἐπὶ τὴν ἀΐδιον οὐσίαν οὐκ ὀρθῶς. Λέγομεν γὰρ δή, ὡς ἦν ἔστι τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστι μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ δὲ ἦν καὶ τὸ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν οὖσαν πρέπει λέγεσθαι· τὸ δὲ ἀεὶ καὶ κατὰ τὰ αὐτὰ ἔχον ἀκινήτως
2.35.1
οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίνεσθαι." Τίς οὖν οὕτω φιλαίτιος καὶ μεμψίμοιρος, ὡς νεμεσῆσαι τοῖς εἰρημένοις καὶ μὴ πᾶσαν αὐτοῖς προσμαρτυρῆσαι ἀλήθειαν; Τὸ γὰρ ὂν ἀεὶ γενέσεώς ἐστιν ἁπάσης ὑπέρτερον, τὸ δὲ γινόμενον, ἀλλοιώσεις παμπόλλους ἐπιδεχόμενον, εἰκότως ἔφη οὐδέποτε εἶναι· τὸ γάρ τοι ἔμβρυον, γενόμενον βρέφος, οὐκέτι ἄρα ἐστὶν ἔμβρυον, ἀλλὰ βρέφος, καὶ αὖ πάλιν τὸ βρέφος, παιδίον γενόμενον, οὐκέτι προσ αγορεύεται βρέφος· οὕτω τὸ παιδίον τὴν τοῦ μειρακίου προσλα βὸν ἡλικίαν, τοῦτο καλεῖται, ὅπερ ἐγένετο, καὶ ὅταν πάλιν εἰς ἄνδρας τελέσῃ, οὐκέτι μειράκιον, ἀλλ' ἀνὴρ ὀνομάζεται, καὶ πρεσβύτης δὲ γεγονώς, τοῦτο αὖ πάλιν προσαγορεύεται, ὅπερ δὴ
2.36.1
καὶ ἐγένετο. Εἰκότως οὖν ἄρα οὐκ ὄντα ὠνόμασε τὰ γινόμενά τε καὶ ἀλλοιούμενα. Καὶ τῷ Κρίτωνι δὲ διαλεγόμενος ὁ Σωκράτης ἕνα πάντων ὀπτῆρά φησιν· λέγει δὲ ταῦτα·" Καὶ δὴ καὶ περὶ τῶν δικαίων τε καὶ ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν καὶ κακῶν καὶ ἀγαθῶν, περὶ ὧν νῦν ἡ βουλὴ ἡμῖν ἐστι, πότερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς πείθεσθαι καὶ φοβεῖσθαι αὐτήν, ἢ τῇ τοῦ ἑνός, εἴ τίς ἐστιν ἐπαΐων, ὃν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; Ὧι εἰ μὴ ἀκολουθήσομεν, διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα, ὃ τῷ μὲν δικαίῳ βέλτιον ἐγίνετο, τῷ δὲ
2.37.1
ἀδίκῳ ἀπώλλυτο." Καὶ μετ' ὀλίγα πάλιν·" Οὐκ ἄρα γε, ὦ βέλτιστε, πάνυ ἡμῖν οὕτω φροντιστέον τί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς, ἀλλ' ὅ τι ὁ ἐπαΐων τῶν δικαίων καὶ ἀδίκων, ὁ εἷς καὶ αὐτὴν ἡ ἀλήθεια."
2.38.1
Ὁρᾶτε, ὦ ἄνδρες, ὅπως ἐν τούτοις ὁ Πλάτων καὶ ὁ Σωκρά της τὸν τῶν οὐκ ὄντων θεῶν ἐξήλασεν ὁρμαθὸν καὶ μόνον τῶν ὅλων τὸν πρύτανιν αἰδεῖσθαι καὶ φοβεῖσθαι παρεκελεύσατο, διδά σκων ὡς, εἴποτε πλειόνων ἐμνήσθη θεῶν, διὰ τὸν ἐξηπατημένον
2.39.1
τῶν Ἀθηναίων ὅμιλον τοῦτο ποιῆσαι προσηναγκάσθη. Εἰ γὰρ δὴ καὶ ταῦτα δεδρακὼς ὁ Σωκράτης οὐ διέφυγε τὴν τοῦ κωνείου φιάλην, τί οὐκ ἂν ἔπαθεν, εἰ προφανῶς ἠρνήθη τὸν πολὺν ἐσμὸν τῶν θεῶν; καὶ τοῦτο δῆλον ὁ Πλάτων πεποίηκεν, ἐν οἷς πρὸς
2.40.1
Διονύσιον ἔγραψεν. Πρὸς γὰρ αὖ πολλοῖς ἑτέροις καὶ ταῦτα προστέθεικεν·" Περὶ δὲ δὴ τοῦ ξυμβόλου τοῦ περὶ τὰς ἐπιστο λάς, ὅσας τε ἐπιστέλλω σπουδῇ καὶ ὅσας μή, οἶμαι μέν σε με μνῆσθαι, ὅμως δὲ νόει καὶ πρόσεχε τὸν νοῦν· πολλοὶ γὰρ, οἱ κελεύοντες γράφειν, οὓς οὐ ῥᾴδιον φανερῶς διωθεῖσθαι. Τῆς μὲν
2.41.1
οὖν σπουδαίας ἐπιστολῆς θεὸς ἀρχή, θεοὶ δὲ τῆς ἧττον." Πῶς ἄν τις σαφέστερον τὸν οἰκεῖον ἐπιδείξειε σκοπόν; Γυμνὴν γὰρ ἔδει ξεν, ἣν εἶχε περὶ τῶνδε τῶν ὀνομάτων διαφοράν, μονονουχὶ λέ γων· τῆς τῶν πολλῶν εἵνεκα δόξης τὸ πληθυντικὸν ὄνομα περὶ τοῦ Θεοῦ τίθημι, τὰς ἐξηπατημένας προλήψεις τῶν πολιτῶν ὑφορώμενος· σπουδαίως γὰρ ἐπιστέλλων καὶ θαρρῶν τῷ τε κομί ζοντι καὶ τῷ δεχομένῳ τὰ γράμματα, ἑνικῶς τὸν Θεὸν ὀνομάζω
2.42.1
καὶ τοῦτον ἀρχὴν ποιοῦμαι τῶν λόγων. Καὶ ἑτέρωθι δὲ περὶ τοῦ ὄντος τοιάδε γέγραφεν·" Τὸν γὰρ πατέρα καὶ ποιητὴν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύ νατον· ῥητὸν γὰρ οὐδαμῶς ἐστιν ὡς ἄλλα μαθήματα." Ἀλλ' ὅ γε ἐν τούτοις ἀκριβῶς οὕτω θεολογήσας, ἐν ἄλλοις, ἢ τοὺς πολ λοὺς ὀρρωδήσας ἢ τῷ ὄντι γε ἀγνοήσας, πολλῶν ἐποιήσατο μνήμην θεῶν καὶ πολλὴν ἐνεργάζεται τοῖς ἐντυγχάνουσι λώβην.
