Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Graecarum affectionum curatio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Φιλοπαίγμονες ὡς ἐπίπαν καὶ φιλογέλωτες τῶν ἀνθρώπων οἱ πλεῖστοι· καὶ θυμήρης αὐτοῖς οὐχ ὁ σπουδαῖος καὶ ξύντονος, ἀλλ' ὁ ὑγρὸς καὶ ἀνειμένος βίος. Ὅθεν δὴ καὶ ῥᾷστα κεκράτηκεν αὐτῶν ὁ παμπόνηρος δαίμων. Οὐ γάρ τοι τὴν ὄρθιον ἐκείνην καὶ στενὴν καὶ τραχεῖαν καὶ δύσπορον καὶ προσάντη βαίνειν ἐκέ λευσεν, ἀλλὰ τὴν πρανῆ καὶ κατάντη καὶ λείαν καὶ εὔπορον.
7.2.1
Οὐδὲ γὰρ σωφροσύνης αὐτοὺς καὶ δικαιοσύνης ἐπιμελεῖσθαι προσ έταξεν, ἀλλ' ἀκολασταίνειν αὐτοὺς ἀδεῶς καὶ ἀσελγαίνειν καὶ πᾶσαν τολμᾶν ἀνέδην παρανομίαν ἐπέτρεψεν. Τῷ τοι καὶ μάλα ῥᾳδίως τοὺς πλείστους ἐξηνδραπόδισεν. Τό τε γὰρ ἐπίπονον τῆς ἀρετῆς ἀποφυγγάνοντες καὶ τῶν θείων νόμων τοὺς ἱδρῶτας δια διδράσκοντες, ηὐτομόλησαν εὐπετῶς πρὸς τὸν τὰ ῥᾷστα καὶ
7.3.1
θυμήρη νομοθετοῦντα. Τόνδε δὴ οὖν τὸν τρόπον αὐτοὺς δουλω σάμενος, πρῶτον μὲν τὰς περὶ τοῦ Θεοῦ τῶν ὅλων, ἃς ἡ φύσις αὐτοῖς ἐξ ἀρχῆς ἐνέγραψεν, ἐξήλειψε δόξας· ἔπειτα δὲ τὰ πονηρὰ τῶν ψευδωνύμων θεῶν ἐξεπαίδευσε δόγματα καὶ τὸν πολὺν τῶν οὐκ ὄντων ὅμιλον ἀντὶ τοῦ ὄντος ἐδίδαξε προσκυνεῖν, ταύτην ὑποβάθραν καὶ κρηπῖδα τῆς διεφθαρμένης προκαταβαλλόμενος
7.4.1
βιοτῆς. Ἐπειδὴ γὰρ πλημμελοῦντες οἱ ἄνθρωποι δάκνονται– κεντεῖ γὰρ αὐτοὺς ὁ λογισμὸς ἔνδοθεν καὶ οὐκ ἐᾷ τῆς ἁμαρ τίας ἀκραιφνῆ μεῖναι τὴν ἡδονήν, ἀλλ' ὀδύνῃ ταύτην πικροτάτῃ κεράννυσι· καὶ τοῦτο ἴδοι τις ἂν πάσχοντα καὶ τὸν νεκροσυλίαν καὶ τὸν μοιχείαν τολμῶντα, καὶ μέντοι καὶ τοιχωρύχον καὶ λωπο δύτην καὶ τὸν προδότην καὶ τὸν ἄλλο τι τῶν ἀπειρημένων δρῶντα,– τοιόνδε φάρμακον αὐτοῖς ἀναλγησίας ὁ τῆς κακίας
7.5.1
ἐμηχανήσατο σοφιστής. Περὶ γὰρ δὴ τῶν καλουμένων θεῶν πονηρὰς αὐτοὺς ἐξεπαίδευσε δόξας· ἀκολάστους γὰρ αὐτοὺς ἀπέ φηνε καὶ λαγνιστάτους καὶ παιδοπίπας καὶ γάμων ἐπιβούλους καὶ πατραλοίας καὶ μητραλοίας καὶ μητράσι καὶ ἀδελφαῖς, καὶ μέντοι καὶ θυγατράσιν ἀνέδην μιγνυμένους καὶ τὰς εὐνὰς τὰς ἀλλήλων λῃστεύοντας καὶ ἁλισκομένους, καὶ παρὰ μὲν τῶν ἠδικημένων δεσμουμένους, παρὰ δὲ τῶν ἄλλων ἀνέδην γελωμένους, καὶ ταῦτα παρὰ μὲν τῶν οὐρανίων, ὡς αὐτοὶ λέγουσιν, ἐν οὐρανῷ τολμᾶσθαι καὶ γῇ, παρὰ δὲ τῶν ἐναλίων ἐν θαλάττῃ καὶ γῇ, παρὰ δὲ τῶν καλουμένων νυμφῶν ἐν ὄρεσι καὶ νάπαις καὶ φάραγξιν.
