Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Graecarum affectionum curatio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Δημόκριτον τὸν Δαμασίππου τὸν Ἀβδηρίτην φασὶ παραπλη σίαν εἶναι τῇ φύσει λέγειν τὴν ἀρίστην διδασκαλίαν· μεταμορφοῦν γὰρ δὴ ταύτην καὶ μεταρυθμίζειν πρὸς τὸ βέλτιον τὴν ψυχὴν καὶ τοὺς παλαιοὺς ἀνανεοῦσθαι χαρακτῆρας, οὓς ἐξ ἀρχῆς ἡ
4.2.1
φύσις ἐνέθηκεν. Καὶ ἔγωγε μάλα τόνδε τὸν λόγον εὖ ἔχειν ὑπεί ληφα. Καὶ γὰρ τὸν Σωκράτην τὸν Σωφρονίσκου φησὶν ὁ Πορφύ ριος εἰς ἀκολασίαν, ἡνίκα νέος ἦν, ἀποκλίναντα, σπουδῇ καὶ διδαχῇ τούτους μὲν ἀφανίσαι τοὺς τύπους, τοὺς δὲ τῆς φιλοσο φίας ἐκμάξασθαι. Πολλὰ δέ που τοιαῦτα καὶ τὰ θεῖα ἡμᾶς ἐξεπαίδευσε λόγια. Καὶ γὰρ καὶ τελώνας ὁ Σωτὴρ ὁ ἡμέτερος πλεονεκτικὸν βίον ἀσπασαμένους καὶ ἄδικον καὶ χαμαιτύπην λαγνιστάτην καὶ παρανομώτατον λῃστὴν καὶ ἄλλους πολλοὺς πονηρίᾳ ξυνεζηκότας εἰσηγήσεσι καὶ παραινέσεσιν ἐκ μὲν τοῦ βαράθρου τῆς κακίας ἀνέσπασεν, ἀρετῆς δὲ τελεωτάτης ἀπέφηνεν
4.3.1
ἐραστάς. Καὶ τί λέγω τρεῖς ἢ τέτταρας ἢ δέκα ἢ πεντεκαίδεκα; Πᾶσαν γάρ που τὴν οἰκουμένην οὕτω διακειμένην δι' ἐκείνων γε τῶν ὀλίγων, οὓς αὐτὸς μετερύθμισεν, ἀθρόως μετέβαλε καὶ τὴν πάλαι τοῖς ἐξεστηκόσι καὶ παραπαίουσιν ἐοικυῖαν σωφρονοῦσαν ἀπέφηνεν. Τοῦτο σαφῶς εἰδότες ἡμεῖς τὴν σωτήριον ὑμῖν διδα σκαλίαν προσφέρομεν· καὶ διαμαχομένους ὁρῶντες καὶ ἀντιλέ γοντας καὶ τὴν θεραπείαν ἀπωθουμένους οὐκ ἀπαυδῶμεν, ἀλλὰ τῇ σπογγιᾷ τοῦ λόγου καταιονῶμεν τῆς ἀπιστίας τὸ πάθος.
4.4.1
Τρὶς δὲ ἤδη τοῦτο δεδράκαμεν, καὶ ὅπως ἀναγκαῖον καὶ χρήσι μον τὸ τῆς πίστεως ἐπεδείξαμεν φάρμακον· τίνα τε χρὴ δοξάζειν τῆς οὐσίας πέρι τῆς θείας, καὶ ὁποῖα προσήκει φρονεῖν περὶ τῶν ἀοράτων μέν, γενητῶν δὲ φύσεων, ἐπεδείξαμεν, καὶ τὸ τῆς ποιητικῆς μυθολογίας ἀπογυμνώσαντες αἶσχος καὶ τὴν τερατώδη τῶν φιλοσόφων ἀλληγορίαν ἐλέγξαντες. Ἐπειδὴ δὲ καὶ τῆς ὁρατῆς πέρι κτίσεως οὔτε ἀληθῆ οὔτε μὴν ξυνῳδά γε ἀλλήλοις ἐδόξασαν, ἀλλ' εἰς πολλὰς καθάπερ ἐν νυκτομαχίᾳ διεκρίθησαν μοίρας, ἀλλήλοις ὡς πολεμίοις ἀνέδην κεχρημένοι, προύργου οἶμαι καὶ τὰς τούτων ἐν μέσῳ προθεῖναι δόξας καὶ τῆς θείας γραφῆς παραθεῖναι τὰ δόγματα καὶ δεῖξαί γε ἄντικρυς, ὡς" λογισμοὶ ἀνθρώπων δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν", ᾗ σοφός τις ἡμέτερος εἴρηκεν.
4.5.1
Ξενοφάνης μὲν οὖν ὁ Ὀρθομένους ὁ Κολοφώνιος, ὁ τῆς Ἐλεατικῆς αἱρέσεως ἡγησάμενος, ἓν εἶναι τὸ πᾶν ἔφησε, σφαι ροειδὲς καὶ πεπερασμένον, οὐ γενητόν, ἀλλ' ἀΐδιον καὶ πάμπαν ἀκίνητον· πάλιν δ' αὖ τῶνδε τῶν λόγων ἐπιλαθόμενος, ἐκ τῆς γῆς φῦναι ἅπαντα εἴρηκεν. Αὐτοῦ γὰρ δὴ τόδε τὸ ἔπος ἐστίν· ἐκ γῆς γὰρ τάδε πάντα, καὶ εἰς γῆν πάντα τελευτᾷ.
4.6.1
Ἀξύμφωνοι δὲ ἄντικρυς οἵδε οἱ λόγοι. Εἰ γὰρ ἀΐδιος ὁ κόσμος, καὶ ἄναρχος· εἰ δέ γε ἄναρχος, καὶ ἀναίτιος· εἰ δὲ ἀναίτιος, οὐκ ἔχει δήπου μητέρα τὴν γῆν. Εἰ δὲ αἰτίαν ἔχει τὴν γῆν, οὐκ ἄρα ἀναίτιος· εἰ δὲ οὐκ ἀναίτιος, οὐδὲ ἄναρχος· εἰ δὲ οὐκ ἄναρχος,
4.7.1
οὐκ ἄρα ἀΐδιος. Καὶ Παρμενίδης δὲ ὁ Πύρρητος ὁ Ἐλεάτης, Ξενοφάνους ἑταῖρος γενόμενος, κατὰ μὲν τὸν πρῶτον λόγον ξύμφωνα τῷ διδασκάλῳ ξυγγέγραφεν· αὐτοῦ γὰρ δὴ τόδε τὸ ἔπος εἶναί φασιν· οὖλον μουνογενές τε καὶ ἀτρεμὲς ἠδ' ἀγένητον. Αἴτιον δὲ τῶν ὅλων οὐ τὴν γῆν μόνον, καθάπερ ἐκεῖνος, ἀλλὰ
4.8.1
καὶ τὸ πῦρ εἴρηκεν οὗτος. Μέλισσος δὲ ὁ Ἰθαγένους ὁ Μιλήσιος τούτου μὲν ἑταῖρος ἐγένετο, τὴν δὲ παραδοθεῖσαν διδασκαλίαν ἀκήρατον οὐκ ἐτήρησεν· ἄπειρον γὰρ οὗτος ἔφη τὸν κόσμον,
4.9.1
ἐκείνων φάντων πεπερασμένον. Δημόκριτος δὲ ὁ Ἀβδηρίτης ὁ Δαμασίππου τὴν τοῦ κενοῦ καὶ τῶν ναστῶν πρῶτος ἐπεισήγαγε δόξαν· ταῦτα δὲ Μητρόδωρος ὁ Χῖος ἀδιαίρετα καὶ κενὸν προσ ηγόρευσεν, ὥσπερ αὖ πάλιν Ἐπίκουρος ὁ Νεοκλέους ὁ Ἀθηναῖος, πέμπτῃ γενεᾷ μετὰ Δημόκριτον γεγονώς, τὰ ὑπ' ἐκείνων ναστὰ καὶ ἀδιαίρετα δὴ κληθέντα ἄτομα προσηγό
4.10.1