2.43.1
Ἀνθ' ὅτου δὴ οὖν, ὦ φίλοι, τὸ θολερὸν καὶ γεῶδες ἀρυόμεθα νᾶμα, καὶ μὴ τὴν πηγὴν ἐκείνην ζητοῦμεν τὴν διαυγῆ καὶ δια φανῆ, ἐξ ἧς οὗτος λαβὼν τῆς θεολογίας τὰς ἀφορμάς, τὸ ἰλυῶδες αὐτοῖς καὶ γεῶδες ἀνέμιξεν; ἢ ἀγνοεῖτε, ὅτι Μωϋσῆς τῶν Ἰου δαίων ὁ νομοθέτης πάντων ἐστὶ τῶν ὑμετέρων ποιητῶν καὶ ξυγ γραφέων καὶ φιλοσόφων πρεσβύτατος; Εἰ δ' ἔτι καὶ νῦν ἐνδοιάζετε καὶ πλάττειν ἡμᾶς τόνδε τὸν λόγον ὑπολαμβάνετε, Πορφύριος γοῦν ὑμῖν μάρτυς ἀξιόχρεως ἔστω, ὃς τῆς ἀσεβείας γενόμενος πρόμαχος κατὰ τοῦ Θεοῦ τῶν ὅλων τὴν ἀκόλαστον ἐκίνησε γλῶτ ταν. Ἀκούσατε οὖν αὐτοῦ ταῦτα λέγοντος, ἐν οἷς καθ' ἡμῶν
2.44.1
ξυγγέγραφεν·" Ἱστορεῖ δὲ τὰ περὶ Ἰουδαίων ἀληθέστατα, ὅτι καὶ τοῖς τόποις καὶ τοῖς ὀνόμασιν αὐτῶν τὰ ξυμφωνότατα, Σαγχωνιάθων ὁ Βηρύτιος, εἰληφὼς τὰ ὑπομνήματα παρὰ Ἱερομβάλου τοῦ ἱερέως τοῦ θεοῦ Ἰαώ, ὃς Ἀβεμβάλῳ τῷ βασιλεῖ Βηρυτίων τὴν ἱστορίαν ἀναθείς, ὑπ' ἐκείνου καὶ τῶν κατ' ἐκεῖνον
2.45.1
ἐξεταστῶν τῆς ἀληθείας παρεδέχθη. Οἱ δὲ τούτων χρόνοι καὶ πρὸ τῶν Τρωϊκῶν πίπτουσι χρόνων καὶ σχεδὸν καὶ τοῖς Μωϋσέως πελάζουσιν, ὡς αἱ τῶν Φοινίκης βασιλέων μηνύουσι διαδοχαί. Σαγχωνιάθων δέ, ὁ κατὰ τὴν Φοινίκων διάλεκτον φιλαλήθης, πᾶσαν τὴν παλαιὰν ἱστορίαν ἐκ τῶν κατὰ πόλιν ὑπομνημάτων καὶ τῶν ἐν τοῖς ἱεροῖς γραφῶν ξυναγαγὼν καὶ ξυγγράψας, ἐπὶ Σεμι
2.46.1
ράμεως γέγονε τῆς Ἀσσυρίων βασιλίδος." Ἐντεῦθεν ἔστι σαφῶς μαθεῖν, ὁπόσοις τῶν Τρωϊκῶν ὁ Μωϋσῆς πρεσβύτερος ἔτεσιν. Εἰ γὰρ ὁ τὴν Ἰουδαϊκὴν ἱστορίαν ξυγγράψας Σαγχωνιάθων ἐπὶ Σεμι ράμεως τῆς Ἀσσυρίων γέγονε βασιλίδος– ἱστόρησε δὲ δηλονότι Σαγχωνιάθων τὰ πολλῷ χρόνῳ πρεσβύτερα–, Μωϋσῆς δὲ Ἰουδαίων νομοθέτης ἐγένετο, πολλοῖς ἄρα ἔτεσι Σαγχωνιάθωνος
2.47.1
πρεσβύτερος Μωϋσῆς. Ὅτι δὲ πλείοσιν ἢ χιλίοις ἔτεσιν ἡ Σεμί ραμις τῶν Τρωϊκῶν πρεσβυτέρα, δηλοῦσι σαφῶς οἱ τοὺς χρόνους ξυντεθεικότες. Ἀλλὰ τὸ μὲν ἐξελέγχειν τὸν Πορφύριον ὡς ἠγνοηκότα τοὺς χρόνους οὐ τοῦ παρόντος καιροῦ· ἀπόχρη δέ μοι δηλῶσαι, πόσοις πρεσβύτερος ἔτεσι τῶν Τρωϊκῶν Μωϋσῆς· Ὅμη ρος δὲ καὶ Ἡσίοδος μετὰ πολὺν χρόνον τῶν Τρωϊκῶν ἐγενέσθην· Ὀρφεὺς δέ, τῶν ποιητῶν ὁ πρῶτος, μιᾷ γενεᾷ πρεσβύτερος τῶν Τρωϊκῶν· Ἰάσονι γὰρ καὶ Πηλεῖ καὶ Τελαμῶνι καὶ Ἡρακλεῖκαὶ Διοσκούροις εἰς τὴν Κολχίδα ξυνέπλευσεν· Ἰάσονος δὲ
2.48.1
Εὔνηός ἐστιν υἱός, ὁ τὸν οἶνον εἰς Τροίαν πέμπων τοῖς Ἀχαιοῖς, καὶ Τληπόλεμος Ἡρακλέους υἱός, ὃν ὁ Σαρπηδὼν ἐν τῷ πολέμῳ τῷ Τρωϊκῷ κατηκόντισε, καὶ ὁ Αἴας δὲ Τελαμῶνος υἱός, καὶ Ἀχιλλεὺς Πηλέως· Κάστορα δὲ καὶ Πολυδεύκην, τοὺς ἐπίκλην Διοσκούρους, ἰδεῖν ἀπὸ τοῦ τείχους ἡ Ἑλένη ποθήσασα, οἷα δὴ ἀδελφούς, εἶτα τοῦ ποθουμένου διαμαρτοῦσα πικρῶς ἀπωδύρατο,
2.49.1
τεθνάναι τούτους ὑπολαβοῦσα. Ταῦτα δὲ οὐκ ἀδολεσχῶν διεξῆλθον, ἀλλὰ σαφῶς ἐπιδεῖξαι βουλόμενος, ὡς Ὀρφεὺς γενεᾷ μιᾷ πρε σβύτερος ἐγεγόνει τῶν Τρωϊκῶν. Λῖνος δὲ καὶ Μουσαῖος ἀμφὶ τὰ Τρωϊκὰ ἐγενέσθην, καὶ Θάμυρις μετὰ τούτων, καὶ Φιλάμμων
2.50.1
ὡσαύτως. εἰ τοίνυν τούτων μὲν κατὰ τὸν Πορφύριον ὁ Μωϋσῆς πλείοσιν ἢ χιλίοις πρεσβύτερος ἔτεσιν, οὗτοι δὲ παλαιότατοι τῶν ποιητῶν ἐγένοντο– μετὰ γὰρ τούτους καὶ Ὅμηρος καὶ Ἡσίο δος ἐγενέσθην, καὶ οὗτοι δ' αὖ πάλιν Θαλοῦ καὶ τῶν ἄλλων φιλο σόφων πολλοῖς ἔτεσιν ἀρχαιότεροι, καὶ οἱ ἀμφὶ Θαλῆν τῶν μετ' αὐτοὺς πεφιλοσοφηκότων–, τί δήποτε μὴ τούτους πάντας κατα λιπόντες πρὸς Μωϋσέα τὸν τῆς θεολογίας ὠκεανὸν μεταβαίνομεν," ἐξ οὗπερ", ποιητικῶς εἰπεῖν," πάντες ποταμοὶ καὶ πᾶσα θά
2.51.1
λασσα"; Καὶ γὰρ Ἀναξαγόρας καὶ Πυθαγόρας καὶ Πλάτων ὕστερον ἐκεῖθεν εἵλκυσαν σμικρὰ ἄττα τῆς ἀληθείας ἐναύσματα· καὶ ὁ Σωκράτης, Ἀναξαγόρᾳ καὶ Ἀρχελάῳ ξυγγεγονώς, παρ' ἐκείνων μεμάθηκεν, ἃ περὶ τοῦ ὄντος ἐδίδαξε· Μωϋσῆς δὲ ὁ θειό τατος, οὐ λογισμοῖς ἀνθρωπίνοις ἑπόμενος καθάπερ οὗτοι, τὴν θεολογίαν ξυνέγραψεν, ἀλλ' αὐτῆς ἐναργῶς τῆς τοῦ ὄντος ἐπα κούσας φωνῆς· τῆς γάρ τοι νομοθεσίας ἀρξάμενος τῶν ὅλων ὁ ποιητὴς τὸν ἕνα σέβειν Θεὸν παρεγγύησεν·" Ἐγὼ γάρ εἰμι" ἔφη" Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου."