7.6.1
Τούτους δὲ τοὺς αἰσχροτάτους καὶ βδελυρωτάτους μύθους οὐ μόνον ποιηταῖς, ἀλλὰ καὶ θεολόγοις καὶ φιλοσόφοις ἐνήχησε, ποικίλως μάλα κατασκευάζων τὸν πλάνον καὶ πλείοσι τῆς ἐξα πάτης χρώμενος διδασκάλοις. Ἐπειδὴ δὲ οὐχ ἅπαντές εἰσι γραμμάτων ἐπιστήμονες οὐδέ γε ποιητικῶν καὶ φιλοσόφων λόγων μεταλαχεῖν ἱκανοί, ἕτερα ἄττα τοῖς ταῦτα μαθεῖν οὐ δυναμένοις
7.7.1
κατεσκεύασε θήρατρα. Τοὺς γάρ τοι ζωγράφους καὶ χαλκοτύπους καὶ τοὺς τῶν λιθίνων καὶ ξυλίνων ἀγαλμάτων δημιουργοὺς τοιαύ τας τῶν καλουμένων θεῶν γράφειν καὶ γλύφειν καὶ διαπλάττειν εἰκόνας ἐδίδαξεν, ὁποίας οἱ μυθολόγοι τοῖς λόγοις διέγραψαν, ἵνα ἔχωσιν ἀκολασίας ἀρχέτυπα καὶ τῆς ἐπαράτου διδασκαλίας μὴ διαμάρτωσιν οἱ λόγων μεταλαχεῖν οὐ δυνάμενοι· καὶ τῶνδε τῶν ἰνδαλμάτων οὐ μόνον τὰ τούτων τεμένη πεπλήρωκεν, ἀλλὰ καὶ τὰς ἀγορὰς καὶ τὰς ἀγυιάς, καὶ μέντοι καὶ τῶν εὐπόρων τὰς
7.8.1
οἰκίας. Πανταχῇ γὰρ ἔστιν εὑρεῖν τοὺς καλουμένους θεοὺς ἐρῶν τας καὶ λυττῶντας καὶ θορνυμένους, καὶ τὸν μὲν πατέρα τῶν θεῶν ἀετῷ καὶ ταύρῳ καὶ κύκνῳ προσεικασμένον καὶ τόνδε τὸν τρόπον ταῖς ἐρωμέναις μιγνύμενον, τὸν δὲ λόγιον Ἑρμῆν τρά γον γινόμενον καὶ τὸν τραγοσκελῆ καὶ αἰγόκερων Πάνα παιδο
7.9.1
ποιοῦντα. Καὶ τί δεῖ λέγειν τοῦ Πυθίου τὸν ἔρωτα καὶ τῆς παρ θένου τὴν σωφροσύνην καὶ τὴν τοῦ φυτοῦ λυσσώδη περιπλοκὴν καὶ τὴν τῆς Κόρης ὑπὸ τοῦ Πλούτωνος ἁρπαγὴν καὶ τῆς Δηοῦς τὸν πλάνον; ταῦτα γὰρ ἅπαντα καὶ ποιηταὶ μυθολογοῦσι καὶ θεολόγοι κρατύνουσι καὶ φιλόσοφοι σεμνολογοῦσι καὶ σεμνότητα μὲν αὐτοῖς τινα περιτιθέναι φιλονεικοῦσι, καταγελαστοτέραν δὲ τῶν μύθων ἀλληγορίαν προσφέρουσιν. Τούτοις καὶ ἑορτὰς καὶ πανηγύρεις
7.10.1
καὶ δημοθοινίας ἐπιτελεῖν ὁ τῶν ἀνθρώπων ἀλάστωρ ἐνομοθέτησε· Πάνδια μὲν τῷ Διῒ καὶ Διάσια, καὶ Ἥραια τῇ Ἥρᾳ, καὶ τῇἈθηνᾷ Παναθήναια, καὶ Διονύσῳ Διονύσια, καὶ Ἐλευσίνια καὶ Θεσμοφόρια τῇ Δηοῖ, καὶ Δήλια καὶ Πύθια τῷ Ἀπόλλωνι· καὶ τοῖς ἄλλοις δὲ ἅπασι– πολὺς γὰρ ὁ τούτων ὅμιλος– ἀπε κλήρωσε πανηγύρεις, ἑκάστῳ τῶν δαιμόνων ἐκ τῆς προσηγορίας ὀνομάσας τὴν ἑορτήν, Ἕρμαια καὶ Κρόνια καὶ Ποσειδώνια καὶ Ἡράκλεια καὶ Ἀσκλήπια καὶ Ἀνάκια. Οὐ γάρ τοι μόνον τοῖςκαλουμένοις θεοῖς, ἀλλὰ καὶ ἀνθρώποις τόδε τὸ σέβας ἀπένειμαν.
