Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Graecarum affectionum curatio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Τῶν τὸν θαλάττιον βίον ἀσπαζομένων οἱ μὲν τὰς φορτίδας ἐρέττουσιν, οἱ δὲ ταύτας τοῖς οἴαξι διευθύνουσιν, καὶ μέντοι καὶ πᾶς ἁλιευτὴς ἐφ' ἁλιάδος ὀχούμενος χαλᾷ δίκτυον καὶ θηρεύει τοὺς τῶν ὑδάτων τροφίμους, καὶ ἄλλος ἐπὶ πέτρας ἱδρυμένος καθίησιν ὁρμιὰν καὶ δελεάζων περιπείρει τῷ ἀγκίστρῳ τῶν ἰχθύων τινάς· εἰσὶ δὲ οἳ καὶ ναυαγίᾳ χρῶνται καὶ ὑποβρύχιοι γίνονται, ἢ ἐξ ἀβουλίας παρὰ καιρὸν ἀναχθέντες ἢ διὰ θράσος τῆς ζάλης
6.2.1
κατατολμήσαντες. Ταῦτα δὲ οὐ τηνάλλως ὑθλῶν διεξῆλθον, ἀλλὰ τῶν τῇ κτίσει προσπταιόντων καὶ τῶν ἐν ταύτῃ πρυτανευομένων ἀνέδην κατηγορούντων ἐπιδεῖξαι τὴν ἄνοιαν διά τινος εἰκόνος πειρώμενος. Καὶ γὰρ τὴν κτίσιν οἱ μὲν ὁρῶσι καὶ τὸν ποιητὴν ἀνυμνοῦσιν, οἱ δὲ πλεῖον ἢ δεῖ θαυμάζοντες ἠλιθίως θεοποιοῦσι· καὶ οἱ μὲν τῶν γινομένων ἕκαστον ὑπεράγανται καὶ τὸν τῶν ὅλων ὁρῶσι κυβερνήτην ἄριστά γε ἰθύνοντα καὶ τὴν ἐπὶ τοῖς οἴαξι φαινομένην εὐφημοῦσι σοφίαν, οἱ δὲ τοῖς γινομένοις ἅπασι νε μεσῶσι, καὶ τῶν δρωμένων αὐτοῖς οὐδὲν τὸ παράπαν ἀρέσκει, ἀλλὰ καὶ πλούτου κατηγοροῦσι καὶ κωμῳδοῦσι πενίαν καὶ μέμφον ται νόσῳ καὶ τοὺς ὑγιαίνοντας δυσχεραίνουσι, καὶ ξυλλήβδην εἰπεῖν οὐδὲν αὐτοὺς ἥδει τῶν γινομένων, οὐκ εὐκληρία, οὐ δυσκληρία, ἀλλὰ καὶ τὴν εὐετηρίαν καὶ τὴν τῆς γῆς δυσκολαί νουσιν ἀκαρπίαν, καὶ ὁμοίως αὐτοὺς ἀνιᾷ καὶ πολυπαιδία καὶ ἀπαιδία καὶ εἰρήνη καὶ πόλεμος.
6.3.1
Οὗ δὴ εἵνεκα τῶν τῆς προνοίας πηδαλίων κατηγοροῦσι· μᾶλ λον δὲ παντελῶς αὐτήν, ὅσον ἧκεν εἰς αὐτούς, ἐξελαύνουσι· καὶ εἱμαρμένην καὶ πεπρωμένην καὶ τύχην καὶ μοίρας εἰσάγουσι καὶ τὴν βιαίαν ἀνάγκην ἐφιστῶσιν ἑκάστῳ καὶ ταύτην φασὶ παρὰ γνώ μην ποιεῖν καὶ τοὺς ἀνδροφόνους καὶ τοὺς τοιχωρύχους καὶ τῶν
6.4.1
γάμων τοὺς ἐπιβούλους. Φέρε τοίνυν πάλιν τὰς Ἑλληνικὰς ἐξετάσωμεν δόξας, καὶ τοῖς ἀποστολικοῖς ταύτας καὶ προφητικοῖς παραθῶμεν δόγμασιν. Ἀλλὰ τοὺς μὲν ποιητὰς μετὰ τῶν δυσσε βῶν καταλίπωμεν μύθων· καὶ γὰρ τούτων ὁ κορυφαῖος τὸν τῶν θεῶν κορυφαῖον ὀλοφυρόμενον δείκνυσιν, ὡς ἐπαμῦναι τῷ παιδὶ μὴ δυνάμενον, ἀλλὰ τῶν τῆς Κλωθοῦς νημάτων ἡττώμενον καὶ ἀναλῦσαι ταῦτα βουλόμενον μέν, ὑπὸ δὲ τῆς Ἀτρόπου καὶ τῆς Λαχέσεως κωλυόμενον καὶ τούτου χάριν ὀλοφυρόμενον καὶ κω
6.5.1
κύοντα καὶ γόον πολὺν ἀναμιγνύντα τοῖς λόγοις. Οὗτος καὶ τὸν Ποσειδῶνα δέδειχε τίσασθαι μὲν βουλόμενον τῶν Κεφαλλήνων τὸν στρατηγόν, ὅτι τυφλὸν εἰργάσατο τὸν Πολύφημον, οὐ δυνά μενον δὲ νικῆσαι τὴν εἱμαρμένην, ἐπειδήπερ εἵμαρτο τῷ Λαέρτου τὴν Ἰθάκην ἰδεῖν. Τούτους τοίνυν καταλιπόντες, τὸν τῶν φι λοσόφων ἑσμὸν παραγάγωμεν.
6.6.1
Τοὺς μὲν οὖν ἀμφὶ τὸν Διαγόραν φασὶν ἀθέους ἐπίκλην ὀνο μασθῆναι διὰ τὸ πάμπαν ἀρνηθῆναι τὸ θεῖον· Πρωταγόραν δὲ ἀμφίβολον περί γε τούτων ἐσχηκέναι λέγουσι δόξαν· φάναι γὰρ αὐτὸν εἰρήκασιν οὐκ εἰδέναι, οὔτε εἴπερ εἰσὶ θεοί, οὔτε εἰ παν τάπασιν οὐκ εἰσίν. Ἐπίκουρος δὲ ὁ Νεοκλέους καὶ ἡ ἐκείνου ξυμμορία εἶναι μὲν ἔφασαν τὸν Θεόν, πρὸς αὑτὸν δὲ ἀπεστράφθαι
6.7.1
καὶ μήτε ἔχειν πράγματα μήτε παρέχειν ἄλλοις ἐθέλειν. Ὁ δέ γε Νικομάχου μέχρι σελήνης ὑπείληφε τὸν Θεὸν πρυτανεύειν, τῶν δὲ μετὰ ταύτην ἁπάντων ἠμεληκέναι καὶ τῇ τῆς εἱμαρμένης ἀνάγκῃ παραδεδωκέναι τὴν τούτων ἐπιτροπείαν, καὶ οὐ μόνον πλοῦτον καὶ πενίαν καὶ ὑγίειαν καὶ νόσον καὶ δουλείαν καὶ ἐλευ θερίαν καὶ πόλεμον καὶ εἰρήνην διανέμειν ἀνθρώποις, ἀλλὰ καὶ
6.8.1
ἀρετὴν καὶ κακίαν ἀποκληροῦν. Τούτων Οἰνόμαος ὁ Κυνικὸς ἐναργῶς κατηγόρησε, καὶ τὸν Πύθιον μάντιν, ὡς τὰ παραπλήσια χρησμῳδοῦντα, τοῖς κατηγορουμένοις ξυνέζευξε· καὶ τὸ μὲν ξύγγραμμα Φώραν γοήτων ὠνόμασε· λέγει δὲ ὧδε·" Ἀπόλωλε γάρ, τό γε ἐπὶ τοῖς σοφοῖς, ἐκ τοῦ ἀνθρωπείου βίου, ἀπόλωλεν, εἴτε οἴακά τις αὐτό, εἴτε ἕρμα, εἴτε κρηπῖδα ὀνομάζων χαίρει, τῆς ἡμετέρας ζωῆς ἡ ἐξουσία, ἣν ἡμεῖς μὲν αὐτοκράτορα τῶν ἀναγκαιοτάτων τιθέμεθα· Δημόκριτος δέ, εἰ μή τι ἠπάτημαι, καὶ Χρύσιππος, ὁ μὲν δοῦλον, ὁ δὲ ἡμίδουλον ἐπινοεῖ τὸ κάλλιστον τῶν ἀνθρωπίνων ἐπιδεῖξαι. Ἀλλὰ τούτων ὁ μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιῴη, ἄνθρωπος ὤν, ἀνθρώπους. Εἰ δὲ δὴ καὶ τὸ
6.9.1
θεῖον ἡμῶν καταστρατεύεται, παπαί, οἷα πεισόμεθα." Πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα εἰπών, προστέθεικε καὶ ταῦτα·" Φέρε καὶ ἡμεῖς ἀνταγανακτήσωμεν. Τί δή ποτε; Ἔνθα ἂν ἡμῖν δοκῇ, ἔσται τοῦτο καὶ πιστότατον καὶ πρεσβύτατον· ἔνθα δ' ἂν μὴ δοκῇ, ἐκεῖ καταδυναστεύει τι λεληθὸς αὐτοῦ, εἱμαρμένη καὶ πεπρωμένη, διάφορα ἑκάστῳ ἡμῶν ἔχουσα, τῷ μὲν ἐκ θεοῦ, τῷ δὲ ἐκ τῶν σμικρῶν ἐκείνων σωμάτων τῶν φερομένων ἄνω καὶ παλλομένων κάτω καὶ περιπλεκομένων καὶ διαλυομένων καὶ διϊσταμένων καὶ
6.10.1
παρατιθεμένων ἐξ ἀνάγκης;" Καὶ αὖ πάλιν μετ' ὀλίγα·" Τού των δὲ εἵνεκα ταῦτα προσήνεγκα τῷ λόγῳ, ὅτι σε ἐκπέφευγεν, ὦ μάντι, ὧν κύριοί ἐσμεν ἡμεῖς· καὶ ὁ τὰ πάντα εἰδὼς ταῦτα οὔπω ἔγνως, ὧν τὰ πείσματα ἀνῆπται ἐκ τῆς ἡμετέρας βουλή σεως."
6.11.1
Ταῦτα ὁ Κυνικὸς κατὰ ταὐτὸν τοῦ Πυθίου καὶ Δημοκρίτου καὶ Χρυσίππου κατηγόρησεν, εἰκότως ἀγανακτῶν, ὅτι τοῦ ἡμετέ ρου νοῦ τὴν ἐλευθέραν ἐξανδραποδίσαντες φύσιν, τῇ τῆς εἱμαρμέ νης καὶ πεπρωμένης ἀνάγκῃ παρέδοσαν. Τὴν δὲ πεπρωμένην ὁ Χρύσιππος πεπερασμένην ἔφησεν εἶναι καὶ ξυντετελεσμένην διοίκησιν· τὴν δὲ εἱμαρμένην εἰρομένην τινά, εἴτε ἐκ Θεοῦ βουλήσεως, εἴτε ἐξ οἱασδήποτε αἰτίας· τὰς δὲ Μοίρας ὠνο μάσθαι ἀπὸ τοῦ μεμερίσθαι καὶ κατανενεμῆσθαί τινα ἡμῶν ἑκάστῳ· οὕτω δὲ καὶ χρεὼν παρὰ τὸ χρέος εἰρῆσθαι, τὸ ἐπιβάλ
6.12.1
λον καὶ καθῆκον κατὰ τὴν εἱμαρμένην. Τὸν δὲ ἀριθμὸν τῶν Μοιρῶν τοὺς τρεῖς χρόνους παραδηλοῦν, ἐν οἷς κυκλεῖται τὰ πάντα καὶ δι' ὧν ἐπιτελεῖται· καὶ Λάχεσιν μὲν κεκλῆσθαι παρὰ τὸ λαγχάνειν ἑκάστῳ τὸ πεπρωμένον, Ἄτροπον δὲ κατὰ τὸ ἄτρεπτον καὶ ἀμετάθετον τοῦ μερισμοῦ, Κλωθὼ δὲ παρὰ τὸ ξυγκλώθεσθαι καὶ ξυνείρεσθαι τὰ πάντα, καὶ μίαν αὐτῶν τεταγμέ νην εἶναι δόξαν. Τὴν δὲ Πρόνοιαν τοῦτο κεκλήκασι, διότι πρὸς τὸ χρήσιμον οἰκονομεῖ ἕκαστα· Ἀδράστειαν δὲ τὴν αὐτήν, ὅτι
6.13.1
οὐδὲν αὐτὴν ἀποδιδράσκει. Οὐ μόνον δὲ οἱ ἀμφὶ τὸν Δημόκριτον καὶ Χρύσιππον καὶ Ἐπίκουρον πάντα κατ' ἀνάγκην ἔφασαν γίνεσθαι, ἀνάγκην καλοῦντες τὴν εἱμαρμένην, ἀλλὰ καὶ Πυθα γόρας ὁ πολυθρύλητος ἀνάγκην εἶπε περικεῖσθαι τῷ κόσμῳ. Ὁ δὲ Παρμενίδης τὴν ἀνάγκην καὶ Δαίμονα κέκληκε καὶ Δίκην καὶ Πρόνοιαν· καὶ ὁ Ἡράκλειτος δὲ πάντα καθ' εἱμαρμένην εἴρηκε γίνεσθαι· ἀνάγκην δὲ τὴν εἱμαρμένην καὶ οὗτος ὠνόμασεν.
