Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Graecarum affectionum curatio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.1.1
ΠΟΝΗΡΩΝ ΔΑΙΜΟΝΩΝ. Τῶν σωμάτων ἐκεῖνα θαυμάζειν εἰώθαμεν, ὅσα ἀρτιμελῆ τε καὶ ἄπηρα, καὶ ὃν ἐξ ἀρχῆς παρὰ τῆς φύσεως ἔλαχεν ἀριθμόν, σῶον ἔχει καὶ ἄρτιον· ὅσοις δὲ τούτων ἐνδεῖ τι ἢ πλεονάζει,
3.2.1
ταῦτα τέρατα προσαγορεύειν εἰώθαμεν. Καὶ τῆς ἀναρχίας δὲ καὶ τῆς πολυαρχίας ὡς βλαβερῶν κατηγοροῦντες, τὴν μοναρχίαν θαυμάζομεν καὶ τὴν Ὁμηρικὴν ἐπαινοῦμεν γνώμην, ἣ τοῦτον εἰσηγεῖται τὸν νόμον· οὐκ ἀγαθὸν γάρ φησι πολυκοιρανίη, εἷς κοίρανος ἔστω, εἷς βασιλεύς.
3.3.1
Ταῦτα δὲ οὐ τηνάλλως ἀδολεσχῶ, ἀλλ' ἀπὸ τῶν ἀνθρωπίνων δεικνύναι τὰ θεῖα πειρώμενος καὶ ἀξιῶν ὑμᾶς, ὦ ἄνδρες, καὶ ἐπ' ἐκείνων τόνδε διατηρῆσαι τὸν ὅρον καὶ ὑγιεῖς μὲν καὶ ἀρτίους ἀποκαλεῖν τοὺς τὴν ἀληθῆ θεολογίαν ἀσπαζομένους, ἣν καὶ ἡ φύσις ἐξ ἀρχῆς παραδέδωκε, καὶ τὰ θεῖα ὕστερον ἐκράτυνε λόγια, ἀναπήρους δ' αὖ προσαγορεύειν μὴ μόνον ἐκείνους, οἳ οὐδένα θεὸν εἶναι νομίζουσιν, ἀλλὰ καὶ τούτους, οἳ εἰς πολλὰ τὸ θεῖον κατεμέρισαν σέβας καὶ τῷ δημιουργῷ τῶν ὅλων τὴν κτίσιν ξυν
3.4.1
έταξαν. Οὔκουν μόνοι γε ἄθεοι Διαγόρας ὁ Μιλήσιος καὶ ὁ Κυρηναῖος Θεόδωρος καὶ Εὐήμερος ὁ Τεγεάτης καὶ οἱ τούτοις ἠκολουθηκότες, παντάπασι φάντες μὴ εἶναι θεούς, ὡς ὁ Πλού ταρχος ἔφη, ἀλλὰ καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ αἱ τῶν φιλοσόφων ξυμμορίαι, παμπόλλους μὲν θεῶν μυθολογήσαντες ὁρμα θούς, ἀνδραποδώδεις δέ τινας καὶ παθῶν ἀνθρωπίνων ἀποφήναντες
3.5.1
δούλους. Εἰσὶ δὲ οἳ καὶ ἀνέδην τὰ αἴσχιστα πάθη, τὰ παρὰ σφῶν κατηγορούμενα, καὶ ὧν ἐπιμελῶς κρατεῖν τοῖς νέοις παρακε λεύονται, θεούς τε ὠνόμασαν καὶ ὡς θεοῖς τὸ γέρας ἀπένειμαν.
3.6.1
Ὡς δέ φησιν ὁ Σικελιώτης Διόδωρος, Αἰγύπτιοι τὸν ἥλιον καὶ τὴν σελήνην θεοὺς ὠνόμασαν πρῶτοι καὶ ἐκάλεσαν τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἶσιν· καὶ Φοίνικας δὲ ὡσαύτως παρ' ἐκείνων τοῦτο μεμαθηκότας τὴν Αἰγυπτίων ζηλῶσαι θεο
3.7.1
ποιΐαν. Ξυνομολογεῖ δὲ καὶ ὁ Πλάτων ἐν τῷ Κρατύλῳ, καὶ τοὺς Ἕλληνας τόνδε πρῶτον περὶ τῶν καλουμένων θεῶν τὸν πλάνον εἰσδέξασθαι, λέγει δὲ ὧδε·" Φαίνονταί μοι οἱ πρῶτοι τῶν ἀνθρώ πων οἱ περὶ τὴν Ἑλλάδα τούτους μόνους ἡγεῖσθαι θεούς, οὕσπερ νῦν οἱ πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν· ἅτε οὖν αὐτὰ ὁρῶντες ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως, τῆς τοῦ θεῖν, θεοὺς αὐτοὺς ἐπονομάσαι."
3.8.1
Ὁ μὲν οὖν πάνσοφος τῶν ὅλων δημιουργός, ἀνενδεὴς ὢν καὶ οὐδενὸς τὸ παράπαν ἢ ὁρατῶν ἢ ἀοράτων δεόμενος, καὶ οὐρανὸν καὶ γῆν καὶ ἥλιον καὶ σελήνην καὶ τἄλλα, ὅσα ἐστὶν αἰσθητά τε καὶ ὁρατά, τῆς τῶν ἀνθρώπων χάριν ἐδημιούργησε χρείας· μᾶλλον δὲ ὑπερέβη τῇ τῆς μεγαλουργίας φιλοτιμίᾳ τὴν χρεῖαν καὶ προσ
3.9.1
φέρει διὰ τούτων αὐτοῖς παντοδαπῶν ἀπόλαυσιν ἀγαθῶν. Ἥλιος μὲν γὰρ ἀνίσχων καὶ τὴν ἡμέραν ποιῶν πρὸς ἐργασίαν διεγείρει τῶν ἀνθρώπων τὸ γένος· ἡ δὲ σελήνη, τοῦ μείζονος ὑποχωροῦν τος φωστῆρος, τῆς νυκτὸς τὸ ζοφῶδες κεράννυσι καὶ οὔτε τοὺς διαναπαύεσθαι βουλομένους ἀλγύνει τῇ τοῦ φωτὸς περιουσίᾳ καὶ τοῖς ὁδοιπορεῖν ἢ δρᾶν ἄλλο τι βουλομένοις χορηγεῖ δᾳδουχίαν ἀρκοῦσαν· καὶ φθινούσης δὲ ταύτης, οἱ ἀστέρες τήνδε πληροῦσι
3.10.1
τὴν χρείαν. Ὁ μὲν οὖν δημιουργός, ὡς ἔφην, τοσαύτην τῶν ἀνθρώπων πεποίηται προμήθειαν· οἱ δέ, τῶν μεγίστων τούτων δωρεῶν τετυχηκότες, ποδηγεῖσθαι δέον ἐκ τούτων καὶ τὸν τούτων δημιουργόν τε καὶ χορηγὸν ὡς μεγαλόδωρον ἀνυμνεῖν, τὸν μὲν ἀγέραστον εἴασαν," ἐσεβάσθησαν δὲ καὶ ἐλάτρευσαν", ἀποστο λικῶς εἰπεῖν," τῇ κτίσει παρὰ τὸν κτίσαντα", καὶ τῶν δωρεῶν τό τε μέγεθος καὶ τὸ κάλλος ἀφορμὴν αὐτοῖς ἀχαριστίας προὐ ξένησεν. Τὸν γὰρ δοτῆρα τούτων ἠγνόησαν καὶ τούτοις τὸ τῷ
3.11.1
Θεῷ προσῆκον ἀπένειμαν σέβας. Καίτοι γε προορῶν, ἅτε δὴ πάνσοφος ὤν, ὁ δημιουργὸς τόνδε τῶν ἀνθρώπων τὸν πλάνον, πάθη τινὰ ξυνεκλήρωσε τοῖς στοιχείοις, ἵνα τὸ μὲν κάλλος αὐτῶν καὶ τὸ μέγεθος θαυμάζεσθαι παρασκευάζῃ τὸν ποιητήν, τὰ δέ γε ξυνεζευγμένα παθήματα κωλύῃ τὴν θείαν αὐτοῖς προσφέρειν
3.12.1
προσκύνησιν. Αὐτίκα τοίνυν τὸν φανότατον ἥλιον καὶ τὴν σελήνην κρύπτει μὲν νέφη σμικρά, ὀμίχλη δὲ καὶ ἀχλὺς ἀμβλυτέρας αὐτοῖν τὰς ἀκτῖνας ποιεῖ, ἔστι δὲ ὅτε καὶ πάμπαν μεσούσης ἡμέρας, οὔτε νεφῶν ἐπιπροσθούντων οὔτε κεχυμένης ὁμίχλης, φροῦδον γίνεται τοῦ ἡλίου τὸ φῶς· ταὐτὸ δὲ τοῦτο καὶ τῇ σελήνῃ τόδε πάλιν ὁ σοφὸς
3.13.1
νύκτωρ τὸ πάθος προσγίνεται. Ἀτὰρ δὴ καὶ ἐμηχανήσατο Κύριος. Ἐπειδὴ γὰρ ἡ μετρία τοῦ ἡλίου θερμότης καὶ σώμασιν ἐπιτηδεία καὶ σπέρμασι καὶ φυτοῖς– τὰ μὲν γὰρ αὔξει καὶ τρέφει, τοὺς δὲ καρποὺς πεπαίνει καὶ ὡρίμους ποιεῖ–, σφοδροτέραν ἔστιν ὅτε παρασκευάζει προσβάλλειν τὴν ἀκτῖνα, ὡς ἀνιᾶσαι μὲν τῶν ἀνθρώπων τὰ σώματα καὶ τῶν ἄλλων γε ζῴων, διαφθεῖραι δὲ τῶν σπερμάτων καὶ τῶν φυτῶν τὰς ὠδῖνας, ἵνα μὴ ζωῆς τοῦτον ὑπολάβωμεν αἴτιον, ἀλλ' ὑπουργὸν εἶναι πιστεύω
3.14.1
μεν τοῦ θείου θελήματος. Καὶ μέντοι καὶ τὸν ἀέρα ζωῆς μὲν ἡμῖν ἀπέφηνε ξυνεργόν· τοῦτον γάρ τοι οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ τῶν ἀλόγων ἕκαστον ἀναπνέον διαζῇ, καὶ τῇ εἰσροῇ τὴν ἔμφυτον κεράννυσι θερμασίαν· ἀλλ' ὅμως καὶ λοιμώδης ἐκ τοῦ ἀέρος ἐπιγίνεται νόσος, καὶ φθείρεται τὰ σώματα τῇ εὐκρασίᾳ τῇ τούτου τρεφόμενα, ὅπως ἂν μὴ καὶ τοῦτον θεὸν ὑπολάβωμεν, ἀλλὰ τρεπτὸν καὶ ἀλλοιωτὸν ὁρῶντες ἀποδράσωμεν τὴν προσκύ
3.15.1
νησιν. Καὶ τὴν γῆν δὲ ὡσαύτως φερέσβιον μὲν καὶ πλουτοδότει ραν καὶ μητέρα καὶ τιθήνην καὶ κοινὸν ἔδαφος ἀπέφηνεν ὁ δημι ουργός· ἀλλ' ὡς ἂν μὴ ταῦτα ὁρῶντες ἀποβουκοληθῶμεν καὶ θεοποιήσωμεν ὡς ἀγαθῶν χορηγόν, πολλὰ καὶ ταύτῃ καὶ διάφορα ξυνεκλήρωσε πάθη· καὶ γὰρ ψυχρότητος αὐτῇ καὶ θερμότητος ἀμετρία λυμαίνεται, καὶ πέρα τῆς χρείας ὑομένη διαλύεται καὶ διαφθείρει καὶ τὰ φυτὰ καὶ τὰ σπέρματα· καὶ αὖ πάλιν, τῶν νεφῶν κατὰ καιρὸν τὰς ὠδῖνας οὐ προχεόντων, διαυαίνεταί τε καὶ ἄκαρπος γίνεται· πολλάκις δὲ καὶ ψεκάδες οὐκ εἰς καιρὸν φερόμεναι σηπεδόνα ἐμποιοῦσι, καὶ κνώδαλα ἄττα καὶ θηρία
3.16.1
τίκτειν ἐπὶ λύμῃ τῶν ἀνθρώπων βιάζεται. Τοιγαροῦν ταύτην ὁρῶντες τὴν ἀσθένειαν οἱ τὸν νοῦν ἐρρωμένοι, προσκυνεῖν ὡς θεὸν οὐκ ἀνέχονται, ἀλλὰ διά γε ταύτης καὶ τῶν ἐν αὐτῇ φυομέ νων πρὸς τὸν ταύτης καὶ τὸν τούτων ποιητὴν ξεναγοῦνται καὶ διὰ τῶν ὁρωμένων πρὸς τὸν ἀόρατον ποδηγοῦνται. Ταύτῃ τοι μάλα σοφῶς ἄρα καὶ ἐπηβόλως ἔφη τις τῶν ἡμετέρων·" Ἐκ γὰρ μεγέ θους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται." Οὐ γὰρ οἷα τὰ ποιήματα, τοιοῦτος ὁ ποιητής, οὐδὲ ἡλίκα ταῦτα, τηλικοῦτος ἐκεῖνος· τὰ μὲν γὰρ ὁρατὰ καὶ ἁπτὰ καὶ αἰσθητὰ καί τισι πάθεσι ξυνεζευγμένα, ὁ δὲ ἀναφὴς καὶ ἀόρατος ἀπαθής τε καὶ ἄφθαρτος καὶ περιγραφὴν οὐχ ὑπομένων