ρευσεν. Ἀδιαίρετον δὲ καὶ ἄτομον καὶ ναστὸν οἱ μὲν διὰ τὸ ἀπαθὲς ὠνομάσθαι φασίν, οἱ δὲ διὰ τὸ ἄγαν σμικρόν, ἅτε δὴ τομὴν καὶ διαίρεσιν δέξασθαι οὐ δυνάμενον. Καλοῦσι δὲ οὕτω τὰ σμικρότατα ἐκεῖνα καὶ λεπτότατα σώματα, ἃ διὰ τῶν φωταγω γῶν εἰσβάλλων ὁ ἥλιος δείκνυσιν ἐν ἑαυτῷ ἄνω καὶ κάτω παλ
4.11.1
λόμενα. Τούτοις καὶ Ἔκφαντος ὁ Συρακούσιος ὁ Πυθαγόρειος ἠκολούθησε. Πλάτων δὲ ὁ Ἀρίστωνος ἀρχὰς εἶναι τῶν ὅλων τὸν θεὸν καὶ τὴν ὕλην καὶ τὰς ἰδέας φησίν· Ἀριστοτέλης δὲ ὁ Σταγειρίτης ὁ Νικομάχου εἶδος καὶ ὕλην καὶ στέρησιν· στοιχεῖα δὲ οὐ τέσσαρα, ἀλλὰ πέντε· ἕτερον γὰρ εἶναι τὸ αἰθέριον εἴρη
4.12.1
κεν, ἄτρεπτόν τε καὶ ἀμετάβλητον. Ξενοκράτης δὲ ὁ Χαλκηδό νιος ἀέναον τὴν ὕλην, ἐξ ἧς ἅπαντα γέγονε, προσηγόρευσεν. Ζήνων δὲ ὁ Κιτιεὺς ὁ Μνασέου, ὁ Κράτητος φοιτητής, ὁ τῆς Στωϊκῆς ἄρξας αἱρέσεως, τὸν θεὸν καὶ τὴν ὕλην ἀρχὰς ἔφησεν εἶναι. Ἵππασος δὲ ὁ Μεταποντῖνος καὶ Ἡράκλειτος ὁ Βλόσωνος ὁ Ἐφέσιος ἓν εἶναι τὸ πᾶν, ἀκίνητον καὶ πεπερασμένον, ἀρχὴν δὲ τὸ πῦρ ἐσχηκέναι. Ὁ δὲ Ἀπολλωνιάτης Διογένης ἐκ τοῦ
4.13.1
ἀέρος ἔφη ξυστῆναι τὸ πᾶν. Καὶ τὴν ὕλην δέ γε Θαλῆς μὲν καὶ Πυθαγόρας καὶ Ἀναξαγόρας καὶ Ἡράκλειτος καὶ ὁ τῶν Στωϊκῶνὁρμαθὸς τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ ῥευστὴν ἔφασαν εἶναι· Δη μόκριτος δὲ καὶ Μητρόδωρος καὶ Ἐπίκουρος ἀπαθῆ τὰ ἄτομα καὶ τὸ κενὸν προσηγόρευσαν. Ὁ δέ γε Πλάτων σωματοειδῆ τὴν ὕλην ἔφησεν εἶναι καὶ ἄμορφον καὶ ἀνείδεον καὶ ἀσχημάτιστον καὶ ἄποιον παντελῶς. Ταῦτα γὰρ πάντα, φησίν, ὕστερον παρὰ τοῦ πεποιηκότος ἐδέξατο. Ἀριστοτέλης δὲ αὐτὴν σωματικὴν
4.14.1
κέκληκεν, οἱ Στωϊκοὶ δὲ σῶμα. Τὸ δὲ κενὸν οἱ περὶ Δημόκριτον τῶν ἀτόμων ὠνομάκασι τόπον, οἱ δὲ ἄλλοι ἅπαντες τοῦτόν γε ἄντικρυς κωμῳδοῦσι τὸν λόγον. Αὐτίκα τοίνυν Ἐμπεδοκλῆς οὕτω φησίν· οὐδέ τι τοῦ παντὸς κενεὸν πέλει οὐδὲ περιττόν.
4.15.1
Οἱ δὲ Στωϊκοὶ ἐντὸς μὲν τοῦ παντὸς μηδὲν εἶναι κενόν, ἐκτὸς δὲ αὐτοῦ πάμπολύ τε καὶ ἄπειρον. Ὁ δὲ Στράτων ἔμπαλιν ἔξ ωθεν μὲν μηδὲν εἶναι κενόν, ἔνδοθεν δὲ δυνατὸν εἶναι. Οὐ μόνον δὲ ἐν τούτοις διαφωνίᾳ γε πλείστῃ, ἀλλὰ κἀν τοῖς ἄλλοις ἐχρήσαντο. Καὶ γὰρ δὴ τὸν κόσμον Θαλῆς μὲν καὶ Πυθα γόρας καὶ Ἀναξαγόρας καὶ Παρμενίδης καὶ Μέλισσος καὶ Ἡράκλειτος καὶ Πλάτων καὶ Ἀριστοτέλης καὶ Ζήνων ἕνα εἶναι ξυνωμολόγησαν· Ἀναξίμανδρος δὲ καὶ Ἀναξιμένης καὶ Ἀρχέλαος καὶ Ξενοφάνης καὶ Διογένης καὶ Λεύκιππος καὶ Δημόκρι
4.16.1
τος καὶ Ἐπίκουρος πολλοὺς εἶναι καὶ ἀπείρους ἐδόξασαν. Καὶ οἱ μὲν σφαιροειδῆ τοῦτον εἶναι, οἱ δὲ ἑτεροειδῆ· καὶ οἱ μὲν μυλοει δῶς, οἱ δὲ τροχοῦ δίκην περιδινεῖσθαι· καὶ οἱ μὲν ἔμψυχόν τε καὶ ἔμπνουν, οἱ δὲ παντάπασιν ἄψυχον· καὶ οἱ μὲν κατ' ἐπίνοιαν γε νητόν, οὐ κατὰ χρόνον, οἱ δὲ ἀγένητον παντελῶς καὶ ἀναίτιον· καὶ οὗτοι μὲν φθαρτόν, ἐκεῖνοι δὲ ἄφθαρτον.
4.17.1
Καὶ τοὺς ἀστέρας δὲ Θαλῆς μὲν γεώδεις καὶ ἐμπύρους ὠνό μασεν· ὁ δέ γε Ἀναξαγόρας ἐκ τῆς τοῦ παντὸς περιδινήσεως πέτρους εἶπεν ἀνασπασθῆναι, καὶ τούτους ἐκπυρωθέντας τε καὶ ἄνω παγέντας ἀστέρας ὀνομασθῆναι. Καὶ Δημόκριτος δὲ τοῦτον κρατύνει τὸν λόγον· ὁ δὲ Διογένης κισηροειδεῖς λέγει εἶναι τού τους, διαπνοάς τινας ἔχοντας· ὁ δὲ Ἀναξίμανδρος ξυστήματα ἄττα τοῦ ἀέρος ἔφη, τροχοειδῶς πεπιλημένα, πυρὸς ἔμπλεα
4.18.1
εἶναι, ἀπό τινων στομίων ἀφιέντα τὰς φλόγας. Διογένης δὲ καὶ ἐμπίπτειν εἰς τὴν γῆν τινας τούτων ἔφησε καὶ σβεννυμένους ἐλέγχεσθαι, ὅτι λίθων ἔχουσι φύσιν, καὶ μάρτυρι χρῆται τῷ ἐν Αἰγὸς ποταμοῖς πυροειδῶς κατενεχθέντι ποτέ. Ὁ δὲ Πλάτων ὡς ἐπίπαν μὲν τούτους ἐκ τοῦ πυρὸς ξυνεστάναι, μετέχειν δὲ καὶ τῶν ἄλλων στοιχείων φησίν. Ὁ δέ γε Ἀριστοτέλης τοῦ πέμπτου σώματος
4.19.1
εἴρηκε ξυγγενεῖς. Ξενοφάνης δὲ ἐκ νεφῶν μὲν λέγει πεπυρωμένων ξυνίστασθαι, σβεννυμένους δὲ μεθ' ἡμέραν νύκτωρ 4. πάλιν ἀναζωπυρεῖσθαι, καθάπερ τοὺς ἄνθρακας. Ἡρακλείδης δὲ καὶ ἄλλοι τῶν Πυθαγορείων τινὲς ἕκαστον τῶν ἀστέρων κόσμον ὑπάρχειν φασί, γῆν περιέχοντα καὶ ἀέρα· καὶ οἱ μὲν σφαιροειδεῖς τούτους
4.20.1
εἰρήκασι, κωνοειδεῖς δὲ Κλεάνθης ὁ Στωϊκός.