6.14.1
Καὶ Χρύσιππος δὲ ὁ Στωϊκὸς μηδὲν διαφέρειν εἶπε τοῦ εἱμαρ μένου τὸ κατηναγκασμένον, εἶναι δὲ τὴν εἱμαρμένην κίνησιν ἀΐδιον ξυνεχῆ καὶ τεταγμένην. Ζήνων δὲ ὁ Κιτιεὺς δύναμιν κέκληκε τὴν εἱμαρμένην κινητικὴν τῆς ὕλης, τὴν δὲ αὐτὴν καὶ Πρόνοιαν καὶ Φύσιν ὠνόμασεν. Οἱ δὲ τοῦτον διαδεξάμενοι τὴν εἱμαρμένην λόγον ἔφασαν εἶναι τῶν ἐν τῷ κόσμῳ προνοίᾳ διοικου μένων, καὶ πάλιν ἐν ἑτέροις ξυγγράμμασιν εἱρμὸν αἰτιῶν τὴν
6.15.1
εἱμαρμένην κεκλήκασιν. Καὶ τὴν τύχην δὲ ὡσαύτως οἱ μὲν θεὸν ὑπέλαβον καὶ ὡς θεὸν ἐσεβάσθησαν· ὁ δὲ Πλάτων αἰτίαν εἶναι εἶπε κατά τι ξυμβεβηκὸς γινομένην, καὶ πάλιν ξύμπτωμα φύσεως ἢ προαιρέσεως κέκληκεν. Καὶ ὁ Ἀριστοτέλης δὲ ὡσαύτως αἰτίαν ἔφη κατὰ ξυμβεβηκὸς ἐν τοῖς καθ' ὁρμὴν ἕνεκέν τινος γινομένοις ἄδηλόν τε καὶ ἄστατον. Ἀναξαγόρας δὲ καὶ Δημόκριτος καὶ οἱ ἐκ τῆς Ποικίλης ὠνομασμένοι ἄδηλον αἰτίαν ἀνθρωπίνῳ λόγῳ.
6.16.1
Φιλήμων δέ γε ὁ κωμικός, καὶ ταῦτα γέλωτος ὢν ποιητής, ἄντικρυς κατηγορεῖ τῶν θεὸν τὴν τύχην ὑπειληφότων καὶ διαρ ρήδην βοᾷ· οὐκ ἔστιν ἡμῖν οὐδεμία Τύχη θεός· οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίνεται, ὡς ἔτυχ' ἑκάστῳ, προσαγορεύεται Τύχη. Οὗτος καὶ τοὺς οἰωνοῖς ἢ κληδόσι χρωμένους κωμῳδῶν ἔφη· ὅταν ἴδω φησί παρατηροῦντα, τίς ἔπταρεν, ἢ τίς ἐλάλησεν, ἢ τίς ἐστιν ὁ προϊών, ἀπολῶ σκοποῦντα τοῦτον εὐθὺς ἐν ἀγορᾷ. Αὑτῷ βαδίζει καὶ λαλεῖ καὶ πτάρνυται ἕκαστος ἡμῶν, οὐχὶ τοῖς ἐν τῇ πόλει. Τὰ πράγμαθ' ὡς πέφυκεν, οὕτω γίνεται.
6.17.1
Καὶ ὁ Μένανδρος δὲ ἐν Δεισιδαίμονι παραπλησίως τοὺς τὰ τοιαῦτα παρατηροῦντας γελᾷ, λέγων ὡδί· ἀγαθόν τι γένοιτό μοι, ὦ πολυτίμητοι θεοί. Ὑποδούμενος τὸν ἱμάντα τῆς δεξιᾶς ἐμβάδος διέρρηξ'. Εἰκότως, ὦ φλήναφε· σαπρὸς γὰρ ἦν· σὺ δὲ σμικρολόγος, οὐκ ἐθέλων καινὰς πρίασθαι.
6.18.1
Οὕτως ᾔδεσαν καὶ οἱ τὸν ἐν γέλωτι καὶ θεάτροις ἀσπασάμενοι βίον, ὡς τὰ τοιαῦτα δείματα καὶ παρατηρήματα λίαν ἐστὶ κατα γέλαστα. Καὶ Ἀντιφῶν δέ, τινὸς δυσχεραίνοντος καὶ οἰωνὸν χαλεπά τινα σημαίνειν νομίσαντος, ὅτι ἡ ὗς τὰ οἰκεῖα κατέφαγεν ἔκγονα·" Χαῖρε" εἶπεν" ἐπὶ τῷ σημείῳ, ὅτι πεινῶσα τὰ σὰ
6.19.1
οὐ κατέφαγε τέκνα." Ἔοικε δὲ τούτῳ καὶ τὸ παρὰ τοῦ Βίωνος εἰρημένον. Καὶ γὰρ ἐκεῖνος τὰ τοιάδε γελῶν·" Τί θαυμαστόν" ἔφη," εἰ καὶ ὁ μῦς τὸν θύλακον διέτραγεν, οὐκ ἔχων ὅ τι φάγῃ; τοῦτο δὲ ἦν θαυμαστόν, εἰ, ὥσπερ Ἀρκεσίλαος παίζων ἐνεχεί 6. ρει, τὸν μῦν ὁ θύλακος κατέφαγεν". Καὶ ὁ Διογένης δέ, ὄφεως ὑπέρῳ ἑαυτὸν ἐνειλήσαντος, καί τινος τοῦτο θαυμάσαντος καὶ τέρας εἶναι νομίσαντος·" Μὴ θαύμαζε" εἶπεν·" ἦν γὰρ παρα δοξότερον, εἰ τὸ ὕπερον περὶ ὀρθῷ τῷ ὄφει κατειλημένον ἐθεάσω". Οὕτω πάλιν οὗτος αὐτὸς ἐν οἰκίᾳ τινὸς μοχθηροῦ ἐπιγεγραμ μένον εὑρών· ὁ τοῦ Διὸς παῖς καλλίνικος Ἡρακλῆς ἐνθάδε κατοικεῖ·
6.20.1
μηδὲν εἰσίτω κακόν." Καὶ πῶς" ἔφη" ὁ κύριος εἰσελεύσεται τῆς οἰκίας;"
6.21.1
Οὕτως ἐκωμῴδουν καὶ οἱ τῷ τῆς δεισιδαιμονίας πλάνῳ δεδου λευκότες τοὺς οἰωνοὺς καὶ τὰς κληδόνας καὶ τὰ παρὰ τῶν πολλῶν ἔτι καὶ νῦν νομιζόμενα τέρατα· καὶ πτάρνυσθαι μὲν τοὺς πταί ροντας ἔλεγον, οὐκ ἄλλοις τι προσημαίνοντας, ἀλλὰ τὸ ξύνηθες ὑπομένοντας πάθος· καὶ τοὺς διαλεγομένους οὐκ ἄλλοις τι προ δηλοῦν, ἀλλὰ περὶ τῶν αὐτοῖς προκειμένων ποιεῖσθαι τοὺς λόγους· καὶ τὸν μῦν ὑπὸ τῆς πείνης ὠθούμενον διατρῆσαι τὸν θύλακον, οὐ χρησμόν τινα τῷ τοῦ θυλάκου δεσπότῃ προλέγοντα· καὶ τοῦ ὑποδήματος τοὺς δεσμοὺς ὡς παλαιοὺς διαρραγῆναι, οὐχ ὡς χρησμολόγους χαλεπόν τι προαγορεῦσαι.
6.22.1
Ταῦτα σαφῶς ἐπιστάμενος καὶ Ἐπίχαρμος ὁ Πυθαγόρειος τού των μὲν ἁπάντων κελεύει καταφρονεῖν, τὸν δὲ τῶν ὅλων ὀπτῆρα δεδιέναι παρεγγυᾷ· λέγει δὲ οὕτως· οὐδὲν διαφεύγει τὸ θεῖον· τοῦτο γινώσκειν σε δεῖ. Αὐτός ἐσθ' ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δ' οὐδὲν θεῷ.
6.23.1
Καὶ Δίφιλος δὲ ὁ κωμικός, ἀληθῆ φιλοσοφίαν τῇ κωμῳδίᾳ προσμίξας, τάδε φησίν· οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ, πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; Ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθ' ὁρᾷ. Καὶ δὴ καθ' Ἅιδην δύο τρίβους νομίζομεν, μίαν μὲν δικαίων, ἑτέραν δὲ ἀσεβῶν. Καὶ μετ' ὀλίγα· μηδὲν πλανηθῇς· ἔστιν ἐν Ἅιδου κρίσις, ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης.
6.24.1
Ἐπειδὴ γὰρ οὐχ ἅπαντες οἱ πλημμελοῦντες τῇδε τίνουσι δίκην, οὔτε μὴν οἱ ἀξιόνικοι τῆς ἀρετῆς ἀθληταὶ τὰ τῶν ἀγώνων ἆθλα πάντες πρὸς ἀξίαν ἐνθάδε κομίζονται, μάλα εἰκότως οὗτος τὸν πάντα ἐφορῶντα ἐπέδειξεν ὀφθαλμὸν καὶ τὴν ἐσομένην προηγόρευσε κρίσιν, ἵνα κἀκεῖνα δειμαίνοντες καὶ τοῦτον ὁρᾶν πιστεύοντες, ἅπαντες τοὺς ἀξιεράστους τῆς ἀρετῆς ἀγῶνας ἀσπάσωνται καὶ μὴ δυσχεραίνωσι μὴ ὁρῶντες τῶν πόνων τἀπί
6.25.1
χειρα. Καὶ Πίνδαρος δὲ ὁ Θηβαῖος, ἐρρῶσθαι φράσας εἱμαρμένῃ καὶ τύχῃ καὶ πεπρωμένῃ, τὴν παναλκῆ δύναμιν τοῦ Θεοῦ δι δάσκει τοὺς ἀγνοοῦντας· θεῷ γάρ φησι δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφεῖ δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας.