3.17.1
ὥσπερ δὴ τὰ ποιήματα. Διὸ δὴ μάλα γε ἁρμοδίως τὸ" ἀναλόγως" τῷ λόγῳ προστέθεικεν. Ὅταν γὰρ ἴδωμεν τῶν οὐρανῶν τὰ κύτη καὶ τῆς γῆς τὸ εὖρος καὶ τῶν πελαγῶν τὰ μεγέθη καὶ τὴν ἡλίου λαμπρότητα καὶ τῆς σελήνης τὸ σέλας καὶ τἄλλα ὅσα ἐστὶν ὁρατά, οὐ τούτοις παρισοῦμεν τὸν ποιητήν, ἀλλ' ἀπείρῳ τινὶ καὶ μεγέθει καὶ κάλλει κρείττονα τῶν ποιημάτων εἶναί φα
3.18.1
μεν. Εἰκότως οὖν ἄρα ὁ σοφὸς ἐκεῖνος ἀνὴρ ἔφησεν·" Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται." Τοῦτον ἐμπεδοῖ τὸν λόγον καὶ ὁ θεῖος ἀπό στολος, λέγων ὡδί·" Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις
3.19.1
καὶ θειότης." Διὰ γὰρ δὴ τῶν ὁρωμένων τὸν ἀόρατον φανταζό μεθα ποιητήν. Καὶ καθάπερ κιβωτὸν ἢ βάθρον ὁρῶντες, οὐ τέ κτονα ταῦτα καλοῦμεν, ἀλλὰ τέκτονος ὀνομάζομεν ἔργα, καὶ σκάφος ἄριστα κατεσκευασμένον θεώμενοι, οὐ μόνον ἐκεῖνο θαυ μάζομεν, ἀλλὰ καὶ τὸν ναυπηγόν, ὅτι μάλιστα καὶ μὴ παρόντα, ἐπαινοῦμεν, κἂν ὅρμον ἴδωμεν ἢ ἄλλο τι περιδέραιον εὖ ἠσκημέ νον, τῷ χρυσοχόῳ τὴν εὐφημίαν προσφέρομεν· οὕτω δὴ καὶ τῇ κτίσει τὼ ὀφθαλμὼ προσφέροντες, ἀγάμεθα μὲν ταύτης καὶ τὸ μέγεθος καὶ τὸ κάλλος καὶ τὴν ἀναβλύζουσαν χρείαν, καταλιπὼν δὲ ταῦτα ὁ νοῦς πρὸς ἐκεῖνόν γε τρέχει τὸν ταῦτα σοφῶς τεκτη 3. νάμενον. Ἄριστα τοίνυν ὁ θεῖος ἀπόστολος εἴρηκεν·" Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθ ορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης." Εἶτα πάσης ἀναξίους εἶναι ξυγγνώμης φησὶ τοὺς τὴν μὲν κτίσιν τεθεαμένους, τὸν δὲ ταύτης οὐκ ἀγασθέντας
3.20.1
δημιουργόν, ἀλλ' αὐτῇ τὸ θεῖον
3.21.1
ἀπονείμαντας σέβας· ὅθεν εἰκότως ἐπήγαγεν·" Εἰς τὸ εἶναι αὐ τοὺς ἀναπολογήτους· διότι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν ἢ ηὐχαρίστησαν, ἀλλ' ἐματαιώθησαν ἐν τοῖς διαλογι σμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία." Αὔξων δὲ τὴν κατηγορίαν, καὶ τὴν οἴησιν αὐτῶν εἰς μέσον προτέθεικεν·" Φάσκοντες" γάρ φησιν" εἶναι σοφοί, ἐμωράνθησαν." Λέγει δὲ καὶ τῆς ἀνοίας τὰ εἴδη·" Καὶ ἤλλαξαν τὴν δόξαν τοῦ ἀφθάρτου Θεοῦ ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου."
3.22.1
Ἄφθαρτον γὰρ δὴ τὸν Θεὸν ὀνομάζοντες, τῶν φθειρομένων σωμάτων εἰκόνα κατασκευάσαντες– οὐ γὰρ δὴ τῆς ἀθανάτου ψυχῆς ἴσασι τὴν ἰδέαν– ταύτῃ τὸ θεῖον προσένειμαν σέβας. Καὶ οὐκ ἀπέχρησεν αὐτοῖς εἰς ἀσέβειαν ἡ τῆσδε τῆς ἀφροσύνης ἀπό νοια, ἀλλὰ καὶ πτηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν κατασκευά σαντες δείκηλα, θεοὺς καὶ ταῦτα κεκλήκασι· καὶ ἅπερ ζῶντα κτείνουσιν ὡς ἰοβόλα τε καὶ ὀλέθρια, τούτων τὰς εἰκόνας θεοὺς σωτῆρας ὠνόμασαν.
3.23.1
Ἀλλ' ἐπανέλθωμεν ἐπ' ἐκεῖνο, ὃ τούσδε ἡμῖν τοὺς λόγους γεγέννηκεν, ὅτι πρώτους θεοὺς ἐνόμισαν καὶ Αἰγύπτιοι καὶ Φοί νικες καὶ μέντοι καὶ Ἕλληνες ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ τἄλλα στοιχεῖα· τοῦτο γὰρ δὴ καὶ ὁ Πλάτων καὶ ὁ Σικελιώτης Διόδωρος καὶ ὁ Χαιρωνεὺς ἐδίδαξε Πλούταρχος·
3.24.1
χρόνῳ δὲ ὕστερον τοὺς εὖ τι δεδρακότας ἢ ἐν πολέμοις ἀνδραγα θισαμένους ἢ γεωργίας τινὸς ἄρξαντας ἢ σώμασί τισι θεραπείαν
3.25.1
προσενηνοχότας ἐθεοποίησάν τε καὶ νεὼς τούτοις ἐδεΐμαντο. Καὶ γὰρ δὴ καὶ τὸν Κρόνον ἄνθρωπον εἶναι Σαγχωνιάθων ἔφησε καὶ γυναῖκα τὴν Ῥέαν τὴν ἐκείνου ὁμόζυγα καὶ τὸν Δία καὶ τὴν Ἥραν ἐκείνων γε παῖδας, εἶτα εὐεργεσιῶν τινων ἄρξαντας καὶ δεξαμένους τοῦ βίου τὸ τέλος, θείας παρὰ Φοινίκων ἀξιωθῆναι τιμῆς, καὶ θεοὺς ἀναγορευθῆναι καὶ βωμοῖς καὶ θυσίαις καὶ ἐτη
3.26.1
σίοις τιμηθῆναι δημοθοινίαις. Καὶ Ἡρακλέα δέ, ὡς γενναῖόν τε καὶ ἀνδρεῖον, ἐθεοποίησαν Ἕλληνες, καὶ τὸν Ἀσκληπιόν, ὡς τῆς ἰατρικῆς ἐπιστήμης εὑρετὴν γεγενημένον, θεὸν τελευτήσαντα προσηγόρευσαν. Διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ τὸν Ἄπιν Αἰγύπτιοι
3.27.1
θείας προσηγορίας ἠξίωσαν. Καίτοι φασὶν Ἕλληνες τὸν μὲν Ἡρακλέα διὰ τὴν ξυμβᾶσαν ἐκ τῆς Δηϊανείρας ἐπιβουλὴν ἑαυ τὸν καταπρῆσαι καὶ τοῦτον τὸν τρόπον καταλῦσαι τὸν βίον, τὸν δὲ Ἀσκληπιόν, ἄνθρωπον ὄντα καὶ πολλοὺς ἀνθρώπους διὰ τῆς ἰατρικῆς ἐπιστήμης παμπόλλων ἀπαλλάξαντα παθημάτων, κε
3.28.1
ραυνῷ βληθῆναι ὑπὸ τοῦ Διὸς καὶ διαφθαρῆναι. Καὶ ταῦτα πρὸς ἑτέροις πολλοῖς ὁ Σικελιώτης Διόδωρος ἐν τῷ τετάρτῳ τῶν βιβλιοθηκῶν ξυνέγραψεν. Ἀλλ' ὅμως οὐδὲν ἧττον Ἕλληνες, καὶ ταῦτα μεμαθηκότες, καὶ τὸν Ἡρακλέα καὶ τὸν Ἀσκληπιὸν θεοὺς ὀνομάζουσι, καὶ πρὸς τούτοις καὶ τοὺς Τυνδάρεω παῖδας Κάστορα καὶ Πολυδεύκην, οὓς Διοσκόρους προσαγορεύουσι, καίτοι οὐδὲ παλαιοτάτους ὄντας, ἀλλὰ τοῖς Ἀργοναύταις ξυμπλεύσαν
3.29.1
τας. Καὶ γὰρ καὶ οὗτοι καὶ Ἡρακλῆς καὶ πρὸς τούτοις Ὀρφεύς, τῇ κιθάρᾳ χρώμενος καὶ τοῖς κρούμασι τοὺς ἰχθύας καταθέλγων καὶ ἕπεσθαι τῇ τῆς ἠχῆς ἁρμονίᾳ καταναγκάζων, τὸν τῶν Ἀργο ναυτῶν ἐπλήρουν κατάλογον· ὅτι δὲ μιᾷ γενεᾷ τῶν Τρωϊκῶν οὗτοί γε ἦσαν πρεσβύτεροι, ἐν τῇ πρὸ ταύτης ἀπεδείξαμεν δια
3.30.1
λέξει. Καὶ τὸν Διόνυσον δέ, ὡς πρῶτον ἄμπελον πεφυτευκότα καὶ τὸν ταύτης καρπὸν ἀποθλίψαντα καὶ δείξαντα τοῦ οἴνου τὴν χρείαν, τῷ τῶν ἄλλων θεῶν ξυνέταξαν ὁρμαθῷ. Τὴν δέ γε Ἀφροδίτην, οὐδὲ εὐεργεσίας τινὸς ἄρξασαν, ἀλλὰ καὶ ἀκολασίας γεγενημένην διδάσκαλον– χαμαιτύπην γὰρ αὐτὴν καὶ ἑταίραν
3.31.1
γεγενῆσθαί φασι καὶ ἐρωμένην Κινύρου– θεὰν ὠνομάκασιν. Καὶ θαυμαστὸν οὐδέν· οἱ γὰρ δὴ καὶ τοῖς ἰοβόλοις τῶν ἑρπετῶν τήνδε τὴν προσηγορίαν προσνείμαντες σχολῇ γ' ἂν τὰς γυναῖκας τοῦδε τοῦ γέρως ἐστέρησαν. Καὶ μὲν δὴ καὶ τὸν Γανυμήδην, καθά φασιν οἱ ποιηταί,... ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν. Καὶ τὴν Ἑλένην δέ, μετὰ τὴν πολυθρύλητον καὶ παμπόλλην μοιχείαν, τοῦ Μενέλεω χωρίσαντες, εἰς τὸν οὐρανόν, ᾗ φησιν
3.32.1
Εὐριπίδης, ἀνήγαγον. Οὔκουν τοὺς ἀγαθόν τι δεδρακότας μόνον, ἀλλὰ καὶ τοὺς ἀσελγεστάτους ἄνδρας καὶ γυναῖκας ἐθεοποίησαν Ἕλληνες. Ταῦτα καὶ Ῥωμαῖοι παρὰ τούτων μεμαθηκότες, τοὺς σφετέρους βασιλέας μετὰ τὸ τέρμα τοῦ βίου θεοποιΐας ἠξίουν, καὶ οὐ μόνον τοὺς ἐννόμως γε βεβασιλευκότας καὶ τοῦ δικαίου πεφρον τικότας, ἀλλὰ καὶ τοὺς τυραννικῶς τε καὶ ἀδίκως καὶ παρανόμως
3.33.1
ἰθύναντας τὴν ἀρχήν. Καὶ γὰρ Νέρωνα, πᾶσαν ἰδέαν ἀκολασίας καὶ παρανομίας κατακόρως μετεληλυθότα, καὶ Δομετιανὸν καὶ Κόμοδον, καὶ μέντοι καὶ ἄλλους μιαιφόνους ἄνδρας καὶ λαγνι στάτους τῷ τῶν σφετέρων θεῶν καταλόγῳ ξυνέταξαν.