4.21.1
Καὶ μέντοι καὶ τὸν ἥλιον καὶ τὴν σελήνην ὁ Ξενοφάνης νέφη εἶναι πεπυρωμένα φησίν· Ἀναξαγόρας δὲ καὶ Δημόκριτος καὶ Μητρόδωρος μύδρον ἢ πέτρον διάπυρον· Θαλῆς δὲ γεώδη, κιση ροειδῆ δὲ Διογένης· ὁ δὲ Ἀριστοτέλης σφαῖραν εἶναι ἐκ τοῦ πέμπτου σώματος ξυνεστῶσαν· ὁ δὲ Πλάτων τὸ μὲν πλεῖστον ἔχειν ἐκ τοῦ πυρός, μετέχειν δὲ καὶ τῶν ἄλλων σωμάτων· Φιλό λαος δὲ ὁ Πυθαγόρειος ὑαλοειδῆ, δεχόμενον μὲν τοῦ ἐν τῷ κόσμῳ πυρὸς τὴν ἀνταύγειαν, διηθοῦντα δὲ πρὸς ἡμᾶς τό τε φῶς καὶ τὴν ἀλέαν, εἰδώλου τάξιν ἐπέχοντα· καὶ ἕτεροι δὲ ἕτερα ἄττα περὶ τούτου ἐδόξασαν, ἃ περιττὸν οἶμαι λέγειν, ἵνα μὴ τῆς αὐτῆς
4.22.1
μεταλάχω τερθρείας. Καὶ μεγέθους δὲ πέρι καὶ σχήματος πολλὴ παρ' αὐτοῖς διαμάχη· οἱ μὲν γὰρ αὐτὸν σφαιροειδῆ φασιν, οἱ δὲ σκαφοειδῆ, οἱ δὲ ἁρματιαίῳ τροχῷ παραπλήσιον· καὶ Ἀνα ξίμανδρος μὲν ἑπτακαιεικοσαπλασίω τῆς γῆς τοῦτον ἔφησεν εἶναι, Ἐμπεδοκλῆς δὲ ἶσον τῇ γῇ, ὁ δὲ Ἀναξαγόρας Πελοποννήσου
4.23.1
μείζονα, Ἡράκλειτος δὲ ποδιαῖον. Καὶ περὶ σε λήνης δὲ ὁμοίως ὑθλοῦσιν· γεώδη μὲν γὰρ αὐτὴν ὁ Θαλῆς φησιν, Ἀναξιμένης δὲ καὶ Παρμενίδης καὶ Ἡράκλειτος ἐκ μόνου ξυνεστάναι πυρός· Ἀναξαγόρας δὲ καὶ Δημόκριτος στε ρέωμα διάπυρον, ἔχον ἐν ἑαυτῷ πεδία καὶ ὄρη καὶ φάραγγας· ὁ δὲ Πυθαγόρας πετρῶδες σῶμα· Ἡρακλείδης δὲ γῆν ὀμίχλῃ περιεχομένην· καὶ οἱ μὲν μείζονα τῆς γῆς ἀποφαίνονται, οἱ δὲ ἰσόμετρον, οἱ δέ γε ἐλάττονα, ἄλλοι δὲ σπιθαμῆς ἔχειν διάμετρον.
4.24.1
Καὶ τί δεῖ λέγειν, ὅσα ἐκεῖνοι σχημάτων πέρι καὶ ἐκλείψεων καὶ διαστημάτων μυθολογοῦσιν; οὐ γὰρ μόνον ὅσον ἀλλήλων δι εστήκασι, λέγουσιν, ἀλλὰ καὶ ὅσον τῆς γῆς ἀφεστήκασι· καὶ τετρακοσίας ἀριθμοῦσι καὶ μέντοι καὶ πλείους σταδίων μυριάδας, τὰς μὲν ἀπὸ γῆς μέχρι σελήνης, τὰς δὲ ἐκεῖθεν μέχρις ἡλίου· καὶ οὐκ αἰσχύνονται τῆς μὲν θαλάττης ἀγνοοῦντες τὸ βάθος, ἔνθα καὶ ὁρμιὰν καθεῖναι δύνανται καὶ ἱμονιάν, τὸ δὲ τοῦ ἀέρος καὶ τοῦ αἰθέρος μέτρον σαφῶς εἰδέναι φιλοτιμούμενοι καὶ οὐδὲ τὸ ἀκερδὲς τοῦ πράγματος ἐνθυμούμενοι οὐδὲ τῆς Αἰσχύλου παραι νέσεως ἐπαΐοντες· τὰ μηδὲν ὠφελοῦντα μὴ ζήτει μάτην.
4.25.1
Τούτων δὲ ἕκαστον εἰ καὶ εὑρετὸν ἦν, ἀνόνητον παντάπασιν ἦν. Ἐπειδὴ δὲ καὶ ἀνέφικτος ἀνθρώποις ἡ εὕρεσις, ἀτεχνῶς ἐοίκασι τοῖς καθ' ὕδατος γράφουσιν ἢ κοσκίνῳ ὕδωρ ἀντλοῦσιν. Καὶ οὗτοι γὰρ δὴ κἀκεῖνοι μάταιον ἀναδέχονται πόνον καὶ εἰς
4.26.1
οὐδὲν δέον τὴν σχολὴν ἀναλίσκουσιν. Τοῦτο δὴ ξυνορῶν ὁ Σω κράτης, μετεωρολόγοις καὶ φυσιολόγοις ἐρρῶσθαι φράσας, τὴν ἠθικὴν διδασκαλίαν ἠσπάσατο. Καὶ τοῦτο δεδήλωκεν ὁ Ξενοφῶν ἐν τοῖς Ἀπομνημονεύμασι, λέγων ὡδί·" Ὅλως δὲ καὶ τῶν οὐρανίων ἕκαστα, ἃ ὁ θεὸς μηχανᾶται, φροντιστὴν εἶναι τούτων ἀπέτρεπεν. Οὔτε γὰρ εὑρετὰ ἀνθρώποις αὐτὰ ἐνόμιζεν εἶναι, οὔτε χαρίζεσθαι θεοῖς ἡγεῖτο τὸν ζητοῦντα ταῦτα, ἃ ἐκεῖνοι σα φηνίσαι οὐκ ἠβουλήθησαν· κινδυνεῦσαι δ' ἂν καὶ παραφρονῆσαι τὸν ταῦτα μεριμνῶντα, οὐδὲν ἧττον ἢ Ἀναξαγόρας παρεφρόνησεν, ὁ μέγιστον φρονήσας ἐπὶ τῷ τὰς τῶν θεῶν μηχανὰς ἐξηγεῖσθαι."
4.27.1
Καὶ ταῦτα δ' αὖ πάλιν ὁ αὐτὸς τοῦ αὐτοῦ πέρι γέγραφεν·" Οὐ δεὶς δὲ πώποτε Σωκράτους οὐδὲν ἀσεβὲς οὔτε ἀνόσιον οὔτε πράττοντος εἶδεν οὔτε λέγοντος ἤκουσεν. Οὐδὲ γὰρ περὶ τῆς τῶν ἁπάντων φύσεως ἢ περὶ τῶν ἄλλων, ὡς οἱ πλεῖστοι, δι ελέγετο, σκοπῶν ὅπως ὁ καλούμενος ὑπὸ τῶν σοφιστῶν κόσμος ἔχει, καὶ τίσιν ἀνάγκαις ἕκαστα γίνεται τῶν οὐρανίων, ἀλλὰ καὶ
4.28.1
τοὺς φροντίζοντας τὰ τοιαῦτα μωραίνοντας ἀπεδείκνυεν. Καὶ πρῶ τον μὲν αὐτῶν ἐσκόπει, πότερόν ποτε νομίσαντες ἱκανῶς ἤδη τὰ ἀνθρώπινα εἰδέναι, ἔρχονται ἐπὶ τὸ περὶ τῶν τοιούτων φροντίζειν, ἢ τὰ μὲν ἀνθρώπινα παρέντες, τὰ δαιμόνια δὲ σκοποῦντες, ἡγοῦνται τὰ προσήκοντα πράττειν. Ἐθαύμαζε δέ, εἰ μὴ φανερὸν αὐτοῖς ἐστιν, ὅτι ταῦτα οὐ δύνατόν ἐστιν ἀνθρώποις εὑρεῖν· ἐπεὶ καὶ τοὺς τὰ μέγιστα φρονοῦντας ἐπὶ τῷ περὶ τούτων λέγειν οὐ ταὐτὰ δοξάζειν ἀλλήλοις, ἀλλὰ τοῖς μαινομένοις ὁμοίως διακεῖ
4.29.1
σθαι πρὸς ἀλλήλους· τῶν τε γὰρ μαινομένων τοὺς μὲν οὐδὲ τὰ δεινὰ δεδιέναι, τοὺς δὲ καὶ τὰ μὴ φοβερὰ φοβεῖσθαι· καὶ τοῖς μὲν οὐδ' ἐν ὄχλῳ δοκεῖν αἰσχρὸν εἶναι λέγειν ἢ ποιεῖν ὁτιοῦν, τοῖς δ' οὐδ' ἐξιτητέον εἰς ἀνθρώπους εἶναι δοκεῖν· καὶ τοὺς μὲν οὔθ' ἱερὸν οὔτε βωμὸν οὐδὲ ἄλλο τῶν θείων οὐδὲν τιμᾶν, τοὺς δὲ καὶ λίθους καὶ ξύλα τυγχάνοντα καὶ θηρία σέβεσθαι. Τῶν δὲ περὶ τῆς τῶν πάντων φύσεως μεριμνώντων τοῖς μὲν δοκεῖν ἓν μόνον τὸ ὂν εἶναι, τοῖς δὲ ἄπειρα τὸ πλῆθος, καὶ τοῖς μὲν ἀεὶ τὰ πάντα κινεῖσθαι, τοῖς δὲ οὐδὲν ἄν ποτε κινηθῆναι, καὶ τοῖς μὲν ἅπαντα γίνεσθαί τε καὶ ἀπόλλυσθαι, τοῖς δὲ οὔτ' ἂν γενέσθαι
4.30.1
ποτὲ οὐδὲν οὔτ' ἀπολέσθαι." Καὶ ἄλλα δὲ πολλὰ τοιαῦτα διέξ εισι, τὴν πολλὴν ἐκείνων ἀδολεσχίαν ἐλέγχων. Ταῦτα τοὺς μετεωρολέσχας οὐδεὶς τῶν ἡμετέρων ἐγράψατο, ἀλλὰ Ξενοφῶν καὶ Σωκράτης, τῶν Ἑλλήνων οἱ ἄριστοι. Καὶ ῥᾷστον τῷ βουλο μένῳ τοῖς Ξενοφῶντος Ἀπομνημονεύμασιν ἐντυχεῖν καὶ γνῶναι σαφῶς, ὡς ταῦτά γε ἐκεῖνος περὶ τῶν πολυθρυλήτων φιλοσόφων γέγραφεν.