6.26.1
Ὁ δέ γε Ἀρίστωνος σαφέστερον ἐπιδείκνυσιν ἡμῖν τῶν ὅλων τὸν πρύτανιν τῶν τοῦ παντὸς οἰάκων ἐπειλημμένον· λέγει δὲ ταῦτα ἐν τοῖς Νόμοις·" Ὁ μὲν δὴ θεός, ὡς καὶ ὁ παλαιὸς λόγος, ἀρχὴν καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων, εὐθείᾳ περαίνει κατὰ φύσιν περιπορευόμενος· τῷ δὲ ἀεὶ ξυνέπεται Δίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἧς ὁ μὲν εὐδαιμο νήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος· ὁ δέ τις ἐξαρθεὶς ὑπὸ μεγαλαυχίας ἢ χρήμασιν ἐπαιρόμενος ἢ τιμαῖς ἢ καὶ σώματος εὐμορφίᾳ ἅμα νεότητι καὶ ἀνοίᾳ φλέγεται τὴν ψυχὴν μεθ' ὕβρεως, ὡς δή γε οὔτε ἄρχοντος οὔτε αὖ ἡγε μόνος δεόμενος, ἀλλὰ καὶ ἄλλοις ἱκανὸς ὢν ἡγεῖσθαι, καταλεί πεται ἔρημος θεοῦ· καταλειφθεὶς δὲ καὶ ἔτι ἄλλους τοιούτους προσλαβών, σκιρτᾷ ταράττων πάντα ἅμα, καὶ πολλοῖς τισιν ἔδοξεν εἶναί τις, μετὰ δὲ χρόνον ὑποσχὼν τιμωρίαν οὐ μεμπτὴν τῇ δίκῃ, ἑαυτόν τε καὶ οἶκον καὶ πόλιν ἄρδην ἀνάστατον ἐποίη
6.27.1
σεν." Διὰ τούτων ὁ φιλόσοφος καὶ τὸν τοῦ παντὸς ἔδειξε κηδε μόνα καὶ τὴν ἐπί τινων ἔσθ' ὅπῃ μακροθυμίαν καὶ τὴν ἐντεῦθεν τοῖς ἀνοήτοις προσγινομένην λώβην καὶ τὴν εἰς ὕστερον αὐτοῖς
6.28.1
ἐπιφερομένην πανωλεθρίαν. Ἐν δέ γε τῷ Γοργίᾳ καὶ τὰς τῆς τιμωρίας αἰτίας δηλοῖ, λέγων ὡδί·" Προσήκει δὲ παντὶ τῷ ἐν τιμωρίᾳ ὄντι, ὑπὸ ἄλλου ὀρθῶς τιμωρουμένῳ, ἢ βελτίονι γί νεσθαι καὶ ὀνίνασθαι ἢ παράδειγμα ἄλλοις γίνεσθαι, ἵν' ἐκεῖνοι ὁρῶντες πάσχοντα, ἃ ἂν πάσχῃ; φοβούμενοι βελτίους γίνωνται. Εἰσὶ δὲ οἱ μὲν ὠφελούμενοί τε καὶ δίκην διδόντες ὑπὸ θεῶν τε καὶ ἀνθρώπων οὗτοι, οἳ ἂν ἰάσιμα ἁμαρτήματα ἁμαρτάνωσιν. Ὅμως δὲ δι' ἀλγηδόνων καὶ ὀδυνῶν γίνεται αὐτοῖς ἡ ὠφέλεια, καὶ ἐνθάδε καὶ ἐν Ἅιδου· οὐδὲ γὰρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλ λάττεσθαι. Οἳ δ' ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίνε ται· καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται, οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰς μεγίστας καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας καὶ τὸν ἀεὶ χρόνον ἀτεχνῶς παραδείγματα ἀνηρτημένους."
6.29.1
Ταῦτα δὲ ἔοικεν ὁ φιλόσοφος ἐκ τῶν θείων σεσυληκέναι λογίων. Ἤκουσε γὰρ πάντως, τίνα Μωϋσῆς ὁ θεσπέσιος εἰρηκέναι ξυ νέγραψε τῷ Φαραῷ τὸν Θεόν, ὅτι" εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ τὴν δύναμίν μου, καὶ ὅπως διαγγελῇ τὸ ὄνομά μου ἐν πάσῃ τῇ γῇ." Παμπονήρῳ γάρ τοι γεγενημένῳ ἐκείνῳ παντοδαπὰς κολάσεις ἐπήνεγκεν ὁ Θεός, οὐχ ὥστε ἐκεῖνον ἀποφῆναι βελτίονα– ᾔδει γὰρ αὐτοῦ καὶ τὸν νοῦν ἀντίτυπον καὶ τὸ πάθος ἀνήκεστον– ἀλλ' ὅπως τὰ περὶ ἐκείνου διηγήματα πᾶσιν ὠφελείας γένηται παραδείγματα.
6.30.1
Καθάπερ γὰρ αἱ πόλεις τρέφουσι τοὺς δημίους, ὥστε τοὺς ἀνδροφόνους καὶ τοιχωρύχους καὶ τοὺς ἄλλα ἄττα παρανομοῦντας διὰ τούτων κολάζειν, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν, ἀλλὰ καὶ λίαν μισοῦσαι τὴν τοῦ βίου προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν, οὕτως ὁ τοῦ κόσμου πρύτανις, οἷα δημίους τινὰς γίνεσθαι ξυγχωρεῖ τοὺς τυράννους, ὥστε διὰ τούτων ποινὴν τοὺς ἀσεβοῦντας καὶ παρανομοῦντας εἰσπράττειν· ὕστερον δὲ καὶ τούτους αὐτοὺς παντελεῖ παραδίδωσι τιμωρίᾳ, ἐπειδήπερ οὐχ ὡς Θεῷ διακονοῦντες, ἀλλ' οἰκείᾳ πονηρίᾳ δουλεύοντες τὰ
6.31.1
δεινὰ ἐκεῖνα δεδράκασιν. Οὕτως ἡμαρτηκότα τὸν Ἰσραὴλ τῇ τῶν Ἀσσυρίων ὠμότητι παραδέδωκεν· ἐπειδὴ δὲ οὗτοι τῆς τιμωρίας οὐ διέγνωσαν τὸν σκοπόν, τηνικαῦτα καὶ τούτων καταλύσας τὴν δυναστείαν, ἑτέροις δουλεύειν ἠνάγκασεν. Καὶ ταῦτα Ἡσαΐας καὶ Ἰεζεκιὴλ καὶ πάντες οἱ προφῆται διαρρήδην διδάσκουσι· παρ' ὧν, οἶμαι, ὁ Πλάτων τὰς ἀφορμὰς κεκλοφώς, ἔφη τοὺς ἀνιάτως
6.32.1
διακειμένους εἰς ὠφέλειαν ἑτέρων παιδεύεσθαι. Κἀν τῷ Φιλήβῳ δὲ πάλιν τὸν περὶ τῆς προνοίας ἐκράτυνε λόγον·" Πάντες γάρ" φησι" ξυμφωνοῦσιν οἱ σοφοί, ὄντως ἑαυτοὺς σεμνύνοντες, ὡς νοῦς ἐστι βασιλεὺς ἡμῖν οὐρανοῦ τε καὶ γῆς· καὶ ἴσως εὖ λέγου σιν· διὰ σμικροτέρων δέ, εἰ βούλει, τὴν ἐπίσκεψιν αὐτοῦ τοῦ γέ νους ποιησώμεθα." Εἶτα ξυλλογισμοῖς παμπόλλοις χρησάμενος, ἐπήγαγε ταῦτα·" Βούλει δὲ καὶ ἡμεῖς τοῖς πρόσθεν ὡμολογη μένοις ξυμφωνήσωμεν, ὡς ταῦτα οὕτως ἔχει, καὶ μὴ μόνον οἰώμεθα δεῖν τὰ ἀλλότρια ἄνευ κινδύνου λέγειν, ἀλλὰ καὶ ξυγκινδυνεύσωμεν καὶ μετασχῶμεν τοῦ ψόγου, ὅταν ἀνὴρ δεινὸς
6.33.1
φῇ ταῦτα μὴ οὕτως, ἀλλ' ἀτάκτως ἔχειν;" Καὶ ἑτέροις δὲ πλείστοις λόγοις χρησάμενος, καὶ ταῦτα προστέθεικεν·" Οὐκοῦν εἰ μὴ τοῦτο, μετ' ἐκείνου τοῦ λόγου ἂν ἑπόμενοι βέλτιον λέγοι μεν ὡς ἔστιν, ὃ πολλάκις εἰρήκαμεν, ἄπειρόν τε ἐν τῷ παντὶ πολύ, καὶ πέρας ἱκανόν, καί τις ἐπ' αὐτοῖς αἰτία οὐ φαύλη, κο σμοῦσά τε καὶ ξυνάπτουσα ἐνιαυτούς τε καὶ μῆνας καὶ ὥρας, σοφία καὶ νοῦς λεγομένη." Καὶ ταῦτα δὲ ἐκ τῶν Ἑβραϊκῶν ναμάτων ἀρυσάμενος ἔχει. Ἐκεῖνα γὰρ διδάσκει σαφῶς, ὡς" ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει", καὶ τἄλλα τὰ τούτων ἀκόλουθα.
6.34.1
Ἐν δέ γε τοῖς Νόμοις οὗτος αὐτὸς ὁ φιλόσοφος καὶ διαιρεῖ τῶν ἀγαθῶν τὴν φύσιν καὶ δείκνυσι τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· λέγει δὲ οὕτως·" Διττὰ δὲ ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἤρτηται δὲ ἐκ τῶν θείων θάτερα, κἂν μὲν δέξηταί τις τὰ μείζονα, κτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. Ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται ὑγεία, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον εἴς τε τὰς ἄλλας πάσας κι νήσεις τῷ σώματι, τέταρτον δὲ πλοῦτος, οὐ τυφλός, ἀλλ' ὀξὺ βλέπων, ἄν περ ἕπηται φρονήσει· ὃ δὲ πρῶτον τῶν θείων ἡγε μονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύτερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετ' ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ ἀνδρεία. Ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ τῷ νομοθέτῃ τακτέον οὕτως. Μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώ πινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν ξύμπαντα
6.35.1
βλέπει." Εἶτα διδάσκει διὰ πλειόνων, ὡς φύσει μὲν ἀγαθὸν ἀρετὴ μόνη, τὰ δὲ ἄλλα ὁμωνύμως καλεῖται, ὀνόματος μόνου μετέχοντα." Τὰ γὰρ ὑπὸ τῶν πολλῶν" φησι" λεγόμενα ἀγαθὰ οὐκ ὀρθῶς λέγεται. Λέγεται γάρ, ὡς ἄριστον μὲν ὑγιαίνειν, δεύτερον δὲ κάλλος, τρίτον δὲ πλοῦτος· καὶ ἕτερα δὲ μυρία ἀγαθὰ λέγεται· καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν, ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅ τι ἂν ἐπιθυμῇ, καὶ τὸ μὲν τέλος πάσης μακαριότητος εἰς τὸ πάντα ταῦτα κεκτημένον ἀθάνατον εἶναι γενόμενον ὅτι τάχιστα. Ὑμεῖς δὲ καὶ ἐγώ πῃ τάδε λέγομεν, ὡς ταῦτά ἐστι ξύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα ξύμπαντα, ἀρξάμενα ἀπὸ τῆς ὑγιείας· καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ τὸ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν κα κὸν τὸν ξύμπαντα χρόνον ἀθάνατον ὄντα, κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον
6.36.1
δέ, ὡς ἂν ὀλίγιστον ὁ τοιοῦτος χρόνον ἐπιζῴη." Καὶ μετ' ὀλίγα·" Ἐγὼ μὲν γὰρ λέγω σαφῶς τὰ μὲν κακὰ λεγόμενα ἀγαθὰ τοῖς δικαίοις εἶναι, τοῖς δὲ ἀδίκοις κακά· τὰ δὲ ἀγαθὰ τοῖς μὲν ἀγαθοῖς ἀγαθά, τοῖς δὲ κακοῖς κακά." Κἀγὼ δὲ κομιδῇ τήνδε ἄγαμαι τὴν διαίρεσιν. Μέγιστον γὰρ ἀληθῶς ἀγαθὸν τό γε εἰδέναι, τί μὲν κυρίως ἀγαθόν, τί δὲ τοῦτο λέγεται μέν, γίνεται δὲ πῇ μὲν τοιοῦτο, πῇ δὲ τοὐναντίον, ὑπὸ τῶν ἢ εὖ καὶ καλῶς μετιόντων ἢ τὴν ἐναντίαν γνώμην ἀσπαζο
6.37.1
μένων. Καὶ γὰρ ὑγίεια καὶ κάλλος καὶ ῥώμη σώματος, καὶ μέν τοι καὶ πλοῦτος τοὺς μὲν ὤνησέ τε καὶ ἔδειξε τῶν κτημάτων ἀξίους, τοῖς δὲ ὄργανα πονηρίας καὶ ἀκρασίας ἐγένετο· σωφροσύνη δὲ καὶ δικαιοσύνη καὶ τἄλλα ὅσα τούτοις παραπλήσια, τῆς ψυχῆς ἐστι κτήματα, ἃ πᾶσίν ἐστι τοῖς ἔχουσιν ὀνησιφόρα καὶ οὐδένα σίνεται τῶν κεκτημένων, τοῖς δὲ τοιούτοις καὶ τὰ λεγόμενα ἀγαθὰ ξύμφορα κτήματα· δικαίων γὰρ καὶ σωφρόνων οἰκονόμων τυγχά νει, τὰ δέ γε διὰ τούτων ἄριστα γινόμενα κάκιστα φαίνεται, πονηροῖς περιπεσόντα καὶ παρανόμοις· καὶ γὰρ ὁρῶσιν ἃ μὴ δεῖ, καὶ ἀκούουσιν ὧν οὐ δεῖ, καὶ τὰς ἄλλας αἰσθήσεις εἰς ἀκολασίαν παιδεύουσιν.