7.11.1
Ἐν δὲ ταύταις ταῖς ὁμηγύρεσι πᾶν εἶδος ἀκολασίας ἀδεῶς ἐτολμᾶτο. Καὶ γὰρ αἱ τελεταὶ καὶ τὰ ὄργια τὰ τούτων εἶχεν αἰνίγ ματα, τὸν κτένα μὲν ἡ Ἐλευσίς, ἡ Φαλλαγωγία δὲ τὸν φαλλόν. Ἀτὰρ δὴ καὶ δίχα τῶν αἰνιγμάτων τὰ παρὰ τῶν ὀργιαστῶν δρώ
7.12.1
μενα εἰς πᾶν εἶδος ἀσελγείας τοὺς ὁρῶντας ἠρέθιζεν. Τίς γὰρ τῶν ἄγαν λαγνιστάτων ἔνδον ἐν τῷ θαλάμῳ τετόλμηκε τοιαῦτα, ὁποῖα τῶν Σατύρων ὁ χορὸς ἠσέλγησε δημοσίᾳ πομπεύων, ἔχων ἐν μέσῳ τὸν Σιληνὸν καὶ τὸν Πάνα, τὸν μὲν ἐπιλυττῶντα ταῖς Βάκχαις, τὸν δὲ λελυμένον ὑπὸ τῆς μέθης, τὸν τοῦ θηλυδρίου
7.13.1
παιδὸς παιδαγωγὸν καλούμενον; τούτοις ἑκατόμβας καὶ χιλιόμβας κατέθυον καὶ ποίμνια κατέσφαζον καὶ βουκόλια καὶ λιβανωτὸν προσέφερον καὶ οἶνον ἔσπενδον ὅτι μάλιστα πλεῖστον καὶ ἕτερα
7.14.1
ἄττα, ἅπερ οἱ τούτων ἱεροφάνται προσέταττον. Σφόδρα γὰρ αὐτοὺς χαίρειν οἱ ποιηταί φασι τῇ λοιβῇ καὶ τῇ κνίσῃ καὶ τοῦτο ἔχειν γέρας αὐτοὺς εἰρηκέναι λέγουσι· διά τοι τοῦτο καὶ πρὸς τὰς τῶν Αἰθιόπων θυσίας ἀποδημεῖν καὶ τὸν Ἕκτορα πάσης ἀξιοῦν τημελείας, ὅτι δὴ οὔποτε αὐτῶν τὸν βωμὸν ἐνδεᾶ θυσίας κατέλιπεν. Καὶ ὁ Χρύσης δὲ τὸν Ἀπόλλω οὐ δικαιοσύνης καὶ σωφροσύνης, ἀλλὰ τῶν πιόνων ἀναμιμνήσκει μηρῶν καὶ τῶν αἰγῶν καὶ τῶν ταύρων καὶ τῶν στεμμάτων, οἷς που τὸν νεὼν κα
7.15.1
τεκόσμησεν. Οὕτως αὐτοῖς ἥδιστος ἦν ὁ καπνὸς καὶ τῆς κνίσης ἡ δυσοσμία, καὶ ἀτεχνῶς τοῖς μαγείροις ἐῴκεσαν. Ἀλλὰ γὰρ οὐκ ὀρθῶς αὐτοὺς τοῖς ὀψοποιοῖς ἀπεικάσαμεν. Οὗτοι μὲν γὰρ τῶν ἄριστα ἐσκευασμένων καὶ ὀσφραίνονται καὶ ἀπογεύονται ὄψων, ἐκεῖνοι δὲ ὀστῶν ἐμπιπραμένων τὴν δυσοσμίαν ἐδέχοντο. Καὶ ἡμῶν μὲν ἕκαστος, εἰ βραχύ τι τούτων εἰς ἐσχάραν ἐμπέσοι, δυσχεραίνει καὶ τὰς ῥῖνας ἐμφράττει καὶ τὴν δυσώδη ὀδμὴν ἀπο πέμπεται· οἱ δέ, τῆς ἀμβροσίας καὶ τοῦ νέκταρος ἀπολαύοντες, τῆς τῶν καιομένων ὀστῶν δυσοσμίας ἐξήρτηντο.
7.16.1
Ταῦτα δὲ τυχὸν καὶ αὐτοὶ περὶ τοῦ ὄντος Θεοῦ καὶ ἀεί γε ὄντος φάναι τολμήσουσιν, ἐπειδὴ τῶν μὲν περὶ θυσιῶν ἐν τῇ θείᾳ γραφῇ κειμένων ἐπαΐουσι νόμων, τὸν δὲ τοῦ νομοθέτου παντε λῶς ἀγνοοῦσι σκοπόν. Ἐν γὰρ δὴ τῇ Αἰγύπτῳ πλεῖστον ὅσον τὸν Ἰσραὴλ διατρίψαντα χρόνον καὶ τὰ πονηρὰ τῶν ἐγχωρίων εἰσδεξάμενον ἔθη καὶ θύειν εἰδώλοις καὶ δαίμοσι παρ' ἐκείνων μεμαθηκότα καὶ παίζειν καὶ χορεύειν καὶ ὀργάνοις μουσικοῖς ἐπιτέρπεσθαι, τούτων ἐν ἕξει γενόμενον ἐλευθερῶσαι θελήσας, θύειν μὲν ξυνεχώρησεν, ἀλλ' οὐ πάντα θύειν, οὐδέ γε τοῖς ψευ δωνύμοις Αἰγυπτίων θεοῖς, ἀλλ' αὐτῷ μόνῳ τοὺς Αἰγυπτίων προσφέρειν θεούς· ἐθεοποίουν γάρ τοι πάλαι ποτὲ καὶ τὸν βοῦν Αἰγύπτιοι καὶ τὸ πρόβατον καὶ τὴν αἶγα καὶ τὴν περιστερὰν καὶ τὴν τρυγόνα καὶ ἄλλα ἄττα τῶν οὐκ ἐδωδίμων, ἀλλ' ἀκαθάρτων