4.31.1
Εἰ δέ τις οἴεται κἀμὲ συκοφαντῆσαι τοὺς ἄνδρας, τὴν παμπόλ λην αὐτῶν διαφωνίαν ἐλέγξαντα, ἀναγνώτω μὲν Ἀετίου τὴν Περὶ ἀρεσκόντων ξυναγωγήν, ἀναγνώτω δὲ Πλουτάρχου τὴν Περὶ τῶν τοῖς φιλοσόφοις δοξάντων ἐπιτομήν· καὶ Πορφυρίου δὲ
4.32.1
ἡ Φιλόσοφος ἱστορία πολλὰ τοιαῦτα διδάσκει. Ἀπόχρη δὲ καὶ τὰ Ξενοφῶντος, ὧν ἀρτίως ἐμνήσθημεν, μαρτυρῆσαι τοῖς παρ' ἡμῶν εἰρημένοις ἀλήθειαν· μάλα γὰρ ἐκεῖνος καὶ τὴν πολλὴν αὐτῶν ἄγνοιαν καὶ ἣν πρὸς ἀλλήλους ἐσχήκασιν ἐκωμῴδησε διαμάχην. Ἐγὼ δὲ τοὺς μὲν ἄλλους ἅπαντας παραλείψω, Πλάτωνος δὲ τὰ μὲν ἐπαινέσομαι, τὰ δέ, ὡς οὐκ εὖ ἔχοντα, διελέγξω· ἐκεῖνα μὲν γὰρ αὐτοῦ λίαν ἐστὶν ἀξιέπαινα, ἅπερ ἐν
4.33.1
τῷ Τιμαίῳ γέγραφε·" Λέγωμεν δὴ δι' ἥντινα αἰτίαν γένεσιν καὶ τὸ πᾶν τόδε ὁ ξυνιστὰς ξυνεστήσατο." Εἶτα ἐπήγαγε τὴν ἀρίστην ἐκείνην καὶ θαύματος ἀξίαν ἀπόκρισιν·" Ἀγαθὸς ἦν, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς ἐγγίνεται φθόνος· τούτου δὲ ἐκτὸς ὤν, πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ." Παραπλήσια δὲ οὐ κατὰ τὴν φύσιν εἴρηκεν, ἀλλὰ κατ' αὐτό γε μόνον τὸ εἶναι. Ὥσπερ γὰρ αὐτός ἐστιν, οὕτως ἠβουλήθη καὶ τὰ μὴ ὄντα γενέσθαι τε καὶ εἶναι· ἀλλ' αὐτὸς μὲν ἔστι, παρ' οὐδενὸς τὸ εἶναι λαβών, τοῖς δὲ γενητοῖς αὐτὸς τὸ εἶναι δεδώ
4.34.1
ρηται. Ξυγγενῆ δὲ τοῖς εἰρημένοις καὶ τάδε·" Οὐ γὰρ χρείας ἕνεκεν ὁ θεὸς πεποίηκε τὸν κόσμον, ἵνα τιμάς τε πρὸς ἀνθρώπων καὶ πρὸς θεῶν ἄλλων καὶ δαιμόνων καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ
4.35.1
θεῶν καὶ δαιμόνων τὰς οἰκείας λειτουργίας." Κἀνταῦθα πάλιν ἀνενδεῆ τὸν Θεὸν ἔφησεν εἶναι, καὶ δι' ἀγαθότητά γε μόνην τὰ πάντα πεποιηκέναι· θεοὺς δὲ καὶ δαίμονας κέκληκεν, οὓς ἡμεῖς ἀγγέλους προσαγορεύομεν, καὶ τούτους γε λειτουργοὺς ἔφησεν
4.36.1
εἶναι τοῦ τῶν ὅλων Θεοῦ. Ἀξιέπαινα δὲ κἀν τῇ Πολιτείᾳ ξυγ γέγραφεν·" Τοῖς γενομένοις" γάρ φησι" μὴ μόνον τὸ γενέσθαι φάναι ὑπὸ τοῦ ἀγαθοῦ παρεῖναι, ἀλλὰ καὶ τὸ εἶναί τε καὶ τὴν οὐσίαν αὐτοῖς ὑπ' ἐκείνου προσεῖναι, οὐκ οὐσίας ὄντος τἀγαθοῦ, ἀλλ' ἐπέκεινα οὐσίας, πρεσβείᾳ καὶ δυνάμει ὑπερέχοντος." Οὐ γάρ τοι μόνον, φησί, κοινὸν τὸ εἶδος αὐτοῖς, καθάπερ δὴ χαλκο τύπος καὶ χρυσοχόος, ἐντέθεικεν, ἀλλὰ καὶ τὴν οὐσίαν αὐτοῖς ἐδημιούργησέ τε καὶ δέδωκεν, οὐ τὴν αὐτὴν ἔχων αὐτὸς τοῖς γεγονόσι φύσιν· ὑπὲρ οὐσία γάρ ἐστι καὶ οὐσίας ἐπέκεινα, οὐκ ἀϊδιότητί γε μόνῃ, ἀλλὰ καὶ δυνάμει τῶν ποιημάτων ὑπέρτερος
4.37.1
ὤν. Σαφῶς δέ γε διὰ τούτων δεδήλωκεν, ὡς οὐκ ἐξ ὑποκειμένης ὕλης τὰ πάντα πεποίηκεν ὁ Θεός, ἀλλὰ μὴ ὄντα παρήγαγεν ὡς ἠθέλησεν. Ἀγαστὰ δὲ αὐτοῦ κἀκεῖνα καὶ θαύματος ἄξια·" Πό τερον ἦν ἀεὶ γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν ἀπ' ἀρχῆς τινος ἀρξάμενος;" Εἶτα ἀποκρίνεται καί φησι·" Γέγονεν." Καὶ παρέχεται τὴν ἀπόδειξιν·" Ὁρατὸς γάρ" φησιν" ὤν, καὶ ἁπτός ἐστιν· ἁπτὸς δὲ ὤν, καὶ σῶμα ἔχει· πάντα δὲ τὰ τοιαῦτα αἰσθητά· τὰ δὲ αἰσθητὰ δόξῃ περιληπτὰ καὶ γενητὰ ἐφάνη. Τῷ δ' αὖ γενομένῳ φαμὲν ὑπ' αἰτίου τινὸς ἀναγκαῖον εἶναι γενέσθαι."