6.38.1
Μὴ τοίνυν, ὦ φίλοι ἄνδρες, ξυγχέωμεν τῶν πραγμάτων τὰς φύσεις, ἀλλὰ διαγνῶμεν, τί μὲν ἀληθῶς ἀγαθόν, τί δὲ κακόν, τί δέ γε τὴν μέσην τούτων κἀκείνων εἴληχε τάξιν· καὶ μὴ καλῶμεν εὐδαίμονας τοὺς πλουτοῦντας καὶ ῥωμαλέους καὶ δυναστείαν περιβεβλημένους τινά· κακοδαίμονας γὰρ ἀληθῶς καὶ τρισαθλίους προσαγορεύειν προσήκει τοὺς τούτων μὲν μετειληχότας, ὕλην δὲ
6.39.1
ἀποφήναντας αὐτὰ κακίας καὶ πονηρίας. Ὅταν οὖν ἴδωμεν παμ πόνηρον ἄνθρωπον πλούτῳ περιρεόμενον, μὴ τρισόλβιον ὀνομά ζωμεν, ἀλλὰ δείλαιον, ὅτι τοῦ παρανόμως βιοῦν ἔχει πολλὰς ἀφορμάς· καὶ ὅταν ἕτερον ἐπιεικῆ εἶναι δοκοῦντα θεασώμεθα δυσκληρίᾳ τινὶ καὶ πενίᾳ ξυνεζευγμένον, μήτε ἄθλιον ὑπολάβωμεν
6.40.1
μήτε ἄδικον τὴν τοῦ Θεοῦ προμήθειαν νομίσωμεν. Πρῶτον μὲν γὰρ οὐ πάντως τῷ ὄντι δίκαιος ὁ δοκῶν εἶναι δίκαιος· ἑτέρως γὰρ καὶ ταῦτα ὁρᾷ καὶ διακρίνει ὁ πάντα γε ὁρῶν ὀφθαλμός. Καὶ τοῦτο Σαμουὴλ τὸν προφήτην αὐτὸς ἐδίδαξεν ὁ τῶν ὅλων ὀπτήρ·" Οὐχ ὡς ἄνθρωπος" γάρ φησιν" ὁρᾷ, οὕτως ὁρᾷ ὁ Θεός·
6.41.1
ἄνθρωπος μὲν γὰρ εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν." Ἵνα δὲ καὶ θῶμεν ἀληθῶς εἶναι δίκαιον τὸν δυσποτμίᾳ τινὶ κατεχό μενον, ἐκεῖνό γε πᾶσιν ἐπίδηλον, ὡς οὐδεμίαν ἐκ τῆς δυσημερίας εἰσδέξεται βλάβην, φέρειν ὡς ἀρετῆς ἀθλητὴς πεπαιδευμένος τὰ δυσχερῆ. Ὥσπερ γὰρ οἱ πονηρίᾳ ξυζῶντες καὶ τὰ καλούμενα ἀγαθὰ πονηρίας ἀποφαίνουσιν ὄργανα, οὕτως οἱ τῆς ἀρετῆς ἐρῶν τες καὶ τὰ κακὰ νομιζόμενα φιλοσοφίας τῆς ἀληθοῦς κατα σκευάζουσιν ὕλας.
6.42.1
Οὕτω δὴ τούτων ἕκαστον διακρίνοντες, οὔποτε τὸν Θεὸν ἄδικον ὀνομάσομεν, ἀλλὰ ξυνομολογήσομεν ὀρθῶς ἔχειν, ἅπερ ὁ Πλάτων ἐν τῷ Θεαιτήτῳ ξυνέγραψεν, ὅτι" ὁ θεὸς οὐδαμῇ οὐδαμῶς ἄδι κος, ἀλλ' ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν γένηται ὅτι δικαιότατος περὶ τούτου." Πάλιν δὲ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἰᾶσθαι πειρᾶται τοὺς τῆς θείας προ
6.43.1
νοίας οὐ προσιεμένους τὸν λόγον· λέγει δὲ ταῦτα·" Τὸν δὲ ἡγού μενον θεοὺς μὲν εἶναι, μὴ φροντίζειν δὲ τῶν ἀνθρωπίνων πραγμά των, παραμυθητέον ὧδε· ὦ ἄριστε, δὴ φῶμεν, ὅτι μὲν ἡγῇ θεοὺς εἶναι, ξυγγένειά τις θεία πρὸς τὸ ξύμφυτόν σε ἄγει τιμᾶν καὶ νομίζειν εἶναι· κακῶν δ' ἀνθρώπων καὶ ἀδίκων τύχαι, ἰδίᾳ καὶ δημοσίᾳ, ἀληθείᾳ μὲν οὐκ εὐδαίμονες, δόξῃ δὲ εὐδαιμονιζόμεναι
6.44.1
σφόδρα ἀλλ' οὐκ ἐμμελῶς, ἄγουσί σε πρὸς ἀσέβειαν." Εἶτα διεξελθὼν τὴν νομιζομένην τῶν ἀδίκων εὐκληρίαν, ἐπιφέρει καὶ ταῦτα·" Ἀλλ' οὐδὲν τάχα ἂν εἴη χαλεπὸν ἐνδείξασθαι τοῦτό γε, ὡς ἐπιμελεῖς σμικρῶν εἰσι θεοὶ οὐχ ἧττον, μᾶλλον δὲ ἢ τῶν μεγέθει διαφερόντων. Ἤκουε γάρ που καὶ παρῆν τοῖς νῦν δὴ λεγομένοις, ὡς ἀγαθοί γε ὄντες πᾶσαν ἀρετὴν τὴν ἁπάντων ἐπι
6.45.1
μέλειαν, οἰκειοτάτην αὐτῶν οὖσαν, κέκτηνται." Εἶτα ξυλλο γισμοῖς κρατύνας τὸν λόγον ἐπήγαγεν·" Μὴ τοίνυν τὸν θεὸν ἀξιῶμέν ποτε θνητῶν δημιουργῶν φαυλότερον, οἳ τὰ προσήκοντα αὐτοῖς ἔργα, ὅσῳπερ ἂν ἀμείνους ὦσι, τοσούτῳ ἀκριβέστερα καὶ τελεώτερα μιᾷ τέχνῃ σμικρὰ καὶ μεγάλα ἀπεργάζονται· τὸν δὲ θεόν, ὄντα τε σοφόν, βουλόμενόν τε ἐπιμελεῖσθαι, δυνατὸν εἶναι, καὶ δυνάμενον μὲν ῥᾷον ἐπιμεληθῆναι, σμικρῶν δὲ ὄντων μηδαμῇ ἐπιμελεῖσθαι δυνατὸν εἶναι, καθάπερ ἀργὸν ἢ δειλόν τινα διὰ
6.46.1
πόνους ῥᾳθυμοῦντα." Ἔπειτα ἐπιφέρει·" Μηδαμῶς δόξαν τοιαύτην περὶ θεοῦ, ὦ ξένε, ἀποδεχώμεθα· οὐδαμῇ γὰρ οὔτε ὅσιον οὔτε ἀληθὲς τὸ διανόημα διανοοῖτ' ἄν." Καὶ πάλιν μετ' ὀλίγα·" Πᾶς γὰρ ἰατρὸς καὶ πᾶς ἔντεχνος δημιουργὸς παντὸς μὲν ἕνεκα πάντα ἐργάζεται πρὸς τὸ κοινῇ ξυντεῖνον βέλτιον· μέρος μὲν εἵνεκεν ὅλου, καὶ οὐχ ὅλον εἵνεκεν μέρους ἀπεργάζεται· σὺ δ' ἀγανακτεῖς, ἀγνοῶν ὅπῃ τὸ περὶ σὲ ἄριστον τῷ παντὶ ξυμβαί
6.47.1
νει." Καὶ μετὰ πλείστους λόγων ἑλιγμοὺς ἐπήγαγεν·" Ὁ αὐ τὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη, τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας ἤ τι τοιοῦτο πράξαντας ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι, καὶ ὡς ἐν κατόπτροις αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν ξυντέλειαν, ὅπῃ πώποτε τῷ
6.48.1
παντὶ ξυμβάλλεται." Διὰ δὴ τούτων ἁπάντων καὶ τῆς προνοίας τὸ δίκαιον ἔδειξε, καὶ ὡς ἕκαστον τῶν γινομένων τῷ παντὶ καθέστηκε ξύμφορον. Οὐ γὰρ τοῦ σμικροτάτου γε μορίου χάριν τὸ ὅλον γεγένηται, ἀλλὰ τὰ μόρια ξυμπληροῖ τὴν τοῦ παντὸς ἁρμονίαν· οὐδὲ διὰ μίαν δακτύλου ἑνὸς σκυταλίδα ὅλον διεπλάσθη τὸ σῶμα, ἀλλὰ διὰ τὸ σῶμα καὶ οἱ δάκτυλοι καὶ αἱ τούτων ξυνηρμόσθησαν σκυταλίδες.