2.52.1
Καὶ τῆς ἔναγχος γεγενημένης ἀναμνήσας εὐεργεσίας, προσμεῖναι τῇ δουλείᾳ παρεκελεύσατο καὶ μὴ μερίσαι τὸ σέβας, ἀλλὰ τῷ ὄντι μόνῳ προσνεῖμαι." Οὐκ ἔσονται γάρ σοι" ἔφη" θεοὶ ἕτεροι πλὴν ἐμοῦ". Εἶτα διδάσκει σαφῶς, ὡς οὐδὲν αὐτῷ τῶν ὁρωμένων προσέοικε, καὶ παντάπασιν ἀπαγορεύει μηδεμίαν εἰκόνα πρὸς μίμησίν τινος τῶν ὁρωμένων κατασκευάσαι καὶ νομίσαι τοῦτο
2.53.1
δείκηλον εἶναι καὶ ἴνδαλμα τοῦ ἀοράτου Θεοῦ." Οὐ ποιήσεις" γὰρ ἔφη" σαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω, καὶ ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς· οὐ ποιήσετε ἑαυτοῖς οὐδὲ μὴ προσκυνήσετε αὐτοῖς· ὅτι ἐγώ εἰμι Κύριος ὁ Θεός σου." Φωνῆς, φησίν, ἀκήκοας, εἶδος δὲ οὐχ ἑώρακας· μηδένα οὖν τύπον κατασκευάσῃς, οὗ τὸ ἀρχέτυπον οὐκ
2.54.1
ἐπίστασαι. Καὶ ἑτέρωθι δέ, τοὺς ψευδωνύμους ἐξελέγχων θεοὺς καὶ τὸν Αἰγυπτίων ἐξορίζων πλάνον, ἔφη πρὸς αὐτούς·" Ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου κύριος εἷς ἐστιν."
2.55.1
Ταύτην ἔχει τὴν διδασκαλίαν τὰ Μωϋσοῦ τοῦ μεγάλου ξυγ γράμματα· ταύτην δὲ τὴν θεολογίαν καὶ ταῖς ἱστορίαις καὶ ταῖς νομοθεσίαις καὶ μὲν δὴ καὶ ταῖς προφητείαις ξυνέζευξε· καὶ πέντε βίβλους ξυγγράψας, τὴν μὲν τῶν πολλῶν καὶ νομιζομένων καὶ καλουμένων, οὐκ ὄντων δὲ θεῶν ἀπαγορεύει τιμήν, μόνῳ δὲ τὸ σέβας τῷ τῶν ἁπάντων κελεύει προσφέρειν δημιουργῷ. Ταῦτα καὶ Ἰησοῦς, ὁ τῆς ἐκείνου δημαγωγίας καὶ στρατηγίας διάδοχος, καὶ μέντοι καὶ ἅπας τῶν προφητῶν ὁ χορὸς καὶ παραινῶν καὶ
2.56.1
νομοθετῶν διετέλεσεν. Ἀλλὰ γὰρ ἴσως εἴποιτε ἄν, ὡς οὐδὲ ὑμεῖς τόνδε τὸν νόμον ἀνέπαφον τετηρήκατε· τριάδα γάρ, οὐ μονάδα, πρεσβεύετε. Ἰουδαῖοι δέ, τοῖς Μωϋσοῦ καὶ τῶν προ φητῶν ἐντρεφόμενοι λόγοις, τὸν μὲν ἕνα τιμῶσι, τῆς δὲ ὑμετέρας
2.57.1
τριάδος κατηγοροῦσιν. Ἐγὼ δέ, ὦ φίλοι ἄνδρες, ὑμᾶς μὲν ξυγ γνώμης εἶναι ἀξίους ὑπείληφα, τὴν θείαν οὐκ ἐπισταμένους γρα φήν· Ἰουδαίων δὲ τὴν ἐσχάτην ἀμαθίαν ὀδύρομαι, ὅτι δὴ" αἰρό μενοι", κατὰ τὸν προφήτην," ἐκ κοιλίας" καὶ παιδευόμενοι ἐκ παιδίου μέχρι γήρως τὰ θεῖα, τὴν τῆς θεολογίας ἀγνοοῦσιν ἀλή
2.58.1
θειαν. Ἐν Αἰγύπτῳ γὰρ αὐτοὺς πλεῖστον διατρίψαντας χρόνον καὶ τὴν πολύθεον τῶν Αἰγυπτίων μεμαθηκότας θρησκείαν, ὁ πάν σοφος Κύριος οὐκ ἐναργῶς ἄγαν τὰ περὶ τῆς Τριάδος ἐξεπαί δευσε δόγματα, ἵνα μὴ πρόφασιν πολυθεΐας λάβωσιν, εἰς τὸν τῶν Αἰγυπτίων ἐπιρρέποντες πλάνον· οὐ μὴν παντάπασι τὰ περὶ τῆς Τριάδος ἀπέκρυψε δόγματα τοῖς ὕστερον ἐσομένοις, τῆς ἐντε
2.59.1
λεστέρας θεολογίας κατασπείρων τὰς ἀφορμάς. Διά τοι τοῦτο μοναδικῶς μὲν νομοθετεῖ, αἰνιγματωδῶς δὲ τὴν Τριάδα μηνύει. Τὸ γὰρ" ἄκουε, Ἰσραήλ, Κύριος ὁ Θεός σου κύριος εἷς ἐστιν" καὶ τὴν μονάδα διδάσκει καὶ τὴν τριάδα δηλοῖ· ἅπαξ γὰρ εἰπὼν τὸ" Θεός" καὶ δὶς τὸ" Κύριος" ὑπειπών, τῆς Τριάδος τὸν ἀριθμὸν παρεδήλωσεν, ἐπαγαγὼν δὲ τὸ" εἷς ἐστιν", καὶ τὴν πρόσφορον Ἰουδαίοις διδασκαλίαν προσήνεγκε καὶ τὸ ταὐτὸν τῆς
2.60.1
θείας οὐσίας ἐμήνυσεν. Μία γὰρ τῆς ἁγίας Τριάδος καὶ οὐσία καὶ δύναμις καὶ μέντοι καὶ βούλησις· ταύτῃ τοι καὶ τῶν ἀοράτων δυνάμεων οἱ χοροὶ τῷ Θεῷ τὸν ὕμνον προσφέροντες, τρὶς μὲν τὸ" ἅγιος", ἅπαξ δὲ τὸ" Κύριος" λέγουσι, τῷ μὲν τῶν ἰδιοτήτων δηλοῦντες τὸν ἀριθμόν, τῷ δὲ τὸ κοινὸν τῆς δεσποτείας μηνύον
2.61.1
τες. Ἀλλ' ἐν τούτοις μὲν δι' αἰνιγμάτων τὰ τῆς θείας Τριάδος δεδήλωται, ἐν ἑτέροις δέ γε σαφέστερον ταῦτα διδάσκουσιν οἱ θεσπέσιοι ἄνδρες. Μωϋσῆς μὲν γὰρ ὁ θειότατος, τὴν κοσμογένειαν ξυγγράφων, εἶτα τὴν τοῦ ἀνθρώπου διάπλασιν ἐξηγούμενος, ἔφη τὸν τοῦ παντὸς εἰρηκέναι δημιουργόν·" Ποιήσωμεν ἄνθρωπον
2.62.1
κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν." Εἶτα ἐπήγαγεν, ὡς" ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν". Καὶ Θεὸν ὠνόμασε τὸν πεποιηκότα τὸν ἄνθρωπον καὶ τὸν οὗ πρὸς μίμησιν ἐξετύπωσεν ὃν διέπλασεν· οὐκ ἐπειδὴ ἄλλο τούτου καὶ ἄλλο ἐκείνου τὸ εἶδος· μία γὰρ δὴ τῆς Τριάδος ἡ φύσις· τούτου γὰρ δὴ χάριν καὶ τὸν Θεὸν ἔφησεν εἰρηκέναι·" Ποιήσω
2.63.1
μεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν." Καὶ ἐπήγαγε" κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν", ἵνα δείξῃ τὸ τῶν προσώπων διάφορον. Καὶ δὴ καὶ τῷ Νῶε περὶ κρεηφαγίας νομο θετῶν καὶ τοῦ αἵματος ἀπαγορεύων τὴν ἐδωδήν, ἔφη τὸν τῶν ὅλων εἰρηκέναι Θεόν·" Ἔδεσθε πάντα ὡς λάχανα χόρτου· πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐκ ἔδεσθε· καὶ γὰρ τὸ ὑμέτερον αἷμα ἐκζητήσω· ἐκ πάντων τῶν θηρίων ἐκζητήσω αὐτό, καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ αὐτοῦ. Ὁ ἐκχέων αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρω
2.64.1
πον." Καὶ οὐκ ἔφη" ἐν εἰκόνι ἐμαυτοῦ", ἀλλ'" ἐν εἰκόνι Θεοῦ", τῶν προσώπων πάλιν δεικνὺς τὸ διάφορον. Καὶ ἡνίκα δὲ κατὰ ταὐτὸν ξυλλεγέντες οἱ κατὰ τοῦ πεποιηκότος λυττή σαντες, τὸν πύργον ἐκεῖνον ᾠκοδόμουν τὸν μέγιστον, τῆς τῶν γλωττῶν ξυγχύσεως τὸν ἐπώνυμον, φάναι τὸν Θεὸν εἴρηκεν ὁ νομοθέτης·" Δεῦτε καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσ
2.65.1
σας." Καὶ τὸ μὲν" καταβάντες συγχέωμεν" δηλοῖ τὸ ὁμότιμον· οὐ γὰρ εἶπε" κατάβηθι" ἢ" καταβήτω", ὅπερ δὴ τοὶς ὑπη κόοις καὶ προσταττομένοις ἁρμόττει, ἀλλὰ" καταβάντες συγχέω μεν", ὃ σαφῶς δηλοῖ τὴν ἰσότητα· τὸ δὲ" δεῦτε" τὸν Υἱὸν καὶ
2.66.1
τὸ Πνεῦμα σημαίνει, τῆς δημιουργίας τοὺς κοινωνούς. Ἐπειδὴ γὰρ καὶ διαπλάττων τὸν ἄνθρωπον ἔφη" ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν", εἰκότως ἄρα καὶ μερίζων εἰς πολλὰς τὴν μίαν φωνὴν ξυνεργοὺς λαμβάνει τὸν
2.67.1
Υἱὸν καὶ τὸ πανάγιον Πνεῦμα. Χρόνῳ δὲ ὕστερον πρηστῆρσι καὶ κεραυνοῖς ἀναλῶσαι τὰ Σόδομα βουληθεὶς καὶ τὰς ἀγχιτέρμονας πόλεις, τῆς ἀσεβείας καὶ παρανομίας τὰς κοινωνούς, δυάδα Κυ ρίων ἡμῖν ἐπέδειξε, καί φησι Μωϋσῆς ὁ ταῦτα ξυγγεγραφώς·" Καὶ ἔβρεξε Κύριος παρὰ Κυρίου ἐπὶ Σόδομα καὶ Γόμορρα πῦρ
2.68.1
καὶ θεῖον ἐκ τοῦ οὐρανοῦ." Καὶ ἵνα μή τις ὑπολάβῃ, τοῦτον μόνον τὸν προφήτην τὰ περὶ τῆς θείας εἰρηκέναι Τριάδος, ἀκού σατε, ὦ φιλότης, καὶ τοῦ θεσπεσίου βοῶντος Δαυίδ·" Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν." Καὶ πάλιν·" Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου." Καὶ μετὰ βραχέα δὲ πρὸς τὸν αὐτὸν Κύριον ὁ τοῦ Κυρίου λέγει πατήρ·" Ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε." Καὶ ἐν ἑτέρῳ ψαλμῷ·" Ὁ θρόνος σου ὁ Θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβ δος τῆς βασιλείας σου· ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνο μίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως
2.69.1
παρὰ τοὺς μετόχους σου." Τὴν αὐτὴν δὲ ἡμῖν διδασκαλίαν καὶ Ἡσαΐας ὁ προφήτης καὶ Ἱερεμίας καὶ Ἰεζεκιὴλ καὶ Δανιὴλκαὶ Ζαχαρίας καὶ Μιχαίας καὶ ἅπας ὁ τούτων προσφέρει χορός· ἀλλὰ παρέλκον οἶμαι ταῦτα ὑμῖν ἐπιδεικνύναι μηδέπω προσενη νοχόσι τὴν ὁμολογίαν τῆς πίστεως.
2.70.1
Ἐφ' ἑτέραν τοίνυν μέθοδον διδασκαλίας τραπήσομαι καὶ δείξω τὸν Πλάτωνα καὶ τοὺς μετ' ἐκεῖνον ἐκ τούτων μὲν τῶν θείων ἀνδρῶν τῆς θεολογίας σεσυληκότας τινά, τοῖς δὲ σφετέροις ἐντε
2.71.1
θεικότας ξυγγράμμασιν. Καὶ γὰρ ὁ Πλάτων, ἐν οἷς πρὸς Κορί σκον ἐπέστειλε, καὶ τάδε προστέθεικεν·" Ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδιᾷ καὶ τὸν πάντων θεῶν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων τοῦ τε ἡγεμόνος καὶ αἰτίου πατέρα καὶ κύριον ἐπομνύντας, ὅν, ἐὰν ὀρθῶς φιλοσοφῆτε, εἴσεσθε." Ταῦτα, ὦ φίλοι ἄνδρες, τοῦ Πλάτωνός
2.72.1
ἐστι δόγματα. Ἀλλὰ τούτων τὰ μὲν ἀξιέπαινα καὶ τῆς ἀποστο λικῆς καὶ προφητικῆς διδασκαλίας ἐχόμενα, τὰ δὲ τῆς Ἑλληνι
2.73.1
κῆς μυθολογίας κυήματα. Τῷ μὲν γὰρ φάναι ἄλλον εἶναι τὸν τοῦ παντὸς ἡγεμόνα καὶ αἴτιον, ἄλλον δὲ τὸν τοῦ αἰτίου πατέρα, ἀτεχνῶς ἔδειξε τὴν ἀλήθειαν, ἐξ ἧς ἀρυσάμενος τοὺς οἰκείους διεκάλλυνε λόγους· τῷ δέ γε θεῶν αὐτὸν προσειπεῖν ἡγεμόνα, τῶν τε ὄντων καὶ τῶν μελλόντων, δυοῖν αἰνίττεται θάτερον, ἢ τῷ τῆς ἀγνοίας πάθει περιπεσεῖν τὸν φιλόσοφον, ἢ τοὺς ταύτην
2.74.1
νοσοῦντας ὑποκρινόμενον ἀναμῖξαι τῇ ἀληθείᾳ τὸ ψεῦδος. Πρὸς δὲ τούτοις δείκνυσι τοὺς καλουμένους θεοὺς οὐ φύσει ὄντας θεούς· τίς γὰρ μὴ κομιδῇ παραπαίων καλέσαι ἂν θεὸν τὸν οὐκ ἀεὶ ὄντα θεόν; οὗτος δέ γε ἐν χρόνῳ τούτους εἴρηκε γίνεσθαι· ἔφη γάρ·
2.75.1
" Τῶν τε ὄντων θεῶν καὶ τῶν μελλόντων." Πῶς δ' ἂν εἴη τις θεὸς ὁ μηδέπω γενόμενος; πῶς δ' ἂν τοῦ σεπτοτάτου μεταλάχοι ὀνόματος ὁ μηδέπω τὸ εἶναι λαβών; τὰ δὲ θεῖα λόγια τῶν γεγο
2.76.1
νότων οὐδὲν φύσει προσαγορεύει θεόν. Ὀνόματος μὲν γὰρ ψιλοῦ μεταδέδωκε τοῖς δικάζειν πεπιστευμένοις, καὶ μέντοι καὶ τοῖς τὴν θείαν εἰκόνα ὡς οἷόν τε τετηρηκόσιν ἀκήρατον· φύσει δὲ Θεὸν τὸν ἀεὶ ὄντα καὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχοντα μόνον εἴωθεν ὀνομάζειν. Ἀλλὰ τοῦτον εἰς ὕστερον τὸν λόγον φυλάξωμεν· νῦν δέ γε ἀρκέσει δηλῶσαι, ὡς ὁ φιλόσοφος οἶδε τὸν τοῦ παντὸς ἡγε
2.77.1
μόνα καὶ αἴτιον καὶ τὸν τοῦ αἰτίου πατέρα· ἔστι δὲ αὐτοῦ ἀκοῦσαι κἀν τῇ Ἐπινομίδι λέγοντος·" Καὶ τιμὰς ἀποδιδῶμεν, μὴ τῷ μὲν ἐνιαυτόν, τῷ δὲ μῆνα, τῷ δὲ μηνός τινος μοῖραν τάττωμεν, μηδέ τινα χρόνον, ἐν ᾧ διεξέρχεται τὸν αὐτοῦ πόλον, ξυναποτε λῶν κόσμον, ὃν ἔταξε λόγος ὁ πάντων θειότατος· ὃν ὁ μὲν εὐδαί μων πρῶτον μὲν ἐθαύμασεν, ἔπειτα ἔρωτα ἔσχε καταμαθεῖν, ὁπόσα ἐνῆν τῇ φύσει δυνατά." Κἀν τούτοις τὸν λόγον ἔφησε τὰ
2.78.1
πάντα διακοσμῆσαι, οὐ τὸν τοῦ λόγου πατέρα. Καὶ Διονυσίῳ δὲ γράφων τοιάδε φησίν·" Φραστέον δή σοι δι' αἰνιγμάτων, ἵν' ἄν τι δέλτος ἢ πόντου ἢ γῆς ἐν πτυχαῖς πάθῃ, ὁ ἀναγνοὺς μὴ γνῷ. Ὧδε γὰρ ἔχει. Περὶ τὸν πάντων βασιλέα πάντα ἐστί, καὶ ἐκείνου γε εἵνεκα πάντα, καὶ ἐκεῖνό γε αἴτιον πάντων καλῶν· δεύτερον δὲ περὶ τὰ δεύτερα, καὶ τρίτον περὶ τὰ τρίτα."