3.34.1
Τοῦτο δεύτερον οἱ ἄνθρωποι θεοποιΐας ἐπενόησαν εἶδος, τρίτον δὲ τοῖς μύθοις πεπιστευκότες τῶν ποιητῶν. Τούτοις δὲ καὶ ὁ Πλάτων ἐν τῷ Τιμαίῳ πιστεύειν παρεγγυᾷ·" Περὶ γὰρ τῶν ἄλλων δαιμόνων" φησίν" εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς, πιστευτέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν οὖσι θεῶν, ὡς αὐτοὶ ἔφασαν, σαφῶς δέ πως τοὺς ἑαυτῶν προγόνους εἰδότων· ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν, ἑπομένους τῷ νόμῳ πιστευτέον."
3.35.1
Εἶτα τὸν Ἡσίοδον εἰς μέσον παράγει καὶ τὸ Χάος καὶ τὸν Ὠκεανὸν καὶ τὴν Τηθὺν καὶ τὸν Οὐρανὸν καὶ τὴν Γῆν καὶ τούτοιν τοὺς παῖδας, τὸν Κρόνον, τὴν Ῥέαν, τὸν Ἰαπετὸν καὶ τοὺς ἄλλους· καὶ αὖ πάλιν τοὺς ἐκ Κρόνου καὶ Ῥέας φύντας, τὸν Δία,
3.36.1
τὴν Ἥραν, τὸν Ποσειδῶνα, τὸν Πλούτωνα. Καὶ οὐκ ἐρυθριᾷ ὁ φιλόσοφος πιστεύειν κελεύων τοῖς τὰ τοιαῦτα μυθολογοῦσι καὶ ἀκολάστους ἡμῖν θεοὺς καὶ πατραλοίας καὶ παιδοκτόνους εἰσ άγουσιν. Ὅ τε γὰρ Κρόνος Οὐρανοῦ τοῦ πατρὸς ἐξέτεμε τὰ αἰδοῖα καὶ τοὺς τικτομένους αὐτῷ κατέπινε παῖδας, ὅ τε Ζεύς, τὸν πατέρα τὸν Κρόνον ἐξελάσας τῆς βασιλείας καὶ παραδοὺς
3.37.1
τῷ Ταρτάρῳ, τύραννος ἀνεφάνη καὶ λίαν ἀκόλαστος· οὐ γὰρ δὴ μόνην τὴν ἀδελφήν, ἀλλὰ καὶ τὴν μητέρα καὶ τὴν θυγατέρα γαμετὰς ἐποιήσατο, καὶ πρὸς ταύταις ἄλλαις καὶ θεαῖς καὶ γυναιξὶ ξυνεμίγη μυρίαις. Ἀλλ' ὅμως καὶ ταῦτα ὁ Πλάτων σαφῶς ἐπιστάμενος, πιστεύειν τοῖς ποιηταῖς παρεγγύησε, καὶ ταῦτα ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι, διὰ μό
3.38.1
νον γε τὸν νόμον. Δῆλος οὖν ἐστι τὸν Ἀθηναίων ὅμιλον ὀρρω δῶν καὶ τὸν ἐκεῖνον κατέχοντα πλάνον. Καὶ ὅτι γε τοῦτο ἀληθές, μάρτυς αὐτὸς, ὧδε λέγων ἐν Πολιτείᾳ·" Πρῶτον μέν, ἦν δ' ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐκ ἀληθῶς ἐψεύσατο, ὅτι Οὐρανός τε εἰργάσατο, ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. Ὅτι δὲ δὴ τὰ περὶ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος, οὐδ' ἂν εἰ ἦν ἀληθῆ, δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δὲ ἀνάγκη τις ἦν λέγειν, δι'
3.39.1
ἀπορρήτων ἀκούειν." Καὶ αὖ πάλιν μετ' ὀλίγα καὶ τάδε ἔφη·" Καὶ γάρ, ἦ δ' ὅς, οἵ τε λόγοι χαλεποὶ καὶ οὐ λεκτέοι γε, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει· οὐδὲ λεκτέον νέῳ ἀκούοντι, ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ, οὐδὲ ἀδικοῦντα τὸν πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἂν ἅπερ θεῶν οἱ
3.40.1
πρῶτοί τε καὶ μέγιστοι. Οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν οὐδὲ ἄλλῳ, ἦν δ' ἐγώ, τὸ παράπαν, ὡς οἱ θεοὶ θεοῖς πο λεμοῦσι καὶ ἐπιβουλεύουσι καὶ μάχονται· οὔτε γὰρ ἀληθῆ οὔτε ξύμφορα· εἴ γε δεῖ ἡμῖν τοὺς μέλλοντας τὴν πόλιν φυλάττειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. Πολλοῦ γε δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ὑφαντέον καὶ ἄλλας ἐπιβουλὰς παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς ξυγγενεῖς
3.41.1
τε καὶ οἰκείους αὐτῶν." Ἔπειτα νομοθετήσας, τίνα χρὴ προσ φέρειν τοῖς νέοις μαθήματα, προστέθεικε καὶ ταῦτα·" Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρός, μέλλοντος τῇ μητρὶ τυπτομένῃ ἀμύνειν, καὶ θεομαχίας, ὅσας Ὅμηρος πε ποίηκεν, οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτε ἐν ὑπονοίαις οὔτε ἄνευ ὑπονοιῶν."
3.42.1
Ταῦτα ἐγὼ οἶμαι καὶ τοῖς πάμπαν λόγων ἀμυήτοις ἐπίδηλα εἶναι, ὡς ἄντικρυς ἐναντία τοῖς ἐν τῷ Τιμαίῳ γραφεῖσιν αὐτῷ. Ἐκεῖ γὰρ ἀδηρίτως τε καὶ ἀναμφισβητήτως τοῖς ποιηταῖς πι στεύειν προσέταξε, καὶ ταῦτα ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀπο δείξεων λέγουσιν· ἐνταῦθα δὲ ἀνέδην αὐτοὺς ἐκωμῴδησεν, ὡς
3.43.1
ψευδῆ ἄττα καὶ βλάσφημα διαπλάσαντας. Ταύτῃ τοι καὶ ἀλλη γορεῖ τῶν θεῶν τὰ ὀνόματα καὶ τὴν τῶν μύθων αἰσχρότητα ξυ σκιάζειν πειρᾶται. Τούτων δὲ τῶν λόγων ὁ Κρατύλος ἀνάπλεως· ἐν ἐκείνῳ γὰρ δὴ τῷ διαλόγῳ τὸν μὲν Κρόνον ποτὲ μὲν Κόρον ὡς τοῦ νοῦ λόγον ὠνόμασε, ποτὲ δὲ χρόνον, καὶ ῥοώδη φύσιν τὴν Ῥέαν καὶ ἀέρα τὴν Ἥραν·" Ὁ γὰρ πολλάκις" φησί" τῇεὐθείᾳ τῆς Ἥρας χρησάμενος τὸν ἀέρα γε σαφῶς ἀντὶ τῆς
3.44.1
Ἥρας ἐρεῖ." Καὶ τὴν ὑγρὰν δὲ οὐσίαν Ποσειδῶνα ἐκάλεσεν, ὡς δέοντά τε καὶ δεσμοῦντα τῶν βαδιζόντων τοὺς πόδας καὶ προ βαίνειν κωλύοντα. Δήμητρα δὲ τὴν γῆν καὶ αὐτὸς καὶ Ὀρφεὺς καὶ ἄλλοι προσονομάζουσιν, ὡς δὴ μητέρα οὖσαν καὶ τροφὸν τῶν ἐν αὐτῇ διαιτωμένων ἁπάντων. Καὶ Αἰγύπτιοι δὲ τὴν Ἶσιν καὶ τὸν Ὄσιριν ἥλιον εἶναι καὶ σελήνην φασί, Δία δὲ τὸ διὰ πάντων χωροῦν πνεῦμα, Ἥφαιστον δὲ τὸ πῦρ, Δήμητρα δὲ τὴν γῆν,
3.45.1
τὴν δὲ ὑγρὰν οὐσίαν Ὠκεανόν. Ταῦτα δὲ καὶ ὁ Μανεθὼς καὶ ὁ Διόδωρος γράφει. Τῆς δὲ χθονίας δυνάμεως τὸ ἡγεμονικὸν Ἑστίαν ὠνόμασαν, Ῥέαν δὲ τὴν πετρώδη καὶ ὄρειον, Δήμητρα δὲ τὴν πεδινήν, τὴν δὲ φυτικὴν δύναμιν Διόνυσον προσηγό ρευσαν· τὴν δέ γε σελήνην, παρὰ τὸ σέλας ὀνομαζομένην, Ἄρτεμιν ὠνόμασαν, οἷον ἀερότεμιν, ἅτε δὴ διὰ τοῦ ἀέρος ἰοῦσαν
3.46.1
καὶ τοῦτον τέμνουσαν. Ταύτῃ δὲ τὸν Ἄπιν, τὸν βοῦν δὴ λέγω, Αἰγύπτιοι τρέφουσι, τὸν δὲ Μνεῦιν τῷ ἡλίῳ. Οὕτως ἐρυθριά σαντες τῶν φιλοσόφων τινὲς τοὺς μύθους τῶν ποιητῶν εἰς ἀλλη γορίαν ἐτρέποντο. Τὴν δὲ μυθολογίαν ἐκείνην οὐδὲ Ῥωμαῖοι
3.47.1
προσεδέξαντο πώποτε· καὶ μάρτυς ἀξιόχρεως ὁ Ἁλικαρνασεὺς Διονύσιος ἐν τῇ Ῥωμαϊκῇ ἀρχαιολογίᾳ τοιάδε περὶ Ῥωμαίωνξυγγράψας·" Οὔτε γὰρ Οὐρανὸς ἐκτεμνόμενος ὑπὸ τῶν ἑαυτοῦ παίδων παρὰ Ῥωμαίοις λέγεται, οὔτε Κρόνος ἀφανίζων τὰς ἑαυτοῦ γονάς, φόβῳ τῆς ἐξ αὐτῶν ἐπιθέσεως, οὔτε Ζεὺς κατα λύων τὴν Κρόνου δυναστείαν καὶ κατακλείων ἐν τῷ δεσμωτηρίῳ τοῦ Ταρτάρου τὸν ἑαυτοῦ πατέρα." Καὶ τὰς ἄλλας δὲ τῶν Ἑλλήνων ὁμοίως μυθολογίας τε καὶ τελετὰς λέγει παρὰ Ῥωμαίων ἐκβάλλεσθαι.
