Graecarum affectionum curatio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
5.1.1
Ἔστι τις λίθου φύσις, ἣν μαγνῆτιν ὀνομάζουσιν, ἣ πᾶσαν ἐῶσα τὴν ἄλλην ὕλην ἀκίνητον, τὸν σίδηρον ἐφέλκεται μόνον· ἔστι δὲ ὅτε καὶ δείκνυσιν αἰωρούμενον, οὔτε κάτωθεν ὑπό τινος ἐρειδόμενον οὔτε ἄνωθεν φαινομένῳ τῳ ξυνδεδεμένον, ἀφανῶς δὲ τῆς ὑπερκειμένης ἐκείνης ἢ ὑπερφαινομένης ἐνεργείας ἐξηρτη
5.2.1
μένον. Τοιόνδε τι γινόμενον ἐπὶ τῶν θείων λογίων ἴδοι τις ἄν. Πολλοὶ μὲν γὰρ δὴ τούτων, μᾶλλον δὲ ἅπαντες, ὡς ἔπος εἰπεῖν, ἐπαίουσιν ἄνθρωποι· οἱ δὲ τῆς πίστεως μόνοι θηρεύονται τρόφιμοι, οὔτε κάτωθεν ὑπό τινος εὐκληρίας ψυχαγωγούμενοι οὔτε ἄνωθεν ὁρωμένῳ τῳ ξυνδεδεμένοι, μόναις δὲ ταῖς ἀφανέσιν ἐλπίσι τὸν νοῦν ξυναρμόσαντες. Τῷ τοι καὶ ὁ θεῖος ἀπόστολος" τὸν περὶ τοῦ σταυροῦ λόγον τοῖς μὲν ἀπολλυμένοις εἶναι μωρίαν, τοῖς δὲ
5.3.1
σωζομένοις Θεοῦ δύναμιν" ἔφησεν. Ἀλλ' ἐκείνη μὲν ἡ λίθος ἰδιότητι φύσεως θέειν παρ' αὐτὴν τὸν σίδηρον ἐκβιάζεται· τῶν δὲ θείων λογίων ἡ χάρις οὐκ αὐτὴ τοὺς μὲν προσίεται, τοὺς δὲ ἀποπέμπεται (πᾶσι γὰρ τοῖς ἐμφορεῖσθαι βουλομένοις προχέει τὰ νάματα), ἀλλὰ τὸ τῶν ἀκροωμένων αὐθαίρετον τοὺς μὲν προσάγει διψῶντας, τοὺς δὲ πόρρω ποιεῖ, τόνδε τὸν ἵμερον ἔχειν ἥκιστα
5.4.1
βουλομένους. Ὁ δέ γε τῶν ψυχῶν ἰατρὸς τὴν τῶν οὐκ ἐθελόν των ἀπολαύειν τῆς θεραπείας οὐ βιάζεται γνώμην· αὐτοκράτορα γὰρ καὶ αὐτεξούσιον τὴν λογικὴν φύσιν δημιουργήσας, παραινέ σεσι μὲν καὶ νόμοις καὶ τῶν χειρόνων ἀποτρέπει καὶ ἐπὶ τὰ κρείττω προτρέπει, οὐκ ἀναγκάζει δὲ μὴ βουλομένην τῶν ἀμει νόνων μεταλαχεῖν, ἵνα μὴ παρακινήσῃ τοὺς ὅρους τῆς φύσεως.
5.5.1
Ταύτῃ τοι καὶ διὰ τῶν προφητῶν βοᾷ·" Ἐὰν θέλητε καὶ εἰσ ακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε." Καὶ αὖ πάλιν·" Δεῦτε τέκνα, ἀκούσατέ μου, φόβον Κυρίου διδάξω ὑμᾶς· τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς;" Εἶτα τῶν χειρόνων ἀποτρέπων, ἐπιδείκνυσι τὸ πρακτέον·" Παῦ σον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον· ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν· ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν." Δῆλα δὲ τοῖς πειθομένοις ποιεῖ καὶ τῶν πόνων τὰ ἆθλα, ὅτι" ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα
5.6.1
αὐτοῦ εἰς δέησιν αὐτῶν". Ἐπειδὴ δὲ καὶ ὁ φόβος τοῖς παιδαγω γουμένοις ἁρμόδιος, ἀναγκαίως καὶ ταῖς ἀπειλαῖς τοὺς ῥᾳστώνῃ ξυζῶντας δεδίττεται καί φησιν·" Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακά, τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐ τῶν." Ὁ δὲ ταύτην προσενεγκὼν διὰ τοῦ προφήτου τὴν παραί νεσιν ἐν τοῖς ἱεροῖς εὐαγγελίοις οὐκ ἄλλῳ τῳ χρώμενος ὑπουργῷ, ἀλλ' αὐτὸς διὰ τῆς σαρκὸς φθεγγόμενος, ἣν ἀνέλαβεν, ἔλεγεν·" Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω." Καὶ πάλιν·" Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ
5.7.1
ἀναπαύσω ὑμᾶς·" Καὶ ἄλλα δὲ μυρία εὕροι τις ἂν κἀν τοῖς θείοις εὐαγγελίοις κἀν τοῖς τῶν ἀποστόλων ξυγγράμμασι, δη λοῦντα σαφῶς τῆς τῶν ἀνθρώπων φύσεως τὸ αὐθαίρετον. Οὗ δὴ χάριν κἀγὼ πέμπτην ὑμῖν, ὦ ἄνδρες, τήνδε προσφέρω παραί νεσιν· οὐκ ἀξιῶν μόνον, ἀλλὰ καὶ ἄγαν γε λιπαρῶν καὶ ποτνιώ μενος τὸν τῆς ἰατρείας μὴ προέσθαι καιρὸν μηδὲ ἀναβάλλεσθαι τὴν σωτηρίαν εἰς αὔριον, ἣν οὐκ ἴσμεν εἴπερ δὴ πάντως ὀψόμεθα, ἀλλ' ἀναμνησθῆναι τῆς τοῦ Ἀσκραίου ποιητοῦ παραινέσεως· μηδ' ἀναβάλλεσθαι ἔς τ' αὔριον ἔς τε ἔνηφι, προσέχειν δὲ ἀκριβῶς καὶ τῇ ἄλλῃ τοῦδε τοῦ ποιητοῦ γνώμῃ, ξυνῳδὰ φθεγγομένῃ· αἰεὶ δ' ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.
5.8.1
Ἐπειδὴ τοίνυν τοῦ κόσμου πέρι καὶ τῆς ὕλης τίνα προσήκει φρονεῖν, μεμαθήκαμεν, καὶ ὅσον τὸ μέσον τῶν τε θείων καὶ τῶν φιλοσόφων δογμάτων, φέρε λοιπὸν ἐξετάσωμεν, τίνα περὶ τῆς τοῦ ἀνθρώπου φύσεως ἡ θεία γραφὴ φρονεῖν ἡμᾶς ἐξεπαίδευσεν, καὶ τίνα οἱ τῇ εὐεπείᾳ τοὺς λόγους καλλύνοντες καὶ ὀνομάτων
5.9.1
ὥρᾳ καὶ ῥημάτων ἡβρυσμένων προσενεγκόντες τὸ ψεῦδος. Ὅσα μὲν οὖν ποιηταὶ περὶ τούτου μυθολογοῦσιν, ἐατέον ἐπὶ τοῦ πα ρόντος, οὐ μύρῳ τούτους, κατὰ τὸν Πλάτωνα, χρίσαντας, ἀλλὰ τῇ φερομένῃ παρ' αὐτῶν δυσοσμίᾳ τὰς αἰσθήσεις ἀποτειχίσαντας. Ἐκεῖνοι γὰρ οὐ μόνον γηγενεῖς, ἀλλὰ καὶ σπαρτοὺς ἀνθρώπους γεγενῆσθαί φασι καὶ ἐκ δρακοντείων ἀναφῦναι ὀδόντων. Ἃ δέ γε φιλόσοφοι θρυλοῦσι καὶ ξυγγραφεῖς, ταῦτα μόνα τῇ τῆς ἀληθείας
5.10.1
παραθετέον διδασκαλίᾳ. Ῥητέον δέ γε πρὸ τῶν ἄλλων ἁπάντων, ὅσην περὶ τῆς τοῦδε τοῦ γένους ξυστάσεως ἔριν καὶ διαμάχην ἐσχήκασιν. Οἱ μὲν γὰρ ἀΐδιον εἶναι τῶν ἀνθρώπων τὴν φύσιν εἰρήκασι καὶ τοῦδε τοῦ γένους ἀεὶ ἔμπλεων γεγενῆσθαι τὴν γῆν, οἱ δὲ ἐν τῇ Ἀττικῇ πρῶτον φῦναι ἀνθρώπους, ἄλλοι δὲ ἐν Ἀρκαδίᾳ τοῦτο γενέσθαι πρῶτον, ἕτεροι δ' αὖ πάλιν ἐν Αἰγύπτῳ καὶ ἄλλαις δὲ πόλεσι πολλὴ περὶ τούτου φιλοτιμία γεγένηται.