2.79.1
Ὁρᾶτε, πῶς ὀρρωδοῦντες καὶ δεδιότες τὰ τῆς ἀληθείας προσ έφερον δόγματα καὶ αἰνιγματωδῶς, οὐ σαφῶς, ἐκήρυττον τὴν ἀλήθειαν, τὸν τῶν πολλῶν ὑφορώμενοι πλάνον; Τοῦτο δέ γε τὸ
2.80.1
δέος κἀν τῷ Τιμαίῳ δεδήλωκεν· λέγει δὲ οὕτως·" Νῦν δὴ οὖν τὸ παρ' ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν οὖν πάντων εἴτε ἀρχὴν εἴτε ἀρχάς, εἴτε ὅπῃ δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον· δι' ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα λόγον τῆς
2.81.1
διεξόδου τὰ δοκοῦντα δηλῶσαι." Καὶ Νουμήνιος δὲ ὁ Πυθαγό ρειος, ἐν οἷς τὰ περὶ τἀγαθοῦ γέγραφε, σαφέστερον ταῦτα ἐδί δαξε· φησὶ γάρ·" Οὔτε δημιουργεῖν ἐστι χρεὼν τὸν πρῶτον, καὶ τοῦ δημιουργοῦντος θεοῦ χρὴ εἶναι νομίζειν πατέρα τὸν πρῶτον θεόν."
2.82.1
Καὶ Πλωτῖνος δέ, ὁ τὴν Πλάτωνος φιλοσοφίαν ζηλώσας, περὶ τῶν τριῶν ἀρχικῶν ὑποστάσεων βιβλίον ξυνέγραψεν, ἐν ᾧ καὶ τάδε ἔφη·" Τί οὖν χρὴ περὶ τοῦ τελειοτάτου λέγειν; Οὐδὲν ἀπ' αὐτοῦ, ἢ τὰ μέγιστα μετ' αὐτόν· μέγιστα δὲ μετ' αὐτὸν
2.83.1
νοῦς καὶ δεύτερον, καὶ γὰρ ὁρᾷ ὁ νοῦς ἐκεῖνον." Καὶ πάλιν·" Ποθεῖ δὲ πᾶν τὸ γεννῆσαν καὶ τοῦτο ἀγαπᾷ, καὶ μάλιστα ὅταν ὦσι μόνοι τὸ γεννῆσαν καὶ τὸ γεγεννημένον· ὅταν δὲ καὶ τὸ ἄριστον ᾖ τὸ γεγεννημένον, ἐξ ἀνάγκης ξύνεστιν αὐτῷ, ὡς τῇ ἑτερότητι μόνον κεχωρίσθαι. Εἰκόνα δὲ ἐκείνου εἶναι λέγομεν τὸν νοῦν· δεῖ γὰρ σαφέστερον λέγειν."
2.84.1
Καὶ ἕτερα δέ γε πλεῖστα εἴρηται καὶ τούτῳ καὶ Πλουτάρχῳ καὶ Νουμηνίῳ καὶ τοῖς ἄλλοις, ὅσοι τῆς τούτων ἦσαν ξυμμορίας. Μετὰ γὰρ δὴ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν οὗτοι γενόμενοι, τῆς Χριστιανικῆς θεολογίας πολλὰ τοῖς οἰκείοις ἀνέμιξαν λόγοις.
2.85.1
Αὐτίκα τοίνυν τὴν Πλάτωνος διάνοιαν ἀναπτύσσοντες, καὶ ὁ Πλωτῖνος καὶ ὁ Νουμήνιος τρία φασὶν αὐτὸν εἰρηκέναι ὑπέρχρονα καὶ ἀΐδια, τἀγαθὸν καὶ νοῦν καὶ τοῦ παντὸς τὴν ψυχήν, ὃν μὲν ἡμεῖς Πατέρα καλοῦμεν, Τἀγαθὸν ὀνομάζοντα, Νοῦν δέ, ὃν ἡμεῖς Υἱὸν καὶ Λόγον προσαγορεύομεν, τὴν δὲ τὰ πάντα ψυχοῦ σαν καὶ ζωοποιοῦσαν δύναμιν Ψυχὴν καλοῦντα, ἣν Πνεῦμα ἅγιον
2.86.1
οἱ θεῖοι προσαγορεύουσι λόγοι. Καὶ ταῦτα δέ, ὡς ἔφην, ἐκ τῆς τῶν Ἑβραίων φιλοσοφίας τε καὶ θεολογίας σεσύληται. Ὁ γὰρ δὴ ὑμνοποιὸς Δαυίδ, τὸ θεῖον ἀνακρουόμενος μέλος καὶ ὑπὸ τῆς θείας ἐνηχούμενος χάριτος, κέκραγε λέγων·" Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ
2.87.1
πᾶσα ἡ δύναμις αὐτῶν." Καὶ μὲν δὴ καὶ τῶν θείων εὐαγγελίων ὅ τε Πλούταρχος καὶ ὁ Πλωτῖνος ἐπήκουσαν. Δηλοῖ δὲ τοῦτο σαφῶς ὁ Ἀμέλιος, ὁ τῆς Πορφυρίου πρωτεύσας διατριβῆς· ὑπεράγαται
2.88.1
γὰρ τὸ τῆς Ἰωάννου θεολογίας προοίμιον, οὑτωσὶ λέγων·" Καὶ οὗτος ἄρα ἦν ὁ λόγος, καθ' ὃν ἀεὶ ὄντα τὰ γινόμενα ἐγίνετο, ὡς ἂν καὶ ὁ Ἡράκλειτος ἀξιώσειεν, καὶ νὴ Δία καὶ ὁ βάρβαρος ἀξιοῖ ἐν τῇ τῆς ἀρχῆς τάξει τε καὶ ἀξίᾳ καθεστηκότα πρὸς θεὸν εἶναι καὶ θεὸν εἶναι, δι' οὗ πάντα ἁπλῶς γεγενῆσθαι, ἐν ᾧ τὸ γενόμενον ζῶν καὶ ζωὴν καὶ ὂν πεφυκέναι εἴς τε σῶμα πίπτειν καὶ σάρκα ἐνδυσάμενον φαντάζεσθαι ἄνθρωπον, μετὰ τοῦ καὶ τηνικαῦτα δεικνύειν τῆς φύσεως τὸ μεγαλεῖον, ἀμέλει καὶ ἀνα λυθέντα πάλιν ἀποθεοῦσθαι καὶ θεὸν εἶναι, οἷος ἦν πρὸ τοῦ εἰς τὸ σῶμα καὶ τὴν σάρκα καὶ τὸν ἄνθρωπον καταχθῆναι."