6.49.1
Ἐπειδὴ τοίνυν θνητὴ μὲν γέγονε τῶν ἀνθρώπων ἡ φύσις, θνητὴ δὲ οὖσα πολλῶν ἐστιν ἐνδεής, καὶ γεωργίας καὶ φυτουργίας καὶ ναυτιλίας, καὶ μέντοι καὶ οἰκοδομικῆς καὶ χαλκευτικῆς καὶ ὑφαντικῆς καὶ σκυτοτομικῆς καὶ ναυπηγικῆς τέχνης καὶ τῶν ἄλλων ὅσαι ξυνεργοῦσι πρὸς τὴν ἀναγκαίαν τοῦ σώματος θερα πείαν, μάλα γε εἰκότως ὁ τοῦ παντὸς κηδεμὼν τοῖς μὲν πενίαν, τοῖς δὲ ξυνεκλήρωσε πλοῦτον, ἵνα οἱ μὲν τὰς ὕλας παρέχωσιν,
6.50.1
οἱ δὲ τὰς χεῖρας ἠσκημένας πρὸς τὰς τέχνας. Ἐξήρτησε δὲ τῆς πενίας διὰ τῆς χρείας τοὺς ἐπὶ πλούτῳ βρενθυομένους τῶν ὅλων ὁ πρύτανις. Δέονται γὰρ οὐκ ἀρτοποιῶν οὐδὲ ὀψοποιῶν μόνον καὶ οἰνοχόων, ἀλλὰ καὶ οἰκοδόμων καὶ γεωργῶν καὶ ταλασιουργῶν καὶ σκυτέων, οἱ δέ γε φιλότιμοι καὶ ζωγράφων καὶ πλαστουργῶν καὶ τῶν ἄλλων, οἳ περιφανεστέρας ἀποφαίνουσι τῶν πλουτούντων τὰς οἰκίας· δέονται δ' αὖ πάλιν καὶ οἱ χειρώνακτες τῶν εὐπόρων καὶ χρήματα χορηγούντων καὶ ὠνουμένων τὰ παρ' ἐκείνων δη
6.51.1
μιουργούμενα. Οἱ δὲ τήνδε τὴν διαφορὰν δυσχεραίνοντες καὶ χαλεπαίνοντες, ὅτι μὴ πάντες τῶν αὐτῶν μετεσχήκαμεν, ἐγκα λείτωσαν καὶ τοῖς ζωγράφοις, ὅτι μὴ ἑνὶ χρώματι γράφουσιν, ἀλλ' ἐκ διαφόρων τὰς εἰκόνας δαιδάλλουσι· κατηγορείτωσαν δὲ καὶ τῶν λυροποιῶν, καὶ μέντοι καὶ αὐτῶν γε τῶν μουσικῶν, ὅτι μὴ ἴσην ἀφιᾶσιν ἅπασαι ἠχὴν αἱ χορδαί, ἀλλ' ἄλλην μὲν ἡ νήτη, ἄλλην δὲ ἡ ὑπάτη, καὶ ἡ μὲν ὀξεῖαν, ἡ δὲ βαρεῖαν, ἡ δὲ μέσον
6.52.1
ἔχει τὸν φθόγγον. Νεμεσᾶν δὲ αὐτοὺς προσῆκε καὶ τοῖς γεωμέ τραις, ὅτι οὐχ ἓν τοῖς τὴν γραμμικὴν μανθάνουσιν ἐπιστήμην ἐπιδεικνύουσι σχῆμα, ἀλλὰ τρίγωνα καὶ τετράγωνα καὶ μηνοειδῆ καὶ κύκλους καὶ τραπέζια καὶ ἄλλα ἄττα τῶν εἰρημένων πολ λαπλάσια. Ἐπιμεμφέσθωσαν δὲ καὶ τοῖς τὴν ἀριθμητικὴν διδά σκουσιν ἐπιστήμην, ὅτι τῶν ἀριθμῶν οἱ μέν εἰσιν ἄρτιοι, οἱ δὲ περιττοί, οἱ δὲ ἀρτιοπέριττοι, οἱ δὲ περισσάρτιοι, καὶ οἱ μὲν κύβοι, οἱ δὲ κυβεπίκυβοι.
6.53.1
Εἰ δὲ ἀναγκαῖαι καὶ τῶν ἀριθμῶν αἱ ἰδέαι καὶ τῶν σχημάτων τὸ ποικίλον καὶ τῶν χορδῶν τὸ διάφορον καὶ τὰ παντοδαπὰ τῶν χρωμάτων γένη, τί δήποτε δυσχεραίνετε, ὅτι μὴ πάντες Κροῖσοι καὶ Μῖδαι καὶ Δαρεῖοι γεγένησθε; οὐδὲν γὰρ ἕτερον βούλεσθε, τήνδε τὴν ἰσότητα ποθοῦντες, ἢ λιμῷ καὶ σπάνει τῶν ἀναγκαίων
6.54.1
ἄρδην ἅπαν ἀφανισθῆναι τῶν ἀνθρώπων τὸ γένος. Τίς γὰρ ἠνέσχετο ἄν, ἰσοτιμίας πάντων μετειληχότων, τὸν ὑπὲρ τῆς τοῦ πέλας θεραπείας ἀναδέξασθαι πόνον ἢ ἀρόσαι γῆν καὶ σπεῖραι καὶ τοὺς ἀστάχυας ἀμῆσαι ἢ φυτεῦσαι καὶ τρυγῆσαι καὶ ἀποθλίψαι οἴνου καὶ ἐλαίας καρπόν; Ἄλλῳ δὲ διακονεῖν ἄλλον τῆς ὁμοτι μίας οὐ ξυγχωρούσης, πῶς ἂν ἤρκεσεν ἕκαστος, βουκόλος ὁμοῦ καὶ αἰπόλος καὶ προβατεὺς καὶ συβώτης γινόμενος, καὶ μέντοι καὶ ὑφάντης καὶ σκυτοτόμος, καὶ οἰκοδόμος καὶ χαλκοτύπος, καὶ ἀρτοποιὸς καὶ ὀψοποιός, καὶ γεωργὸς καὶ φυτουργός, καὶ ναυπη γὸς καὶ ναύτης καὶ κυβερνήτης; τούτων γὰρ ἁπάντων καὶ ἑτέρων γε πολλαπλασιόνων ἕκαστος ἐνδεής.
6.55.1
Τί δήποτε τοίνυν οὐχ ὑμνεῖτε τὴν ἀρίστην διανομήν, ἀλλ' ὑμεῖς μάλιστα χαλεπαίνετε, οἱ θεραπαινῶν καὶ οἰκετῶν, καὶ μέν τοι καὶ γεωργῶν ἀπολαύοντες ὅτι μάλιστα πλείστων; Ὁ μὲν γὰρ γεωργὸς στέργει τὴν τάξιν ἣν ἔλαχε καὶ ὁ οἰκέτης ὡσαύτως καὶ μέντοι καὶ ὁ χειροτέχνης ἀγαπᾷ τὴν τέχνην καὶ τοὺς πόνους οἷς ξυγκεκλήρωται, ὑμεῖς δὲ τρυφῶντες καὶ ὑπερμαζῶντες καὶ διὰ τῆς ἑτέρων διακονίας παντοδαπῆς χλιδῆς ἀπολαύοντες, λόγοις
6.56.1
βλασφήμοις τὸν τούτων κατατοξεύετε χορηγόν· τούτους δὲ τοὺς λόγους ὠδίνετε, ἀκρασίᾳ μὲν δουλεύειν αἱρούμενοι, πρόφασιν δὲ ἀπολογίας εὑρίσκειν ἡγούμενοι, πρῶτον μὲν τὸ μὴ τῇ θείᾳ προ νοίᾳ κινεῖσθαι τῶν ὅλων τοὺς οἴακας, ἔπειτα δὲ τὸ νομίζειν ὑπὸ τὴν τῆς εἱμαρμένης ἀνάγκην οὐ μόνον τὸ σῶμα καὶ τὰ περὶ
6.57.1
τοῦτο τελεῖν, ἀλλὰ καὶ αὐτὴν τὴν αἵρεσιν τῆς ψυχῆς. Ἀλλ' ὁ Πλάτων τἀναντία διδάσκει, ὡς" ἀρετὴ ἀδέσποτον, ἣν τιμῶν τις καὶ ἀτιμάζων πλέον ἢ ἔλαττον ἕξει". Καὶ πάλιν·" Αἰτία ἑλομέ νου, θεὸς ἀναίτιος· κακῶν γὰρ ὁ θεὸς οὔποτε αἴτιος." Καὶ ἐν αὐτοῖς δὲ τοῖς χαλεποῖς κινδύνοις τὸν Σωκράτην δείκνυσιν ὁ Πλάτων φιλοσοφοῦντα καὶ προνοίας πέρι καὶ τοῦ μὴ δεδιέναι θάνατον· καὶ ταῦτα γὰρ ἐν τῇ Ἀπολογίᾳ τέθεικεν·" Ἀλλὰ καὶ ὑμᾶς χρή, ὦ ἄνδρες δικασταί, εὐέλπιδας εἶναι πρὸς θάνατον καὶ ἕν τι τοῦτο διανοεῖσθαι ἀληθές, ὅτι οὐκ ἔστιν ἀνδρὶ ἀγαθῷ κακὸν οὐδέν, οὔτε ζῶντι οὔτε τελευτήσαντι, οὐδὲ ἀμελεῖται ὑπὸ θεῶν τὰ τούτου πράγματα."
6.58.1
Οὔκουν τῷ ὄντι κακὰ πενία καὶ νόσος καὶ δουλεία καὶ θάνατος, ἀλλὰ καλεῖται μὲν ὑπὸ τῶν ἀνοήτων κακά, ἀγαθὰ δὲ γίνεται τοῖς εὖ καὶ καλῶς κεχρημένοις. Ὅτι δὲ αὔξει τῶν ἀνθρώπων τὴν πονηρίαν τὸ μὴ πιστεύειν ἰθύνεσθαι προνοίᾳ τὰ ξύμπαντα, Ἀττι κὸς ὁ Πλατωνικὸς βοᾷ·" Ὥστε ἕτοιμόν τι χρῆμα πρὸς ἀδικίαν
6.59.1
ἡ τῆς προνοίας ἀπόγνωσις." Καὶ Πλωτῖνος δέ– περιφανὴς δὲ καὶ οὗτος ἐν φιλοσόφοις ξυγγράμμασι– τόδε τὸ προοίμιον τοῖς περὶ προνοίας ἐντέθεικε λόγοις·" Τὸ μὲν τῷ αὐτομάτῳ καὶ τύχῃ διδόναι τοῦδε τοῦ παντὸς τὴν αἰτίαν καὶ ξύστασιν ὡς ἄλογον καὶ ἀνδρὸς οὔτε νοῦν οὔτε αἴσθησιν κεκτημένου, δῆλόν που καὶ πρὸ ἔργου καὶ πολλοὶ καὶ ἱκανοὶ πρὸ τούτου καταβέβληνται δεικνύντες λόγοι." Εἶτα πολλοὺς τοιούτους ἀνελίξας λόγους ἐπήγαγεν·" Οὕτω δὴ ἐξ ἑνὸς νοῦ καὶ τοῦ ἀπ' αὐτοῦ λόγου ἀνέστη τόδε τὸ
6.60.1
πᾶν καὶ διέστη." Ταῦτα δὲ καὶ οὗτος ἐκ τῶν ἱερῶν λογίων σεσύ ληκεν. Ἤκουσε γὰρ πάντως τῆς τῶν θείων εὐαγγελίων διδασκού σης θεολογίας, ὡς" διὰ τοῦ λόγου πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν." Παμπόλλοις γὰρ ἔτεσιν οὗτός γε τῶν ἀποστόλων νεώτερος. Ἐκεῖνοι μὲν γὰρ ἐπὶ Τιβερίου Καίσαρος τῶν σωτηρίων ἥψαντο κηρυγμάτων, Τιβέριον δὲ διεδέξατο Γάϊος, ἐκεῖνον δὲ Κλαύδιος, εἶτα Νέρων καὶ Οὐεσπασιανὸς καὶ Τίτος καὶ Δομετιανὸς καὶ Νερούας καὶ Τραϊανὸς καὶ Ἀδριανὸς καὶ Ἀντωνῖνος ὁ πρῶτος καὶ Οὔηρος καὶ Κόμοδος· ἐπὶ τούτου δὲ Ἀμμώνιος ὁ ἐπίκλην Σακκᾶς, τοὺς σάκκους καταλιπών, οἷς με τέφερε τοὺς πυρούς, τὸν φιλόσοφον ἠσπάσατο βίον. Τούτῳ φοιτῆσαί φασιν Ὠριγένην τὸν ἡμέτερον, τῷ δὲ Πλωτῖνον τουτονί· τῆς δὲ
6.61.1
Πλωτίνου διδασκαλίας τετύχηκεν ὁ Πορφύριος. Τὸν δὲ χρόνον οὐ τηνάλλως ἀδολεσχῶν ἐπεσημηνάμην, ἀλλὰ δεικνύς, ὡς οὐ μόνον τὰ τῶν Ἑβραίων οὗτος, καθάπερ ὁ Πλάτων, ἀλλὰ καὶ τὰ τῶν ἁλιέων καὶ τὰ τοῦ σκυτοτόμου παιδευθείς, μεμάθηκεν ἐκεῖθεν, ὡς ἐκ τοῦ νοῦ καὶ τοῦ ἀπ' αὐτοῦ λόγου τὰ πάντα καὶ ξυνέστη καὶ διέστη καὶ τῆς προσηκούσης τετύχηκεν ἁρμονίας.