7.17.1
καλουμένων. Ἵνα τοίνυν μὴ δυσχεραίνωσιν, ὡς τῶν ἐθῶν ἐκεί νων πάμπαν κεκωλυμένοι, τὸ μὲν τοῖς οὐκ οὖσι θεοῖς ἀπηγό ρευσε θύειν, αὐτῷ δὲ θύειν ἐνομοθέτησε τὰ πρώην παρ' αὐτῶν προσκυνούμενα, ἐκ μὲν τῶν χερσαίων τὴν αἶγα καὶ τὸν βοῦν καὶ τὸ πρόβατον, ἐκ δὲ τῶν πτηνῶν τὴν τρυγόνα καὶ τὴν περισ τεράν· ἥμερα δὲ δήπου καὶ φιλάνθρωπα καὶ ταῦτα κἀκεῖνα τὰ
7.18.1
ζῷα. Τόδε τὸ φάρμακον ὁ πάνσοφος ἰατρὸς τῇ Αἰγυπτίᾳ προσ ενήνοχε νόσῳ, θύειν μὲν διὰ τὴν τῶν θυόντων ἀσθένειαν ξυγχω ρήσας, τὰ δὲ σεβόμενα παρ' αὐτῶν ἱερατεύειν κελεύσας, ἵνα τῷ
7.19.1
θύειν μάθωσι μὴ θεοὺς νομίζειν τὰ ὡς ἱερεῖα θυόμενα. Διά τοι τοῦτο καὶ χοιρείων αὐτοὺς μεταλαγχάνειν κρεῶν διεκώλυσεν, ἐπειδὴ τούτων μόνων Αἰγύπτιοι μετελάμβανον, τῶν ἄλλων ὡς θεῶν ἀπεχόμενοι. Ἀκάθαρτα γὰρ νομίζειν ταῦτα νομοθετήσας, ἐσθίειν ἐκέλευσε τὰ θεοποιούμενα, ἵνα εὐκαταφρόνητα φαίνηται ὡς παρ' αὐτῶν ἐσθιόμενα καὶ μὴ τὸ θεῖον σφετερίζηται σέβας. 7. Δεισιδαίμονας γὰρ αὐτοὺς καὶ γαστριμάργους εἰδώς, πάθει πάθος ἀντέταξε καὶ τῇ δεισιδαιμονίᾳ τὴν γαστριμαργίαν ἀντέστησεν. Τῶν γάρ τοι ὑείων ὡς ἀκαθάρτων κελεύσας ἀπέχεσθαι, τῶν δέ γε ἄλλων ὡς καθαρῶν ἀπολαύειν νομοθετήσας, τῇ τῆς κρεη φαγίας ἐπιθυμίᾳ τῶν θεῶν
7.20.1
νομιζομένων μεταλαβεῖν κατηνάγ καζεν.
7.21.1
Οὐ τοίνυν ἱερείων δεόμενος οὐδὲ κνίσης ὀριγνώμενος, θύειν προσέταξεν ὁ Θεός, ἀλλὰ τῶν ἀρρωστούντων θεραπεύων τὰ πάθη. Οὕτω δὴ καὶ τὰ τῶν εὐήχων ὀργάνων ἠνέσχετο, οὐ τῇ τούτων ἁρμονίᾳ τερπόμενος, ἀλλὰ κατὰ βραχὺ παύων τῶν εἰδώλων τὸν πλάνον. Εἰ γὰρ εὐθὺς τῆς Αἰγυπτίων ξυνουσίας ἀπαλλαγεῖσι τοὺς τελείους προσενηνόχει νόμους, πάντως ἂν ἀπεσκίρτησαν καὶ τὸν χαλινὸν ἀπωσάμενοι πρὸς τὸν πρότερον ἐπαλινδρόμησαν ὄλε θρον. Εἰ γὰρ καὶ τούτων οὕτω πρυτανευθέντων, ἐπειράθησαν τοῦτο δρᾶσαι πολλάκις, τί οὐκ ἂν ἐτόλμησαν, εἰ τὴν εὐαγγελι κὴν αὐτοῖς εὐθὺς ἐξ ἀρχῆς φιλοσοφίαν ἐνομοθέτησεν; Ὅτι δὲ καὶ θυσιῶν καὶ μουσικῶν ὀργάνων ἀνενδεὴς ὁ Θεός,
7.22.1
ἀκούσατε αὐτοῦ διὰ τῶν προφητῶν λέγοντος·" Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Ἐμὰ γάρ ἐστι πάντα τὰ θηρία τοῦ δρυμοῦ, κτήνη ἐν τοῖς ὄρεσι καὶ βόες. Ἔγνωκα πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ· καὶ ὡραιότης ἀγροῦ μετ' ἐμοῦ ἐστιν." Ἐν γὰρ δὴ τούτοις πάντα τὰ νενομο θετημένα προσφέρειν ἐξέβαλεν, οὐ τὰ χερσαῖα μόνον ζῷα καὶ τὰ πτηνά, ἀλλὰ καὶ τὸν ἀποθλιβόμενον οἶνον καὶ τὸ μετὰ σεμιδάλεως
7.23.1
καὶ ποπάνων προσφερόμενον ἔλαιον. Ὡραιότητα γὰρ ἀγροῦ ταῦτα δὴ προσηγόρευσε καὶ ἔδειξεν αὐτοῦ γε ὄντα καὶ ταῦτα κἀκεῖνα ποιήματα, ταύτῃ πῃ διδάσκων, ὡς ἡ θεία φύσις ἀνενδεής. Εἶτα μετά τινος εἰρωνείας χαριεστάτης καὶ πάσης ὠφελείας μεστῆς καὶ τὴν ἐκείνων ἄγνοιαν διελέγχει καὶ τὴν οἰκείαν ἐπι