2.89.1
Οὕτως ἄρα τὴν τοῦ βαρβάρου θεολογίαν τεθαύμακεν ὁ τῇ Πλάτωνος καὶ τῶν ἄλλων φιλοσόφων ἐντραφεὶς εὐεπείᾳ· καὶ ξυ νωμολόγησε τὸν λόγον καὶ ἐν ἀρχῇ εἶναι καὶ θεὸν εἶναι καὶ πρὸς τὸν θεὸν εἶναι καὶ τὰ πάντα πεποιηκέναι καὶ ζωῆς τοῖς ἅπασιν αἴτιον ὑπάρχειν καὶ χορηγὸν καὶ τῆς τῶν ὅλων ἕνεκα σωτηρίας σαρκὶ μὲν ξυγκρύψαι τὸ μεγαλοπρεπὲς τῆς θεότητος, ἀποκαλύψαι δὲ ὅμως κἀν τῇ σμικρᾷ καὶ παχείᾳ νεφέλῃ τὴν πατρῴαν εὐγέ
2.90.1
νειαν. Καὶ γὰρ ὁ θεσπέσιος εὐαγγελιστὴς εἰρηκὼς" καὶ ὁ λόγος σὰρξ ἐγένετο" καὶ δείξας τὸ τῆς θείας φύσεως ἀναλλοίωτον, ἐπήγαγε" καὶ ἐσκήνωσεν ἐν ἡμῖν" καὶ ἐδίδαξεν, ὡς καὶ σάρκα περικείμενος τὴν ἄρρητόν τε καὶ ἄφθαρτον ἠφίει τῆς θεότητος αἴγλην·" Ἐθεασάμεθα" γὰρ ἔφη" τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας." Οὐκ ἠμαύρωσε γὰρ αὐτοῦ τὰς τῆς θεότητος ἀκτῖνας ἡ περιβολὴ τῆς σαρκός, ἀλλὰ καὶ ταύτην ἀμπεχόμενος δῆλος ἦν, τίς τε ἦν, καὶ ἐκ τίνος ἐξέλαμψεν.
2.91.1
Εἰ δὲ καὶ οἱ τῆς ἀληθείας ἀντίπαλοι οὕτω κομιδῇ θαυμάζουσι τὴν ἀλήθειαν, ὡς καὶ βραχέσι μορίοις ἐκεῖθεν σεσυλημένοις δια καλλύνειν τὰ οἰκεῖα ξυγγράμματα, καὶ πολλῷ ψεύδει ταῦτα μιγνύμενα μὴ ἀμβλύνειν τὸ σφέτερον κάλλος, ἀλλὰ κἀν φορυτῷ κειμένους τοὺς μαργαρίτας ἀστράπτειν καὶ, κατὰ τὴν εὐαγ γελικὴν διδασκαλίαν," τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνειν καὶ ὑπὸ τῆς σκοτίας μὴ κρύπτεσθαι" ξυνιδεῖν εὐπετές, ὅπως ἐστὶν ἀξιέ ραστα καὶ ἀξιάγαστα τὰ θεῖα μαθήματα, τοῦ ψεύδους κεχωρι
2.92.1
σμένα. Πολλὴν γάρ που διαφορὰν ἔχει μαργαρίτης ἐν βορβόρῳ κείμενος καὶ ἐν διαδήματι λάμπων· καὶ μὲν δὴ καὶ τῶν δακτύλων αἱ σκυταλίδες ἀφηρμοσμέναι τε ἀλλήλων καὶ διεσκεδασμέναι, οὐ τὴν αὐτὴν ἔχουσιν εὐπρέπειάν τε καὶ χάριν καὶ χρείαν, ὅσην ξυμπεφυκυῖαί τε ἀλλήλαις καὶ ξυνηρμοσμέναι ἔχουσαί τε καὶ
2.93.1
ἐπιτελοῦσαι ὁρῶνται. Ἀκήρατον τοίνυν καὶ ἀμιγὲς τῆς ἀληθείας θεωρητέον τὸ κάλλος. Εἰ γὰρ καὶ χρώμασιν ἐναντίοις μιγνύμε νον λάμπει, δῆλον ὅτι λαμπρότερον φανεῖται τῶν πημαινόντων
2.94.1
κεχωρισμένον. Ἐναργέστερον δὲ τοῦτο καταμάθοι τις ἄν, τὴν Ἑλληνικὴν μυθολογίαν τῇ ἀποστολικῇ καὶ προφητικῇ διδασκαλίᾳ παρατιθεὶς καὶ ἐκ παραλλήλου θεώμενος τὸ διάφορον. Σαγχωνιάθων μὲν οὖν ὁ Βηρύτιος τὴν Φοινίκων θεολογίαν ξυνέγραψε· μετήνεγκε δὲ ταύτην εἰς τὴν Ἑλλάδα φωνὴν Φίλων, οὐχ ὁ Ἑβραῖος, ἀλλ' ὁ Βύβλιος, τὸν δὲ Σαγχωνιάθωνα λίαν τε θαύμακεν ὁ Πορφύριος· Μανεθὼς δὲ τὰ περὶ Ἴσιδος καὶ Ὀσίριδος καὶ Ἄπιδος καὶ Σαράπιδος καὶ τῶν ἄλλων θεῶν τῶν Αἰγυπτίων
2.95.1
ἐμυθολόγησε· Διόδωρος δὲ ὁ Σικελιώτης κοσμογονίαν ξυνέγραψε· τὴν δὲ τοῦ Ἀσκραίου ποιητοῦ Θεογονίαν οἶδε καὶ τὰ μειράκια· ὁ δέ γε Ὀδρύσης Ὀρφεὺς τὰς Αἰγυπτίων τελετὰς τοὺς Ἕλληνας ἐξεπαίδευσε· Κάδμος δὲ τὰς Φοινίκων· Κορνοῦτος δὲ ὁ φιλόσοφος τὴν Ἑλληνικὴν θεολογίαν ξυντέθεικε· Πλούταρχος δὲ καὶ Ἀέτιος τὰς τῶν φιλοσόφων ἐκπαιδεύουσι δόξας· τὸν αὐτὸν δὲ καὶ ὁ Πορφύριος ἀνεδέξατο πόνον, τὸν ἑκάστου βίον ταῖς
2.96.1
δόξαις προστεθεικώς. Τούτοις ὑμᾶς, ὦ ἄνδρες, ἀξιῶ τὰ ἡμέτερα παραθεῖναι καὶ μαθεῖν ὡς οὐ μόνον, κατὰ τὸν ποιητήν, ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης ἀφέστηκεν, ἀλλ' ὅσον ὁ καλούμενος Τάρταρος οὐρανοῦ. Ἐγὼ δ' αὐτοὺς θεῖναι παραιτοῦμαι τοὺς μύθους, ἵνα μὴ μέ τις ἀδο λέσχην ὀνομάσῃ καὶ φλήναφον· ἐνίων δὲ καὶ μάλα ὀλίγων ἐν τῇ μετὰ τήνδε, ξὺν θεῷ φάναι, γραφησομένῃ διαλέξει μνησθήσομαι, ἵνα τῶν μυθολογουμένων περὶ τῶν καλουμένων θεῶν μὴ μόνον
2.97.1
τὸ ἀπίθανον, ἀλλὰ καὶ τὸ ἀνόητον καὶ δυσαγὲς ἐπιδείξω. Εἰ δέ τῳ φίλον καὶ αὐτὴν διαγνῶναι τὴν ξύγκρισιν, εὑρήσει ταύτην ἐν τοῖς Εὐσεβίου τοῦ Παλαιστίνου ξυγγράμμασιν, Εὐαγγελικὴν δὲ προ παρασκευὴν τόνδε τὸν πόνον ἐκεῖνος ὠνόμασεν· ἐγὼ δὲ ξυντόμως ἐρῶ, ὡς Αἰγύπτιοι καὶ Φοίνικες καὶ τῶν Ἑλλήνων οἱ ποιηταὶ καὶ φιλόσοφοι ἢ τὰ ὁρώμενα στοιχεῖα θεοὺς ὑπετόπασαν ἢ ἀνθρώπων τοὺς εὖ τι πεποιηκότας καὶ ἔν τισι πλεονεκτήμασι διαπρέψαντας
2.98.1
θεοὺς ἀνηγόρευσαν καὶ τεθνεῶσι ναοὺς ἐδομήσαντο· ἡμεῖς δὲ τῶν μὲν ὁρωμένων θεολογοῦμεν οὐδέν, τῶν δὲ ἀνθρώπων τοὺς ἐν ἀρετῇ διαπρέψαντας ὡς ἀνθρώπους ἀρίστους γεραίρομεν, μόνον δὲ τὸν τῶν ὅλων προσκυνοῦμεν Θεὸν καὶ τὸν ἐκείνου γε Λόγον καὶ τὸ
2.99.1
πανάγιον Πνεῦμα. Τὸν αὐτὸν δὲ καὶ Υἱὸν μονογενῆ καὶ Λόγον καὶ Ζωὴν καὶ Φῶς καὶ Ἀλήθειαν ὀνομάζομεν, καὶ ἄλλοις δὲ παμπόλλοις ὀνόμασι κεχρημένοι τὴν θείαν φύσιν ἀνυμνοῦμεν. Οὐ μόνον δὲ αὐτὴν ἀπὸ τῶν προσόντων ὀνομάζομεν, ἀλλὰ καὶ ἀπὸ
2.100.1
τῶν μὴ προσόντων προσαγορεύομεν· ἄναρχον γὰρ καὶ ἄφθαρτον καὶ ἀθάνατον καὶ ἄπειρον καὶ ἀνώλεθρον ἀόρατόν τε καὶ ἀνείδεον καὶ ἀσχημάτιστον ἀπερίγραφόν τε καὶ ἀπερίληπτον καὶ ἀνέφικτον καλοῦμεν, ἀπό γε τῶν μὴ προσόντων τὰς προσηγορίας τιθέντες.