5.11.1
Πρὸς δὲ τοῖς εἰρημένοις οἱ μὲν ὄλβιον τόδε τὸ ζῷον κεκλήκασιν, οἱ δὲ δείλαιον καὶ τρισάθλιον. Καὶ Ὅμηρος μὲν ἀκιδνὸν αὐτὸ καὶ ὀϊζυρὸν ὀνομάζει· Θέογνις δὲ ὁ Σικελιώτης ὁ Μεγαρόθεν βοᾷ· πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον μηδ' ἐσορᾶν αὐγὰς ὀξέος ἠελίου· φύντα δ' ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι. Ξυνῳδὰ δὲ τούτοις καὶ τῆς Εὐριπίδου τραγῳδίας τὰ ἰαμβεῖα·
5.12.1
ἐχρῆν γὰρ ἡμᾶς ξύλλογον ποιουμένους τὸν φύντα θρηνεῖν, εἰς ὅσ' ἔρχεται κακά, τὸν δ' αὖ θανόντα καὶ πόνων πεπαυμένον χαίροντας εὐφημοῦντας ἐκπέμπειν δόμων. Καὶ Σόλωνα δὲ τὸν Ἀθηναῖον, τὸν νομοθέτην, Ἡρόδοτος εἰρηκέναι τῷ Κροίσῳ ἔφη·" Ὦ Κροῖσε, πᾶς ἄνθρωπός ἐστι
5.13.1
ξυμφορή." Πυθαγόρας δὲ καὶ Πλάτων δῆμόν τινα ψυχῶν ἀσω μάτων εἰσάγουσι καὶ τὰς ἁμαρτάδι τινὶ περιπεσούσας τιμωρίας χάριν εἰς σώματα καταπέμπεσθαι λέγουσιν. Τῷ τοι ὁ Πλάτων ἐν τῷ Κρατύλῳ τὸ σῶμα σῆμα κέκληκεν, ὡς ἐν τούτῳ τῆς
5.14.1
ψυχῆς οἱονεὶ τεθαμμένης. Ξύμφωνα δὲ τούτῳ καὶ Φιλόλαος ὁ Πυθαγόρειος ἔφη· λέγει δὲ ὧδε·" Μαρτυρέονται δὲ καὶ οἱ παλαιοὶ θεολόγοι τε καὶ μάντεις, ὡς διά τινας τιμωρίας ἁ ψυχὰ τῷ σώματι ξυνέζευκται καὶ καθάπερ ἐν σάματι τούτῳ τέθαπται." Ἀλλὰ τῶνδε τῶν λόγων ὁ Πλάτων ἐπιλησθείς, τοὐναντίον ἐν τῷ τρίτῳ τῆς Πολιτείας παραδηλοῖ· ἐπιμελεῖσθαι γὰρ σώματος δεῖν φησι ψυχῆς ἕνεκα ἁρμονίας, δι' οὗ βιοῦν τε ἔστι καὶ ὀρθῶς
5.15.1
βιοῦν, καταγγέλλοντας τῆς ἀληθείας τὸ κήρυγμα. Εἰ δὲ διὰ τοῦ σώματος ἡ ψυχὴ βιοῖ τε καὶ ὀρθῶς βιοῖ, οὐκ ἄρα ἦν ποτε πρὸ τοῦ σώματος· εἰ δὲ ἦν πρό γε τοῦ σώματος, καὶ ἔζη δήπουθεν καὶ ἐβίου· ἀθάνατον γὰρ ἔχει φύσιν καὶ λογικήν. Εἰ δὲ ἦν μὲν πάλαι, οὐκ ὀρθῶς δὲ ἐβίου κεχωρισμένη τοῦ σώματος, ἐν τῷ σώματι δὲ γενομένη καὶ τοῦτο ἄριστα παιδοτριβήσασα, τὸν ὀρθὸν κατώρθωσε βίον, διὰ τοῦ σώματος ἄρα τετύχηκε τῶν ἀγαθῶν, ὧν πρὸ τοῦ σώματος οὐ μετέλαχεν. Ἀνθ' ὅτου δὴ οὖν τεθάφθαι αὐτὴν ἐν τῷ σώματι καθάπερ ἐν σήματι ἔφη; Διὰ μὲν οὖν τούτων σαφῶς ἔγνωμεν, ὡς οὐ μόνον ἀλλήλοις,
5.16.1
ἀλλὰ καὶ σφίσιν αὐτοῖς περὶ τῶν αὐτῶν ἐναντία γεγραφήκασιν· ἵνα δὲ τὴν πολλὴν αὐτῶν καταμάθωμεν ἔριν, φέρε πάλιν ἐπι δείξωμεν, τίνα περὶ ψυχῆς οἱ πολυθρύλητοι τῶν φιλοσόφων ἐδό ξασαν, καὶ ὅπως αὐτοὺς ἡ κενὴ δόξα, κατὰ τὸν Τίμαιον," ἔριδι ξυνέηκε μάχεσθαι". Ἃ δέ γε ξὺν Θεῷ λέξω, ἐκ τῶν Πλου τάρχῳ καὶ Πορφυρίῳ καὶ μέντοι καὶ Ἀετίῳ ξυγγεγραμμένων
5.17.1
ἐρῶ. Θαλῆς τοίνυν κέκληκε τὴν ψυχὴν ἀκίνητον φύσιν· Ἀλκμὰν δὲ αὐτὴν αὐτοκίνητον εἴρηκεν· ὁ δέ γε Πυθαγόρας ἀριθμὸν ἑαυ τὸν κινοῦντα· ξυνεφώνησε δὲ τῷ λόγῳ καὶ Ξενοκράτης· ὁ δὲ Πλάτων οὐσίαν νοητὴν ἐξ ἑαυτῆς κινητήν· ὁ δὲ Σταγειρίτης ἐντελέχειαν πρώτην σώματος φυσικοῦ ὀργανικοῦ, δυνάμει ζωὴν
5.18.1
ἔχοντος· ἐντελέχειαν δὲ τὴν ἐνέργειαν κέκληκεν· Κλέαρχος δὲ τῶν τεττάρων εἶναι στοιχείων τὴν ἁρμονίαν· Ἀναξιμένης δὲ καὶ Ἀναξίμανδρος καὶ Ἀναξαγόρας καὶ Ἀρχέλαος ἀερώδη τῆςψυχῆς τὴν φύσιν εἰρήκασιν. Οἱ δέ γε Στωϊκοὶ πνευματικήν, πλείστου μετέχουσαν τοῦ θερμοῦ. Παρμενίδης δὲ καὶ Ἵππασος καὶ Ἡράκλειτος πυρώδη ταύτην κεκλήκασιν· ὁ δὲ Ἡρακλείδης φωτοειδῆ· Ἐπίκουρος δὲ ὁ Νεοκλέους τεττάρων τινῶν ποιοτήτων κρᾶμα, πυρώδους καὶ ἀερώδους καὶ πνευματικοῦ καὶ τετάρτου τινὸς ἀκατονομάστου· ὁ δὲ Ἐμπεδοκλῆς μῖγμα ἐξ αἰθερώδους καὶ ἀερώδους οὐσίας. Κριτίας δὲ ἐξ αἵματος εἶπε καὶ ἐξ ὑγροῦ·
5.19.1
καὶ ἄλλοι δ' αὖ ἄλλα λεληρήκασιν ἐναντία. Καὶ μέντοι καὶ περὶ τὴν ταύτης διαίρεσιν πλείστη γε τούτοις γεγένηται διαμάχη. Πυθαγόρας μὲν γὰρ καὶ Πλάτων διμερῆ ταύτην εἰρήκασι, καὶ τὸ μὲν αὐτῆς εἶναι λογικόν, τὸ δὲ ἄλογον. Διχῇ δ' αὖ πάλιν τὸ ἄλογον ἔτεμον, καὶ τὸ μὲν αὐτοῦ θυμικὸν εἶναι, τὸ δὲ ἐπιθυμη τικόν. Ὁ δὲ Ξενοκράτης, καὶ ταῦτα τρίτος ἀπὸ Πλάτωνος ὤν– Σπευσίππου γὰρ τοῦ Πλάτωνος ἀδελφιδοῦ γεγένηται φοιτη τής– τὸ μὲν αἰσθητικὸν εἶναι τῆς ψυχῆς ἔφη, τὸ δὲ λογικόν. 5. Ὁ δὲ Νικομάχου πέντε εἶναι ταύτης ἔφησεν ἐνεργείας, τὴν ὀρε κτικήν, τὴν θρεπτικήν, τὴν αἰσθητικήν, τὴν μεταβατικήν, τὴν δια νοητικήν. Ἀλλ' οὐδὲ τοῦτον οἱ Στωϊκοὶ τὸν ἀριθμὸν ἔστερξαν· ἐξ ὀκτὼ γὰρ μερῶν ἔφασαν τὴν ψυχὴν ξυνεστάναι, τῆς ὀπτικῆς αἰσθήσεως καὶ τῆς ἀκουστικῆς καὶ τῆς ὀσφρητικῆς καὶ τῆς γευ στικῆς καὶ τῆς ἁπτικῆς· ἕκτον δὲ τὸ φωνητικὸν ἔφασαν καὶ τὸ σπερματικὸν ἕβδομον καὶ τὸ ἡγεμονοῦν ὄγδοον, ὑφ' οὗ
5.20.1
τούτων ἕκαστον ἐνεργεῖται. Εἶπον δὲ αὐτὴν καὶ ταῖς τοῦ πολύποδος
5.21.1
ἐοικέναι πλεκτάναις. Οἱ δέ γε Πυθαγόρου διάδοχοι ἐκ πέντε στοιχείων τὸ σῶμα κραθῆναι φάντες– τοῖς γὰρ τέτταρσι ξυνέτα ξαν τὸ αἰθέριον– ἰσαρίθμους εἶναι ἔφασαν ταύτῃ καὶ τῆς ψυχῆς τὰς δυνάμεις· καὶ ταύτας ὠνομάκασι νοῦν καὶ φρόνησιν καὶ ἐπιστή
5.22.1
μην καὶ δόξαν καὶ αἴσθησιν. Ὅσα δὲ καὶ περὶ τῆς τοῦ ἡγεμονικοῦ χώρας διηνέχθησαν πρὸς ἀλλήλους, ῥᾴδιον διαγνῶναι. Ἱπποκρά της μὲν γὰρ καὶ Δημόκριτος καὶ Πλάτων ἐν ἐγκεφάλῳ τοῦτο ἱδρῦσθαι εἰρήκασιν· ὁ δὲ Στράτων ἐν μεσοφρύῳ· Ἐρασίστρατος δὲ ὁ ἰατρὸς περὶ τὴν τοῦ ἐγκεφάλου μήνιγγα, ἣν ἐπικρανίδα λέγει· Ἡρόφιλος δὲ ἐν τῇ τοῦ ἐγκεφάλου κοιλίᾳ· Παρμενίδης δὲ καὶ Ἐπίκουρος ἐν ὅλῳ τῷ θώρακι· Ἐμπεδοκλῆς δὲ καὶ Ἀριστοτέλης καὶ τῶν Στωϊκῶν ἡ ξυμμορία τὴν καρδίαν ἀπεκλή ρωσαν τούτῳ. Καὶ τούτων δ' αὖ πάλιν οἱ μὲν ἐν τῇ κοιλίᾳ τῆς καρδίας, οἱ δὲ ἐν τῷ αἵματι· καὶ οἱ μὲν ἐν τῷ περικαρδίῳ ὑμένι,
5.23.1
οἱ δὲ ἐν τῷ διαφράγματι. Καὶ Πυθαγόρας μὲν καὶ Ἀναξαγόρας καὶ Διογένης καὶ Πλάτων καὶ Ἐμπεδοκλῆς καὶ Ξενοκράτης ἄφθαρτον εἶναι τὴν ψυχὴν ἀπεφήναντο· ὁ δὲ Ἡράκλειτος τὰς ἀπαλλαττομένας τοῦ σώματος εἰς τὴν τοῦ παντὸς ἀναχωρεῖν ψυχὴν ἔφησεν, οἷα δὴ ὁμογενῆ τε οὖσαν καὶ ὁμοούσιον. Οἱ δὲ Στωϊκοὶ τὰς χωριζομένας τῶν σωμάτων ψυχὰς διαρκεῖν μὲν καὶ καθ' ἑαυτὰς ζῆν ἔφασαν, ἀλλὰ τὴν μὲν ἀσθενεστέραν ἐπ' ὀλίγον,
5.24.1
τὴν δὲ ἰσχυροτέραν μέχρι τῆς τοῦ παντὸς ἐκπυρώσεως. Δημό κριτος δὲ καὶ Ἐπίκουρος καὶ Ἀριστοτέλης φθαρτὴν εἶναι ταύτην ἀνέδην εἰρήκασι· Πλάτων δὲ καὶ Πυθαγόρας τὸ μὲν λογικὸν αὐτῆς ἄφθαρτον εἶναι, φθαρτὸν δὲ τὸ ἄλογον. Καὶ ὁ μὲν Πλά των καὶ τὰ φυτὰ κέκληκε, τοῦ τρίτου γε τῆς ψυχῆς εἴδους, τοῦ ἐπιθυμητικοῦ, μόνου μετέχοντα· ὁ δέ γε Ἀριστοτέλης ζῷα μὲν αὐτὰ εἰπεῖν οὐκ ἠνέσχετο– τὸ γὰρ δὴ τῆς αἰσθητικῆς μετέχον ψυχῆς τοῦτο καλεῖσθαι ζῷον ἠξίωσε– τῆς φυτικῆς μέντοι καὶ