7.24.1
δείκνυσι δύναμιν· ἔφη γάρ·" Ἐὰν πεινάσω, οὐ μή σοι εἴπω· ἐμὴ γάρ ἐστιν ἡ οἰκουμένη καὶ τὸ πλήρωμα αὐτῆς," Οὕτω διὰ τούτων καὶ τὴν δημιουργίαν καὶ τὴν δεσποτείαν ἐναργῶς ἐπιδεί ξας, ἐκεῖνο τὸ εἰρωνικῶς ῥηθὲν ἐθεράπευσεν, εἰπών·" Μὴ φά γομαι κρέα ταύρων ἢ αἷμα τράγων πίομαι;" Καὶ διὰ πάντων περιττὰ δείξας τὰ θύματα καὶ τῆς θείας ἀνάξια φύσεως, καινόν τινα θυσίας ὑποτίθεται τρόπον, οὐ βωμὸν αἱματτούσης, ἀλλὰ γλώττῃ καὶ χείλεσι τελουμένης·" Θῦσον" γὰρ ἔφη" τῷ Θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου· καὶ ἐπικά λεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου· καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις
7.25.1
με". Ἀρκεῖ γὰρ αὐτῷ λόγος εὔλογός τε καὶ πρόσφορος ὑπὲρ πάντα τὰ ποίμνια καὶ αἰπόλια καὶ βουκόλια· καὶ τοῦτον δεχόμενος ἀμείβεται τοὺς προσφέροντας, ἐπικουρίαν ὀρέγων καὶ εἰς καιρὸν ἐπαμύνων καὶ τῶν λωβᾶσθαι πειρωμένων ἐλευθερῶν. Ταὐτὸ δὴ τοῦτο κἀν τῷ τέλει τῆς μελῳδίας προστέθεικεν·" Θυσία αἰνέ σεως δοξάσει με· καὶ ἐκεῖ ὁδός, ᾗ δείξω αὐτῷ τὸ σωτήριον τοῦ
7.26.1
Θεοῦ." Οὐ γὰρ ἀπόχρη τὸ μόνον τὸν εὐεργέτην ὑμνεῖν· προσ ήκει γὰρ καὶ τὴν ὁδὸν ἐκείνην ὁδεύειν, ἧς τὸ τέλος ἀληθῶς σωτηρία. Τοῦτο κἀν ἑτέρῳ ψαλμῷ πρὸς τὸν Θεὸν εἶπεν ὁ προφήτης·" Θυσίαν" γὰρ ἔφη" καὶ προσφορὰν οὐκ ἠθέλησας· ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας." Κἀν ἄλλῃ δὲ μελῳδίᾳ τοῦτο παραδέδωκεν·" Αἰνέσω" γὰρ εἶπε" τὸ ὄνομα τοῦ Θεοῦ μου μετ' ᾠδῆς· μεγαλυνῶ αὐτὸν ἐν αἰνέσει· καὶ ἀρέσει
7.27.1
τῷ Θεῷ ὑπὲρ μόσχον νέον, κέρατα ἐκφέροντα καὶ ὁπλάς." Ὡς ἂν δὲ μή τις ὑπολάβῃ ταῦτα μόνον τὸν Δαυὶδ γεγραφέναι, ἀκού σατε, ὦ ἄνδρες, ὁποῖα καὶ διὰ τῆς τοῦ Ἡσαΐου φωνῆς αὐτὸς πάλιν εἴρηκεν ὁ Θεός· αὐτοῦ γὰρ δὴ ταῦτα τὰ ῥήματα·" Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει Κύριος. Πλήρης εἰμί· ὁλοκαυτώματα κριῶν καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τρά γων οὐ βούλομαι, οὐδ' ἂν ἔρχησθε ὀφθῆναί μοι. Τίς γὰρ ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;" Ἄντικρυς δὲ διὰ τούτων δεδή
7.28.1
λωκεν, ὡς οὐκ ἀναγκαίως ταῦτα νενομοθέτηκεν, ἀλλὰ τῇ ἐκείνων ξυγκατιὼν ἀσθενείᾳ. Τοῦτο γὰρ σημαίνει τὸ" Τίς ἐξεζήτησε ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν;" Εἶτα ἐπήγαγεν·" Πατεῖν μου τὴν αὐλὴν οὐ προσθήσεσθε· ἐὰν γὰρ προσφέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα βδέλυγμά μοί ἐστι· τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργίαν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου. Ἐγενήθητέ μοι εἰς
7.29.1