2.101.1
Ἐπειδὴ γὰρ ὁρατὸς οὐκ ἔστιν, ἀόρατος ὀνομάζεται καὶ ἀθέατος, καὶ ὡς ὑπερβαίνων τοῦ νοῦ τὴν φαντασίαν, ἀνέφικτος δὴ καλεῖ ται· καὶ αὖ πάλιν ἄπειρος, ὡς οὔτε ἀρχὴν οὔτε τέλος ἔχων, καὶ ὡς φθορᾶς καὶ θανάτου κρείττων, ἄφθαρτος καὶ ἀθάνατος· καὶ
2.102.1
τἄλλα δέ, ὅσα τούτοις ἔοικεν, ὧν ἡ θεία φύσις οὐκ ἔχει, τυγχάνει ὄντα δηλωτικά. Τὸ δέ γε ἀγαθὸς καὶ δίκαιος καὶ φῶς καὶ ζωὴ καὶ δημιουργὸς καὶ τῶν ὅλων πρύτανίς τε καὶ κυβερνήτης καὶ τὰ τούτοις προσόμοια, ὧν ἔχει τε καὶ ἐνεργεῖ, τὴν κτίσιν ἰθύνων καὶ
2.103.1
τῶν ἀνθρώπων τὴν φύσιν εὐεργετῶν, ὑπάρχει σημαντικά. Οὕτως Υἱὸς ὀνομάζεται, ὡς ἐκ τοῦ Θεοῦ καὶ Πατρὸς γεγεννημένος, καὶ Λόγος, ὡς ἀχρόνως καὶ ἀπαθῶς προελθὼν καὶ μὴ μερίσας τὸν φύσαντα· καὶ αὖ πάλιν Ἀπαύγασμα δόξης, ὡς ξυναΐδιος ὢν τοῦ γεννήσαντος.
2.104.1
Ἀλλὰ μὴ θορυβήσητε, καὶ ἐκ τοῦ Πατρὸς καὶ ξὺν τῷ Πατρὶ τὸν Λόγον ἀκούσαντες. Τῶν γὰρ ἀτοπωτάτων Πλάτωνος μὲν ἀνέχεσθαι καὶ αἴτιον τῆς ὕλης τὸν Θεὸν λέγοντος καὶ ξυναΐδιον τοῦ Θεοῦ τὴν ὕλην ἀποκαλοῦντος καὶ τὰς ἰδέας ἐκ τοῦ Θεοῦ καὶ ξὺν τῷ Θεῷ φάσκοντος εἶναι, τὸν δὲ τοῦ Θεοῦ Λόγον καὶ τὸ πανάγιον Πνεῦμα μὴ πείθεσθαι καὶ ἐκ τοῦ Θεοῦ φῦναι καὶ ξὺν
2.105.1
τῷ Θεῷ εἶναι. Εἰ γὰρ τὴν ἑτεροφυᾶ καὶ ἑτερογενῆ καὶ ἀλλόφυλον ὕλην καὶ ἐκ τοῦ Θεοῦ καὶ ξὺν τῷ Θεῷ εἶναι ὁ φιλόσοφος ἔφη, πολλῷ δήπουθεν εὐλογώτερόν τε καὶ ἀληθέστερον ὑποληπτέον τὸν ἡμέτερον λόγον. Οὐ γὰρ ἑτεροφυᾶ τὸν Υἱόν, οὐδέ γε τὸ πανάγιον Πνεῦμα εἶναί φαμεν, ἀλλὰ μίαν εἶναι τῆς Τριάδος τὴν οὐσίαν κηρύττομεν.
2.106.1
Εἰ δέ τις τῆς ὑπάρξεως τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐπιζητεῖ τὸν τρόπον μαθεῖν, εἰπάτω δὴ πρότερος τὸν τρόπον τῆς τοῦ ἀγεννήτου ὑπάρξεως, πῶς ἔστιν οὐκ ἔχων τὸν αἴτιον. Τοῦτο γὰρ δὴ παντελῶς ἄπορον καὶ μόνῃ γε τῇ πίστει τῇ καθαρᾷ καὶ
2.107.1
ἀκραιφνεῖ χωρητόν. Τὸ μὲν γὰρ ἐξ αἰτίου γενέσθαι τι ἢ γεννητὸν ἢ κτιστὸν δέξαιτ' ἂν ῥᾳδίως ὁ λογισμός· τὸ δὲ εἶναί τι ἄτερ αἰτίου οὐδεὶς προσίεται λογισμός, εἰ μή πῃ ἄρα φανείη τῆς πί στεως τὸ ἐχέγγυον. Εἰ δὲ πιστεύομεν εἶναί τι καὶ ἀγέννητον καὶ ἄναρχον καὶ ἀναίτιον, πιστευτέον ἄρα, ὡς ἐκ τούτου νοῦ γε ὄντος ἐγεννήθη ὁ Λόγος, καὶ προῆλθε τὸ Πνεῦμα τὸ ἅγιον.