3.48.1
Τοῦτο τρίτον εἶδος ἐπινενοῆσθαι τοῖς Ἕλλησι θεοποιΐας εἰρή καμεν· ἔστι δέ γε καὶ τέταρτον, ἐμβροντησίας καὶ παραπληξίας ἐσχάτης μεστόν. Ὃ γὰρ παθητικόν τε καὶ ἄλογον τῆς ψυχῆς ὀνομάζουσι μόριον, τοῦτο θεοποιοῦσιν, ὅπερ τῷ λογισμῷ δου
3.49.1
λεύειν παρεγγυῶσιν. Καὶ τὴν μὲν ἐπιθυμίαν Ἀφροδίτην καλοῦσι καὶ Ἔρωτα, Ἄρεα δὲ τὸν θυμὸν ὀνομάζουσι, τὴν δὲ μέθην Διόνυσον· καὶ τὴν μὲν κλοπὴν Ἑρμῆν, τὸν δὲ λογισμὸν Ἀθηνᾶν· καὶ αὖ πάλιν Ἥφαιστον τὰς τέχνας, ὡς πυρὶ ξυνεργῷ κεχρημέ νας. Καὶ οὐκ αἰσχύνονται τῆς μὲν ἀκολασίας κατηγοροῦντες καὶ τοὺς ταύτης ἐργάτας κολάζοντες, πάλιν δ' αὖ ταύτην γεραί
3.50.1
ροντες ὡς θεόν, καὶ νόμῳ μὲν τιμωροῦντες τοὺς ἑταιροῦντας καὶ τὰς πορνευομένας, τοὺς δὲ τὰς ἀλλοτρίας ἀποσυλῶντας εὐνὰς κατασφάττοντες, καὶ μέντοι καὶ τοὺς ἀνδροφόνους ἀνασκολοπί ζοντες καὶ ἀποτυμπανίζοντες, τὰ δέ γε τούτων αἴτια τῶν ἁμαρτάδων, τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν καὶ τὴν μέθην, θεοὺς οὐρανίους προσαγορεύοντες καὶ θεῖον αὐτοῖς ἀπονέμοντες σέβας, καὶ τοὺς μὲν νόμους ἅπαντας διὰ τάδε τιθέντες τὰ πάθη, αὐτὰ δέ γε τὰ πάθη νόμῳ τιμᾶσθαι κελεύοντες, καὶ τὴν ἀρετὴν δι' ἑτέρων μὲν λόγων θαυμάζοντες, ἐν δέ γε τούτοις ὡς περιττὴν
3.51.1
ἐξελαύνοντες. Εἰ γὰρ δὴ κατὰ τὸν τούτων λόγον ἡ ἐπιθυμία θεός, ὁ ταύτῃ γε μὴ εἴκων παντάπασιν ἄθεος· καὶ εἰ ἡ μέθη αὖ πάλιν καὶ ὁ θυμὸς ὡσαύτως θεοί, ὁ τούτων ἄρα κρατῶν ἀντίθεος ἄντι κρυς. Φευκτέον οὖν ἄρα τὴν ἀρετὴν ὡς ἐναντίαν οὖσαν θεοῖς, καὶ
3.52.1
ἀσπαστέον τὴν ἀκρασίαν ὡς ὠνομασμένην θεόν. Ἀλλὰ ταῦτα καὶ τῶν ποιητικῶν μύθων ἐστὶ ληρωδέστερά τε καὶ βλαβερώτερα· καὶ τὸν καπνὸν κατὰ τὴν παροιμίαν, ὡς ἔοικε, φεύγοντες, εἰς αὐτὸ δὴ τὸ πῦρ ἐμπεπτώκαμεν· τοιοῦτος γὰρ τοῦ ψεύδους ὁ πλάνος· κἂν ταύτην τις διαφύγῃ τὴν ἀτραπόν, εἰς ἑτέραν ἐμπε
3.53.1
σεῖται χαλεπωτέραν. Τοιοῦτον μὲν δὴ τῆς θεοποιΐας καὶ τὸ τέταρτον εἶδος. Αὐτίκα τοίνυν Ἀντισθένης, ὁ Σωκράτους ἑταῖρος καὶ Διογέ νους διδάσκαλος, τὴν σωφροσύνην περὶ πλείστου ποιούμενος καὶ τὴν ἡδονὴν μυσαττόμενος, τοιάδε περὶ τῆς Ἀφροδίτης λέγεται φάναι·" Ἐγὼ δὲ τὴν Ἀφροδίτην κἂν κατατοξεύσαιμι, εἰ λάβοιμι, ὅτι πολλὰς ἡμῶν καλὰς κἀγαθὰς γυναῖκας διέφθειρεν." Τὸν δέ γε ἔρωτα κακίαν ἐκάλει τῆς φύσεως, ἧς ἥττους ὄντες οἱ κακο δαίμονες, θεὸν τὴν νόσον καλοῦσιν. Ταύτῃ τοι μανῆναι μᾶλλον ἢ ἡσθῆναι ᾑρεῖτο.
3.54.1
Ὅτι δὲ καὶ κατὰ τὸν τῆς ἀλληγορίας διεφώνουν λόγον, ἴδοι τις ἂν ἀκριβῶς τοῖς τῶν φιλοσόφων ξυγγράμμασιν ἐντυχών. Πλάτων μὲν γὰρ ἀέρα τὴν Ἥραν ὠνόμασε· Πλούταρχος δὲ ὁ Χαιρωνεὺς τὴν γῆν προσηγόρευσεν Ἥραν, Λητὼ δὲ τὴν λήθην ἢ τὴν νύκτα, ἐν ᾗ οἷόν τινα λήθην ἡ διάνοια δέχεται. Ὁ δὲ Ὀρφεύς· γῆ φησι μήτηρ πάντων, Δημήτηρ πλουτοδότειρα.
3.55.1
Ὅτι δέ γε καὶ τὰς ἀλλήλων θεολογίας ἀνέτρεπον, ὁ Πλάτων ἐν Ἐπινομίδι δηλοῖ, λέγων ὡδί·" Θεολογίαν τοίνυν καὶ ζῳογο νίαν ἀναγκαῖον, ὡς ἔοικε, πρῶτον ἐμοί, κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ὕστερον λόγον, ἀνα
3.56.1
λαβόντα καὶ πρὸς τοὺς εὐσεβεῖς ἐληλυθότα λόγους." Περὶ δέ γε τῶν θεοποιηθέντων ἀνθρώπων ὁ Πλούταρχος ἐν τῷ ξυγγράμματι τῷ Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων ὧδέ φησιν·" Τὰ δὲ Γιγαντικά τε καὶ Τιτανικὰ παρ' Ἕλλησιν ᾀδόμενα καὶ πολλαί τινες ἄθεσμοι πράξεις καὶ Τυφῶνος ἀντιτάξεις πρὸς Ἀπόλλωνα φυγαί τε Διονύσου καὶ πλάνη Δήμητρος οὐδὲν ἀπολείπουσι τῶν Ὀσιρικῶν καὶ Τυφωνικῶν, ὧν παρὰ πᾶσιν ἀνέδην ἔστι μυθολο
3.57.1
γουμένων ἀκούειν." Καὶ πάλιν ὁ αὐτὸς καὶ τάδε φησίν·" Ἐπεὶ καὶ Σολύμους πυνθάνομαι τοὺς Λυκίων προσοίκους ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπειδὴ ἀποκτείνας τοὺς ἀρχηγέτας αὐτῶν, Ἄρσαλον καὶ Ἄρυον καὶ Τόσοβιν, ἔφυγε καὶ μετεχώρησεν ὁπουδήποτε– τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν– ἐκεῖνον μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ Ἄρσαλον σκιρροὺς θεοὺς προσαγο ρεῦσαι, καὶ τὰς κατάρας ἐπὶ τούτων ποιεῖσθαι ἰδίᾳ καὶ δημοσίᾳ
3.58.1
Λυκίους." Τοὺς δὲ Αἰγυπτίους φησὶν ὁ Πορφύριος ἐν τῇ Πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον ἐπιστολῇ ἄνθρωπον σέβειν ἐν Ἀνναβὶ κώμῃ καὶ τούτῳ θύειν ἐπὶ τῶν βωμῶν, εἶτα προσφέρειν αὐτῷ κατὰ καιρὸν τὴν οἰκείαν τροφήν.