πλησμονήν." Ἀτεχνῶς δὲ ταῦτα τῇ δαυιτικῇ ἔοικε μελῳδίᾳ. Κἀνταῦθα γὰρ παραπλησίως οὐ μόνον τοὺς ταύρους καὶ τοὺς τράγους καὶ τοὺς ἄρνας ἐξέβαλεν, ἀλλὰ καὶ τὴν σεμίδαλιν καὶ τῶν ἀρωμάτων τὴν εὐοσμίαν καὶ τῶν μεγάλων πανηγύρεων τὸν κατάλογον. Ὥσπερ δὲ διὰ τοῦ Δαυὶδ ἀπαγορεύσας τὰς τοιαύτας ἱερουργίας τὴν τῆς αἰνέσεως θυσίαν προσφέρειν ἐκέλευσεν, οὕτω κἀνταῦθα τούτων ἕκαστον ἐκβαλών, τὸ τῆς ἀφθαρσίας αὐτοῖς καὶ παλιγγενεσίας ἐπιδείκνυσι βάπτισμα καί φησιν·" Λούσασθε,
7.30.1
καθαροὶ γένεσθε." Καὶ ἵνα μὴ νομίσωσι προστεταχέναι αὐτὸν τοῖς περιρραντηρίοις τοῖς ξυνήθεσι χρήσασθαι, ἀναγκαίως προσ τέθεικεν·" Ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν ψυχῶν ὑμῶν, ἀπέναντι τῶν ὀφθαλμῶν μου." Τοῦτο δὲ σαφῶς τὴν τοῦ παναγίου βαπτίσματος αἰνίττεται δωρεάν. Κἀν τῷ μέσῳ δὲ τῆς προφητείας
7.31.1
πάλιν ὁ τοῦ προφήτου Θεὸς διὰ τοῦ προφήτου φησίν·" Οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ, οὐδὲ κοπιάσαι σε ἐποίησα, Ἰσραήλ. Οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με· οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ; οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλ' ἐν ταῖς ἁμαρτίαις
7.32.1
σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου." Οὕτω πάλιν δείξας ἀνόνητα τῆς νομικῆς ἱερουργίας τὰ εἴδη, ὑπισχνεῖται τῶν ἁμαρ τημάτων τὴν ἄφεσιν, ἣν διὰ τοῦ παναγίου βαπτίσματος ἐδω ρήσατο·" Ἐγώ εἰμι, ἐγώ εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ, καὶ τὰς ἁμαρτίας σου οὐ μὴ μνησθήσομαι." Οὐ γὰρ δὴ δι' ἔργων ἀξιεπαίνων, ἀλλὰ διὰ μόνης πίστεως τῶν
7.33.1
μυστικῶν τετυχήκαμεν ἀγαθῶν. Τῷ τοι καὶ ὁ θεῖος ἀπόστολος κέκραγεν·" Χάριτί ἐστε σεσῳσμένοι· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, Θεοῦ τὸ δῶρον, ἵνα μή τις καυχήσηται." Τοῦτο κἀνταῦθα δηλῶν, τὸ" ἕνεκεν ἐμοῦ" τέθεικεν. Ταῦτα καὶ διὰ Ἱερεμίου διαμαρτύρεται λέγων·" Τὰ ὁλοκαυτώματα ὑμῶν συναγάγετε μετὰ τῶν θυσιῶν ὑμῶν καὶ φάγετε κρέα. Ὅτι οὐκ ἐλάλησα πρὸς τοὺς πατέρας ὑμῶν οὐδὲ ἐνετειλάμην αὐτοῖς ἐν ἡμέρᾳ, ἐν ᾗ ἀνήγαγον αὐτοὺς ἐξ Αἰγύπτου, περὶ ὁλοκαυτωμάτων καὶ θυσίας."
7.34.1
Ἃ γὰρ δὴ περὶ τούτων ἐν τῷ νόμῳ προσετετάχει, τῆς ἐκείνων ἦν ἀναισθησίας, οὐ τῆς αὐτοῦ χρείας τε καὶ βουλήσεως. Ταῦτα καὶ ἑτέρωθι λέγει·" Τὰ ὁλοκαυτώματα ὑμῶν οὐκ ἔστι δεκτά, καὶ αἱ θυσίαι ὑμῶν οὐχ ἥδυνάν μοι." Καὶ αὖ πάλιν βοᾷ·" Ἀπόσ τησον ἀπ' ἐμοῦ ἦχον ᾠδῶν σου, καὶ φωνῆς ὀργάνων σου οὐκ ἀκούσομαι." Καὶ ἄλλα δὲ πάμπολλα τοιαῦτα ἔστιν εὑρεῖν,
7.35.1
δηλοῦντα σαφῶς, ὡς οὐ δεόμενος θυσιῶν ὁ Θεὸς οὐδὲ καπνῷ καὶ κνίσῃ καὶ τοῖς μουσικοῖς ὀργάνοις ἐπιτερπόμενος ταῦτα τελεῖσθαι προσέταξεν, ἀλλὰ τῆς ἐκείνων προμηθούμενος ἰατρείας.