2.108.1
Ὅτι δὲ καὶ τῶν παλαιῶν τινες ἀγέννητον καλοῦσι τὸν τῶν ὅλων Θεόν, ἀκούσαι ἄν τις καὶ Τιμαίου τοῦ Λοκροῦ λέγοντος·" Μία ἀρχὰ πάντων ἐστὶν ἀγέννατος· εἰ γὰρ ἐγένετο, οὐκ ἂν ἦν ἔτι ἀρχά, ἀλλ' ἐκείνα, ἐξ ἇς ἀρχὰ ἐγένετο." Παρμενίδης δὲ ὁ Ἐλεάτης καὶ τὸν κόσμον ἀγέννητον εἶναι λέγων βοᾷ· μοῦνον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ' ἀγένητον. Καὶ Πλούταρχος δὲ ὁ Χαιρωνεὺς περὶ τοῦ ˉεˉι τοῦ ἐν Δελφοῖς γράφων, οὕτως ἔφη·" Τί οὖν ἐστι τὸ ἀΐδιον καὶ ἀγέννητον καὶ ἄφθαρτον, ᾧ χρόνος οὐδεὶς μεταβολὴν ἐπάγει;" Εἰ τοίνυν φαμὲν εἶναί τι ἀγέννητον καὶ ἀναίτιον, κατὰ μὲν τὸν
2.109.1
Παρμενίδην τὸν κόσμον, κατὰ δὲ τὸν Πλάτωνα καὶ Τίμαιον τὸν Λοκρὸν καὶ Πλούταρχον καὶ ἡμᾶς αὐτοὺς τὸν τῶν ἁπάντων δημιουργόν, πολλῷ τούτου πιθανώτερον τὸ φάναι, ἐξ ἐκείνου γε τοῦ ἀγεννήτου φῦναι τὸν Λόγον καὶ τὸ πανάγιον Πνεῦμα, τὸν μέν, ὡς λόγον, ἐκ τοῦ νοῦ γεννώμενον, τὸ δέ, ὡς πνεῦμα, ἐκπο ρευόμενον· ξυμπρόεισι γὰρ τῷ Λόγῳ τὸ Πνεῦμα, οὐ ξυγγεννώ
2.110.1
μενον, ἀλλὰ ξυνὸν καὶ παρομαρτοῦν καὶ ἐκπορευόμενον. Ἀλλ' οὔτε τὸ Πνεῦμα πνοήν τινα στόματος εἶναί φαμεν– ἀξύνθετον γὰρ τὸ θεῖον καὶ ἀσχημάτιστον– οὔτε τὸν Λόγον τοῦτον τὸν εἰς ἀέρα χεόμενον, ἀλλ' ἐνούσιον Λόγον καὶ ἐνυπόστατον Πνεῦμα, καὶ ἐν τῷ Πατρὶ θεωρούμενα καὶ καθ' ἑαυτὰ πιστευόμενα, καὶ ξυνημμένα καὶ διῃρημένα, τῷ μὲν ταὐτῷ τῆς φύσεως ἡνωμένα, τῇ δὲ τῶν ἰδιοτήτων διαφορᾷ διῃρημένα καὶ καθ' ἑαυτὰ νοούμενα.
2.111.1
Ταῦτα δὲ οὐκ ἔνεστι μαθεῖν ἀκριβῶς τὸν μὴ τοῖς θείοις ἐντε τυχηκότα λογίοις καὶ τὸ τῆς γνώσεως φῶς παρὰ τῆς θείας ἐκδε ξάμενον χάριτος.
2.112.1
Ἀναγνωστέον δὲ οὐ μόνον τὰ τῶν ἱερῶν ἀποστόλων μαθήματα, ἀλλὰ καὶ τὰ τῶν θείων προφητῶν θεσπίσματα· οὕτω γάρ τις καὶ τῆς παλαιᾶς καὶ τῆς καινῆς θεολογίας τὴν ξυμφωνίαν ὁρῶν, θαυμάσεται τὴν ἀλήθειαν καὶ φεύξεται μὲν Διαγόρου τοῦ Μιλη σίου καὶ τοῦ Κυρηναϊκοῦ Θεοδώρου καὶ Εὐημέρου τοῦ Τεγεάτου τὸ ἄθεον· τούτους γὰρ ὁ Πλούταρχος ἔφησε μηδένα νενομικέναι
2.113.1
θεόν· φεύξεται δὲ καὶ τῶν Στωϊκῶν τὴν ἀπρεπῆ περὶ τοῦ θείου δόξαν· σωματοειδῆ γὰρ οὗτοι τὸν θεὸν ἔφασαν εἶναι· βδελύξεται δὲ καὶ Πρωταγόρου τοὺς ἀμφιβόλους περὶ τοῦ θεοῦ καὶ ἀπίστους λόγους· ἐκείνου γάρ ἐστι τὰ τοιάδε·" Περὶ μὲν οὖν τῶν θεῶν οὐκ οἶδα, οὔτε εἰ εἰσίν, οὔθ' ὡς οὐκ εἰσίν, οὐθ' ὁποῖοί τινες τὴν
2.114.1
ἰδέαν εἰσίν." Ἀποδράσει δὲ καὶ τῶν ἄλλων μυθολόγων τὸν πλά νον· Πλάτωνος δὲ καὶ τῶν ἐκείνῳ παραπλησίων, ὅσα μὲν ἐκ τῶν θείων λογίων κεκλόφασιν, εὑρήσει τε καὶ θαυμάσεται, ὅσα δὲ τοῦ ψεύδους ἀνέμιξαν, ἀποξύσει καὶ καθάπερ φορυτὸν ἀπορρίψει καὶ τῶν τῆς ψυχῆς ἀπελάσει χωρίων, καὶ ὁρῶν τῆς κλοπῆς τὰ φώρια, τῷ Πυθαγορικῷ Νουμηνίῳ πιστεύσει λέγοντι·" Τί γάρ
2.115.1
ἐστι Πλάτων ἢ Μωϋσῆς Ἀττικίζων;" Διὰ γὰρ δὴ τούτων ἀναφανδὸν ἔδειξεν ὁ Νουμήνιος, ὡς ὁπόσα Πλάτων εὐσεβῶς εἴρηκεν, ἐκ τῆς Μωϋσοῦ θεολογίας σεσύληκεν.
2.116.1
Ὥρα δὴ οὖν, ὦ ἄνδρες, αὐτὴν ἀνιχνεῦσαι τῆς ἀληθείας τὴν ῥίζαν· καὶ καθάπερ οἱ τὴν χρυσῖτιν καὶ ἀργυρῖτιν μεταλλεύοντες γῆν, ὅταν μικρὰ ψήγματα εὕρωσιν, ἐκείνοις ἑπόμενοι πάσας διερευνῶσι τὰς φλέβας καὶ οὐ πρότερον παύονται διορύττοντες, ἕως ἂν εὕρωσι τοῦ χρυσοῦ τὸ πλῆθος, ἐξ οὗ διεσπάρη τὰ ψήγ ματα, οὕτως ὑμᾶς δεῖ τῶν Ἀναξαγόρου καὶ Πυθαγόρου καὶ Πλάτωνος, καὶ μέντοι καὶ Νουμηνίου καὶ Πλουτάρχου καὶ Πλω τίνου καὶ τῶν ἄλλων ἐπακούσαντας λόγων, ἐπιζητῆσαι τὴν πηγήν, ἐξ ἧς ὀλίγα ἄττα τῶν θείων ναμάτων ἀνιμησάμενοι οὗτοι τοὺς
2.117.1
οἰκείους διεκόσμησαν λόγους, καὶ τὴν τούτων πενίαν καταλιπόν τας ἀντιλαβεῖν τῆς σοφίας τὴν ἄβυσσον καὶ μαθεῖν ἀκριβῶς παρ' ἐκείνης, τί μὲν ποιητής, τί δὲ ποίημα, καὶ τίς μὲν ἡ τῶν ἀορά των δημιουργημάτων ἀξία, τίς δὲ τῶν ὁρωμένων ἡ χρεία. Τοῦτο γὰρ μεμαθηκότες, οὐκέτι τὸ θεῖον εἰς πολλὰ μερίσετε σέβας, ἀλλὰ τὸν ἀεὶ ὄντα καὶ ἀληθῶς ὄντα καὶ τοῖς οὖσι τὸ εἶναι διὰ μόνην ἀγαθότητα δωρησάμενον προσκυνήσετε, καὶ ἀντὶ πολεμίων καὶ δυσμενῶν οἰκεῖοι καὶ φίλοι γενήσεσθε, καὶ πολλῆς, ὡς ξυνή θεις, ἀπολαύσεσθε παρρησίας· καὶ οἱ ποδηγῶν ἐπὶ τοῦ παρόντος δεόμενοι ἄλλους τῶν πλανωμένων πρὸς τὴν ἀλήθειαν ξεναγήσετε.