3.59.1
Ἀλλὰ γὰρ οὐδ' ὁ τέταρτος αὐτοῖς ἀπέχρησε πλάνος, ἀλλὰ καὶ πέμπτον προσεπενόησαν καὶ τοὺς παμπονήρους ἐθεοποίησαν δαίμονας καὶ τὰς τῆς γοητείας παρ' αὐτῶν μαγγανείας μεμαθη κότες τελεταῖς αὐτοὺς καὶ θυσίαις ἐτίμησαν. Καὶ τοῦτο δεδήλω κεν ὁ Πορφύριος ἐν τῷ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ξυγγράμ
3.60.1
ματι· ἐγὼ δὲ αὐτοῦ τὰ ῥήματα παραθήσομαι·" Διὰ μέντοι τῶν ἐναντίων καὶ ἡ πᾶσα χρεία ἐπιτελεῖται. Τούτοις γὰρ μάλιστα τὴν τούτων προεστῶσαν τιμῶσιν οἱ τὰ κακὰ διὰ γοητειῶν διαπραττό μενοι. Πλήρεις γὰρ πάσης φαντασίας καὶ ἀπατῆσαι ἱκανοὶ διὰ τῆς τερατουργίας καὶ διὰ τοῦ φίλτρα καὶ ἐρωτικὰ κατασκευάζειν οἱ κακοδαίμονες. Πᾶσα γὰρ καὶ πλούτων ἐλπὶς καὶ δόξης διὰ τούτων, καὶ μάλιστα ἡ ἀπάτη. Τὸ γὰρ ψεῦδος τούτοις οἰκεῖον· βούλονται γὰρ εἶναι θεοί· καὶ ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖ θεὸς εἶναι μέγιστος. Οὗτοι οἱ χαίροντες λοιβῇ τε κνίσῃ τε, δι' ὧν
3.61.1
αὐτῶν τὸ σωματικὸν καὶ πνευματικὸν πιαίνεται." Εἰς καιρὸν δέ μοι προσήκει τοῖς τοῦ Πορφυρίου παραθεῖναι ῥητοῖς τοὺς τῶν Ὁμηρικῶν θεῶν λόγους· καὶ γὰρ ἐκεῖνοι τὴν λοιβὴν καὶ τὴν κνίσαν οἰκεῖον λάχος καλοῦσιν. Τοιγάρτοι ὁ Πορφύριος δῆλός ἐστι τοὺς ὑπὸ τοῦ ποιητοῦ θεοὺς καλουμένους πονηροὺς δαίμονας ὀνομάζων. Καὶ γὰρ ἐκεῖνος ἐκείνους, καὶ οὗτος τούτους λοιβῇ καὶ
3.62.1
κνίσῃ χαίρειν ἀναφανδὸν ἰσχυρίσαντο. Ζητητέον μέντοι, τίνα προεστάναι τῶν πονηρῶν δαιμόνων δύναμιν ὁ Πορφύριος λέγει, ἣν ψευδομένην μέγιστον θεὸν ἑαυτὴν ἔφησεν ὀνομάζειν. Ἀλλὰ γὰρ οὐ δεῖ μοι πόνου πρὸς ζήτησιν· ἐν αὐτῷ γὰρ τῷ ξυγγράμματι καὶ ταῦτά φησιν·" Τοὺς δὲ πονηροὺς δαίμονας οὐκ εἰκῇ ὑπὸ τὸν Σάραπιν ὑποπτεύομεν, οὐδ' ἐκ τῶν ξυμβόλων μόνον ἀναπειθό μενοι, ἀλλ' ὅτι τὰ μειλίγματα καὶ τὰ τούτων ἀποτρόπαια πρὸς τὸν Πλούτωνα γίνεται, ὡς ἐν τῷ πρώτῳ ἐδείκνυμεν. Ὁ αὐτὸς δὲ τῷ Πλούτωνι οὗτος ὁ θεός, καὶ διὰ τοῦτο μάλιστα δαιμόνων
3.63.1
ἄρχων." Πάλιν δ' αὖ καὶ τάδε προστέθεικεν·" Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις, καὶ τούτων ξύμβολον ὁ τρικάρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις, ὕδατι, γῇ, ἀέρι, πονη ρὸς δαίμων, οὓς καταπαύει ὁ θεὸς ἔχων ὑπὸ χεῖρα· ἄρχει δὲ αὐτῶν καὶ ἡ Ἑκάτη, ὡς ξυνέχουσα κατὰ τὸ τρίστοιχον." Ταῦτα
3.64.1
οὐ Μωϋσῆς ὁ νομοθέτης οὐδὲ Πέτρος ἢ Παῦλος ἢ Ἰωάννης οἱ τῆς ἀληθείας κήρυκες κατὰ τῶν πονηρῶν δαιμόνων ξυνέγραψαν, ἀλλὰ Πορφύριος ὁ τῆς ἀληθείας ἀντίπαλος· καὶ τὸν Πλούτωνα καὶ τὴν Ἑκάτην ἄρχοντας τῶν πονηρῶν δαιμόνων ὠνόμασε καὶ
3.65.1
ψευδόμενον ἔφησε μέγιστον ἑαυτὸν ὀνομάσαι θεόν. Καὶ ἔοικεν ἀτεχνῶς τοῦτο τὸ θαῦμα τῷ τοῦ γενναίου Σαμψὼν προβλήματι·" Ἐκ στόματος ἐσθίοντος ἐξῆλθε βρῶσις, καὶ ἐξ ἰσχυροῦ γλυκύ." Ταῦτα γὰρ δὴ κατὰ τοῦ ψεύδους ὑπὸ τοῦ ξυνηγόρου ξυνεγράφη τοῦ ψεύδους· καὶ ὁ τῆς ἀληθείας κατήγορος ἄκων ὤφθη τῆς ἀλη θείας ξυνήγορος. Ὁ γὰρ τοῦ Βαλαὰμ τοῦ μάντεως τὴν γλῶτταν ἐπαράσασθαι βουλομένην εὐλογίαν ὠδῖναι καταναγκάσας, οὗτος δῆτα καὶ τοῦδε τὴν γλῶτταν κατὰ τῆς ἀληθείας λυττῶσαν καὶ
3.66.1
ᾄττουσαν κατὰ τοῦ ψεύδους ἄκουσαν μετατέθεικεν. Οὐ μόνον δὲ τῇδε τοιούσδε λόγους ξυνέγραψεν, ἀλλὰ κἀν τῇ Πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον ἐπιστολῇ τὰ παραπλήσια τέθεικεν. Λέγει δὲ οὕτως περὶ τῶν θεῶν μὲν καλουμένων, πονηρῶν δὲ ὄντων δαιμόνων·" Πάνυ με θράττει, πῶς ὡς κρείττους παρακαλούμενοι ἐπιτάτ τονται ὡς χείρους, καὶ δίκαιον εἶναι κατηγοροῦντες τὸν θεράποντα κολάζεσθαι τὰ ἄδικα πράττοντα, αὐτοὶ κελευσθέντες ἄδικα δρᾶν ὑπομένουσι, καὶ καθαρῷ μὲν μὴ ὄντι ἐξ ἀφροδισίων καλοῦντι οὐχ ὑπακούουσιν, αὐτοὶ δὲ ἄγειν εἰς παράνομα ἀφροδίσια τοὺς τυχόντας οὐκ ὀκνοῦσιν· ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσι δεῖν εἶναι τοὺς ὑποφήτας, ἵνα μὴ τοῖς ἀπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται, αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται, καὶ νεκροῦ μὲν ἀθιγῆ δεῖν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ ζῴων αἱ θεαγω
3.67.1
γίαι ἐκτελοῦνται. Πολλῷ δὲ τούτων ἀλογώτερον τὸ μὴ δαίμονι, εἰ τύχοι, ἢ ψυχῇ τεθνεῶτος, αὐτῷ δὲ τῷ βασιλεῖ ἡλίῳ ἢ σελήνῃ ἤ τινι τῶν κατ' οὐρανὸν ἄνθρωπον τῷ τυχόντι ὑποχείριον ἀπειλὰς προσφέροντα φοβεῖν, ψευδόμενον, ἵνα ἐκεῖνοι ἀληθεύσωσιν. Τὸ γὰρ λέγειν, ὅτι τὸν οὐρανὸν προσαράξει καὶ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖ καὶ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξει καὶ τὴν βάριν στήσει καὶ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσει τῷ Τυφῶνι, τίνα οὐχ ὑπερ βολὴν ἐμπληξίας μὲν τῷ ἀπειλοῦντι, ἃ μήτε οἶδε μήτε δύναται, καταλείπει, ταπεινότητος δὲ τοῖς δεδοικόσιν οὕτω κενὸν φόβον καὶ
3.68.1
πλάσματα, ὡς κομιδῇ παισὶν ἀνοήτοις; καίτοι καὶ Χαιρήμων ὁ ἱερογραμματεὺς γράφει, ὡς καὶ παρ' Αἰγυπτίοις θρυλούμενα, καὶ ταῦτά φησι καὶ τὰ τοιαῦτα εἶναι βιαστικώτατα." Πολλὰ δὲ καὶ ἄλλα προσθείς, ἐπήγαγε καὶ ταῦτα·" Περὶ δὲ εὐδαιμονίας οὐδὲν ἀσφαλὲς οὐδὲ ἐχέγγυον ἔχουσιν. Οὐκ ἦσαν οὖν ἄρα οὔτε θεοὶ οὔτε ἀγαθοὶ δαίμονες, ἀλλ' ἢ ἐκεῖνος ὁ λεγόμενος πλάνος."
3.69.1
Τίς τῶν τὰ θεῖα πεπαιδευμένων καὶ τὸν πλάνον ἐκεῖνον μυσαττο μένων ἐναργέστερον ἂν τῶν καλουμένων θεῶν τὸν πλάνον δι ήλεγξεν; ἀναφανδὸν γὰρ τούτους ἔφησεν ὁ τῆς ἀληθείας ἀντίπα λος μήτε θεοὺς μήτε ἀγαθοὺς δαίμονας εἶναι, ἀλλὰ τοῦ ψεύδους
3.70.1
διδασκάλους καὶ πονηρίας πατέρας. Τούτους ὁ Πλάτων ἐν τῷ Τιμαίῳ οὐδὲ φύσει ἀθανάτους φησίν· τὸν γὰρ ποιητὴν εἰρηκέναι πρὸς αὐτοὺς λέγει·" Ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ' ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθε, τῆς ἐμῆς βουλήσεως τυχόντες." Καίτοι γε Ὁμήρῳ τἀναντία δοκεῖ· ἀθανάτους γὰρ αὐτοὺς πανταχῇ προσονομάζει· οὐ γὰρ σῖτόν φησιν ἔδουσ', οὐ πίνουσ' αἴθοπα οἶνον· τοὔνεκ' ἀναίμονές εἰσι καὶ ἀθάνατοι καλέονται.
3.71.1
Τοσαύτη παρὰ τοῖς ποιηταῖς καὶ φιλοσόφοις περὶ τῶν οὐκ ὄντων μέν, καλουμένων δὲ θεῶν διαμάχη. Τούτοις καὶ νεὼς ἐδο μήσαντο καὶ βωμοὺς προσῳκοδόμησαν καὶ θυσίαις ἐτίμησαν καὶ εἴδη τινὰ καὶ εἰκάσματα ἐκ ξύλων καὶ λίθων καὶ τῶν ἄλλων ὑλῶν διαγλύψαντες, θεοὺς προσηγόρευσαν τὰ χειρόκμητα εἴδωλα καὶ τὰ τῆς Φειδίου καὶ Πολυκλείτου καὶ Πραξιτέλους τέχνης ἀγάλ
3.72.1
ματα τῆς θείας προσηγορίας ἠξιώσαν. Τούτου δὲ τοῦ πλάνου κατηγορῶν Ξενοφάνης ὁ Κολοφώνιος τοιάδε φησίν· ἀλλ' οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς, καὶ ἴσην τ' αἴσθησιν ἔχειν φωνήν τε δέμας τε. Καὶ πάλιν· ἀλλ' εἴ τοι χεῖρας εἶχον βόες ἠὲ λέοντες ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ' ἵπποισι, βόες δέ τε βουσὶν ὁμοίας καὶ θεῶν ἰδέας ἔγραφον καὶ σώματ' ἐποίουν τοιαῦθ' οἷόνπερ καὐτοὶ δέμας εἶχον ὅμοιον.