6.62.1
Εἶτα τῶν διαβάλλειν τινὰ τῆς κτίσεως μόρια πειρωμένων διε λέγχει τὴν ἄνοιαν, λέγων ὡδί·" Ὅλον γάρ τι ἐποίησε πάγκαλον καὶ αὔταρκες καὶ φίλον αὑτῷ καὶ τοῖς μέρεσι τοῖς αὑτοῦ, τοῖς τε κυριωτέροις καὶ τοῖς ἐλάττοσιν, ὡσαύτως προσφόροις. Ὁ τοίνυν ἐκ τῶν μερῶν τὸ ὅλον αἰτιώμενος ἄτοπος ἂν εἴη τῆς αἰτίας· τά τε γὰρ μέρη πρὸς αὐτὸ τὸ ὅλον δεῖ σκοπεῖν, εἰ ξύμφωνα καὶ ἁρμότ τοντα ἐκείνῳ, τό τε ὅλον σκοπούμενον μὴ πρὸς μέρη ἄττα σμικρὰ βλέπειν· τοῦτο γὰρ οὐ τὸν κόσμον αἰτιωμένου, ἀλλά τινα τῶν αὐτοῦ χωρὶς λαβόντα, οἷον εἰ παντὸς ζῴου τρίχα ἢ τῶν χαμαὶ δακτύλων, ἀμελήσας τὸν πάντα ἄνθρωπον, δαιμονίαν τινὰ ὄψιν βλέπειν, ἢ νὴ Δία τὰ ἄλλα ζῷα ἀφεὶς τὸ εὐτελέστατον λαμβάνοι, ἢ τὸ ὅλον γένος παρείς, οἷον τὸ ἀνθρώπου, Θερσίτην εἰς μέσον ἄγοι. Ἐπεὶ οὖν τὸ γενόμενον ὁ κόσμος ἐστὶν ὁ ξύμπας, τοῦτον θεωρῶν τάχα ἂν ἀκούσαι παρ' αὐτοῦ, ὡς ἐμὲ πεποιήκει ὁ θεός, κἀγὼ ἐκεῖθεν ἐγενόμην τέλειος ἐκ πάντων ζῴων καὶ ἱκανὸς ἐμαυτῷ καὶ αὐτάρκης οὐδενὸς δεόμενος, ὅτι πάντα ἐν ἐμοί, καὶ τὰ φυτὰ
6.63.1
καὶ τὰ ζῷα καὶ ξυμπάντων τῶν γενητῶν ἡ φύσις." Διὰ δὲ τούτων δεδήλωκεν ἑτέραν κλοπήν, ὧν σεσύληκεν. Ἀκηκοέναι γάρ μοι δοκεῖ τοῦ θεσπεσίου Δαυὶδ λέγοντος·" Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα." Καὶ μετ' ὀλίγα δὲ δείκνυσι τὸ τῶν γεγενημένων διάφορον, καί φησιν·" Τὰ μὲν τοῦ εἶναι μετέχειν δοκεῖ μόνον, τὰ δὲ τοῦ ζῆν, τὰ δὲ μᾶλλον ἐν τῷ αἰσθάνεσθαι, τὰ δὲ ἤδη λόγον ἔχει, τὰ δὲ πᾶσαν ζωήν. Οὐδὲ γὰρ τὰ ἴσα ἀπαιτεῖν δεῖ τοῖς μὴ ἴσοις· οὐδὲ γὰρ δακτύλων τὸ βλέπειν, ἀλλ' ὀφθαλμῶν τοῦτο· δακτύλου δὲ
6.64.1
ἄλλο, τὸ εἶναι οἶμαι δακτύλῳ καὶ τὸ αὑτοῦ ἔχειν." Μετέχειν δὲ τοῦ εἶναι μόνον τοὺς λίθους ἔφη καὶ τὰ προσόμοια τούτοις, τὰ δέ γε φυτὰ μεταλαχεῖν καὶ τοῦ ζῆν, αἴσθησιν δ' ἔχειν μετὰ τοῦ ζῆν τὰ ἄλογα εἴρηκε, λόγου δὲ μετειληχέναι τῶν ἀνθρώπων τὸ γένος, τελείαν δὲ ζωὴν ἔχειν τῶν ἀσωμάτων τὴν φύσιν, τούτοις δὲ ἐπήγαγεν·" Πῦρ δὲ εἰ ὑπὸ ὕδατος σβέννυται καὶ ἕτερον εἰ ὑπὸ πυρὸς φθείρεται, μὴ θαυμάσῃς· καὶ γὰρ εἰς τὸ εἶναι ἄλλος αὐτὰ ἤγαγεν."
6.65.1
Καὶ ἀρετῆς δὲ πέρι καὶ κακίας ἐν τῇ αὐτῇ διαλέξει τοιαῦτα διέξεισιν·" Πολλὰ δὲ καὶ ὑπ' ἄλλων πάσχει καὶ ἀκόντων τῶν ποιούντων καὶ πρὸς ἄλλο ἱεμένων. Τὰ δὲ δι' αὑτὰ ἔχοντα κίνησιν αὐτεξούσιον ζῷα ῥέποι ἂν ὁτὲ μὲν πρὸς τὰ βελτίω, ὁτὲ δὲ πρὸς τὰ χείρω· τὴν δὲ πρὸς τὰ χείρω τροπὴν παρ' αὐτοῦ ζητεῖν, ἴσως οὐκ ἄξιον· ὀλίγη γὰρ κατ' ἀρχὰς τροπὴ γενομένη προϊοῦσα αὕτη πλέον καὶ μεῖζον τὸ ἁμαρτανόμενον ἀεὶ ποιεῖ· καὶ σῶμα δὲ ξύνεστι καὶ ἐξ ἀνάγκης ἐπιθυμία· καὶ παροφθὲν τὸ πρῶτον καὶ τὸ ἐξαίφνης καὶ μὴ ἀναληφθὲν αὐτίκα, καὶ αἵρεσιν εἰς ὅ τις ἐξέπεσεν ἐνειργάσατο. Ἕπεταί γε μὴν δίκη· καὶ οὐκ ἄδικον τοιόνδε γενόμενον ἀκόλουθα πάσχειν τῇ διαθέσει, οὐδὲ ἀπαιτη τέον τούτοις τὸ εὐδαιμονεῖν ὑπάρχειν, οἷς μὴ εἴργασται εὐδαιμο νίας ἄξια. Οἱ δὲ ἀγαθοὶ μόνοι εὐδαίμονες· διὰ γὰρ τοῦτο καὶ θεοὶ εὐδαίμονες. Εἰ τοίνυν καὶ ψυχαῖς ἐν τῷδε τῷ παντὶ ἔξεστιν εὐδαι μονεῖν, εἴ τινες οὐκ εὐδαίμονες, οὐκ αἰτιατέον τὸ πᾶν, ἀλλὰ τὰς ἐκείνων ἀδυναμίας μὴ δυνηθείσας καλῶς ἐναγωνίσασθαι, οὗ δὴ ἆθλα ἀρετῆς πρόκειται· καὶ μὴ θείους δὲ γενομένους θεῖον βίον
6.66.1
μὴ ἔχειν τί δεινόν;" Εἶτα καὶ τὰς δυσκληρίας ἀπαριθμεῖται καὶ λέγει ταύτας ἀναγκαίας εἶναι τοῖς ἁμαρτάνουσι·" Πενία γάρ" φησι" καὶ νόσοι τοῖς μὲν ἀγαθοῖς οὐδέν, τοῖς δὲ κακοῖς ξυμφορά, καὶ ἀνάγκη νοσεῖν σώματα ἔχουσιν· καὶ οὐκ ἀχρεῖα δὲ οὐδὲ ταῦτα
6.67.1
παντάπασιν εἰς ξύνταξιν καὶ ξυμπλήρωσιν τοῦ ὅλου." Ἔπειτα διδάσκει, ὡς ἐκ τῶνδε τῶν παραδειγμάτων πλεῖστοι τῶν ἄλλων ὀνίνανται, καί φησιν·" Ἡ δὲ κακία εἰργάσατό τι χρήσιμον εἰς τὸ ὅλον παράδειγμα δίκης γενομένη καὶ πολλὰ ἐξ αὑτῆς χρήσιμα παρασχομένη. Καὶ γὰρ ἐγρηγορότας ἐποίησε καὶ νοῦν καὶ ξύνεσιν ἐγείρει πονηρίας ὁδοῖς ἀντιταττομένων, καὶ μανθάνειν δὲ ποιεῖ οἷον ἀγαθὸν ἀρετὴ παραθέσει κακῶν ὧν οἱ πονηροὶ ἔχουσιν. Καὶ οὐ γέγονε τὰ κακὰ διὰ ταῦτα, ἀλλ' ὅτι χρῆται καὶ αὐτοῖς εἰς δέον, ἐπείπερ ἐγένετο, εἴρηται. Τοῦτο δὲ δυνάμεως μεγίστης, καλῶς καὶ τοῖς κακοῖς χρήσασθαι δύνασθαι καὶ τοῖς ἀμόρφοις γενομένοις εἰς ἑτέρας μορφὰς χρήσασθαι ἱκανὴν εἶναι. Ὅλως δὲ
6.68.1
τὸ κακὸν ἔλλειψιν ἀγαθοῦ θετέον." Καὶ μετὰ πολλοὺς δὲ τοιού τους λόγους παραινεῖ μὴ ἀκριβῶς ἐν τῷ μικτῷ ζῴῳ μηδὲ ἀκραι φνῶς τὸ ἀγαθὸν ἀπαιτεῖν, καί φησιν·" Πρῶτον τοίνυν λεκτέον ὡς τὸ καλὸν ἐν τῷ μικτῷ ζητοῦντας χρὴ μὴ πάντῃ ἀπαιτεῖν, ἀλλ' ὅσον τὸ καλῶς ἐν τῷ μικτῷ ἔχει, μηδὲ ἐν δευτέροις ζητεῖν τὰ πρῶτα, ἀλλ' ἐπειδὴ καὶ σῶμα ἔχει, ξυγχωρεῖν καὶ παρὰ τούτου ἰέναι εἰς τὸ πᾶν, ἀπαιτεῖν δὲ παρὰ τοῦ λόγου, ὅσον ἠδύνατο δέ
6.69.1
ξασθαι τὸ μῖγμα εἰ μηδὲν τούτῳ ἐλλείπει." Εἶτα νεμεσᾷ τοῖς ἀγωνίζεσθαι μὲν ὑπὲρ ἀρετῆς μὴ βουλομένοις, σώζεσθαι δὲ ἀξιοῦσι παρὰ Θεοῦ, καί φησιν·" Νῦν δὲ οἱ μὲν ἄοπλοι, οἱ δὲ ὁπλισθέντες κρατοῦσιν, ἔνθα οὐ θεὸν ἔδει ὑπὲρ τῶν ἀπολέμων αὐτὸν μάχεσθαι· σώζεσθαι γὰρ ἐκ πολέμων φησὶ δεῖν ὁ νόμος ἀνδριζομένους, ἀλλ' οὐκ εὐχομένους· οὐδὲ γὰρ κομίζεσθαι καρποὺς εὐχομένους, ἀλλὰ γῆς ἐπιμελουμένους· οὐδὲ ὑγιαίνειν μὴ ὑγείας ἐπιμελουμένους, οὐδ' ἀγανακτεῖν δέ, εἰ τοῖς φαύλοις πλείους γίνοιντο οἱ καρποί, ἢ ὅλως αὐτοῖς γεωργοῦσιν ἢ ἄμεινον. Ἔπειτα γελοῖον τὰ μὲν ἄλλα πάντα τὰ κατὰ τὸν βίον γνώμῃ τῇ ἑαυτῶν πράττειν, κἂν μὴ ταύτῃ πράττωσιν ᾗ θεοῖς φίλα, σώζεσθαι δὲ μόνον παρὰ θεῶν οὐδὲ ταῦτα ποιήσαντας, δι' ὧν κελεύουσι τούτους οἱ θεοὶ σώζεσθαι. Καὶ τοίνυν οἱ θάνατοι αὐτοῖς βελτίους ἢ τὸ οὕτω ζῶντας εἶναι, ὅπως ζῆν αὐτοὺς οὐκ ἐθέλουσιν οἱ ἐν τῷ παντὶ νόμοι· ὥστε τῶν ἐναντίων γινομένων, εἰρήνης ἐν ἀνοίαις καὶ κακίαις πάσαις φυλαττομένης, ἀτόπως ἂν ἔσχε τὰ προνοίας, ἐώσης κρατεῖν οὕτω τὰ χείρω. Ἄρχουσι δὲ οἱ κακοὶ ἀρχομένων ἀνανδρίᾳ· τοῦτο γὰρ δίκαιον, καὶ οὐκ ἐκεῖνο. Οὐ γὰρ δὴ οὕτω τὴν πρόνοιαν εἶναι δεῖ, ὥστε μηδὲν ἡμᾶς εἶναι· πάντα δὲ οὔσης προνοίας καὶ μόνης αὐτῆς οὐδ' ἂν εἴη· τίνος γὰρ ἂν ἔτι εἴη; ἀλλὰ μόνον ἂν εἴη τὸ θεῖον."