5.25.1
θρεπτικῆς ψυχῆς μετέχειν ὑπέλαβε τὰ φυτά. Ἀλλὰ τοῦτόν γε τὸν λόγον οἱ τῆς Ποικίλης οὐ προσεδέξαντο· τὴν γάρ τοι φυτικὴν δύναμιν καλεῖν ψυχὴν οὐκ ἠνέσχοντο. Ζήνων δὲ ὁ Κιτιεύς, ὁ τῆσδε τῆς αἱρέσεως ἡγησάμενος, τοιάδε περὶ ψυχῆς δοξάζειν τοὺς οἰκείους ἐδίδαξε φοιτητάς· τὸν γάρ τοι ἀνθρώπινον θορόν, ὑγρὸν ὄντα καὶ μετέχοντα πνεύματος, τῆς ψυχῆς ἔφησεν εἶναι μέρος τε καὶ ἀπόσπασμα καὶ τοῦ τῶν προγόνων σπέρματος κέρασμά τε καὶ μῖγμα, ἐξ ἁπάντων τῶν τῆς ψυχῆς μορίων ξυναθροισθέν. Οὗ δὴ
5.26.1
χάριν αὐτὴν καὶ φθαρτὴν προσηγόρευσεν. Νουμήνιος δὲ ὁ Πυθα γόρειος πρὸς τούτους ἀποτεινόμενος ἔφη·" Τὴν δὲ ψυχὴν γενη τήν τε καὶ φθαρτὴν λέγουσιν, οὐκ εὐθὺς δὲ τοῦ σώματος ἀπαλ λαγεῖσαν φθείρεσθαι, ἀλλ' ἐπιμένειν τινὰς χρόνους καθ' ἑαυτήν, τὴν μὲν τῶν σπουδαίων μέχρι τῆς εἰς πῦρ ἀναλύσεως τῶν
5.27.1
πάντων, τὴν δὲ τῶν ἀφρόνων πρὸς ποιούς τινας χρόνους." Καὶ ὁ Λογγῖνος δὲ αὐτῶν ἄντικρυς κατηγορεῖ, ὧδε γράψας·" Ζή νωνι μὲν γὰρ καὶ Κλεάνθει νεμεσήσειεν ἄν τις δικαίως, οὕτω σφόδρα ὑβριστικῶς περὶ τῆς ψυχῆς διαλεχθεῖσιν. Ἄμφω γὰρ τοῦ
5.28.1
στερεοῦ σώματος εἶναι τὴν ψυχὴν ἀναθυμίασιν ἔφασαν." Ἄντι κρυς δὲ τούτων ἐναντία τὰ Πυθαγόρᾳ καὶ Πλάτωνι δόξαντα· θείαν γὰρ δὴ μοῖραν τὸν νοῦν ἔφασαν εἶναι. Ξυμφωνεῖ δὲ καὶ ὁ Νικομάχου τῷδε τῷ λόγῳ, καίτοι θνητὴν εἶναι ἀποφηνάμενος τὴν ψυχήν· ἄλλο τι γὰρ εἶναι τὸν νοῦν παρὰ ταύτην ὑπέλαβεν. Καὶ οἱ περὶ Πλάτωνα δὲ καὶ Πυθαγόραν θύραθεν τοῦτον εἰσκρί νεσθαι λέγουσιν. Πάλιν δ' αὖ οἱ μὲν αὐτῶν αὐτοκράτορα τὸν νοῦν ἔφασαν εἶναι καὶ ἄγειν δύνασθαι, ᾗ ἂν ἐθέλῃ, τὰ πάθη· οἱ δὲ ἀνάγκης αὐτὸν καὶ εἱμαρμένης ἀπεφήναντο δοῦλον καὶ πρὸς τὰ τῶν Μοιρῶν ἄγεσθαι νήματα, καὶ τῆς τοῦ οὐρανοῦ περιδινή σεως καὶ τῆς τῶν ἄστρων ξυνόδου τὰς τούτου πράξεις καὶ
5.29.1
ἐνεργείας ἠρτῆσθαι. Ὁ δέ γε Πλάτων τὴν ἐναντίαν τούτοις περὶ ψυχῆς ἐξεπαίδευσε δόξαν· ἐλευθέραν γὰρ αὐτὴν εἶναι ἔφησε καὶ δέσποιναν τῶν ἐνοχλούντων παθῶν καὶ ἑκοῦσαν ἢ τῇδε ἢ ἐκεῖσε χωρεῖν καὶ ἐθελουσίως γε ἢ νικᾶν ἢ ἡττᾶσθαι. Καὶ τοῦτο σαφῶς ἐν τοῖς Νόμοις δεδήλωκε· λέγει δὲ οὕτως·" Κἀνταῦθα, ὦ ξένε, τὸ νικᾶν αὐτὸν ἑαυτὸν πασῶν νικῶν πρώτη καὶ ἀρίστη· τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ' ἑαυτοῦ αἴσχιστόν τε καὶ κάκιστον· ταῦτα γὰρ ὡς πολέμου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς ση
5.30.1
μαίνει." Καὶ αὖ πάλιν μετ' ὀλίγα·" Τόδε δ' ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν οἷον νεῦρα ἢ σμήρινθοί τινες ἐνοῦσαι σπῶσί τε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι γε οὖσαι ἐπ' ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται. Μίαν γάρ φησιν ὁ λόγος δεῖν τῶν ἕλξεων ξυνεπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης, ἀνθέλκειν τοῖς ἄλλοις μετρίοις ἕκα
5.31.1
στον· ταύτην δὲ εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγήν." Ἄντικρυς δὲ διὰ τούτων δεδήλωκεν, ὡς οὔτε φύσιν ἐλάχομεν πονηράν, καὶ κατ' ἀνάγκην καὶ βίαν πλημμελοῦμεν οἱ ἄνθρωποι, οὔτε ὑπὸ τῶν τῆς Κλωθοῦς νημάτων ἀγόμεθα οὔτε μὴν ὑπὸ τῆς τῶν ἄστρων ξυνό δου πρὸς τὸ πρακτέον ὠθούμεθα· ἀλλ' ἀγωνίζεται μὲν πρὸς ἑαυτὴν ἡ ψυχή, τοῦ δὲ νικᾶν ἔχει τὴν ἐξουσίαν, ἢν ἐθελήσῃ νεῦ σαι πρὸς ἀρετήν· καὶ ἕλκει μὲν ἡ ἐπιθυμία πρὸς ἑαυτήν, ἀνθέλκει δὲ ὁ θυμός, ἔχει δὲ τοῦ πείθεσθαι ἢ μὴ τὴν ἐξουσίαν ὁ λογισμός· ἡνιοχεῖν γὰρ ἐτάχθη καὶ ἄγειν, ἀλλ' οὐκ ἄγεσθαί
5.32.1
τε καὶ σύρεσθαι. Ἐκράτυνε δὲ τόνδε τὸν λόγον κἀν τῷ δεκάτῳ τῶν Νόμων, ταῦτα εἰπών·" Τῆς δὲ γενέσεως τοῦ ποιοῦ τινος ἀφῆκε ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν αὐτῶν τὰς αἰτίας· ὅπῃ γὰρ ἂν ἐπιθυμῇ, καὶ ὁποῖος ἂν ὢν τὴν ψυχήν, ταύτῃ σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος ἡμῶν γίνεται ἅπας ὡς τὸ πολύ." Καὶ μετὰ βραχέα δὲ καὶ ταῦτα προστέθεικεν·" Μείζω δὲ δὴ ψυχὴ κακίας καὶ ἀρε τῆς ὁπόταν μεταλάβῃ διὰ τὴν αὑτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυράν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμίξασα γίνηται διαφερόντως τὰ τοιαῦτα, διαφέροντα καὶ μετέλαβε τόπον ἅγιον, ὅλη μετακοσμηθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον· ὅταν δὲ
5.33.1
τἀναντία, κατὰ τἀναντία μεθιδρύσατο τὸν αὑτῆς βίον." Κἀν ταῦθα παραπλησίως ἐδίδαξεν, ὡς τῇ βουλήσει τῆς ψυχῆς ἀπ ένειμεν ὁ ποιητὴς τῶν κρειττόνων καὶ τῶν χειρόνων τὴν αἵρεσιν. Τὸ μὲν γὰρ τῆς γνώμης αὐθαίρετον τῇδε ῥέπειν ἢ ἐκεῖσε παρα σκευάζει, ἡ δὲ ὁμιλία καὶ τὸ ἔθος ἰσχυρὰν τὴν ἕξιν ἐργάζεται. Ὅταν οὖν ἀρετῆς ἐρασθεῖσα τὴν ταύτης ἰδέαν ἐκμάξηται, εἰς ἕτερόν τινα μεταβαίνει τόπον ἅγιόν τε καὶ πολλῷ τῶν παρόντων ἀμείνονα· τὴν δὲ κακίαν ἑλομένη καὶ τὸν ἐπονείδιστον βίον
5.34.1
ἀσπασαμένη, λαγχάνει πάλιν τὸν κατάλληλον χῶρον. Κἀν τῷ δευτέρῳ δὲ τῆς Πολιτείας ξυνῳδὰ τούτοις ξυνέγραψε· λέγει δὲ ταῦτα·" Οὐκοῦν ἀγαθὸς ὁ θεὸς τῷ ὄντι γε, καὶ λεκτέον οὕτω; {–} Τί μήν; {–} Οὐδὲν δὲ τῶν ἀγαθῶν βλαβερόν· ἦ γάρ; {–} Οὔ μοι δοκεῖ. {–} Ἆρα τὸ μὴ βλαβερὸν βλάπτει; {–} Οὐδαμῶς. {–} Ὃ δὲ μὴ βλάπτει κακόν τι ποιεῖ; {–} Οὐδαμῶς. {–} Οὐδ' ἄν τινος εἴη κακοῦ αἴτιον; {–} Πῶς γάρ; {–} Τί δέ; ὠφέλιμον τὸ ἀγαθόν; {–} Ναί. {–} Αἴτιον ἄρα εὐπραγίας; {–} Ναί. {–} Οὐκ ἄρα γε πάντων αἴτιον τὸ ἀγαθόν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων πάντων, τῶν δὲ
5.35.1
κακῶν ἀναίτιον. {–} Παντελῶς γε, ἔφη. {–} Οὐκ ἄρα, ἦν δ' ἐγώ, ὁ θεός, ἐπεὶ ἀγαθός, πάντων ἂν εἴη αἴτιος, ὡς οἱ πολλοὶ λέ γουσιν, ἀλλ' ὀλίγων μὲν τοῖς ἀνθρώποις αἴτιος, πολλῶν δὲ ἀναί τιος· πολὺ γὰρ ἐλάττω τὰ ἀγαθὰ τῶν κακῶν ἡμῖν, καὶ τῶν μὲν ἀγαθῶν οὐδένα ἄλλον αἰτιατέον, τῶν δὲ κακῶν ἄλλα ἄττα δεῖ ζητεῖν αἴτια, ἀλλ' οὐ τὸν θεόν. {–} Ἀληθέστατα, ἔφη, δοκεῖς μοι λέγειν. {–} Οὐκ ἄρα, ἦν δ' ἐγώ, ἀποδεκτέον οὔτε Ὁμήρου οὔτε ἄλλου ποιητοῦ ταύτην τὴν ἁμαρτίαν ἀνοήτως περὶ τοὺς θεοὺς ἁμαρτάνοντος καὶ λέγοντος, ὡς δύο πίθοι κατακείαται ἐν Διὸς οὔδει κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν· καὶ ᾧ μὲν ἂν μίξας ὁ Ζεὺς ἀμφότερα δῷ, ἄλλοτε μέν τε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ' ἐσθλῷ."