3.73.1
Εἶτα σαφέστερον κωμῳδῶν τήνδε τὴν ἐξαπάτην, ἀπὸ τοῦ χρώ ματος τῶν εἰκόνων διελέγχει τὸ ψεῦδος. Τοὺς μὲν γὰρ Αἰθίοπας μέλανας καὶ σιμοὺς γράφειν ἔφησε τοὺς οἰκείους θεούς, ὁποῖοι δὴ καὶ αὐτοὶ πεφύκασι, τοὺς δέ γε Θρᾷκας γλαυκούς τε καὶ ἐρυθρούς, καὶ μέντοι καὶ Μήδους καὶ Πέρσας σφίσιν αὐτοῖς ἐοικότας, καὶ Αἰγυπτίους ὡσαύτως αὐτοὺς διαμορφοῦν πρὸς τὴν οἰκείαν μορ
3.74.1
φήν. Ταῦτα ξυνορῶν καὶ Ζήνων ὁ Κιτιεὺς ἐν τῷ τῆς Πολιτείας ἀπαγορεύει βιβλίῳ καὶ ναοὺς οἰκοδομεῖν καὶ ἀγάλματα τεκταί νειν· οὐδὲν γὰρ εἶναι τούτων φησὶ θεῶν ἄξιον κατασκεύασμα. Ὁ δέ γε Πλάτων οὐ πάμπαν ἀπηγόρευσε τοῦτο ποιεῖν, τὴν Ἀθη ναίων φιλοτησίαν, ὡς ἔοικεν, ὀρρωδήσας καὶ τὸ τῷ Σωκράτει
3.75.1
προσενεχθὲν ὑφορώμενος κώνειον· σκώπτει δὲ ὅμως καὶ αὐτὸς τῆς ἀγαλματοποιΐας τὰ πλεῖστα καί φησιν·" Μηδεὶς οὖν ἕτερος ἱερὰ καθιερούτω θεοῖς· χρυσός τε καὶ ἄργυρος ἐν ἄλλαις τε πόλεσιν ἰδίᾳ καὶ ἐν ἱεροῖς ἐστιν ἐπίφθονον κτῆμα· ἐλέφας δέ, ἀπολελοιπότος ψυχὴν σώματος, οὐκ εὐαγὲς ἀνάθημα· σίδηρος δὲ καὶ χαλκὸς πολέμων ὄργανα· ξύλινα δέ, ὅ τι ἂν ἐθέλῃ τις,
3.76.1
ἀνατιθέτω καὶ ἐκ λίθου πρὸς τὰ κοινὰ ἱερά." Ὅτι δὲ τὸν Ἀθηναίων δεδιὼς δῆμον οὐ παντελῶς ἀπηγόρευσε τῶν ἀγαλμάτων τὴν ποίησιν, αὐτόθεν καταμαθεῖν εὐπετές. Πρῶτον μὲν γὰρ ἰδίᾳ κατασκευάζειν τινὰ θεῶν εἰκόνας ἐκώλυσεν, ἔπειτα δὲ τὸν χρυσὸν καὶ τὸν ἄργυρον, ὡς ἐπιφθόνους ὕλας καὶ εἰς ἱεροσυλίαν ἐρεθι ζούσας, ἐξέβαλε· τὸν ἐλέφαντα δὲ δυσαγῆ προσηγόρευσεν· τὸν δέ γε χαλκὸν καὶ τὸν σίδηρον πολέμῳ προσήκειν ἔφησεν, οὐκ ἀγαλματουργίᾳ θεῶν· ἐκ ξύλων δὲ μόνον καὶ λίθων προσέταξε διαγλύφεσθαι, εἰδὼς οἶμαι τὴν ὕλην εὐκαταφρόνητον καὶ πεῖσαι ἱκανὴν τοὺς ὁρῶντας μὴ θείαν νομίζειν μηδὲ σέβειν τὰ εὐτελῆ τε καὶ εὔωνα.
3.77.1
Καὶ γὰρ ὁ τῶν ὅλων Θεὸς διὰ τοῦ προφήτου τὴν αὐτὴν κατη γορίαν τῶν ταῦτα καὶ ποιούντων καὶ προσκυνούντων πεποίηται·" Ξύλον γάρ" φησιν" ἄσηπτον ἐκλέγεται τέκτων· καὶ σοφὸς ζητεῖ, πῶς στήσει αὐτῷ εἰκόνα, καὶ ἵνα μὴ σαλεύηται." Οὐ γὰρ μόνον τῆς ὕλης ἀφαιρεῖται τὰ περιττὰ καὶ τῆς ἀνθρωπείας μορφῆς ἐκτυποῖ τὴν εἰκόνα καὶ τῶν μορίων εὖ μάλα ἕκαστον διαγλύφει, ἀλλὰ καὶ τῆς ἕδρας καὶ τῆς στάσεως ὅτι μάλιστα προμηθεῖται καὶ ὑπερείσμασί τισι καὶ ἥλοις τὴν στάσιν αὐτῷ πραγματεύεται, καὶ
3.78.1
τὸ ἐξ ὕλης καὶ τέχνης ἐρανισθὲν θεὸς ὀνομάζεται." Οὗ τὸ ἥμισυ αὐτοῦ" φησι" κατέκαυσεν ἐν πυρί, καὶ ὀπτήσας κρέας ἔφαγε καὶ εἶπεν· ἡδύ μοι, ὅτι ἐθερμάνθην καὶ εἶδον φῶς· τὸ δὲ ἥμισυ αὐτοῦ ἐποίησε γλυπτὸν καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται, λέγων· ἐξελοῦ με, ὅτι θεός μου εἶ σύ." Οὕτω σαφῶς αὐτῶν κωμῳδήσας τὴν ἄνοιαν, ἐπήγαγεν·" Γνῶτε, ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ αὐτοὶ πλανῶνται."
3.79.1
Ἐγὼ δέ γε τῶν νῦν ἑλληνιζόντων ἐκπλήττομαι τὴν ἀναίδειαν. Αἰσχυνόμενοι γὰρ σωφρονοῦσαν τὴν οἰκουμένην καὶ τῆς προτέρας πλάνης ἀπηλλαγμένην, μύθους εἶναι ψευδεῖς λέγουσι τὰ παρὰ τῶν ποιητῶν περὶ τῶν θεῶν εἰρημένα καὶ οὐκ ἐρυθριῶσιν, ὑφ' ὧν δρῶσι, κατηγορούμενοι. Τὰ γὰρ δὴ κατὰ τοὺς μύθους κατε σκευασμένα ξόανα προσκυνοῦσι· πάσης μὲν γὰρ ἑταίρας ἐπὶ τέ
3.80.1
γους ἑστώσης ἀναιδέστερον τῆς Ἀφροδίτης τὸ σχῆμα. Τίς γάρ τοι χαμαιτύπην γυμνὴν ἐπ' ἀγορᾶς ἄτερ χιτῶνος καὶ διαζώματος ἑστῶσαν ἐθεάσατο πώποτε; ἀλλὰ τὴν τούτων διδάσκαλον γυμνὴν καὶ οἱ ἀνδριαντοποιοὶ καὶ οἱ ἀγαλματογλύφοι κατασκευάζουσι καὶ οὐδὲ τῷ χιτωνίσκῳ καλύπτουσιν. Καὶ τὴν Εὐρώπην δὲ ἐπὶ τοῦ ταύρου καθημένην καὶ οἱ ζωγράφοι γράφουσι, καὶ οἱ χαλκοτύποι διαπλάττουσι, καὶ διαγλύφουσιν οἱ τῶν ἀγαλμάτων δημιουργοί· καὶ μέντοι καὶ ὁ Διόνυσος λυσιμελής τις καὶ γύννις ὑπὸ τούτων
3.81.1
κατασκευάζεται· καὶ τὸν Πάνα δὲ καὶ τοὺς Σατύρους ἵπποις καὶ ὄνοις παραπλησίως ὀχείας ὀριγνωμένους καὶ θορνυμένους δη μιουργοῦσιν· οὕτω καὶ τὸν Δία ἐν ἀετοῦ σχήματι κατὰ τοῦ Γανυ μήδους λυττῶντα καὶ τῇ Λήδᾳ ἐν εἴδει κύκνου μιγνύμενον, καὶ μέντοι καὶ εἰς τὸν Δανάης κόλπον χρυσοῦ δίκην φερόμενον· καὶ τἄλλα δὲ ὡσαύτως κατὰ τὰς τῶν ποιητῶν ὑφηγήσεις διαμορφοῦ
3.82.1
σιν οἱ τῶν ἀγαλμάτων δημιουργοί. Εἰ τοίνυν ψευδεῖς μύθους φατὲ διαπλάσαι τοὺς ποιητάς, τί δήποτε τῶν ἀνδριαντοποιῶν καὶ ἀγαλματογλύφων καὶ ζωγράφων ἀνέχεσθε, κρατυνόντων τῇ τέχνῃ τὸ ψεῦδος; ἀνθ' ὅτου δὲ τοσοῦτο σέβας προσνέμετε τοῖς ὑπὸ τού
3.83.1
των τεκταινομένοις ἀγάλμασιν; Ἔδει γάρ, εἴπερ ἀληθῆ ἄρα κατηγορεῖτε τῶν ποιητῶν, τὰ μὲν ἐκείνων ἐμπρῆσαι ποιήματα, νόμῳ δὲ τοὺς τεχνίτας κωλῦσαι καὶ προσαπειλῆσαί γε θάνατον, ὥστε μηδένα ποτὲ μηδαμῇ τοιαύτας κατασκευάζειν εἰκόνας, τὸν δὲ παρὰ τὸν νόμον τι δρῶντα ζημιοῦσθαι θανάτῳ. Ἐχρῆν δὲ καὶ τὰ ἐφ' ὕβρει καὶ κωμῳδίᾳ τῶν καλουμένων θεῶν τεκταινόμενα ξυντρίβειν καὶ διαφθείρειν καὶ πείθειν ἅπαντας, ὡς ψευδῆ τὰ
3.84.1
περὶ τούτων παρὰ τῶν μύθων θρυλούμενα. Ἀλλὰ τούτων μὲν οὐδὲν πώποτε γεγένηται παρ' ὑμῶν, τἀναντία δὲ τούτων δρώμενα ἔστιν ἰδεῖν, θαυμαζομένους μὲν τοὺς ποιητὰς ἐπὶ τοῖς ποιήμα σιν, ἐπαινουμένους δὲ ἄγαν τοὺς ἀγαλματογλύφους καὶ ἀνδριαν τοποιοὺς καὶ ζωγράφους ἐπὶ τοῖς σφετέροις τεχνήμασι, προσκυ νούμενα δὲ τὰ τῷ λόγῳ κατηγορούμενα ξόανα καὶ θυσίαις καὶ τελεταῖς γεραιρόμενα, καὶ τὸ σμικρὸν ἐκεῖνο ζῴδιον, τὸν Πρίαπον λέγω, μετὰ τοῦ μεγίστου καὶ τεταμένου μορίου τιμώμενον, καὶ τὸν τοῦ Διονύσου φαλλὸν ἐν τῇ φαλλαγωγίᾳ παρὰ τῶν ὀργια ζόντων προσκυνούμενον, καὶ τὸν κτένα τὸν γυναικεῖον– οὕτω δὲ τὸ γυναικεῖον ὀνομάζουσι μόριον– ἐν τοῖς Θεσμοφορίοις παρὰ τῶν τετελεσμένων γυναίων θείας τιμῆς ἀξιούμενον.