6.70.1
Καὶ μετ' ὀλίγα δὲ δείκνυσι τῶν ἀγαθῶν τὰ ἆθλα·" Τοῖς μὲν γὰρ ἀγαθοῖς" φησι" γενομένοις ἀγαθὸν βίον ἔσεσθαι καὶ κεῖσθαι καὶ εἰς ὕστερον· τοῖς δὲ κακοῖς τἀναντία. Κακοὺς δὲ γενομένους ἀξιοῦν ἄλλους αὐτῶν σωτῆρας εἶναι ἑαυτοὺς προεμένους οὐ θεμι
6.71.1
τὸν εὐχὴν ποιουμένων." Εἶτα καὶ περὶ τῶν ἄλλων ζῴων ὧδέ φησιν·" Ἐπεὶ καὶ τοῖς ἄλλοις ὅσα ἐλάττω ζῷα αὐτοῦ κόσμον γῇ φέροντα μέμφεται οὐδεὶς νοῦν ἔχων. Γελοῖον γὰρ εἴ τις μέμ φοιτο ὅτι τοὺς ἀνθρώπους δάκνοι, ὡς δέον αὐτοὺς ζῆν κοιμωμέ νους. Ἀνάγκη δὲ καὶ ταῦτα εἶναι· καὶ αἱ μὲν πρόδηλοι παρ' αὐτῶν ὠφέλειαι, τὰς δὲ οὐ φανερὰς ἀνεῦρε πολλὰς ὁ χρόνος, ὥστε μηδὲν αὐτῶν μάτην μηδὲ ἀνθρώποις εἶναι. Γελοῖον δὲ ὅτι καὶ ἄγρια πολλὰ αὐτῶν μέμφεσθαι, γινομένων καὶ ἀνθρώπων
6.72.1
ἀγρίων." Καὶ μεθ' ἕτερα δὲ πλεῖστα καὶ ταῦτα ἔφη·" Ἡμεῖς δέ, ὥσπερ οἱ ἄπειροι γραφικῆς τέχνης αἰτιῶνται, ὡς οὐ καλὰ χρώματα πανταχοῦ, ὁ δὲ ἄρα τὰ προσήκοντα ἀπέδωκεν ἑκάστῳ τόπῳ, ἢ εἴ τις δρᾶμα μέμφοιτο, ὅτι μὴ πάντες ἥρωες ἐν αὐτῷ, ἀλλὰ καὶ οἰκέτης καί τις ἄγροικος καὶ φαύλως φθεγγόμε νος· τὸ δὲ οὐ καλόν ἐστιν, εἴ τις τοὺς χείρους ἐξέλοι, καὶ ἐκ
6.73.1
τούτων ξυμπληρούμενον." Καὶ πᾶσα δὲ ἡ διάλεξις, καὶ ἡ προ τέρα καὶ ἡ δευτέρα, τούτων τῶν λόγων ἀνάπλεως. Ἐγὼ δὲ τὸ μῆκος φεύγων τὰ πλείονα παραλείψω· καὶ Ξενοφῶντι τῷ Σω κρατικῷ καὶ Ἐπικτήτῳ τῷ Στωϊκῷ καὶ ἄλλοις πλείοσι μάρτυσι δυνάμενος χρήσασθαι καὶ φυσικαῖς ἀποδείξεσιν οἷός τε ὢν δι ελέγξαι τῶν ἀπιστούντων τῷδε τῷ λόγῳ τὴν ἄνοιαν, ἀποχρῆν οἶμαι τὰ ξυνειλεγμένα εἴς γε τὴν τῆς ἀληθείας βεβαίωσιν.
6.74.1
Ἐκεῖνο δὲ μόνον τοῖς εἰρημένοις προύργου προσθεῖναι νενό μικα, ὡς δήλου γε ὄντος, ὅτι προνοεῖ τῶν ὅλων ὁ ποιητής, ἄμα χος δήπουθεν καὶ ἀναμφισβήτητος δέδεικται τῆς τοῦ Σωτῆρος οἰκονομίας ὁ λόγος· ἔπρεπε γὰρ τῷ τὰ πάντα τεκτηναμένῳ καὶ τοῖς μὴ οὖσι τὸ εἶναι δωρησαμένῳ μὴ παριδεῖν διολλυμένην τῶν ἀνθρώπων τὴν φύσιν, ἧς ἕνεκεν τὰ ὁρώμενα κατεσκεύασεν ἅπαντα.
6.75.1
Ἥ τε γὰρ γῆ τούτων ἐστὶν ἐνδιαίτημα, καὶ τὸν οὐρανὸν ὄροφον ἔχουσι· καὶ ἀὴρ καὶ θάλαττα καὶ ποταμοὶ καὶ πηγαὶ καὶ νεφῶν ὠδῖνες καὶ δρόσοι καὶ αὖραι, καὶ μέντοι καὶ φυτὰ κάρπιμά τε καὶ ἄκαρπα καὶ ζῷα χερσαῖά τε καὶ πτηνὰ καὶ νηκτὰ καὶ ἀμφίβια καὶ βοτανῶν γένη μυρία καὶ ὕλαι μεταλλικαὶ τῷ γένει τῶν ἀνθρώ
6.76.1
πων τὴν χρείαν προσφέρουσιν. Καὶ μὲν δὴ καὶ ἥλιος καὶ σελήνη καὶ τῶν ἀστέρων τὸ πλῆθος, διχῇ τὸν χρόνον διελόντες, ἴσως αὐτὸν διενείμαντο· καὶ ὁ μὲν φωτίζει τὴν ἡμέραν καὶ πρὸς ἐργα σίαν καλεῖ, ἡ δὲ μετὰ τῶν ἄστρων τὴν νυκτερινὴν ἔλαχε δᾳδου
6.77.1
χίαν. Οὐ τοίνυν παριδεῖν ὁ τοῦ παντὸς Κύριος ὑπέλαβε δίκαιον τὸν οὗ χάριν ταῦτα πάντα ἐγένετο ὑπὸ τῆς ἁμαρτίας πολιορκού μενον καὶ ὡς δορίληπτον τῷ θανάτῳ παραδιδόμενον, καὶ διὰ τοῦτο τὴν ἀνθρωπείαν ὑπέδυ μορφὴν καὶ τὴν ἀόρατον τῇ ὁρωμένῃ κα τεκάλυψε φύσιν, καὶ τήν τε ὁρωμένην ἀναμάρτητον διεφύλαξε
6.78.1
καὶ τὴν κεκρυμμένην ἀκήρατον διετήρησεν· οὔτε γὰρ αὕτη τῶν τῆς σαρκὸς μετέλαχε παθημάτων, οὔτε ἡ σὰρξ τῶν τῆς ἁμαρτίας κηλίδων μετέσχηκεν. Ῥᾷστον μὲν γὰρ ἦν αὐτῷ καὶ δίχα τοῦ τῆς σαρκὸς προκαλύμματος πραγματεύσασθαι τῶν ἀνθρώπων τὴν σωτηρίαν καὶ βουλήσει μόνῃ καταλῦσαι τοῦ θανάτου τὴν δυνα στείαν καὶ τὴν τούτου μητέρα, τὴν ἁμαρτίαν, φροῦδον παντελῶς ἀποφῆναι καὶ τὸν παμπόνηρον δαίμονα, τὸν ταύτην ὠδίναντα, ἐξελάσαι τῆς γῆς καὶ παραπέμψαι τῷ ζόφῳ, ᾧ γε μικρὸν ὕστερον αὐτὸν παραδώσειν ἠπείλησεν· ἀλλ' οὐκ ἐβουλήθη τὴν ἐξουσίαν,
6.79.1
ἀλλὰ τῆς προνοίας ἐπιδεῖξαι τὸ δίκαιον. Ὥσπερ γὰρ οὐρανόθεν διαλεχθῆναι τοῖς ἀνθρώποις δυνάμενος καὶ τοὺς ῥᾳστώνῃ ξυ ζῶντας δεδίξασθαι, τοῦτο μὲν οὐ πεποίηκεν, εἰδὼς οὐ χωροῦσαν τοῦτο τῶν ἀνθρώπων τὴν φύσιν, ἀλλ' ὀλιγάκις μὲν ἐπεφάνη, ξυμμέτρους τοῖς ὁρῶσι τὰς ἐπιφανείας ποιούμενος, ἀεὶ δὲ δι' ἀνθρώπων ἀνθρώποις καὶ νομοθετῶν καὶ παραινῶν διετέλεσεν, ὑπουργοῖς τῶν λόγων καὶ διακόνοις χρώμενος τοῖς προφήταις, Οὕτω δὴ ὕστερον πᾶσιν ἀνθρώποις προσενεγκεῖν ἐθελήσας τὰ σωτήρια φάρμακα, οὐκ ἀγγέλοις ὑπηρέταις οὐδ' ἀρχαγγέλοις ἐχρήσατο οὐδ' οὐρανόθεν γεγωνοτάτην καὶ πᾶσιν ἀνθρώποις ξύμμετρον ἀφῆκε φωνήν, ἀλλ' ἐν μήτρᾳ παρθενικῇ τὴν ἀνθρω πείαν ἑαυτῷ περιπήξας σκηνήν, προῆλθεν ἐκεῖθεν ἄνθρωπος ὁρώμενος καὶ Θεὸς προσκυνούμενος, ἐκ μὲν τῆς τοῦ Πατρὸς οὐσίας πρὸ τῶν αἰώνων γεγεννημένος, ἐκ δὲ τῆς παρθένου λαβὼν
6.80.1
τὸ φαινόμενον, πρόσφατος ὁ αὐτὸς καὶ αἰώνιος. Οὐ γὰρ ξυνέχεε τὰς φύσεις ἡ ἕνωσις οὐδὲ πεποίηκεν ὑπὸ χρόνον τῶν χρόνων τὸν ποιητὴν οὐδέ γε τὸ ἐν χρόνῳ γενόμενον ἀπέφηνε προαιώνιον, ἀλλ' ἑκατέρα φύσις μεμένηκεν ἀκραιφνής, ἡ μὲν τῶν τῆς φύσεως παθημάτων ἀνεχομένη, πείνης λέγω καὶ δίψης, ὕπνου καὶ κόπου καὶ σταυροῦ καὶ θανάτου, ἡ δὲ ἐνεργοῦσα τὰ θεῖα καὶ ξυνήθως θαυματουργοῦσα, βαδίζειν ἐπὶ θαλάττης σώματος πόδας παρα σκευάζουσα καὶ πέντε ἄρτους κόρῳ πολλῶν χιλιάδων ἐξαρκέσαι κελεύουσα καὶ τὸν τότε πρῶτον γενόμενον οἶνον δωρουμένη τῷ γάμῳ καὶ τὰ πεπηρωμένα θεραπεύουσα σώματα, καὶ οὓς μὲν ἡ φύσις ἐν τῇ μήτρᾳ διαπλάττουσα παρέλιπεν ὀφθαλμοὺς πηλῷ δημιουργοῦσα, λόγῳ δὲ τὰ παρειμένα μέλη σφίγγουσα καὶ τοὺς τάφους ἀνοίγουσα καὶ τοὺς κειμένους καλοῦσα καὶ τρέχειν παρα σκευάζουσα καὶ τἄλλα ποιοῦσα, ὅσα αἱ τῶν θείων εὐαγγελίων ἱστορίαι διδάσκουσιν.