5.36.1
Οὕτω δὲ καὶ τὰ ἄλλα τὰ τοιαῦτα καὶ Ὁμήρου καὶ Ἡσιόδου καὶ μέντοι καὶ Αἰσχύλου. Εἶτα ἐπάγει·" Κακῶν δὲ αἴτιον φάναι τὸν θεόν, ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ, μήτε τινὰ λέ γειν ταῦτα ἐν τῇ ἑαυτοῦ πόλει, εἰ μέλλει εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν, μήτε νεώτερον μήτε πρεσβύτερον, μήτε ἐν μέτρῳ μήτε ἄνευ μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἂν λεγόμενα, εἰ λέ γοιτο, οὔτε ξύμφορα ἡμῖν οὔτε ξύμφωνα αὑτοῖς. Ξύμψηφός σού εἰμι, ἔφη, τούτου τοῦ νόμου, καί μοι ἀρέσκει. Οὗτος μέντοι, ἦν δ' ἐγώ, εἷς ἂν εἴη τῶν περὶ θεοῦ νόμων τε καὶ τύπων, ἐν οἷς δεήσει τούς τε λέγοντας λέγειν καὶ τοὺς ποιοῦντας ποιεῖν, μὴ
5.37.1
πάντων αἴτιον τὸν θεόν, ἀλλὰ τῶν ἀγαθῶν." Ταῦτα καὶ περὶ τοῦ πεποιηκότος ἡμᾶς Θεοῦ καὶ περὶ ἡμῶν δέ γε αὐτῶν καὶ φρονεῖν καὶ δοξάζειν ὁ Πλάτων ἐδίδαξε καὶ τοὺς κακῶν αἴτιον εἶναι τὸν Θεὸν λέγοντας ἐξελαύνειν ἐκέλευσε· καὶ γὰρ ἀνόσιον εἶναι τόνδε τὸν λόγον φησὶ καὶ ἀξύμφορον ἡμῖν καὶ ἀξύμφωνον ἑαυτῷ. Εἰ γὰρ ἀγαθὸς ὁ Θεός, ὥσπερ οὖν ἀγαθός– κοινὸς γὰρ
5.38.1
οὗτος ὁ λόγος– οὐκ ἄρα κακῶν αἴτιος ὁ ἀγαθὸς γένοιτ' ἄν. Εἰ δὲ ἀναίτιος ὁ Θεὸς τῶν γινομένων κακῶν– κακὰ δὲ κυρίως ὀνομάζομεν οὐ τὰ παρὰ πολλῶν νομιζόμενα, πενίαν καὶ νόσον καὶ τἄλλα, ὅσα τούτοις ἐστὶ παραπλήσια, ἃς ξυμφορὰς ὀνομάζειν φίλον τισίν, ἀλλὰ κακίαν καὶ ἀκολασίαν, καὶ τὰς ἄλλας παρανο μίας– ὑφ' ἡμῶν δὲ ταῦτα τολμᾶται, ἡμεῖς ἄρα τούτων αἴτιοι, καὶ οὐχ ὁ τἀναντία νομοθετήσας Θεός· ταῦτα γὰρ ἡμᾶς φρονεῖν
5.39.1
καὶ Σωκράτης καὶ Πλάτων ἐδίδαξαν. Οὗτοι καὶ τὸ λογικὸν τῆς ψυχῆς θεοειδὲς προσηγόρευσαν, καὶ ἔστιν ἀκοῦσαι Σωκράτους τῷ Ἀλκιβιάδῃ λέγοντος– καὶ ταῦτά γε ὁ Πλάτων ξυνέγραψεν–·" Ἔχομεν οὖν εἰπεῖν ὅ τι τῆς ψυχῆς ἐστι θειότατον ἢ τοῦτο περὶ ὃ εἰδέναι τε καὶ φρονεῖν ἔστιν; {–} Οὐκ ἔχομεν. {–} Τῷ θεῷ οὖν τοῦτο ἔοικεν αὐτῆς· καί τις εἰς τοῦτο βλέπων καὶ πᾶν τὸ θεῖον γνούς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν γνοίη μάλιστα."
5.40.1
Παραπλήσια δὲ κἀν τῷ Φαίδωνι λέγει·" Θῶμεν γάρ, ἔφη, δύο εἴδη τῶν ὄντων, τὸ μὲν ὁρατόν, τὸ δὲ ἀειδές. {–} Θῶμεν, ἔφη. {–} Καὶ τὸ μὲν ἀειδὲς ἀεὶ καὶ κατὰ ταὐτὰ ἔχον, τὸ δὲ ὁρατὸν μηδέ ποτε κατὰ ταὐτά; {–} Καὶ ταῦτα θῶμεν, ἔφη. {–} Φέρε δή, ἦ δ' ὃς, ἄλλο τι ἡμῶν αὐτῶν τὸ μὲν σῶμά ἐστι, τὸ δὲ ψυχή; {–} Οὐ δὲν ἄλλο, ἔφη. {–} Πότερον οὖν ὁμοιότερον τῷ εἴδει φαμὲν εἶναι καὶ ξυγγενέστερον τὸ σῶμα; {–} Παντί, ἔφη, τοῦτό γε δῆλον, ὅτι
5.41.1
τῷ ὁρατῷ. {–} Τί δὲ ψυχή; ὁρατὸν ἢ ἀειδές; {–} Οὐχ ὑπὸ ἀνθρώ πων γε, ὦ Σώκρατες, ἔφη. {–} Ἀλλὰ μὴν ἡμεῖς γε τὰ ὁρατὰ καὶ τὰ μὴ τῇ τῶν ἀνθρώπων φύσει ἐλέγομεν, ἢ ἄλλῃ τινὶ οἴει; {–} Τῇ τῶν ἀνθρώπων. {–} Τί οὖν περὶ ψυχῆς λέγομεν; ὁρατὸν ἢ ἀόρατον εἶναι; {–} Οὐχ ὁρατόν. {–} Ἀειδὲς ἄρα; {–} Ναί. {–} Ὁμοιότερον οὖν ἄρα ψυχὴ σώματός ἐστι τῷ ἀειδεῖ, τὸ δὲ σῶμα
5.42.1
τῷ ὁρατῷ; {–} Πᾶσα ἀνάγκη, ὦ Σώκρατες." Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα διεξελθών, ἐπήγαγεν·" Ποτέρῳ οὖν ἡ ψυχὴ ἔοι κεν; {–} Δηλαδή, ὦ Σώκρατες, ὅτι ἡ μὲν ψυχὴ τῷ θείῳ, τὸ δὲ σῶμα τῷ θνητῷ." Καὶ αὖ πάλιν μετ' ὀλίγα·" Τί οὖν; Τούτων οὕτως ἐχόντων, ἆρα οὐχὶ σώματι μὲν ταχὺ διαλύεσθαι προσήκει, ψυχῇ δ' αὖ τὸ παράπαν ἢ ἀδιαλύτῳ εἶναι ἢ ἐγγύς τι
5.43.1
τούτων; {–} Πῶς γὰρ οὔ;" Εἶτα εἰπών, ὅπως τὸ σῶμα δια λύεται, ἐπήγαγεν·" Ἡ δὲ ψυχὴ εἰς τὸ ἀειδὲς ἢ εἰς τοιοῦτον ἕτερον τόπον τινὰ οἰχομένη γενναῖον καὶ ἄριστον καὶ ἀειδῆ, εἰς Ἅιδου φοιτᾷ ὡς ἀληθῶς παρὰ τὸν ἀγαθὸν καὶ φρόνιμον θεόν, οὗ ἂν θεὸς ἐθέλῃ, αὐτίκα καὶ τῇ ἐμῇ ψυχῇ ἰτέον, αὕτη δὲ ἡμῖν ἡ τοιαύτη καὶ οὕτω πεφυκυῖα ἀπαλλαττομένη τοῦ σώματος εὐθὺς διαπεφύσηται καὶ ἀπόλωλεν, ὥς φασιν οἱ πολλοὶ ἄνθρωποι; Πολ λοῦ γε δεῖ, ὦ φίλε Κέβης τε καὶ Σιμμία· ἀλλὰ πολλῷ μᾶλλον ὧδε ἔχει." Καὶ τὰ ἑξῆς δὲ τῆς αὐτῆς ἔχεται διανοίας καὶ τὴν τῆς ψυχῆς ἀθανασίαν δείκνυσι διαρρήδην.