3.85.1
Αἰγύπτιοι δὲ τοσοῦτον ταῖς αἰσχραῖς ἐδουλώθησαν ἡδοναῖς, ὡς καὶ τὸν τράγον διὰ τὴν περὶ τὰς μίξεις μανίαν ὀνομάσαι θεόν. Μενδήσιοι δὲ τοῦτον διαφερόντως τιμῶσιν. Καὶ τοῖς ἄλλοις δὲ ζῴοις αἱ ἄλλαι πόλεις θείας τιμὰς ἀφιέρωσαν· ἔσεβον γὰρ δὴ καὶ Μεμφῖται τὸν ταῦρον, καὶ Λυκοπολῖται τὸν λύκον, καὶ Λεοντο πολῖται τὸν λέοντα, καὶ μέντοι καὶ Κυνοπολῖται τὸν κύνα, καὶ ἰχθύν τινα λάτον ὀνομαζόμενον τῆς Λατοῦς οἱ οἰκήτορες, καὶ ἄλλοι τὴν ἶβιν, καὶ ἕτεροι τὸν κροκόδειλον· καὶ ἕκαστον δὲ τούτων ἐν τοῖς ἱεροῖς καθιέρωτο, καὶ τὴν κατάλληλον αὐτῷ προσέφερον ἐδωδήν· εἶτα, ὡς θεοῖς δῆθεν, τὰς θυσίας ἐπετέλουν καὶ τελευ τήσαντα δὲ ταφῆς ἠξίουν πολυτελοῦς.
3.86.1
Τοσαύτη πάλαι ποτὲ κατεῖχε πλάνη τὴν οἰκουμένην· ἀλλὰ ταύ την ἄρδην ἠφάνισε καὶ πάμπαν ἐξήλασεν ὁ παρ' ἡμῶν προσκυ νούμενος καὶ παρ' ὑμῶν ἀγνοούμενος, καὶ τὴν μεθύουσαν καὶ παραπαίουσαν τῶν ἀνθρώπων φύσιν σωφρονοῦσαν καὶ καθεστηκυῖαν ἀνέδειξεν. Ἀλλὰ γὰρ οἶμαι ὑμᾶς ἐρεῖν, ὡς καὶ ὑμεῖς ἀοράτους τινὰς
3.87.1
δυνάμεις φατέ, οὓς καὶ Ἀγγέλους καὶ Ἀρχαγγέλους ὀνομάζετε καὶ προσαγορεύετε καὶ Ἀρχὰς καὶ Ἐξουσίας καὶ Κυριότητας καὶ Θρόνους· καὶ ἄλλας αὖ πάλιν κατὰ τὴν Ἑβραίων γλῶτταν Χερουβὶμ καὶ Σεραφὶμ ἴστε προσαγορευομένας. Ἀνθ' ὅτου τοίνυν ἡμῖν νεμεσᾶτε, μετὰ τὸν ἀεὶ ὄντα καὶ ὡσαύτως καὶ κατὰ ταὐτὰ ἔχοντα δευτέρους τινὰς θεούς, καὶ κομιδῇ γε ἐκείνου ἀποδέοντας, νομίζουσί τε καὶ γεραίρουσιν;
3.88.1
Ἐγὼ δὲ ὁμολογῶ μὲν τὴν θείαν ἡμᾶς διδάξαι γραφήν, εἶναι δή τινας ἀοράτους δυνάμεις, καὶ ὑμνούσας τὸν ποιητὴν καὶ ὑπουρ γούσας αὐτοῦ τῷ θείῳ βουλήματι· οὐ μὴν θεοὺς τούτους ὀνομάζο μεν οὐδὲ θεῖον αὐτοῖς ἀπονέμομεν σέβας οὐδὲ μερίζομεν εἰς τὸν ὄντα Θεὸν καὶ τούτους τὴν θείαν προσκύνησιν, ἀλλὰ τούτους
3.89.1
τιμιωτέρους μὲν ἀνθρώπων, ὁμοδούλους δὲ εἶναί φαμεν. Καὶ οὐ διαιροῦμεν εἰς ἄρρεν καὶ θῆλυ τὴν ἀσώματον φύσιν· ταύτης γὰρ δὴ τῆς διαιρέσεως ἐνδεὴς τῶν ὑπὸ τῷ θανάτῳ τελούντων ἡ φύσις, ἐπειδὴ γὰρ ἐξανδραποδίζει ταύτην ὁ θάνατος, ὁ γάμος διὰ τῆς παιδοποιΐας ἀντεισάγει τὸ δαπανώμενον· οἷον γάρ τινα ἐπισκευα στὴν ἀθανασίαν ὁ ποιητὴς τῷ θνητῷ ζῴῳ τὴν παιδοποιΐαν ἐμηχα νήσατο. Ταύτῃ τοι ἀναγκαία τοῖς θνητὴν ἔχουσι φύσιν ἡ τοῦ θήλεος χρεία, τοῖς δέ γε ἀθανάτοις γεγενημένοις τὸ θῆλυ γένος παντάπασι περιττόν· οὔτε γὰρ αὔξης προσδέονται, μείωσιν οὐ
3.90.1
δεχόμενοι, οὔτε μίξεως, σωμάτων γε ὄντες ἐλεύθεροι. Μαρτυρεῖ δὲ τῷ λόγῳ καὶ τούτων κἀκείνων ἡ ποίησις. Τοὺς μὲν γὰρ δὴ ἀνθρώπους οὐ παμπόλλους εὐθὺς ἐδημιούργησεν ὁ Θεός, ἀλλ' ἕνα ἄνδρα καὶ μίαν γυναῖκα διέπλασε καὶ διὰ τῆς τούτων κοινωνίας πᾶσαν γῆν καὶ θάλατταν τοῦδε τοῦ γένους ἐνέπλησε· τῶν ἀσωμά των δὲ τὴν φύσιν οὐ κατὰ δύο πεποίηκεν, ἀλλ' ἀθρόαν ἐδημιούρ γησεν· ὅσας γάρ τοι εἶναι αὐτῶν ἐδοκίμασε μυριάδας, ἐξ ἀρχῆς
3.91.1
ταύτας παρήγαγεν. Διά τοι τοῦτο περιττὴ τοῦ θήλεος ἐκείνοις ἡ χρῆσις, ὡς μὲν ἀθανάτοις αὔξης οὐ δεομένοις, ὡς ἀσωμάτοις δὲ μίξιν οὐ δεχομένοις. Τῷ τοι καὶ ἁγίους αὐτοὺς ὀνομάζομεν ὡς γήινον οὐδὲν ἔχοντας, ἀλλὰ τῶν περιγείων παθημάτων ἀπηλ λαγμένους, ἔργον δὲ ἔχοντας τὴν ἐν οὐρανῷ χορείαν καὶ τοῦ πεποιηκότος τὴν ὑμνῳδίαν, καὶ αὖ πάλιν τὰς ὑπουργίας, ἃς κελευ όμενοι διακονοῦσι τῷ θείῳ βουλήματι, τῆς τῶν ἀνθρώπων εἵνεκα σωτηρίας παρὰ τοῦ Θεοῦ τῶν ὅλων στελλόμενοι. Τοῦτο γὰρ δήπου αὐτῶν πέρι καὶ ὁ θεῖος εἶπεν ἀπόστολος·" Οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα, εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς
3.92.1
μέλλοντας κληρονομεῖν σωτηρίαν;" Τὴν ἐκείνων μιμούμενοι πολιτείαν, ὅσοι τῶν ἀνθρώπων τὴν τοῦ Θεοῦ θεραπείαν ἠσπά σαντο, ἔφυγον μὲν τῶν σωμάτων καὶ τὴν ἔννομον κοινωνίαν ὡς τῶν θείων ἀφέλκουσαν, κατέλιπον δὲ καὶ πατρίδα καὶ γένος, ἵνα πᾶσαν εἰς τὰ θεῖα μεταθῶσι τὴν μέριμναν, καὶ μηδεὶς τὸν νοῦν ἐπέχῃ δεσμός, εἰς οὐρανὸν ἀναπτῆναι καὶ τὸ ἀόρατον καὶ ἄρρητον
3.93.1
τοῦ Θεοῦ κατοπτεῦσαι γλιχόμενον κάλλος. Τούτων πλήρεις καὶ πόλεις καὶ κῶμαι καὶ τῶν ὀρῶν αἱ ἀκρωνυχίαι καὶ φάραγγες. Καὶ οἱ μὲν κατὰ ξυμμορίας οἰκοῦντες δημιουργοῦσιν ἐν ταῖς ψυχαῖς τὰ τῆς φιλοσοφίας ἀγάλματα, οἱ δέ, κατὰ δύο καὶ τρεῖς διάγοντες, οἱ δὲ καὶ μόνοι καθειργμένοι καὶ τὼ ὀφθαλμὼ τῷ κάλλει τῶν ὁρω μένων ἐπιτέρπεσθαι διακωλύοντες, σχολὴν τῷ νῷ παρέχουσιν
3.94.1
ἐπεντρυφᾶν τῇ θεωρίᾳ τῶν νοητῶν. Εἰ δὲ οἱ σώμασι ξυνεζευγμένοι καὶ ὑπὸ πολλῶν καὶ παντοδαπῶν ἐνοχλούμενοι παθημάτων ἀσώ ματον καὶ ὑψηλὴν καὶ οὐρανίοις πρέπουσαν ἀσπάζονται βιοτήν, τίς ἂν ἐκφράσαι λόγος τῶν ἀσωμάτων φύσεων τὴν ἀπαθῆ πολιτείαν καὶ φροντίδων ἀπηλλαγμένην;
3.95.1
Ταύτην ἔχειν ἡμᾶς τὴν δόξαν περὶ τῶν ἀοράτων μέν, γενητῶν δὲ φύσεων τὰ θεῖα ἐξεπαίδευσε λόγια· ὑμεῖς δὲ τοσαύτην αὐ τῶν ἀκολασίαν τε καὶ ἀκρασίαν κατηγορεῖτε καὶ παντοδαπὴν αἰσχρουργίαν, καὶ μέντοι καὶ ἔριν καὶ πολέμους καὶ τυραννίδα, ὡς μηδὲ τοῖς πονηροτάτοις τῶν ἀνθρώπων ἁρμόττειν τὰ ἐκείνων
3.96.1
πέρι μυθολογούμενα. Οὐδὲ γὰρ οὐδ' οἱ ἄγαν παμπόνηροι πάντα ἔχουσιν, ὅσα τοῦ πατρὸς τῶν θεῶν καὶ πάντων ὑπάτου τε καὶ μεγίστου κατηγορεῖτε. Οἱ μὲν γὰρ τῇ περὶ τοὺς νέους ἀκολασίᾳ δουλεύσαντες ἀλλοτρίους οὐ διώρυξαν γάμους, οἱ δὲ τῇδε τῇ πάθῃ περιπεσόντες τῶν οἰκειοτάτων ἐφείσαντο· εἰ δέ τις καὶ ἀδελφῆς ἔρωτι περιέπεσεν, ἀλλ' οὐ κατὰ μητρός γε ἐλύττησεν οὐδ' ἐπεμάνη τῇ θυγατρί, ἀλλ' ᾐδέσθη τὴν φύσιν καὶ τὴν τῶν
3.97.1
ἀλόγων οὐκ ἐζήλωσεν ἄνοιαν. Πέρσαι δὲ μόνοι τὰ τοιαῦτα δρῶσι, νόμῳ τινὶ παλαιῷ μυσαρωτάτῳ πειθόμενοι καὶ παρανομεῖν οὐχ ἡγούμενοι. Οὑτοσὶ δέ, ὃν θεῶν τε καὶ ἀνδρῶν πατέρα ὠνόμασεν Ὅμηρος, τὴν μὲν Ἥραν, ἀδελφὴν οὖσαν, ὁμόζυγον ἐποιήσατο, τῇ δὲ Ῥέᾳ, ἣν καὶ Δηὼ καὶ Δήμητρα ὀνομάζουσι, μητρί γε οὔσῃ, μανικῶς ἐπεμίγη, καὶ τὴν Φερέφατταν ἐξ αὐτῆς παιδο ποιησάμενος ξύνευνον ἔσχε καὶ γαμέτης ἐγένετο τῆς παιδός. Τὰ δὲ Γανυμήδους πέρι καὶ Λήδας καὶ Δανάης καὶ Σεμέλης καὶ
3.98.1
Ἀλκμήνης καὶ τῶν ἄλλων τῶν παμπόλλων μυθολογούμενα καὶ λέγειν αἰσχύνομαι, καὶ περιττὸν οἶμαι ποιεῖν πρὸς εἰδότας τούσδε τοὺς μύθους διεξιὼν καὶ τὴν ποιητικὴν δυσοσμίαν ἀνακινῶν, ὧν τὴν μυθολογίαν αἰσχυνόμενοι μὲν ἀποκαλεῖτε ψευδῆ, πάλιν δ' αὖ ὡς ἀληθῆ θεολογίαν ἀσπάζεσθε.