4.38.1
Ταῦτα περὶ τῶν γενητῶν εἰρηκώς, ἅπερ δεῖ φρονεῖν περὶ τοῦ πεποιηκότος, σοφώτατα ἐξεπαίδευσεν. Ἔφη γάρ·" Τὸν μὲν οὖν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον, καὶ εὑρόντα εἰς πάντας ἐξειπεῖν ἀδύνατον· ῥητὸν γὰρ οὐδαμῶς ἐστιν
4.39.1
ὡς τὰ ἄλλα μαθήματα." Δείκνυσι δὲ ἡμῖν καὶ τὸν τοῦ Θεοῦ Λόγον τὰ πάντα δημιουργοῦντα. Ἐκ γὰρ τῆς Ἑβραίων καὶταῦτα ἐδιδάχθη γραφῆς καὶ βοᾷ λέγων·" Ἐξ οὖν λόγου καὶ δια νοίας θεοῦ πρὸς χρόνου γένεσιν, ἵνα γενήθῃ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλάνητες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονεν. Σώματα δὲ
4.40.1
αὐτῶν ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς." Ἐν τούτοις δὲ ἡμᾶς ἐδίδαξεν, ὡς οὐ μόνον διὰ τοῦ Λόγου τὴν κτίσιν πεποίηκεν ὁ Θεός, ἀλλ' ὅτι καὶ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες σώματά τέ εἰσι γενητὰ καὶ παρὰ τοῦ Θεοῦ τὸ εἶναι εἰλή φασιν. Οὐδὲν δὲ τῶν τοιούτων, καὶ κατά γε τὸν τοῦ Πλάτωνος λόγον, Θεός· εἰς χρείαν γὰρ ἀνθρώπων γεγένηνται. Καὶ τοῦτό γε ἐν ταῖς Φοινίσσαις Εὐριπίδης δεδήλωκε, λέγων ὡδί· εἶθ' ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς, σὺ δ' οὐκ ἀνέξει δωμάτων ἔχειν ἴσον;
4.41.1
Ἀλλ' ὁ μὲν Εὐριπίδης τὸν ἥλιον καὶ τὴν σελήνην δουλεύειν ἔφη βροτοῖς· ὑμεῖς δὲ δουλεύειν τοῖς ὑμετέροις γε δούλοις ἀνέχεσθέ τε καὶ τὸ θεῖον αὐτοῖς ἀπονέμετε σέβας. Ἐγὼ δὲ αὖθις ἐπὶ τὸν Πλάτωνα μεταβήσομαι. Ἐπαινῶ γὰρ αὐτὸν καὶ περὶ τῆς
4.42.1
τοῦ παντὸς ξυντελείας παραπλήσια ἡμῖν λέγοντα. Εἰπὼν γάρ·" Εἰ μὲν δὴ καλός ἐστιν ὅδε ὁ κόσμος ὅ τε δημιουργὸς ἀγαθός, δῆλον ὡς πρὸς τὸ ἀΐδιον ἔβλεπεν", καὶ περί γε τοῦ οὐρανοῦ προστεθεικώς·" Ὁ μὲν γὰρ κάλλιστος τῶν γεγονότων, ὁ δὲ ἄριστος τῶν αἰτίων", καὶ πάλιν ἐπαγαγών·" ξυνεστήσατο οὐρα νὸν ὁρατὸν καὶ ἁπτόν", ἐπήγαγε μετ' ὀλίγα·" Χρόνος οὖν μετ' οὐρανοῦ γέγονεν, ἵν' ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε
4.43.1
λύσις τις αὐτῶν γένηται." Κἀν τῷ Πολιτικῷ δὲ τοιαῦτα ἔφη·" Τὸ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἔχειν ἀεὶ καὶ ταὐτὸν εἶναι πάν τως τοῖς θειοτάτοις προσήκει μόνοις, σώματος δὲ φύσις οὐ τῆς τοιαύτης τάξεως. Καὶ δὴ ὃν οὐρανὸν καὶ κόσμον ἐπωνομάκαμεν, πολλῶν μὲν καὶ μακαρίων παρὰ τοῦ πεποιηκότος μετείληφεν, ἀτὰρ οὖν δὴ κεκοινώνηκέ γε καὶ σώματος· ὅθεν αὐτῷ μεταβολῆς
4.44.1
ἀμοίρῳ γενέσθαι διὰ παντὸς ἀδύνατον." Αὐτοῦ δὲ πάλιν καὶ ταῦτα·" Τότε δὴ τοῦ παντὸς ὁ κυβερνήτης, οἷον πηδαλίων οἴακας ἀφέμενος, εἰς τὴν αὑτοῦ περιωπὴν ἀπέστη, τὸν δὲ κόσμον πάλιν ἀνέστρεφεν εἱμαρμένη τε καὶ ξύμφυτος ἐπιθυμία. Πάντες οὖν οἱ κατὰ τοὺς τόπους ξυνάρχοντες τῷ μεγίστῳ δαίμονι θεοί, γνόντες ἤδη τὸ γινόμενον, ἀφίεσαν αὖ τὰ μέρη τοῦ κόσμου τῆς ἑαυτῶν ἐπιμελείας· ὁ δὲ μεταστρεφόμενος καὶ ξυμβαλών, ἀρχῆς τε καὶ τελευτῆς ἐναντίαν ὁρμὴν ὁρμηθείς, σεισμὸν πολὺν ἐν αὐτῷ ποιῶν, ἄλλην αὐτῷ φθορὰν ζῴων παντοίων ἀπειργάσατο."
4.45.1
Ἐν δὲ τούτοις ξυμφέρεται μὲν ἡμῖν, ἐν οἷς τὴν τοῦ παντὸς μεταβολὴν ἔφησε, καὶ ὅτι τοῦ Θεοῦ καταλιπόντος τοὺς οἴακας, ἀφίστανται μὲν ὅσαι τῶν ἀοράτων δυνάμεων οἰκονομεῖν τινα μέρη τῆς κτίσεως ἐκελεύσθησαν, ὑπομένει δὲ τὴν ἀλλοίωσιν τὰ ὁρώ μενα· τὰ δέ γε ἄλλα ἐκ τοῦ τηνικάδε κατεσχηκότος ὑπομεμένηκε πλάνου, ὅτι τῆς ὕλης ἡ ξύμφυτος ἐπιθυμία τὸν κόσμον ἀνέστρεφε,
4.46.1
κατά γε τὴν ξυγκληρωθεῖσαν ἐξ ἀρχῆς εἱμαρμένην. Ταῦτα γάρ ἐστιν ἅπερ ἐν τοῖς περὶ τῆς κτίσεως λόγοις τῷ φιλοσόφῳ μεμφό μεθα· ξυνυπάρχειν γὰρ τῷ Θεῷ τὴν ὕλην καὶ οὗτος ἔφησε, καθὰ καὶ Πυθαγόρας καὶ Ἀριστοτέλης καὶ οἱ τῆς Ποικίλης ἐπώνυμοι. Καὶ τὴν ὕλην δὲ ἔστιν ὅτε πονηρὰν ὀνομάζει. Ἀκούομεν γὰρ αὐτοῦ περὶ τοῦ κόσμου λέγοντος·" Παρὰ μὲν τοῦ ξυνθέντος πάντα καλὰ κέκτηται· παρὰ δὲ τῆς ἔμπροσθεν ἕξεως, ὅσα χαλεπὰ καὶ ἄδικα ἐν οὐρανῷ γίνεται, ταῦτα ἐξ ἐκείνης αὐτός τε
4.47.1
ἔχει καὶ τοῖς ζῴοις ἐναπεργάζεται." Προστέθεικε δὲ καὶ ταῦτα·" Τούτων δὲ αὐτῶν τὸ σωματοειδὲς αἴτιον, τὸ τῆς πάλαι φύσεως ξύντροφον, ὅτι πολλῆς ἦν μετέχον ἀταξίας, πρὶν εἰς τὸν νῦν κόσμον ἀφικέσθαι." Τούτοις νεμεσᾶν πάντα οἶμαι ἄνθρωπον, ὑγιᾶ γε τὸν νοῦν ἔχοντα. Διαβάλλει γὰρ ἄντικρυς τῆς ὕλης τὴν φύσιν· καὶ οὕτως αὐτῆς ἰσχυρὰν ἄγαν καὶ ἀήττητον λέγει τὴν κάκην, ὡς μηδὲ τὸν ποιητὴν δυνηθῆναι ταύτην ἐπὶ τὸ κρεῖττον μεταβαλεῖν. Διέμεινε γὰρ τῇ καχεξίᾳ χρωμένη· καὶ παρὰ τοῦ Θεοῦ δεξαμένη τὸ εἶδος, τὴν προτέραν οὐκ ἐξέβαλε πονηρίαν. Οὗ δὴ χάριν οὐ μόνον ἐν γῇ, ἀλλὰ καὶ ἐν οὐρανῷ τὰ χαλεπὰ
4.48.1
καὶ ἄδικα δρᾷ καὶ τοῖς ζῴοις ἐναπεργάζεται. Ταῦτα τῶν ἤδη πρόσθεν εἰρημένων ἀνάξια καὶ τῆς ὑψηγορίας ἐκείνης καὶ θεολο γίας ἀλλότρια καὶ τῶν χαμαιπετῶν τε καὶ περιγείων ἔκγονα λογισμῶν. Τὸ γὰρ δὴ φάναι κἀν τῷ οὐρανῷ διαμεῖναι τὴν ἀτα ξίαν, ὡς χαλεπά τινα καὶ ἐν αὐτῷ τολμᾶσθαι καὶ ἄδικα, τοπάζειν παρασκευάζει τὴν μὲν ὕλην ἰσχυροτάτην, ἀσθενῆ δὲ εἶναι τὸν ποιητήν. Καίτοι φησὶν αὐτὸν τὸν οὐρανὸν πρὸς τὸ νοητὸν δη
4.49.1
μιουργῆσαι παράδειγμα. Λέγει δὲ οὕτως ἐν τῷ Τιμαίῳ·" Πό τερον οὖν ὀρθῶς ἕνα οὐρανὸν εἰρήκαμεν, ἢ πολλοὺς καὶ ἀπείρους ἦν λέγειν ὀρθότερον; ἕνα, εἴπερ κατὰ τὸ παράδειγμα δεδη μιουργημένος ἔσται." Παράδειγμα δὲ οἶμαι λέγειν αὐτὸν ἢ τὸν Θεὸν ὡς ἕνα, ἢ τὴν ἰδέαν, ἣν ἔννοιαν εἶναι τοῦ Θεοῦ λέγει, ἢ τὸν νοητὸν οὐρανόν, ὃν ὑπέρτερον εἶναι τούτου ἡ θεία λέγει γραφή. Εἴτε δὲ τοῦτο εἴτε ἐκεῖνο λέγει παράδειγμα, ἥκιστά γε ἁρμόττει τῷ οὐρανῷ τῶν χαλεπῶν καὶ ἀδίκων ἡ πρᾶξις.