5.44.1
Τοσαύτην καὶ ξυγγραφεῖς καὶ φιλόσοφοι καὶ ποιηταὶ καὶ ψυχῆς πέρι καὶ σώματος καὶ αὐτῆς γε τῆς τοῦ ἀνθρώπου ξυστάσεως πρὸς ἀλλήλους ἐσχήκασιν ἔριν καὶ διαμάχην, οἱ μὲν ταῦτα, οἱ δὲ ἐκεῖνα πρεσβεύοντες, οἱ δὲ τούτων τε κἀκείνων ἐναντίαν δόξαν ὠδίνοντες. Οὐ γὰρ τἀληθὲς μαθεῖν ἐπεθύμησαν, ἀλλὰ κενοδοξίᾳ καὶ φιλοτιμίᾳ δουλεύσαντες καινῶν εὑρεταὶ κληθῆναι δογμάτων
5.45.1
ἐπεθύμησαν. Διὰ δὴ τοῦτο καὶ τὸν πολὺν ὑπομεμενήκασι πλάνον, τῶν ὕστερον ἐπιγενομένων ἀνατετροφότων τῶν πρεσβυτέρων τὰς δόξας. Καὶ Ἀναξίμανδρος μέν, τελευτήσαντος ἤδη τοῦ Θάλεω, τοῖς ἐναντίοις ἐχρήσατο δόγμασι· καὶ Ἀναξιμένης δὲ μετὰ τὸν Ἀναξιμάνδρου γε θάνατον ταὐτὸ τοῦτο πεποίηκε· καὶ Ἀναξαγόρας
5.46.1
δὲ ὡσαύτως. Ὁ δὲ Ἀριστοτέλης ἔτι ζῶντι τῷ Πλάτωνι προφανῶς ἀντετάξατο καὶ τὸν κατὰ τῆς Ἀκαδημίας ἀνεδέξατο πόλεμον καὶ οὔτε τὴν διδασκαλίαν ἐτίμησεν, ἧς φιλοτίμως ἀπ έλαυσεν, οὔτε τοῦ πολυθρυλήτου ἀνδρὸς ᾐδέσθη τὸ κλέος οὔτε τὸ ἐν τοῖς λόγοις κράτος ἔδεισεν, ἀλλ' ἀνέδην πρὸς αὐτὸν παρετά ξατο, οὐκ ἀμείνοσιν ἐκείνων, ἀλλὰ πολλῷ γε χείροσι χρησάμε
5.47.1
νος δόγμασιν. Καὶ γὰρ δὴ τὴν ψυχὴν ἐκείνου φάντος ἀθάνατον, οὗτος ἔφη θνητήν· καὶ τὸν Θεὸν εἰρηκότος ἐκείνου προμηθεῖσθαι τῶν πάντων, οὗτος τὴν γῆν, ὅσον ἧκεν εἰς λόγους, τῆς θείας κηδεμονίας ἐστέρησε· τὰ γὰρ δὴ μέχρι σελήνης ἰθύνειν ἔφη τὸν Θεόν, τὰ δέ γε ἄλλα ὑπὸ τὴν εἱμαρμένην τετάχθαι· καὶ ἄλλα δὲ πάμπολλα ἐνεόχμωσεν, ἃ λέγειν ἐπὶ τοῦ παρόντος παρέλκον
5.48.1
ὑπείληφα. Ἐκεῖνοι μὲν οὖν τὰς ἀλλήλων εἰκότως καταλελύκασι δόξας· τὸ γὰρ δὴ ψεῦδος οὐ μόνον τῇ ἀληθείᾳ πολέμιον, ἀλλὰ καὶ αὐτὸ ἑαυτῷ· ἡ δέ γε ἀλήθειᾳ ξύμφωνος ἑαυτῇ καὶ μόνον
5.49.1
ἔχουσα τὸ ψεῦδος πολέμιον. Αὐτίκα τοίνυν ἔστιν εὑρεῖν καὶ περὶ τῆς τοῦ ἀνθρώπου φύσεως καὶ Μωϋσέα τὸν νομοθέτην καὶ Δαυὶδ τὸν προφήτην καὶ τὸν γενναῖον Ἰὼβ καὶ Ἡσαΐαν καὶ Ἱερεμίανκαὶ ἅπαντα τὸν τῶν προφητῶν χορὸν καὶ Ματθαῖον καὶ Ἰωάν νην καὶ Λουκᾶν καὶ Μάρκον καὶ Πέτρον καὶ Παῦλον καὶ πάντα τῶν ἀποστόλων τὸν θίασον ξυνῳδὰ πάντας ἀνθρώπους διδάσκον
5.50.1
τας. Οὐ γὰρ ἔστιν ἀκοῦσαι τῶν μὲν τούτους, τῶν δὲ ἐκείνους λεγόντων αὐτόχθονας, οὐδὲ τῶν μὲν θνητὴν ἀποφαινομένων, τῶν δὲ ἀθάνατον τὴν ψυχήν, οὐδὲ τούτων μὲν αὐτοκράτορα τῶν πα θῶν καλούντων τὸν λογισμόν, ἐκείνων δὲ ἀνδραποδώδη καὶ δοῦ λον ὀνομαζόντων· ἅπαντες γὰρ ξυμφώνως διδάσκουσιν, ἀπὸ γῆς μὲν καὶ ὕδατος καὶ τῶν ἄλλων στοιχείων διαπλασθῆναι τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐ προϋπάρχουσαν εἰς τοῦτο καταπεμφθῆναι, ἀλλὰ μετὰ τὴν τούτου δημιουργηθῆναι διάπλασιν·" Ἔπλασε" γάρ φησιν" ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς· καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς
5.51.1
ψυχὴν ζῶσαν." Νοητέον δὲ τὸ ἐμφύσημα οὐκ ἐκροήν τινα πνεύ ματος ἐκ στόματος γενομένην– ἀσώματον γὰρ δὴ τὸ θεῖον καὶ ἁπλοῦν καὶ ἀξύνθετον– ἀλλὰ τὴν φύσιν αὐτὴς τῆς ψυχῆς, ὅτι
5.52.1
πνεῦμά ἐστι νοητόν τε καὶ λογικόν. Ταῦτα μὲν οὖν ὁ νομοθέτης ἐν τῇ κοσμογονίᾳ ξυνέγραψε· τὰ παραπλήσια δὲ κἀν τοῖς νόμοις διδάσκει. Περὶ γὰρ δὴ τῆς ἐγκύμονος τῆς ἔκ τινων πληγῶν ἀμβλωσκούσης διαλεγόμενος, διαμορφοῦσθαι πρότερον ἐν τῇ νηδύϊ λέγει τὸ βρέφος, εἶθ' οὕτω ψυχοῦσθαι, οὐ θύραθέν ποθεν τῆς ψυχῆς εἰσκρινομένης, οὐδέ γε ἐκ τῆς γονῆς φυομένης, ἀλλὰ τῷ θείῳ ὅρῳ κατὰ τὸν ἐξ ἀρχῆς ἐντεθέντα ἐν τῇ φύσει νόμον
5.53.1
δεχομένης τὴν γένεσιν. Τοῦτο καὶ ὁ γενναῖος Ἰὼβ ἐν τοῖς πολυ θρυλήτοις ἀγῶσι πρὸς τὸν ἀγωνοθέτην καὶ ποιητὴν διαλεγόμενος ἔφη·" Μνήσθητι, ὅτι πηλόν με ἔπλασας, εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἔπηξας δέ με ἴσα τυρῷ; δέρμα καὶ κρέας ἐνέδυσάς με· ὀστέοις δὲ καὶ νεύροις ἔνειράς με· ζωὴν δὲ καὶ ἔλεον ἔθου παρ' ἐμοί· ἡ δὲ ἐπισκοπή
5.54.1
σου ἐφύλαττέ μου τὸ πνεῦμα." Διὰ δὲ τούτων ἔδειξε μὲν τὴν γαμικὴν ὁμιλίαν, ἔδειξε δὲ τῆς παιδοποιΐας τὰς ἀφορμὰς καὶ τὸν σμικρὸν ἐκεῖνον θορὸν εἰς μυρίας ἰδέας μεταμορφούμενον καὶ τηνικαῦτα τὴν ψυχὴν δημιουργουμένην τε καὶ ξυναπτομένην τῷ σώματι, καὶ μέντοι καὶ μετὰ τὰς ὠδῖνας τὴν θείαν ἐπικουρίαν
5.55.1
φρουροῦσαν καὶ κυβερνῶσαν. Βοᾷ δὲ καὶ ὁ θεσπέσιος Δαυίδ·" Αἱ χεῖρές σου ἐποίησάν με καὶ ἔπλασάν με· συνέτισόν με, καὶ μαθή σομαι τὰς ἐντολάς σου." Καὶ κατὰ ταὐτὸν καὶ τῆς ποιήσεως ἀναμιμνήσκει τὸν ποιητὴν καὶ τυχεῖν παρ' αὐτοῦ ξυνέσεως ἱκε τεύει. Καὶ ἅπαντες δὲ οἱ προφῆται ξύμφωνα τούτοις τῆς ἀνθρω πείας πέρι διδάσκουσι φύσεως. Ὡς ἂν δὲ μή τις ὑπολάβῃ ἄλλως μὲν Ἕλληνας φῦναι, ἄλλως δὲ Ῥωμαίους, καὶ Αἰγυπτίους ἑτέρως, καὶ Πέρσας καὶ Μασσαγέτας καὶ Σκύθας καὶ Σαυρο μάτας ἄλλης οὐσίας μετειληχέναι, ἐδίδαξεν ὁ τὴν κοσμογονίαν ξυγγράψας τὴν ἡμετέραν, ὡς ἄνδρα ἕνα ἀπὸ γῆς ὁ ποιητὴς διαπλάσας καὶ ἐκ τῆς τούτου πλευρᾶς τὴν γυναῖκα δημιουργή σας, ἐκ τῆς τούτοιν ὁμιλίας ἅπασαν τὴν οἰκουμένην ἀνθρώπων ἐπλήρωσε τῶν παίδων τῶν ἐκείνων καὶ τῶν ἐκγόνων κατὰ μέ
5.56.1