6.81.1
Εἰ δὲ ταῦτα μὲν θαυμάζετε καὶ Θεῷ γε πρόσφορά φατε εἶναι, ἀνάρμοστον δὲ τῆς οἰκονομίας καλεῖτε τὸν τρόπον, πρῶτον μὲν πάντολμόν τε καὶ μανικὸν τὸ τῆς τὰ πάντα τεκτηναμένης σοφίας σοφωτέρους ἑαυτοὺς ἀποφαίνειν καὶ μὴ στέργειν τὰ ὑπ' ἐκείνης γινόμενα, ἀλλ' ὑπολαμβάνειν ἄμεινον ἐκείνης τὸ πρακτέον εὑρίσκειν. Ἐγὼ δὲ καὶ τοῦτο εὖ οἶδα, ὡς εἰ καὶ ἕτερον ἐμηχανή σατο θεραπείας τρόπον, κἀκείνῳ ἐνεμεσᾶτε ἂν δήπουθεν· δυσά ρεστοι γὰρ ὑμεῖς καὶ σκώπτειν μόνον εἰδότες τὰ τῆς θείας οἰκο
6.82.1
νομίας μυστήρια. Ἐπειδὴ δὲ τῆς σοφίας τὴν ἄβυσσον νικᾶν ταῖς ἐπινοίαις νεανιεύεσθε, δείξατε δὴ ὑμεῖς τῆς ἡμετέρας σωτηρίας ἀμείνονα μηχανήν. Ἀλλ' οὐκ ἂν ἐπιδεῖξαι δυνήσαισθε. Τοσαύτῃ γὰρ ἐχρήσατο φιλανθρωπίας ὑπερβολῇ, ὡς ἀπιστεῖσθαι παρ' ὑμῶν καὶ τῶν παραπλησίων ὑμῖν, ὅτι δὴ ὁ μονογενὴς τοῦ Θεοῦ υἱός, ὁ πρὸ τῶν αἰώνων Θεὸς Λόγος, ὁ τῶν ὅλων δημιουργός, τὴν ἀνθρωπείαν φύσιν λαβὼν ἐνηνθρώπησε καὶ τὴν ἡμετέραν
6.83.1
ἐπραγματεύσατο σωτηρίαν. Καίτοι καὶ τοὺς ἰατροὺς ἐκείνους θαυμάζετε, οἳ οὐκ ἄλλοις προσφέρειν τὴν θεραπείαν κελεύου σιν, ἀλλ' αὐτοὶ τῆς ἀμπεχόνης γυμνούμενοι καὶ τὸν χιτωνίσκον διαζωσάμενοι τὸν σίδηρον μεταχειρίζουσι καὶ τὴν τομὴν ἐπιφέρουσι καὶ δυσοσμίας ἀνέχονται καὶ τοῦ ἰχῶρος δέχονται τὰς ῥανίδας καὶ καταιονῶσι τῇ σπογγιᾷ καὶ τὰ φάρμακα ἐπιπάττουσι καὶ τἄλλα
6.84.1
δρῶσιν, ὅσα τῆς ἰατρικῆς τέχνης ὁ νόμος διαγορεύει. Καὶ μέντοι καὶ τοὺς βασιλέας ἐκείνους θαυμάζειν τε καὶ εὐφημεῖν φίλον ὑμῖν, οὐ τοὺς ἐν τοῖς βασιλικοῖς τρεφομένους θαλάμοις καὶ χλι δῆς παντοίας ἀπολαύοντας, ἀλλὰ τοὺς προκινδυνεύειν τῶν ὑπη κόων ἀνεχομένους καὶ στρατιωτικὴν περιβαλλομένους σκευὴν καὶ πρὸ τῆς φάλαγγος ἀριστεύοντας.
6.85.1
Εἰ δέ φατε· τί δήποτε μὴ πάλαι τοῦτο δέδρακε τῶν ὅλων ὁ ποιητής; ἐπιμέμψασθε καὶ τοῖς ἰατροῖς, ὅτι ἔσχατα φυλάττουσι τῶν φαρμάκων τὰ ἰσχυρότερα· τοῖς γὰρ ἠπίοις πρότερον κεχρημέ
6.86.1
νοι, τὰ δυνατώτατα προσφέρουσιν ὕστατα. Τοῦτο δὴ καὶ ὁ πάν σοφος πεποίηκε τῶν ἡμετέρων ψυχῶν ἰατρός. Πολλὰ γὰρ δὴ καὶ διάφορα προσενεγκὼν φάρμακα, διὰ μὲν τῆς κτίσεως καὶ τῆς φύσεως πᾶσιν ἀνθρώποις, διὰ δὲ νόμου καὶ προφητῶν Ἑβραίοις, ὕστερον τὸ παναλκὲς τοῦτο καὶ σωτήριον προσενήνοχε φάρμακον
6.87.1
καὶ τὴν νόσον ἐξήλασεν. Καὶ μαρτυρεῖ τῷ λόγῳ τὰ πράγματα, γῆ καὶ θάλαττα τῆς προτέρας ἀγνοίας ἀπηλλαγμέναι, πεπαυμέ νος τῶν εἰδώλων ὁ πλάνος, τῆς ἀγνοίας ὁ ζόφος ἐληλαμένος, τοῦ τῆς γνώσεως φωτὸς αἱ ἀκτῖνες τὴν οἰκουμένην ἐμπλήσασαι, Ἕλληνες καὶ Ῥωμαῖοι καὶ βάρβαροι τὸν ἐσταυρωμένον θεολογοῦντες καὶ τοῦ σταυροῦ τὸ σημεῖον γεραίροντες καὶ ἀντὶ τῶν πολλῶν καὶ ψευδωνύμων θεῶν τῇ Τριάδι λατρεύοντες, τὰ τῶν δαιμόνων τεμένη φροῦδα γεγενημένα, οἱ βωμοὶ τῶν εἰδώλων ἐκ βάθρων ἀνεσπασμένοι, ἐκκλησίαι περιφανεῖς πανταχῇ δεδομημέ ναι, ἐν πόλεσιν, ἐν κώμαις, ἐν ἀγροῖς, ἐν ἐσχατιαῖς σηκοὶ μαρτύ ρων εἰς κάλλος ἐξειργασμένοι, ἀσκητῶν καταγωγαὶ τὰς τῶν ὀρέων κορυφὰς ἁγιάζουσαι καὶ τὰς ἀοικήτους ἐρήμους οἰκίζουσαι.
6.88.1
Ταῦτα καὶ τὰ τούτοις ὅμοια τῆς τοῦ Σωτῆρος ἡμῶν οἰκονομίας τὸ θεοπρεπὲς ἐπιδείκνυσι, μαρτυροῦσι δὲ καὶ αἱ παλαιαὶ προ φητεῖαι τοῖς εὐαγγελίοις ἀλήθειαν· Αἱ μὲν γὰρ τὴν τούτων ἔχουσι πρόρρησιν, τὰ δὲ τῆς προρρήσεως ἐπιδεικνύει τὸ τέλος. Καὶ οἱ μὲν προεῖπον τῆς παρθένου τὴν γέννησιν, οἱ δὲ διδάσκουσι τὴν τῆς προφητείας ἀλήθειαν· οἱ μὲν προεθέσπισαν τὸν σταυρόν, οἱ δὲ δεικνύουσι τὸν σταυρόν· οἱ μὲν προεῖπον τὰ θαύματα, οἱ
6.89.1
δὲ ἱστοροῦσι τὰ θαύματα· οἱ μὲν ἐχρησμῴδησαν τῆς οἰκουμένης τὴν σωτηρίαν, ἡμεῖς δὲ τῶν χρησμῶν ἐκείνων θεωροῦμεν τὸ τέ λος· ἐκεῖνοι τὴν Ἰουδαίων καὶ ἀπιστίαν καὶ πανωλεθρίαν προ απήγγειλαν, ἡμεῖς δὲ αὐτῶν καὶ τὴν ἀπιστίαν καὶ τὴν διασπορὰν καὶ τὴν δουλείαν ὁρῶμεν. Ἐγὼ δέ, εἰ μὴ τῷ μήκει τοῦ λόγου
6.90.1
καὶ ὑμᾶς καὶ τοὺς εἰς ὕστερον ἐντευξομένους ἀποκναίσειν ἐτό παζον, καὶ αὐτὰς ἂν ὑμῖν τῶν θεσπεσίων προφητῶν τὰς προρ ρήσεις παρέθηκα, ἵνα ἀκριβέστερον διὰ τῶν πραγμάτων ἐμάθετε τὴν τῶν ῥημάτων ἀλήθειαν· ἐπειδὴ δὲ τοῦτό με ποιεῖν οὐκ ἐᾷ τῶν εἰρημένων τὸ πλῆθος, ἀξιῶ ὑμᾶς, ὦ ἄνδρες, καὶ ταῖς προ φητείαις πιστεῦσαι καὶ τῶν πραγμάτων ἐπακοῦσαι βοώντων καὶ πεισθῆναι δέ γε Εὐριπίδῃ τῷ τραγῳδοποιῷ ἐν Οἰνομάῳ λέγοντι· τεκμαιρόμεσθα τοῖς παροῦσι τἀφανές, καὶ πάλιν ἐν Φοίνικι· τἀφανὲς τεκμηρίοισιν ἐοικότως ἁλίσκεται.
6.91.1
Εἰ δὲ οὐκ ἀξιόχρεως ὑμῖν εἰς μαρτυρίαν τῆς τραγῳδίας ὁ ποιητής, Ὑπερίδου τοῦ ῥήτορος ἐπακούσατε λέγοντος·" Ἃ δ' ἐστὶν ἀφανῆ, ἀνάγκη τοὺς διδάσκοντας τεκμηρίοις καὶ τοῖς εἰκόσι ζητεῖν." Καὶ Ἰσοκράτης δέ– τῶν ἐνδόξων δὲ καὶ οὗτος ὁ ῥήτωρ– ξύμφωνα περὶ τούτου γέγραφεν·" Δεῖ" γάρ φησι" τὰ μέλ λοντα τοῖς προγεγενημένοις τεκμαίρεσθαι". Ἀλλὰ γὰρ καὶ Ἀνδοκίδης, εἷς δὲ τῶν δέκα καὶ οὗτος·" Χρή" φησι" τεκμηρίοις
6.92.1
κεχρῆσθαι τοῖς προγεγενημένοις περὶ τῶν μελλόντων." Ἐπειδὴ γὰρ τῆς τῶν λόγων εὐεπείας ἐξήρτησθε, ἐντεῦθεν ὑμῖν τὰς ἀποδείξεις προσενηνόχαμεν, ἵνα καὶ δι' ἐκείνων ποδηγηθέντες πρὸς τὴν ἀλήθειαν καὶ διὰ τῶν πραγμάτων κηρυττομένην ὁρῶντες τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν, καὶ τὸν περὶ τῆς οἰκονομίας ἀσπάσησθε λόγον καὶ τῆς ἀξιεράστου καὶ τριποθήτου μὴ διαμάρτητε σωτηρίας.

Intertext edge

Open linked passage

Note