4.50.1
Ἀλλὰ τῶν μὲν καλουμένων φιλοσόφων τοσαύτην ἔχει διαμάχην τὰ δόγματα· ὥρα δὲ λοιπὸν ἐπιδεῖξαι τῆς θείας γραφῆς τὴν εὐγένειαν καὶ τὴν τῆς κοσμογενείας ἀλήθειαν. Τοὺς μὲν γὰρ περὶ τῆς ὕλης μύθους εἰς τὸ Ἡσιόδου ἀπέρριψε Χάος· δη μιουργῆσαι δὲ τὰ ξύμπαντα ἔφησε τὸν Θεόν, οὐ καθάπερ οἰκο δόμοι καὶ ναυπηγοὶ καὶ χαλκοτύποι καὶ χρυσοχόοι, καὶ μέντοι καὶ ὑφάνται καὶ σκυτοτόμοι καὶ οἱ ἄλλοι τεχνῖται τὰς ὕλας ἐρανι ζόμενοι ταύτας εἰδοποιοῦσί τε καὶ διαγλύφουσι, καὶ τὰ ὄργανα παρ' ἀλλήλων ἀντιλαμβάνοντες, ἀλλ' ἅμα βουληθῆναί τε καὶ τὰ μηδαμῇ μηδαμῶς ὄντα παραγαγεῖν. Ἀπροσδεὴς γὰρ ὁ τῶν
4.51.1
ὅλων Θεός· αἱ δὲ ἀνθρώπιναι τέχναι ἀλλήλων προσδέονται. Δεῖ ται μὲν γὰρ ὁ κυβερνήτης τοῦ ναυπηγοῦ, δεῖται δὲ ὁ ναυπηγὸς καὶ ὑλοτόμου καὶ χαλκέως καὶ πιττουργοῦ καὶ στυππειοποιοῦ, δεῖται δέ γε καὶ ὁ δρυτόμος τοῦ φυτουργοῦ, καὶ αὖ πάλιν ὁ φυτουργὸς καὶ γῆς καὶ ἀρδείας καὶ φυτῶν καὶ σπερμάτων καὶ χαλκέως ἐργαζομένου σμινύην καὶ δίκελλαν, δεῖται δέ που καὶ ὁ χαλκεὺς οἰκοδόμου καὶ οἰκίσκον οἰκοδομοῦντος καὶ ξυναρμόζοντος τῷ ξύλῳ τὸν ἄκμονα καὶ ἐνείροντος τῷ ῥαιστῆρι τὸν στελεόν, καὶ πάντες δὲ ὁμοίως καὶ σκυτοτόμου καὶ ὑφάντου καὶ γηπόνου προσδέονται, ἵνα τὸ σῶμα καὶ τρέφωσι καὶ καλύπτωσι, κἀκεῖνοι δ' αὖ πάλιν τῆς τούτου γε ἐξήρτηνται τέχνης, ἵν' ἑκάστῳ τὰ
4.52.1
ὄργανα παράσχῃ τὰ πρόσφορα. Ὁ δὲ τοῦ παντὸς ποιητὴς οὔτε ὀργάνων οὔτε ὕλης δεδέηται· ἀλλ' ὅπερ ἐστὶ τοῖς ἄλλοις τεχνί ταις καὶ ὕλη καὶ ὄργανα, καὶ μέντοι καὶ χρόνος καὶ πόνος καὶ ἐπιστήμη καὶ ἐπιμέλεια, τοῦτο τῷ Θεῷ τῶν ὅλων ἡ βούλησις·" Πάντα γάρ, ὅσα ἠθέλησεν, ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις",
4.53.1
ᾗ φασιν οἱ ἱεροὶ λόγοι. Ἠθέλησε δὲ οὐχ ὅσα ἠδύνατο, ἀλλ' ὅσαπερ ἀρκεῖν ἐδοκίμασεν. Ῥᾴδιον μὲν γὰρ ἦν αὐτῷ καὶ μυρίους καὶ δισμυρίους δημιουργῆσαι κόσμους, εἴπερ δὴ ἄρα τὸ βουλη θῆναι ῥᾷστον ἁπάντων τῶν ποιητέων ἐστίν. Καὶ γὰρ ἡμῖν τὸ βουληθῆναι πάντων ἐστὶν εὐμαρέστατον, ἀλλ' οὐ ξυμπαρομαρτεῖ τῇ γε ἡμετέρᾳ βουλήσει ἡ δύναμις· τῷ δὲ Θεῷ τῶν ὅλων ὅσα βουλητὰ δυνατά· τῇ βουλήσει γὰρ ἡ δύναμις ἥνωται· ἀλλ' ὅμως οὐ τῇ δυνάμει τὴν κτίσιν ἐμέτρησεν, ἀλλ' ὅσαπερ ἠθέλησεν ἐδη
4.54.1
μιούργησεν. Καὶ ἐπειδὴ τῶν γεγονότων τὰ μέν ἐστιν αἰσθητά, τὰ δὲ νοητά, καὶ τὰ μὲν ἐπίγεια, τὰ δὲ ὑπερουράνια, ἀναγκαίως καὶ ζῷα πεποίηκε τὰ μὲν αἰσθητά, τὰ δὲ νοητά· καὶ τοῖς μὲν νοη τοῖς τὸν αἰθέρα καὶ τὸν οὐρανὸν ἀπεκλήρωσε, τοῖς δὲ αἰσθητοῖς
4.55.1
τὴν γῆν δέδωκε καὶ τὴν θάλατταν ἐνδιαίτημα. Ἐπειδὴ δὲ τῶν νοητῶν τινες εἰς κακίαν ἀπέκλιναν, ἐξηλάθησαν εἰκότως τῶν οὐρανίων χώρων, καὶ τὴν ἐν τῷ ἀέρι καὶ τῇ γῇ διατριβὴν αὐτοῖς ἀπεκλήρωσεν, οὐχ ἵνα ἐπιτελῶσιν, ὅσαπερ ἂν τοῖς ἀνθρώποις ἐπιβουλεύειν ἐπιχειρῶσιν– ἐπέχει γὰρ δήπου τοῦτο ποιεῖν ἡ τῶν ἀγγέλων φρουρά–, ἀλλ' ἵνα τῇ μεταστάσει μάθωσιν, ἡλίκων πρόξενος ἡ πονηρία κακῶν.