7.36.1
Μὴ τοίνυν τῆς τῶν ὑμετέρων θυμάτων κατηγορίας ἀπολογίαν τὴν ἀντικατηγορίαν ἔχειν νομίζετε. Δῆλον γάρ τοι τὸν τοῦ νόμου σκοπὸν διὰ τῶν προφητῶν ὁ νομοθέτης πεποίηκεν. Τού τοις ἀκριβῶς ἐντυχὼν ὁ Πορφύριος– μάλα γὰρ αὐτοῖς ἐνδιέ τριψε, τὴν καθ' ἡμῶν τυρεύων γραφήν–, καὶ ἀλλότριον εὐσε βείας καὶ αὐτὸς ἀποφαίνει τὸ θύειν, παραπλήσιόν τι τοῖς πιθήκοις
7.37.1
καὶ δρῶν καὶ πάσχων. Καθάπερ γὰρ ἐκεῖνοι μιμοῦνται μὲν τὰ τῶν ἀνθρώπων ἐπιτηδεύματα, εἰς δέ γε τὴν τῶν ἀνθρώπων οὐ μεταβάλλονται φύσιν, ἀλλὰ μένουσι πίθηκοι, οὕτως οὗτος τὰ θεῖα λόγια κεκλοφὼς καὶ ἐνίων τὴν διάνοιαν τοῖς ξυγγράμμασιν ἐντε θεικὼς τοῖς οἰκείοις, μεταμαθεῖν οὐκ ἠθέλησε τὴν ἀλήθειαν, ἀλλὰ μεμένηκε πίθηκος, μᾶλλον δὲ κολοιός, ἀλλοτρίοις πτίλοις
7.38.1
καλλυνόμενος. Οὗτος περὶ τοῦ δεῖν ἐμψύχων ἀπέχεσθαι πολλοὺς λόγους ξυγγεγραφώς, εἰσήγαγε τὸν Θεόφραστον λέγοντα, ὅτι οἱ πάλαι ἄνθρωποι οὔτε λιβανωτὸν οὔτε ἄλλο θῦμα προσέφερον," ἀλλὰ χλόης οἷόν τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀράμενοι κατέκαον", ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς
7.39.1
τῇ θυσίᾳ δεξιούμενοι. Εἶτα πολλὰ ἄττα τοιαῦτα διεξελθών, ἐπήγαγεν·" Πόρρω δὲ τῶν περὶ τὰς θυσίας ἀπαρχῶν τοῖς ἀνθρώποις προϊουσῶν παρανομίας, ἡ τῶν δεινοτάτων θυμάτων παράληψις ἐπεισήχθη ὠμότητος πλήρης, ὡς δοκεῖν τὰς πρότερον λεχθείσας καθ' ἡμῶν ἀρὰς νῦν τέλος εἰληφέναι, σφαξάντων τῶν
7.40.1
ἀνθρώπων καὶ τοὺς βωμοὺς αἱμαξάντων." Εἶτα πολλοὺς λόγους διεξελθών, ἔφη μὴ χρῆναι θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας· εἶναι γὰρ ἀδικώτατον τὸ ζῳοθυτεῖν καὶ ἀνόσιον καὶ μυσαρὸν καὶ βλαβερὸν καὶ διὰ τοῦτο μηδὲ θεοῖς προσ φιλές. Προστέθεικε δὲ καὶ ταῦτα·" Εἰκότως ὁ Θεόφραστος ἀπα γορεύει μὴ θύειν τὰ ἔμψυχα τοὺς τῷ ὄντι εὐσεβεῖν ἐθέλοντας,
7.41.1
χρώμενος καὶ τοιαύταις ἄλλαις αἰτίαις." Εἶτα δείκνυσι, τίνα θύειν προσήκει, καί φησιν·" Καὶ μὴν θύειν δεῖ ἐκεῖνα, ἃ θύοντες οὐδένα πημανοῦμεν· οὐδὲν γὰρ ὡς τὸ θύειν ἀβλαβὲς εἶναι χρὴ πᾶσιν." Καὶ αὖ πάλιν·" Ἀφεκτέον ἄρα τῶν ζῴων ἐν ταῖς θυσίαις." Ἀναμιμνήσκει δὲ καὶ τῶν πάλαι τολμηθεισῶν ἀνδροφονιῶν·" Ἐθύετο γάρ" φησιν" ἐν Ῥόδῳ μηνὶ Μετα γειτνιῶνι ἕκτῃ ἱσταμένου ἄνθρωπος τῷ Κρόνῳ· ὃ δὴ ἐπὶ πολὺ κρατῆσαν εἰς ἔθος μετεβλήθη. Ἕνα γὰρ τῶν ἐπὶ θανάτῳ δημοσίᾳ
7.42.1
κατακριθέντων μέχρι τῶν Κρονίων ξυνεῖχον." Εἶτα λέγει, ὡς καὶ ἐν Σαλαμῖνι τῆς Κύπρου ἄνθρωπος ἐθύετο τῇ Ἀγραύλῳ τῇ Κέκροπος, καὶ ἐν Ἡλιουπόλει τῆς Αἰγύπτου ἄνθρωποι κατεσφάζοντο τρεῖς καθ' ἑκάστην ἡμέραν. Καὶ Λακεδαιμονίους δέ φησι τῷ Ἄρει θύειν ἄνθρωπον, καὶ ἐν Λαοδικείᾳ δὲ τῆς Συρίας καὶ ἐν Καρχηδόνι τῆς Λιβύης τοιαύτας πάλαι θυσίας προσε νεχθῆναι, καὶ τοὺς Ἕλληνας εἰς πόλεμον ἐξιόντας ἀνθρωποθυ
7.43.1
τεῖν, καὶ ἄλλα δὲ πάμπολλα τοιαῦτα διέξεισιν. Καὶ Φίλων δὲ ὁ ἱστοριογράφος φησὶν Ἀριστομένη τὸν Μεσσήνιον τῷ Ἰθωμήτῃ Διῒ τριακοσίους ἀποσφάξαι. Καὶ ὁ Πλούταρχος δὲ ξυνῳδὰ τού τοις ἱστόρησε, καὶ ἕτεροι ξυγγραφεῖς πολλὰ τοιαῦτα ξυνέγραψαν· καὶ τραγῳδοποιοὶ τοιάσδε ξυμφορὰς ἐτραγῴδησαν, Μενοικέως μὲν ἐν Θήβαις, Κόδρου δὲ ἐν Ἀθήναις καὶ τῶν Λεὼ θυγατέρων. βουλομένῳ ταῖς παλαιαῖς ἱστορίαις καὶ
7.44.1
Καὶ ῥᾴδιον ἐντυχεῖν τῷ γνῶναι, ὡς τῶν καλουμένων θεῶν ταῦτα κελευόντων ἐθύετο. Ὁ δέ γε ποιητὴς καὶ δεσπότης πανταχῇ τῆς τοιαύτης παρανομίας κατηγορεῖ, καὶ διὰ τοῦ Δαυὶδ μὲν βοᾷ·" Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας αὐτῶν τοῖς δαιμονίοις· καὶ ἐξέχεαν αἷμα ἀθῷον, αἷμα υἱῶν αὐτῶν καὶ θυγατέρων, ὧν ἔθυσαν τοῖς γλυπτοῖς Χαναάν", διὰ δὲ τοῦ προφήτου Ἰεζεκιὴλ πάλιν ἐπι μεμφόμενος λέγει·" Καὶ ἔλαβες τοὺς υἱούς σου καὶ τὰς θυγα τέρας σου, ἃς ἐγέννησάς μοι, καὶ προσήγαγες αὐτοὺς τοῖς ἐρασταῖς σου. Τοῦτο ὑπὲρ πᾶσαν τὴν πορνείαν σου."