ρος αὐξησάντων τὸ γένος. Ῥᾷστον μὲν γὰρ ἦν αὐτῷ προστάξαι καὶ αὐτίκα πᾶσαν γῆν καὶ θάλατταν τῶν οἰκητόρων ἐμπλῆσαι· ἀλλ' ἵνα μὴ διαφόρους ὑπολάβωσιν εἶναι τῶν ἀνθρώπων τὰς φύσεις, ἐκ τοῦ ἑνὸς ἐκείνου ζεύγους τὰ μυρία φῦλα τῶν ἀνθρώ πων γενέσθαι ἐκέλευσεν. Ταύτῃ τοι καὶ τὴν γυναῖκα οὐχ ἑτέ ρωθέν ποθεν διέπλασεν, ἀλλ' ἐκ τοῦ ἀνδρὸς τὰς τῆς γενέσεως λαβὼν ἀφορμάς, ἵνα μηδὲ αὐτὴ φύσιν ἔχειν ἑτέραν ὑπολαμβά
5.57.1
νουσα τὴν ἐναντίαν τοῖς ἀνδράσιν ὁδεύῃ. Διά τοι τοῦτο καὶ τοὺς αὐτοὺς νόμους καὶ ἀνδράσι προσφέρει καὶ γυναιξίν, ἐπειδήπερ ἐν τῷ τοῦ σώματος σχήματι καὶ οὐκ ἐν τῇ ψυχῇ τὸ διάφορον. Λογικὴ γὰρ κἀκείνη ὡς οὗτος καὶ ξυνιέναι δυναμένη καὶ τὸ πρακτέον ἐπισταμένη, καὶ τί μὲν φυγεῖν, τί δὲ μετελθεῖν, πα ραπλησίως εἰδυῖα, ἔστι δὲ ὅτε καὶ τοῦ ἀνδρὸς ἄμεινον τὸ ξυνοί σειν μέλλον εὑρίσκουσα καὶ ἀγαθὴ ξύμβουλος γινομένη· ὅθεν οὐ μόνον ἀνδράσιν, ἀλλὰ καὶ γυναιξὶν εἰσιτητὸν εἰς τοὺς θείους νεώς, καὶ τῶν θείων μυστηρίων μεταλαχεῖν οὐ τοῖς μὲν ὁ νόμος ἐπιτρέπει, τὰς δὲ κωλύει, ἀλλὰ καὶ ταύτας τελεῖσθαι καὶ μυστα γωγεῖσθαι παραπλησίως ἐκείνοις παρακελεύεται, καὶ μέντοι καὶ τῆς ἀρετῆς τὰ ἆθλα καὶ ταύταις πρόκειται ὡς ἐκείνοις, ἐπειδὴ
5.58.1
τῆς ἀρετῆς οἱ ἀγῶνες κοινοί. Οὐ μὴν οὐδὲ τῶν γλωττῶν τὸ διά φορον τῇ φύσει λυμαίνεται· καὶ γὰρ καὶ ἐν Ἕλλησι καὶ ἐν βαρβά ροις ἔστιν ἰδεῖν καὶ ἀρετῆς φροντιστὰς καὶ κακίας ἐργάτας. Τῷδε μέντοι καὶ Ἕλληνες ξυμφωνοῦσι τῷ λόγῳ. Καὶ γὰρ Ἀνάχαρσιν θαυμάζουσιν, ἄνδρα Σκύθην, οὐκ Ἀθηναῖον οὐδὲ Ἀργεῖον οὐδέ γε Κορίνθιον οὐδὲ Τεγεάτην ἢ Σπαρτιάτην, καὶ τοὺς Βραχμᾶνας ὑπεράγανται, Ἰνδοὺς ὄντας, οὐ Δωριέας οὐδὲ Αἰολέας οὐδέ γε Ἴωνας· ἐπαινοῦσι δὲ καὶ Αἰγυπτίους ὡς σοφωτάτους· πολλὰς
5.59.1
γάρ τοι καὶ παρὰ τούτων ἔμαθον ἐπιστήμας. Οὔκουν ἡ τῶν γλωττῶν ἑτερότης πημαίνει τὴν φύσιν. Καὶ γὰρ τοὺς Ἱππη μολγοὺς δικαιοτάτους ἐκάλεσεν Ὅμηρος· Θρᾳκικὸν δὲ τοῦτο τὸ γένος· καὶ Κῦρον τὸν Καμβύσου, Πέρσην ὄντα πατρόθεν καὶ Μῆδον μητρόθεν, ἐπὶ φρονήσει καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ
5.60.1
ἀνδρείᾳ Ξενοφῶν ὁ Γρύλλου τεθαύμακεν. Τοιγάρτοι ξυνομολο γοῦσι καὶ οἱ Ἕλληνες, καὶ παρὰ τοῖς βαρβάροις εἶναί τινα ἐπι μέλειαν ἀρετῆς, καὶ μὴ κωλύειν τήνδε τὴν κτῆσιν τῆς φωνῆς τὸ διάφορον. Καὶ γὰρ ἅπαντες τῆς ἀληθείας οἱ κήρυκες, προφῆταί φημι καὶ ἀπόστολοι, τῆς μὲν Ἑλληνικῆς οὐ μετέλαχον εὐγλωτ τίας, ἔμπλεοι δὲ τῆς ἀληθινῆς ὄντες σοφίας, πᾶσι τοῖς ἔθνεσι, καὶ Ἑλληνικοῖς καὶ βαρβαρικοῖς, τὴν θείαν διδασκαλίαν προσ ήνεγκαν καὶ πᾶσαν γῆν καὶ θάλατταν τῶν ἀρετῆς πέρι καὶ εὐσεβείας
5.61.1
ξυγγραμμάτων ἐνέπλησαν. Καὶ νῦν ἅπαντες τῶν φιλοσόφων τοὺς λήρους καταλιπόντες τοῖς τῶν ἁλιέων καὶ τελωνῶν ἐντρυφῶσι μαθήμασι καὶ τὰ τοῦ σκυτοτόμου ξυγγράμματα περιέπουσι· καὶ τῆς μὲν Ἰταλικῆς καὶ Ἰωνικῆς καὶ Ἐλεατικῆς ξυμμορίαςοὐδὲ τὰς προσηγορίας ἐπίστανται– ἐξήλειψε γὰρ αὐτῶν ὁ χρό νος τὴν μνήμην– τῶν δέ γε προφητῶν, πλείοσιν ἢ χιλίοις καὶ πεντακοσίοις ἔτεσι τούτων πρόσθεν γεγενημένων, τὰς προσηγο
5.62.1
ρίας ἐν τῷ στόματι περιφέρουσιν. Καὶ μέντοι καὶ τοὺς ἔτι τού των παλαιοτέρους, τὸν Ἁβραάμ φημι καὶ τοὺς τούτου παῖδας, καὶ τοὺς ἐκείνων ἀρχαιοτέρους, τὸν Ἄβελ, τὸν Ἐνώχ, τὸν Νῶε καὶ τοὺς ἄλλους, ὅσους ἀριδήλους ὁ ἀξιέπαινος ἀπέφηνε βίος· τῶν δὲ μετὰ τοὺς προφήτας γεγενημένων ἑπτὰ σοφῶν καὶ τῶν ἐκείνους διαδεξαμένων οὐδὲ οἱ τὴν Ἑλληνικὴν ἀσπαζόμενοι
5.63.1
γλῶτταν ἴσασι τὰ ὀνόματα. Καὶ τί λέγω τοὺς νῦν; καὶ γὰρ τοῖς πάλαι πολλὴ περὶ τούτων ἀμφιλογία γεγένηται. Οἱ μὲν γὰρ τού τοις Περίανδρον ξυντάττουσι τὸν Κορίνθιον, οἱ δὲ Ἐπιμενίδην τὸν Κρῆτα, οἱ δὲ Ἀκουσίλαον τὸν Ἀργεῖον, οἱ δὲ Ἀνάχαρσιντὸν Σκύθην, ἄλλοι δὲ Φερεκύδην τὸν Σύριον, ὁ δέ γε Πλάτων
5.64.1
Μύσωνα τὸν Χηνέα. Τούτους μὲν οὖν καὶ οἱ πέλας ὄντες ἠγνοή κασι· τὸν δὲ Ματθαῖον καὶ τὸν Βαρθολομαῖον καὶ τὸν Ἰάκωβον, καὶ μέντοι καὶ τὸν Μωϋσέα καὶ τὸν Δαυὶδ καὶ τὸν Ἡσαΐαν καὶ τοὺς ἄλλους ἀποστόλους τε καὶ προφήτας οὕτως ἴσασιν ὡς τὰς τῶν παίδων προσηγορίας. Αὐτίκα τοίνυν καὶ κωμῳδοῦσιν ὡς βάρβαρα τὰ ὀνόματα· ἡμεῖς δὲ αὐτῶν τὴν ἐμπληξίαν ὀλοφυρόμεθα, ὅτι δὴ ὁρῶντες βαρβαροφώνους ἀνθρώπους τὴν Ἑλληνικὴν εὐγλωττίαν νενικηκότας, καὶ τοὺς κεκομψευμένους μύθους παν τελῶς ἐξεληλαμένους, καὶ τοὺς ἁλιευτικοὺς σολοικισμοὺς τοὺς Ἀττικοὺς καταλελυκότας ξυλλογισμούς, οὐκ ἐρυθριῶσιν οὐδ' ἐγκαλύπτονται, ἀλλ' ἀνέδην ὑπερμαχοῦσι τῆς πλάνης, καὶ ταῦτα ὀλίγοι ὄντες καὶ ἀριθμηθῆναι ῥᾳδίως δυνάμενοι καὶ οὐδὲ τῆς Ἑλληνικῆς εὐστομίας μετέχοντες, ἀλλὰ τοσαῦτα, ὡς ἔπος εἰπεῖν, βαρβαρίζοντες ὅσα φθέγγονται, παίδευσιν δὲ ἄκραν καὶ λαμπρότητα λόγων ὑπολαμβάνοντες, εἰ ὀμνύντες εἴποιεν" Μὰ τοὺς θεούς" καὶ" Μὰ τὸν ἥλιον", καὶ τοιούτους τινὰς τοῖς
5.65.1
λόγοις ἐπιπλάττοιεν ὅρκους. Εἰ δὲ οὐκ ἀληθῆ λέγω, εἴπατε, ὦ ἄνδρες, τίνα Ξενοφάνης ὁ Κολοφώνιος ἔσχε διάδοχον τῆς αἱρέ σεως; τίνα δὲ Παρμενίδης ὁ Ἐλεάτης; τίνα Πρωταγόρας καὶ Μέλισσος; τίνα Πυθαγόρας ἢ Ἀναξαγόρας; τίνα Σπεύσιππος ἢ Ξενοκράτης; τίνα Ἀναξίμανδρος ἢ Ἀναξιμένης; τίνα Ἀρκεσίλαος ἢ Φιλόλαος; τίνες τῆς Στωϊκῆς αἱρέσεως προστατεύου σιν; τίνες τοῦ Σταγειρίτου τὴν διδασκαλίαν κρατύνουσιν; τίνες κατὰ τοὺς Πλάτωνος πολιτεύονται νόμους; τίνες τὴν ὑπ' ἐκείνου