4.56.1
Ἐπειδὴ δὲ διχῇ τὰ αἰσθητὰ διέκρινε γένη καὶ τὰ μὲν λογικὰ πεποίηκε, τὰ δὲ ἄλογα, ὑπέταξε τῷ λογικῷ ζῴῳ τῶν ἀλόγων τὴν φύσιν. Τυραννεῖ δὲ ὅμως τινὰ τούτων καὶ στασιάζει πρὸς τὴν ἀρχὴν καὶ ἐπιβουλεύειν πειρᾶται· ἐπειδὴ δὲ καὶ οἱ τούτων ἄρχον τες ταὐτὸ τοῦτο δρῶσι, καὶ λόγῳ τιμηθέντες κατὰ τοῦ πεποιηκότος λυττῶσι, διὰ δὴ τοῦτο καὶ αὐτοὶ στασιάζονται, ὅπως δι' ὧν πάσχουσι μάθωσιν, ὡς σχέτλιον καὶ παμπόνηρον τὸ παραβαίνειν
4.57.1
τὴν τάξιν καὶ τοὺς κειμένους ὅρους ἀδεῶς ὑπερβαίνειν. Τούτους δὲ τοὺς ὅρους ἔστιν ἰδεῖν τὰ ἄψυχα στοιχεῖα φυλάττοντα. Καὶ γὰρ ἡ θάλαττα ταῖς καταιγίσι ῥιπιζομένη καὶ κυκωμένη καὶ πρὸς τὴν χέρσον ὠθουμένη τὴν ψάμμον αἰσχύνεται καὶ τοὺς πεπηγότας ὅρους παρελθεῖν οὐκ ἀνέχεται· ἀλλά, καθάπερ ἵππος ὁρμῶν ἀνα χαιτίζεται χαλινῷ, οὕτως ἐκείνη, τὸν ἄγραφον τοῦ Θεοῦ νόμον ἐν ταῖς ἀκταῖς θεωμένη, εἰς τοὐπίσω χωρεῖ, οἷόν τισιν ἡνίαις ἀγχο
4.58.1
μένη. Οὕτως οἱ ποταμοὶ τρέχουσιν ὥσπερ ἐτάχθησαν ἐξ ἀρχῆς, καὶ ἀναβλύζουσιν αἱ πηγαί, καὶ τὰ φρέατα χορηγεῖ τοῖς ἀνθρώποις τὴν χρείαν, καὶ αἱ τοῦ ἔτους ὧραι ἀλλήλας εὐρύθμως διαδέχονται,
4.59.1
καὶ τὴν ἰσότητα τιμῶσαι τοῦ πλείονος οὐκ ἐφίενται. Τοῦτον τὸν νόμον καὶ ἡμέραι καὶ νύκτες διατηροῦσιν ἐνδελεχῶς, καὶ οὔτε μηκυνόμεναι μεγαλαυχοῦσιν οὔτε σμικρυνόμεναι δυσχεραίνουσιν, ἀλλὰ παρ' ἀλλήλων τὸν χρόνον κιχρώμεναι πάλιν ἀναμφισβητή τως τὸ χρέος ἐκτίνουσιν, οὐ ζυγομαχοῦσαι πρὸς ἀλλήλας, ἀλλ' ἔριδος δίχα καὶ παρέχουσαι καὶ λαμβάνουσαι.
4.60.1
Κἀκεῖνα δὲ ὁμοίως τοῦ δημιουργοῦ τὴν σοφίαν ἐπιδεικνύει καὶ δύναμιν. Οὔτε γὰρ ἡ γῆ ἐν τοσαύταις δὴ χιλιάσιν ἐτῶν ἀρουμένη καὶ σπειρομένη καὶ φυτευομένη καὶ τρέφουσα τοὺς καρποὺς καὶ πατουμένη καὶ μεταλλευομένη καὶ ὑομένη καὶ νιφομένη καὶ φλεγο μένη, μείωσίν τινα πέπονθεν ἢ τοὺς καρποὺς ἐλάττους τοῖς γεωρ γοῦσι προσφέρει, οὔτε ἡ θάλαττα, τῶν νεφῶν διηνεκῶς ἐκεῖθεν ἀνιμωμένων τῶν ὑδάτων τὴν φύσιν, καὶ τὸν ὑετὸν ὠδινόντων καὶ παρεχόντων τῇ γῇ, ἐλάττων ὤφθη πώποτε ἢ κοιλοτέρα ἐγένετο ἢ τὰς ἠϊόνας κατέλιπεν, ἃς πάλαι κατέκρυπτεν, οὔτε μὴν ηὐξήθη
4.61.1
πάλιν, τοὺς πανταχόθεν εἰσρέοντας ποταμοὺς δεχομένη. Καὶ οὔτι λέγω, πόθεν δὴ ἄρα τῶν ποταμῶν τὰ ῥεύματα φέρεται– ἄρρητος γὰρ δή μοι πάμπαν καὶ οὗτος ὁ λόγος· ὅπως δὲ καὶ ὁ ἥλιος τὴν ὑγρὰν οὐσίαν πέφυκεν ἀναλίσκειν, εὐπετὲς μάλα τῷ βουλομένῳ καταμαθεῖν. Καὶ γὰρ δὴ ξηραίνει τὰ τέλματα καὶ τὰ τῶν ὑδάτων ἀναλίσκει ξυστήματα καὶ τὰ ἡμέτερα σώματα διαυαίνει, καὶ μέντοι τοὺς ποταμοὺς σμικρυνομένους ἔστιν ἰδεῖν, ὅταν οὗτος ἀφεὶς τὰ
4.62.1
νότια ἐπὶ τὰ βόρεια μέρη τρέχῃ καὶ τὸ θέρος ἐργάζηται. Διά τοι τοῦτο καὶ τὸν Νεϊλόν φασιν οὐ κατὰ τὸν αὐτὸν τοῖς ἄλλοις ποτα μοῖς πλημμυρεῖν καιρόν, ἀλλὰ μεσοῦντος τοῦ θέρους ἐπικλύζειν τὴν Αἴγυπτον, ὡς τοῦ γε ἡλίου τὴν βορειοτέραν διαθέοντος ζώνην, καὶ τοῖς ἄλλοις μὲν ποταμοῖς ἐνοχλοῦντος, τούτου δέ γε πλεῖ στον ἀπέχοντος. Εἰ δὲ καὶ ἄλλας αἰτίας τῆς τούτου γε πλημ μύρας εἶναί φασί τινες, ἀλλ' οὐκ ἔμοιγε ἁρμόττειν τόνδε νῦν τὸν λόγον ὑπείληφα. Καὶ γὰρ τοῖς ἄλλοις παρεγγυῶ τῆς μὲν θείας οἰκονομίας μὴ πολυπραγμονεῖν τὰς αἰτίας, θαυμάζειν δὲ τὰ γινό μενα καὶ τὸν ποιητὴν ἀνυμνεῖν.
4.63.1
Διὸ δὴ καὶ ἔγωγε θαυμάζω καὶ τοῦ ἀέρος μὴ δαπανωμένην τὴν φύσιν, τοσούτων μὲν ἀνθρώπων, τοσούτων δὲ ἀλόγων ζῴων διαπνεόντων τοῦτον διηνεκῶς, τοσαύτης δὲ ἀκτῖνος καὶ οὕτως ἄγαν θερμῆς τοῦτον διαπερώσης, πρὸς δὲ τῷ ἡλίῳ καὶ τῆς σελήνης καὶ
4.64.1
τῶν ἀστέρων ταὐτό γε τοῦτο ποιούντων. Ἀλλὰ γὰρ ὑπὲρ θαῦμα τὸ θαῦμα· καὶ κινδυνεύω γε λέγειν, ὡς οὐδὲ θαῦμα τὸ θαῦμα. Θεοῦ γὰρ δημιουργοῦντος, προσήκει θαυμάζειν μὲν ὡς ἥκιστα, ὑμνεῖν δὲ ὡς μάλιστα· πάντα γὰρ αὐτῷ ῥᾴδιον ποιεῖν, ὅσα γε αὐτῷ πρόσφορα. Ἐναπέθετο δὲ καὶ οἷς δεδημιούργηκεν, εἰς ὅσον ταῦτα ξυνεστάναι βούλεται χρόνον, δύναμιν ἀποχρῶσαν. Διά τοι τοῦτο καὶ ἡ γῆ μεμένηκεν, οἵαπερ ἐξ ἀρχῆς ἐγεγόνει, καὶ ἡ θάλαττα οὔτε σμικρύνεται οὔτε αὔξεται, καὶ ὁ ἀὴρ ἣν ἐξ ἀρχῆς ἔλαχε φύσιν, ἄσυλον διετήρησε, καὶ ὁ ἥλιος δὲ τήκειν οὐ δύναται καὶ διαλύειν, ὃ διαθέει στερέωμα, οὔτε μὴν τὸ στερέωμα, ὑγρὸν ὄν, θερμὸν ὄντα τὸν ἥλιον σβέννυσιν· ἕκαστον γάρ, ὃν ἐξ ἀρχῆς ἔλαχε, διεφύλαξε κλῆρον. Τὰς γὰρ ἐναντίας φύσεις ὑγροῦ καὶ ξηροῦ, καὶ αὖ πάλιν ψυχροῦ καὶ θερμοῦ, ξυνήγαγεν εἰς φιλίαν ὁ