3.99.1
Παράθετε τοιγαροῦν τὰ παρ' ὑμῶν περὶ τῶν ἀσωμάτων μέν, γενητῶν δὲ φύσεων μυθολογούμενα τοῖς παρ' ἡμῶν περὶ τῶν ἐπου ρανίων δυνάμεων λεγομένοις, καὶ ἀθρήσατε τὸ διάφορον· καὶ λογισμῷ γε σώφρονι διακρίνατε, πότερα τούτοιν ταῖς ἀοράτοις οὐσίαις ἁρμοδιώτερα. Εὑρήσετε γάρ, ὀρθῇ γε ψήφῳ διαγινώσκειν ἐθέλοντες, οὐχ ἁγίοις ἀγγέλοις, ἀλλὰ δαίμοσι πρόσφορα παμπο νήροις τὰ παρ' ὑμῶν θρησκευόμενα.
3.100.1
Ἐπειδὴ δὲ καὶ δαιμόνων ἐμνήσθην, προὔργου οἶμαι καὶ περὶ τούτων ἅ γε δοξάζομεν ἐπιδεῖξαι. Ἡμεῖς γὰρ τούτους καὶ τὸν τούτων γε ἄρχοντα, ὃν Σατανᾶν τὰ θεῖα προσαγορεύει λόγια– δηλοῖ δὲ τοὔνομα τὸν ἀποστάτην κατὰ τὴν Ἑβραίων φωνήν· καλεῖ δὲ αὐτὸν καὶ διάβολον, ὡς τὸν Θεὸν παρὰ τοῖς ἀνθρώποις συκοφαντοῦντα καὶ αὐτοῖς γε τοῖς
3.101.1
ἀνθρώποις ἔριν πρὸς ἀλλήλους καὶ διαμάχην ἐμβάλλοντα– τού τους ἡμεῖς οὐ πονηροὺς ἐξ ἀρχῆς παρὰ τοῦ Θεοῦ τῶν ὅλων δημιουργηθῆναί φαμεν οὐδὲ τοιάνδε φύσιν λαχεῖν, ἀλλὰ τῇ παρα τροπῇ τῆς γνώμης ἀπὸ τῶν ἀμεινόνων εἰς τὰ χείρω μεταπεσεῖν καὶ τοῖς παρὰ τοῦ πεποιηκότος παρασχεθεῖσιν οὐκ ἀρκεσθέντας, ἀλλ' ὀρεχθέντας μειζόνων εἰσδέξασθαι μὲν τοῦ τύφου τὸ πάθος, ἐκπεσεῖν δὲ καὶ τῆς ἀρχῆθεν δοθείσης γυμνωθῆναι τιμῆς, εἶτα κατὰ τῶν ἀνθρώπων, ὡς εἰκόνι θείᾳ τετιμημένων, λυττῆσαι καὶ τὸν κατ' αὐτῶν ἀναδέξασθαι πόλεμον· τὸν δὲ ποιητήν, τῇ μὲν τῶν ἀγγέλων ἐπιστασίᾳ φρουρῆσαι τῶν ἀνθρώπων τὸ γένος, ὅπως μὴ βίᾳ καὶ τυραννίδι χρώμενος ὁ ἀοράτως ἐπιών, οὓς διὰ φθόνον ἐμίσησεν, ἀδεῶς διαφθείρῃ, τὴν δὲ ἀγωνιστικὴν οὐκέτι κωλῦσαι διαμάχην, ἵνα δείξῃ τοὺς ἀρίστους ἡ πάλη, καὶ γένωνται ἀνδρα
3.102.1
γαθίας ἀρχέτυπα. Οὗ δὴ εἵνεκα τὴν βιαίαν ἐκείνου προσβολὴν διακωλύσας, τῇ τῶν ἀγγέλων φρουρᾷ τὴν τῶν λογισμῶν ξυνεχώ ρησεν ἀγωνίαν, ὅπως τοὺς ἀξιονίκους ἀποφήνῃ τῶν στεφάνων ἀξίους, οὐκ αὐτὸς μὲν ἐκεῖνον εἰς ἀντιπάλου τάξιν ἀποκληρώσας, εἰς δέον δέ γε τῇ ἐκείνου πονηρίᾳ χρησάμενος, καθάπερ οἱ ἰατροὶ ταῖς ἐχίδναις εἰς νοσημάτων ἀπαλλαγήν.
3.103.1
Ταῦτα μὲν οὖν ἡμεῖς τῆς ἐναντίας πέρι δοξάζειν δυνάμεως ἐδιδάχθημεν· ὁ δέ γε Πλάτων ὁποῖα καὶ περὶ τῶνδε πεφρόνηκε, ῥᾷστα γνοίη τις ἂν ἐντυχών, οἷς ἐκεῖνος ἔγραψεν ἐν τῷ δεκάτῳ τῶν Νόμων· λέγει δὲ οὕτως·" Ψυχὴν δὲ διοικοῦσαν καὶ ἐνοι κοῦσαν πᾶσι τοῖς πανταχῇ κινουμένοις λέγοντας, οὐ καὶ τὸν οὐρα νὸν ἀνάγκη διοικεῖν φάναι; Τί μήν; Μίαν ἢ πλείους; Ἐγὼ ὑπὲρ σφῷν ἀποκρινοῦμαι. Δυοῖν μὲν οὖν γέ που ἐλάττω μὴ τιθῶμεν. Τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάσασθαι."
3.104.1
Τοιαῦτα μὲν οὖν ἐκεῖνος γέγραφεν· ὅσης δὲ ταῦτα ἀτοπίας μεστά, αὐτίκα δὴ καταμαθεῖν εὐπετές. Ψυχὴν γὰρ δὴ κέκληκε τὴν τὰ ὁρώμενα πάντα καὶ μέντοι καὶ τὰ ἀόρατα ἰθύνουσαν δύναμιν· ταύ την δὲ οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανὸν οἰκονομεῖν ἔφησεν. Εἶτα ἐρόμενος, εἰ μίαν ἢ πλείους χρὴ λέγειν, ἀπεκρίνατο, ὡς οὐ δεῖ λέγειν τῶν δύο ἐλάττους· καὶ τὴν μὲν ἐκάλεσεν εὐεργέτιν, τὴν δὲ τῶν ἐναντίων ἐργάτιν, καὶ τὴν ἴσην καὶ τῇ ἀγαθῇ καὶ τῇ πονηρᾷ προσεκλήρωσε δύναμιν· καὶ μέντοι καὶ τὸν οὐρανὸν οἰκονομεῖν ἔφησε τὴν τῆς κακίας δημιουργόν.
3.105.1
Ἡμεῖς δὲ τὸ μὲν πανάγιον Πνεῦμα, ὃν καὶ Παράκλητον οἱ θεῖοι προσαγορεύουσι λόγοι, ἰθύνειν καὶ κυβερνᾶν καὶ ἁγιάζειν οὐ μόνον ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὰς ἄλλας τῶν ἐπουρανίων ξυμμορίας, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς εὐσεβεῖν προαιρουμέ νους καὶ τὰ θεῖα περὶ πολλοῦ ποιουμένους φαμέν· τοὺς δέ γε δαίμονας καὶ τὸν τούτων ἡγούμενον οὐ μόνον τῶν οὐρανίων ἁψί δων ἐξεληλάσθαι, ἀλλὰ καὶ τοὺς τῆς ἀρετῆς ἀθλητὰς ὀρρωδεῖν καὶ δεδιέναι καὶ φεύγειν, μόνους δὲ ἔχειν ὑποχειρίους τοὺς αὐτο
3.106.1
μόλους καὶ αὐθαιρέτως τὴν ἐκείνου δουλείαν ἀσπαζομένους. Ἐν μόνοις γὰρ τοῖς υἱοῖς τῆς ἀπειθείας ἐνεργεῖν αὐτὸν ὁ θεῖος ἀπό στολος εἴρηκεν. Περὶ τούτου πάλιν ὁ Πλάτων καὶ ταῦτα εἴρηκεν ἐν τῷ Φαίδρῳ·" Ἔστι μὲν οὖν καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἀνέμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν." Ταύτῃ γάρ τοι οἷον δελέατι κεχρημένος καὶ τὸ ἄγκιστρον τὸ ὀλέθριον κατα κρύπτων, τοὺς μὲν εὐεξαπατήτους ἀποβουκολεῖ καὶ διόλλυσι τῶν ἀνθρώπων, οἱ δέ γε τὸν νοῦν ἐρρωμένοι προορῶσι τὰς πάγας καὶ ταύτας ὑπερπηδῶσιν.
3.107.1
Ἀτὰρ οὖν καὶ τὰς περὶ τούτων δόξας ἐκ παραλλήλου θέντες, ἀθρήσατε, πότερα τούτων ἁρμοδιώτερα Θεῷ· τὸ τὸν ἀγαθὸν πονηρᾶς φύσεως φάναι δημιουργὸν καὶ τούτῳ μὴ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανὸν ἐγχειρίσαι καὶ ἐπιτρέψαι οἱ κυβερνᾶν, ᾗ βούλεται· ἢ τοὐναντίον εἰπεῖν, ὡς ἀναίτιος μὲν κακῶν παντά πασιν ὁ Θεός, αἱρέσει δὲ γνώμης οἱ δαίμονες γεγένηνται πο
3.108.1
νηροί, ὥσπερ δὴ καὶ τῶν ἀνθρώπων οἱ πλεῖστοι. Ἀλλὰ γὰρ οἶμαι καὶ ὑμᾶς ξυνομολογήσειν, ὡς ταῦτα ἐκείνων ἀμείνω τὰ δόγματα. Εἰ δὲ καὶ αὐτοῖς γε τοῖς θείοις λογίοις ἐντύχοιτε καὶ τὸν ἐκείνων σκοπὸν ἀκριβῶς καταμάθοιτε, σαφέστερον εἴσεσθε, πόσῳ τὰ θεό πνευστα λόγια τῶν ἀνθρωπίνων διενήνοχε λογισμῶν, καὶ ὁποῖα μὲν τὰ τοῦ θείου Πνεύματος δόγματα, ὁποῖα δὲ τὰ τῶν πονηρῶν δαιμόνων παιδεύματα.

Intertext edge

Open linked passage

Note