5.66.1
ξυγγραφεῖσαν πολιτείαν ἠσπάσαντο; Ἀλλὰ τούτων μὲν τῶν δογμάτων οὐδένα διδάσκαλον ἡμῖν ἐπιδεῖξαι δυνήσεσθε, ἡμεῖς δὲ τῶν ἀποστολικῶν καὶ προφητικῶν δογμάτων τὸ κράτος ἐναργῶς ἐπιδείκνυμεν· πᾶσα γὰρ ἡ ὑφήλιος τῶνδε τῶν λόγων ἀνάπλεως. Καὶ ἡ Ἑβραίων φωνὴ οὐ μόνον εἰς τὴν Ἑλλήνων μετεβλήθη, ἀλλὰ καὶ εἰς τὴν Ῥωμαίων καὶ Αἰγυπτίων καὶ Περσῶν καὶ Ἰνδῶν καὶ Ἀρμενίων καὶ Σκυθῶν καὶ Σαυροματῶν καὶ ξυλλήβδην εἰπεῖν εἰς ἁπάσας τὰς γλώττας, αἷς ἅπαντα τὰ ἔθνη
5.67.1
κεχρημένα διατελεῖ. Καὶ ὁ μὲν σοφώτατος Πλάτων, περὶ τῆς ἀθανασίας τῆς ψυχῆς παμπόλλους λόγους διεξελθών, οὐδ' Ἀρι στοτέλην τὸν φοιτητὴν ἔπεισε τόνδε στέρξαι τὸν ὅρον· οἱ δὲ ἡμέτεροι ἁλιεῖς καὶ τελῶναι καὶ ὁ σκυτοτόμος καὶ Ἕλληνας ἔπεισαν καὶ Ῥωμαίους καὶ Αἰγυπτίους καὶ ἁπαξαπλῶς ἅπαν ἔθνος ἀνθρώπων, ὅτι καὶ ἀθάνατος ἡ ψυχὴ καὶ λόγῳ τετιμημένη καὶ κρατεῖν τῶν παθῶν δυναμένη καὶ ὀλιγωροῦσα, οὐ βιαζομένη, παραβαίνει τοὺς νόμους· καὶ αὖ πάλιν πρὸς τὸ βέλτιον νεύουσα, τῆς προτέρας ἀπαλλάττεται κακίας καὶ τοὺς θείους πάλιν ἀνα
5.68.1
μάττεται χαρακτῆρας. Καὶ ἔστιν ἰδεῖν ταῦτα εἰδότας τὰ δόγματα οὐ μόνους γε τῆς ἐκκλησίας τοὺς διδασκάλους, ἀλλὰ καὶ σκυτο τόμους καὶ χαλκοτύπους καὶ ταλασιουργοὺς καὶ τοὺς ἄλλους ἀποχειροβιώτους· καὶ γυναῖκας ὡσαύτως οὐ μόνον τὰς λόγων μετεσχηκυίας, ἀλλὰ καὶ χερνήτιδας καὶ ἀκεστρίας, καὶ μέντοι καὶ θεραπαίνας· καὶ οὐ μόνον ἀστοί, ἀλλὰ καὶ χωριτικοὶ τήνδε τὴν γνῶσιν ἐσχήκασι· καὶ ἔστιν εὑρεῖν καὶ σκαπανέας καὶ βοηλά τας καὶ φυτουργοὺς καὶ περὶ τῆς θείας διαλεγομένους Τριάδος καὶ περὶ τῆς τῶν ὅλων δημιουργίας καὶ τὴν ἀνθρωπείαν φύσιν
5.69.1
εἰδότας Ἀριστοτέλους πολλῷ μᾶλλον καὶ Πλάτωνος, καὶ μέντοι καὶ ἀρετῆς ἐπιμελουμένους καὶ κακίαν ἐκκλίνοντας καὶ τὰ κολα στήρια δεδιότας τὰ προσδοκώμενα καὶ τὸ θεῖον δικαστήριον ἀνεν δοιάστως προσμένοντας καὶ τῆς αἰωνίου πέρι καὶ ἀνωλέθρου φιλοσοφοῦντας ζωῆς καὶ τῆς τῶν οὐρανῶν ἕνεκα βασιλείας πάντα πόνον ἀσπαστῶς αἱρουμένους, καὶ ταῦτα οὐ παρ' ἄλλου του μεμαθηκότας, ἀλλὰ παρ' ἐκείνων, οὓς ὑμεῖς βαρβαροφώνους ἀποκαλεῖτε· καὶ οὐδὲ Ἀναχάρσιδος ἐπαΐετε λέγοντος·" Ἐμοὶ
5.70.1
πάντες Ἕλληνες σκυθίζουσιν." Τοῦτο γὰρ ἀτεχνῶς ἔοικε τοῖς εἰρημένοις ὑπὸ τοῦ σκυτοτόμου τοῦ ἡμετέρου·" Ἐὰν γὰρ μὴ γνῶ τὴν δύναμιν τῆς φωνῆς, ἔσομαι τῷ λαλοῦντί μοι βάρβαρος, καὶ ὁ λαλῶν ἐν ἐμοὶ βάρβαρος." Τῷ ὄντι γὰρ ὥσπερ τοῖς Ἕλ λησιν Ἰλλυριοὶ καὶ Παίονες καὶ Ταυλάντιοι καὶ Ἀτιντᾶνες βαρβαρίζειν δοκοῦσιν, οὕτως αὖ ἐκείνοις καὶ τοῖς ἄλλοις, ὅσοι τῆς Ἑλλάδος φωνῆς ἐπαΐειν οὐ δύνανται, ἡ Ἀτθὶς καὶ Δωρὶς
5.71.1
καὶ Αἰολὶς καὶ Ἰὰς βάρβαροι εἶναι δοκοῦσιν. Ὅτι γὰρ τὴν αὐτὴν ἔχει πᾶσα γλῶττα διάνοιαν– μία γὰρ δὴ πάντων ἀνθρώ πων ἡ φύσις– ἡ πεῖρα διδάσκαλος. Ἔστι γὰρ εὑρεῖν καὶ παρὰ τοῖς βαρβάροις καὶ τέχνας καὶ ἐπιστήμας καὶ τὰς ἐν πολέμοις ἀνδραγαθίας· ἔνιοι δὲ τούτων καὶ σοφώτερα Ἑλλήνων πολλάκις ἐξευρίσκουσι μηχανήματα καὶ λόχους ἀμείνους καὶ πανουργοτέ
5.72.1
ρας ἐνέδρας. Εἰσὶ δὲ οἳ καὶ τὴν Ἑλλήνων εὐέπειαν βραχυλογίᾳ νικῶσιν. Τοῦτο γὰρ δὴ καὶ Πέρσαις μαρτυροῦσι καὶ οἱ παλαιοὶ ξυγγραφεῖς, καὶ εἴ τις νῦν πρεσβεύων ἢ στρατηγῶν ἢ ἐμπορίαν τινὰ μετιὼν αὐτοῖς ξυνεγένετο. Φασὶ γὰρ αὐτοὺς ὀξέως φωρᾶν τὰς τῶν λόγων κλοπὰς καὶ ὀλίγα φθεγγομένους τοὺς προσδιαλε γομένους νικᾶν, καὶ ξυλλογιστικοὺς ἄγαν εἶναι καὶ διαλύειν ἱκανοὺς τὰ παρ' ἑτέρων πλεκόμενα καὶ παροιμίαις σοφωτάταις καὶ αἰνίγμασι κεχρῆσθαι, οὐκ ἐπειδὴ τοὺς Χρυσίππου καὶ Ἀρι στοτέλους ἀνέγνωσαν λαβυρίνθους, οὐδὲ ὅτι Σωκράτης αὐτοὺς καὶ Πλάτων τόδε τὸ εἶδος ἐπαιδευσάτην· οὔτε γὰρ ῥητορικοῖς οὔτε φιλοσόφοις ἐνετράφησαν λόγοις, ἀλλὰ μόνην ἔσχον τὴν φύσιν
5.73.1
διδάσκαλον. Τοὺς δέ γε Ἰνδοὺς καὶ τούτων πολλῷ σοφωτέρους εἶναί φασιν. Καὶ οἱ Νομάδες δέ, οἱ ἡμέτεροι πρόσχωροι– τοὺς Ἰσμαηλίτας λέγω, τοὺς ἐν ταῖς ἐρήμοις βιοτεύοντας καὶ μηδὲν τῶν Ἑλληνικῶν ξυγγραμμάτων ἐπισταμένους– ἀγχινοίᾳ καὶ ξυνέσει κοσμοῦνται καὶ διάνοιαν ἔχουσι καὶ ξυνιδεῖν τἀληθὲς δυ
5.74.1
ναμένην καὶ διελέγξαι τὸ ψεῦδος. Περὶ δὲ Αἰγυπτίων περιττὸν οἶμαι λέγειν· καὶ γὰρ αὐτοὶ τῶν φιλοσόφων οἱ πρῶτοι κρείττους εἶναι τούτους ἔφασαν τῶν ὀνομαστοτάτων γεγενημένων παρ' Ἕλλησιν. Ῥωμαῖοι δὲ καὶ ποιητὰς ἔσχον καὶ ξυγγραφέας καὶ ῥήτορας· καί φασιν οἱ ταύτην γε κἀκείνην ἠσκημένοι τὴν γλῶτταν καὶ πυκνότερα τῶν Ἑλληνικῶν τὰ τούτων ἐνθυμήματα εἶναι καὶ
5.75.1
ξυντομωτέρας τὰς γνώμας. Καὶ ταῦτα λέγω οὐ τὴν Ἑλλάδα σμικρύνων φωνήν, ἧς ἁμηγέπη μετέλαχον, οὐδὲ ἐναντία γε αὐτῇ ἐκτίνων τροφεῖα, ἀλλὰ τῶν ἐπὶ ταύτῃ μεγαλαυχουμένων ξυστέλ λων τὴν γνάθον καὶ τὴν ὀφρὺν καταστέλλων καὶ διδάσκων μὴ κωμῳδεῖν γλῶτταν τῇ ἀληθείᾳ λαμπρυνομένην μηδέ γε βρενθύε σθαι ἐπὶ λόγοις κομμωτικῇ τέχνῃ πεποικιλμένοις, τῆς δὲ ἀληθείας γεγυμνωμένοις, ἀλλὰ θαυμάζειν τοὺς τῆς ἀληθείας ὑποφήτας, κομμοῦν μὲν καὶ δαιδάλλειν εὐεπείᾳ τοὺς λόγους οὐ διδαχθέντας, γυμνὸν δὲ δεικνύντας τῆς ἀληθείας τὸ κάλλος καὶ τῶν ἀλλοτρίων καὶ ἐπεισάκτων ἀνθέων ἥκιστα δεηθέντας.