4.65.1
ποιητής. Ὅταν τοίνυν τούτων ἕκαστον ἴδωμεν, καὶ τὸν μὲν ἥλιον νῦν μὲν τὰ βόρεια, νῦν δὲ τὰ νότια, ἄλλοτε δὲ τὰ μέσα τοῦ οὐρα νοῦ διαθέοντα, καὶ τὴν σελήνην αὐξομένην καὶ φθίνουσαν, καὶ τοὺς ἀστέρας κατὰ καιρὸν ἀνίσχοντάς τε καὶ δυομένους καὶ ἀμήτου καιρὸν καὶ σπόρου σημαίνοντας καὶ τοῖς ναυτιλλομένοις χειμῶνα καὶ γαλήνην μηνύοντας, μὴ ταῦτά γε, ὦ φίλοι ἄνδρες, θεοποιή σωμεν, ἀλλὰ τὸν τούτων ποιητὴν καὶ δημιουργὸν καὶ κυβερνήτην ἀνυμνήσωμεν καὶ διὰ τῶν ὁρωμένων πρὸς τὸν ἀόρατον ἐκδημή
4.66.1
σωμεν. Ἀλλὰ γὰρ οὐκ ἐκδημίας ἡμῖν ἀλλὰ πίστεως χρεία· διὰ ταύτης γὰρ μόνης ἰδεῖν ἐκεῖνον δυνάμεθα. Ὅταν ἴδωμεν εἰς καιρὸν τὰς ὥρας μεταβαινούσας, καὶ τὸν ὑετὸν τῇ γῇ χορηγού μενον, καὶ ταύτην φύουσαν καὶ τῇ πόᾳ καλυπτομένην, καὶ τὰ λήϊα κυμαίνοντα καὶ τοὺς λειμῶνας ἀνθοῦντας, καὶ κομῶντα τὰ ἄλση καὶ βρίθοντα τῷ καρπῷ, κινήσωμεν εἰς ὑμνῳδίαν τοῦ ταῦτα δεδωρημένου τὴν γλῶτταν, καὶ μήτε Νύμφας ὀρεστιάδας ἢ πηγαίας ἢ ποταμίας, μήτε τὰς Νηρέως θεοποιήσωμεν θυγατέρας, μήτε τῇ Δηοῖ τὸν ἴουλον ᾄσωμεν ἢ τὸν λιτυέρσαν, μὴ Διονύσῳ τὸν διθύραμβον, μὴ τῷ Πυθίῳ μάντει τὸν παιᾶνα, μὴ τῇ Ἀρτέμιδι τὸν οὔπιγγον· ἀλλὰ τῷ ποιητῇ τῶν ὅλων τὴν Δαυι τικὴν προσενέγκωμεν μελῳδίαν καὶ μετ' ἐκείνου βοήσωμεν·" Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίη
4.67.1
σας." Ὅταν ᾠδικῶν ὀρνίθων ἀκούσωμεν ποικίλα γε ᾀδόντων ᾄσματα καὶ διάφορα, καὶ τεττίγων τερετιζόντων, ἐρρῶσθαι φράσαντες Σειρῆσι καὶ Μούσαις, τὸν πάνσοφον καὶ παναλκῆ Θεὸν προσκυνήσωμεν, τὸν καὶ τοῖς μικροῖς πτηνοῖς τοσαύτην μέλους δωρησάμενον ἁρμονίαν καὶ διὰ πάντων καὶ τρέφοντα καὶ τέρποντα καὶ καταθέλγοντα τῶν ἀνθρώπων τὸ γένος.
4.68.1
Ταῦτα ταῖς τῶν φιλοσόφων, ὦ φίλοι ἄνδρες, παρεξετάσατε δόξαις, καὶ σκοπήσατε, ὀρθῇ γε καὶ δικαίᾳ χρώμενοι ψήφῳ, τίνα τούτων περὶ Θεοῦ λέγειν πρόσφορα καὶ ἁρμόδια, τὸ ἀγέ νητον εἶναι τὸ πᾶν, ἢ ἀπὸ ταὐτομάτου ξυστήναι, ἢ τὸ ἀπὸ τῶν ἀτόμων καὶ τοῦ κενοῦ ξυναρμοσθῆναι, ἢ τὸ ὑπὸ Θεοῦ μέν, ἐκ δὲ τῆς ὕλης γενέσθαι, ἢ τούτων μὲν ἕκαστον περὶ Θεοῦ λέγειν ἀνόσιον, ἐκεῖνο δέ γε εἰκός τε καὶ ἀληθές, ὡς τῶν ὅλων ποιητὴς ὁ Θεός, οὐ τοῖς ἄλλοις τεχνίταις παραπλησίως ἐξ ὕλης τὰ πάντα δημιουργήσας, ἀλλ' αὐτὸς τὰ πάντα μὴ ὄντα παραγαγὼν καὶ
4.69.1
παρασχεῖν ἐθελήσας τοῖς μὴ οὖσι τὸ εἶναι. Ῥᾴδιον γὰρ αὐτῷ καὶ ἐκ μὴ ὄντων καὶ ἐξ ὄντων δημιουργεῖν· τοῦτο γὰρ δὴ καὶ πάλαι πεποίηκε καὶ καθ' ἑκάστην, ὡς ἔπος εἰπεῖν, ἡμέραν ποιεῖ. Καὶ γὰρ ἐξ ὑποκειμένων σωμάτων διαπλάττει τῶν ζῴων τὰ σώματα καὶ ἐκ μὴ ὄντων δημιουργεῖ τὰς ψυχάς, οὐχ ἅπασι τοῖς ζῴοις, ἀλλὰ μόνοις ἀνθρώποις· καὶ διὰ τῶν πτηνῶν δημιουργεῖ τὰ πτηνὰ καὶ διὰ τῶν νηκτῶν τὰ νηκτὰ καὶ τῶν ἄλλων γενῶν
4.70.1
ἕκαστον διὰ τῶν ὁμογενῶν διαπλάττει. Οὕτω δὴ καὶ τῆς γῆς τοὺς καρποὺς διὰ τῶν σπειρομένων καὶ φυτευομένων τοῖς ἀνθρώ ποις προσφέρει· πάλαι δὲ ἡ γῆ καὶ ἄσπαρτος καὶ ἀνήροτος ἐβλάστησε πᾶσαν φυτῶν καὶ σπερμάτων ἰδέαν καὶ τῶν ἑρπετῶν καὶ τετραπόδων τὰ γένη· καὶ τῶν ὑδάτων ἡ φύσις ἔφυσεν, ὡς ἐκελεύσθη, καὶ τὰ τοῖς ὕδασιν ἐνδιαιτώμενα ζῷα καὶ τὰ τὸν ἀέρα
4.71.1
διαπερᾶν πεφυκότα. Αὐτὴν μέντοι τὴν γῆν καὶ τὸν οὐρανὸν καὶ τὸν ἀέρα καὶ τῶν ὑδάτων τὴν φύσιν καὶ τὸ πῦρ καὶ τὸ φῶς οὐ τῇ ὕλῃ ἀναδοῦναι προσέταξεν, ἀλλὰ μὴ ὄντα παρήγαγεν, αὐτὸς καὶ φυτουργός· καὶ ναυπηγὸς τοῦ μεγίστου σκάφους τῆς κτίσεως γεγονώς, αὐτὸς καὶ κυβερνᾷ καὶ ἰθύνει, ὃ πανσόφως κατεσκεύασε
4.72.1
σκάφος. Ταῦτα οὐ μόνον ἡμᾶς εὐαγγελισταὶ παιδεύουσι καὶ ἀπόστολοι, ἀλλὰ καὶ προφῆται καὶ τῶν προφητῶν ὁ κορυφαῖος Μωϋσῆς, ὁ τὴν κοσμογονίαν ξυγγράψας, καὶ πρό γε τούτων Ἀβραὰμ καὶ Μελχισεδὲκ καὶ ἅπας τῶν πατριαρχῶν ὁ χορός. Ἕκαστος γὰρ τούτων οὐ πολλούς, ἀλλὰ τὸν τοῦ παντὸς ἐθεο λόγησε ποιητήν. Καὶ τοῦτο εἴσεσθε, εἰ τοῖς θείοις λογίοις ἐντύ χοιτε.
4.73.1
Ἐκ παραλλήλου τοίνυν μεμαθηκότες, ὅσον τῶν ἀνθρωπίνων ὑπέρκειται λογισμῶν τῆς θείας γραφῆς τὰ παιδεύματα, φύγετε μέν, ὦ φιλότης, τὸν πλάνον, ἀσπάζεσθε δὲ τὴν ἡλίου φανοτέραν ἀλήθειαν, ἵνα ὑπὸ ταύτης φωταγωγούμενοι καὶ τῶν θείων λο γίων τὸν νοῦν θεωρήσητε καὶ τοὺς τούτων διδασκάλους θαυ μάσητε, καὶ" πεσόντες ἐπὶ πρόσωπον", ἀποστολικῶς εἰπεῖν," προσκυνήσητε τῷ Θεῷ, λέγοντες ὅτι ὄντως ὁ Θεὸς ἐν ὑμῖν ἐστιν".

Intertext edge

Open linked passage

Note