5.76.1
Παράθετε τοίνυν, ὦ φίλοι ἄνδρες, τῷ ὕθλῳ τῶν φιλοσόφων τὴν ἁπλῆν τῶν ἁλιέων διδασκαλίαν, καὶ ἀθρήσατε τὸ διάφορον· καὶ τὰς πολλὰς τῶν ὑμετέρων βίβλων ἀριθμήσαντες μυριάδας, τὴν τῶν λόγων ἀσθένειαν καταμάθετε. Οὐδεὶς γὰρ οὔτε τοῖς ποιητικοῖς μύθοις οὔτε ταῖς τῶν φιλοσόφων ἠκολούθησε δόξαις· τῶν δὲ θείων λογίων καὶ τὴν ξυντομίαν θαυμάσατε καὶ τὴν δύνα μιν ἀνυμνήσατε καὶ μάθετε θείων δογμάτων ἀλήθειαν, σώματος θείαν διάπλασιν, ψυχῆς φύσιν ἀθάνατον καὶ τὸ ταύτης λογικὸν ἡγούμενον τῶν παθῶν καὶ τὰ πάθη ἀναγκαῖα τῇ φύσει καὶ
5.77.1
χρήσιμα. Ἥ τε γὰρ ἐπιθυμία προυργιαιτάτη, καὶ ὁ θυμὸς ὡσαύ τως, ὁ ταύτης ἀντίπαλος. Δι' ἐκείνην μὲν γὰρ καὶ τῶν θείων ὀριγνώμεθα καὶ τῶν ὁρωμένων ὑπερορῶντες τὰ νοητὰ φανταζό μεθα καὶ ἐπὶ γῆς βαδίζοντες τὸν ἐν οὐρανοῖς δεσπότην ἰδεῖν ἱμειρόμεθα καὶ ἀρετῆς ἐφιέμεθα, καὶ μέντοι καὶ διαζῶμεν καὶ ἐδωδῆς μεταλαγχάνομεν καὶ ποτῶν, καὶ πρὸς τούτοις αὔξεται
5.78.1
διὰ τῆς ἐννόμου παιδοποιΐας τὸ γένος. Ὁ δέ γε θυμὸς ξυνεργὸς ἐδόθη τῷ λογισμῷ, ἵνα τῆς ἐπιθυμίας κωλύῃ τὴν ἀμετρίαν. Ἐπειδὴ γὰρ καὶ πέρα τῶν κειμένων ὅρων ᾄττειν ἐπιχειρεῖ, ξυνέζευξεν αὐτῇ οἷόν τινα πῶλον τὸν θυμὸν ὁ ποιητὴς ἀνθέλκοντα, ὅταν γε ἐκείνη πέρα τῆς χρείας προβαίνειν βιάζηται. Καὶ καθά περ ἀντίπαλον μὲν τῷ ψυχρῷ τὸ θερμόν, κεραννύμενα δὲ ἀλλή λοις κρᾶσιν ἀρίστην ἐργάζεται, οὕτως ἡ ἐπιθυμία καὶ ὁ θυμός, ἀλλήλοις κεραννύμενα καὶ ὑπ' ἀλλήλων κολαζόμενα, τῆς ἀρετῆς
5.79.1
τὴν ἀρίστην ἀπεργάζεται κρᾶσιν. Ἔχει δὲ τῶν δρωμένων τὸ κράτος ὁ λογισμός, ὥστε καὶ ταύτην ἐπέχειν καὶ τοῦτον αὖ νύτ τειν, ἢ τοῦτόν γε ἄγχειν καὶ διεγείρειν ἐκείνην. Καὶ γὰρ ἡ ἐπι θυμία τοῦ θυμοῦ παύει τὴν ἀμετρίαν, καὶ ὁ θυμὸς αὖ πάλιν κολάζει τῆς ἐπιθυμίας τὴν ἀπληστίαν. Ταῦτα μὲν οὖν ἀποτελεῖ ται, τοῦ λογισμοῦ τὰς ἡνίας ἐπιστημόνως κατέχοντος· ἢν δὲ οὗτος, ἢ τῷ χαλαρῷ καὶ λείῳ τῆς ἐπιθυμίας καταθελχθεὶς ἢ τῷ θυμῷ ᾄττοντι παρὰ καιρὸν ξυνεξορμήσας, χαυνοτέρας ἢ προσῆκε τὰς ἡνίας ἐάσῃ, οἱ μὲν ἀτάκτως καθάπερ ἵπποι θέουσιν ἐνδακόντες τὸν χαλινόν, ὁ δὲ συρόμενος φέρεται, καταγέλαστός τε καὶ ἐπ
5.80.1
ονείδιστος τοῖς ὁρῶσι γινόμενος. Ταύτῃ τοι καὶ δίκας εἰσπράττεται, ὡς ἐθελοντὴς ὑπομείνας τὸ πάθος. Καὶ γάρ τοι καὶ οἱ ἀνθρώ πειοι νόμοι τοὺς πλημμελοῦντας κολάζουσι, καὶ ὁ Θεὸς τοῖς ἁμαρτάνουσι τὸ ἄσβεστον ἠπείλησε πῦρ. Οὐκ ἂν δὲ οὔτε ὁ Θεός, ἀγαθός γε ὢν καὶ δίκαιος, ποινὴν τοὺς παράνομον βίον ἀσπαζομένους εἰσέπραξεν, εἴπερ ἄρα κατ' ἀνάγκην ἡμάρτανον, οὔτε τῶν ἀνθρώπων οἱ σοφώτατοι τοιούτους ἂν ἔθεσαν νόμους, εἴπερ ᾔδεσαν οὐ γνώμῃ τὰ ἀνθρώπεια τελούμενα πλημμελήματα, οὔτε μὴν οἱ τὸ ἄρχειν λαχόντες τὰς ὠμοτάτας ἂν βασάνους τοῖς τὰ πονηρὰ τολμῶσι προσέφερον, εἴπερ ἐγνώκεσαν οὐχ αἱρέσει γνώμης, ἀλλ' εἱμαρμένης ἢ φύσεως ἀνάγκῃ παραβαθέντας τοὺς νόμους. Εἰ δὲ ξυγγνώμην τοῖς πλημμελοῦσιν οὐ νέμουσι, διδά σκουσιν ἄντικρυς, ὡς γνώμης ἔργον ἡ πονηρία.
5.81.1
Ταῦτα καὶ περὶ τῆς τἀνθρώπου φύσεως φρονεῖν καὶ ἐδιδάχθημεν καὶ διδάσκομεν· καὶ ἀγάμεθα ὁρῶντες τὴν ἐν ἡμῖν φαινομένην τοῦ ποιητοῦ σοφίαν, τὰς διαφόρους τῶν αἰσθήσεων ἐνεργείας ἐξ ἑνὸς μὲν ἐγκεφάλου προφερομένας, ἄλλην δὲ αὐτῷ καὶ ἄλλην προσφερούσας ἀντίληψιν, τὴν μὲν ὁράσεως, τὴν δὲ ἀκροάσεως, καὶ ἄλλην ὀσφρήσεως, καὶ ἑτέραν γεύσεως, καὶ ἄλλην ἁφῆς· καὶ αὖ πάλιν τῶν μορίων ἁπάντων τὴν χρείαν, καὶ τῶν φαινομένων καὶ τῶν κεκρυμμένων, καὶ τὴν μνήμην πάμπολλα καὶ διάφορα δεχομένην καὶ μὴ ξυγχέουσαν, ἀλλ' ἀκήρατα ταῦτα διατηροῦσαν καὶ προφέρουσαν, ὁποῖά περ ἐδέξατο πάλαι καὶ πρόπαλαι, καὶ τὰς πολλὰς ἐπιστήμας οὐ λυμαινομένας ἀλλήλαις, ἀλλ' ἑκάστην εἰς
5.82.1
καιρὸν δεικνυμένην. Ὅταν δὲ ταῦτα καὶ τὰ τούτοις προσόμοια καταμάθωμεν, μετὰ τοῦ προφήτου βοῶμεν·" Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη· οὐ μὴ δύνωμαι πρὸς αὐτήν." Τίς γὰρ ἱκανὸς ἐξικέσθαι λόγος ἢ τῆς ἐν τῷ σώματι φαινομένης ἁρμονίας ἢ τῆς ἐν τῇ ψυχῇ θεωρουμένης σοφίας; πολλῶν γὰρ δὴ τούτων πέρι καὶ Ἱπποκράτει καὶ Γαληνῷ ξυγγραφέντων, καὶ μέντοι καὶ Πλάτωνι καὶ Ξενοφῶντι καὶ Ἀριστοτέλει καὶ Θεο φράστῳ καὶ μυρίοις ἑτέροις, τῶν εἰρημένων πολλαπλάσια παρα λέλειπται, τῶν ὑπὸ τῆς θείας γεγονότων σοφίας τῆς ἀνθρωπίνης διανοίας ἐφικέσθαι μὴ δυναμένης. Οὗ δὴ χάριν καὶ ὁ προφήτης ἐφ' οἷς μὲν κατέλαβεν, ὕμνησεν, ἐφικέσθαι δὲ τῶν ἐν ἡμῖν θεω ρουμένων ἁπάντων οὐ δυνηθείς, τὴν ἧτταν σαφῶς ὡμολόγησεν, ἀρκεῖν νομίσας εἰς ὑμνῳδίαν ἀξίαν τὴν τοιαύτην ὁμολογίαν.