7.45.1
Ταῦτα μὲν οὖν πάλαι παρ' Ἑλλήνων καὶ Ῥωμαίων καὶ Αἰγυπτίων, καὶ μέντοι καὶ Ἑβραίων καὶ τῶν ἄλλων ἐτολμᾶτο βαρβάρων· μετὰ δὲ τὴν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ἐκεῖνα μὲν ἔσβεσται ἅπαντα, οἱ δὲ θεῖοι τῶν εὐαγγελίων πολιτεύ
7.46.1
ονται νόμοι. Ἐκείνας τραγῳδῶν τὰς μιαιφονίας Σοφοκλῆς ὁ Ἀθηναῖος ἄριστα μὲν ἐθεολόγησεν, ἄγαν δὲ σοφῶς ἐκωμῴδησε τὰ τῶν δαιμόνων ἀγάλματα καὶ τῶν θυσιῶν τὰς παρανόμους σφαγάς· λέγει δὲ οὕτως· εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, ὃς οὐρανόν τ' ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα κἀνέμων βίας. Θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι ἱδρυσάμεσθα πημάτων παραψυχήν, θεῶν ἀγάλματ' ἐκ λίθων ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους· θυσίας τε τούτοις καὶ καλὰς πανηγύρεις στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν.
7.47.1
Τοιγάρτοι οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ οἱ ὑμέτεροι ποιηταὶ καὶ ξυγγραφεῖς καὶ φιλόσοφοι ταῦτα γελῶσιν, ἃ θεῖα νομίζετε. Ἐγὼ δὲ οἶμαι καὶ Σωκράτην τὸν Σωφρονίσκου τὸν ἀλεκτρυόνα θῦσαι κελεύειν, ἵνα τὴν κατ' αὐτοῦ γεγενημένην διελέγξῃ γραφήν· ἐγραψάτην γὰρ αὐτὸν Ἄνυτός τε καὶ Μέλητος, ὡς εἶναι θεοὺς οὐ νομίζοντα. Ὅτι γὰρ ἀνενδεὲς τὸ θεῖον ἠπίστατο, σαφῶς ἐν
7.48.1
ἑτέροις δεδήλωκεν. Αὐτοῦ γὰρ δὴ καὶ ταῦτα, εἴπερ δὴ ἄρα ὁ Πλάτων τὰ ἐκείνου ξυνέγραψε δόγματα·" Οὐ γὰρ χρείας ἕνεκα ὁ θεὸς πεποίηκε τὸν κόσμον, ἵνα τιμάς τε πρὸς ἀνθρώπων καὶ πρὸς θεῶν ἄλλων καὶ δαιμόνων καρποῖτο, οἷον πρόσοδόν τινα ἀπὸ τῆς γενέσεως ἀρνύμενος, παρὰ μὲν ἡμῶν καπνούς, παρὰ δὲ θεῶν καὶ δαιμόνων οἰκείας λειτουργίας." Ἄντικρυς δὲ διὰ τού των δεδήλωκεν, ὡς οὐδενὸς μὲν δεῖται τὸ θεῖον, καπνοῦ δὲ πλέον οὐδὲν ἔχουσιν αἱ τοιαῦται θυσίαι, καὶ καπνοῦ δυσοσμίας μεστοῦ.
7.49.1
Ταῦτα δὴ οὖν καὶ παρὰ τῶν ὑμετέρων διδασκάλων μεμαθη κότες καὶ παρὰ τῶν θείων λογίων, παρ' ὧν ταῦτα σεσύληται, τὴν διδασκαλίαν κρατύναντες, τὰ μὲν ὀψοποιοῖς καὶ κρεοπώλαις ἁρμόττοντα μισήσατε θύματα, τὴν δὲ τῆς αἰνέσεως θυσίαν τῷ ποιητῇ προσενέγκατε. Πειθέτω δὲ ὑμᾶς τοῦτο ποιεῖν, μὴ τῶν βασιλευόντων οἱ νόμοι μηδὲ τῆς τιμωρίας τὸ δέος, ἀλλὰ τῆς ἀληθείας τὸ κράτος, ὃ πάσῃ γῇ καὶ θαλάττῃ γεγένηται γνώριμον.

Intertext edge

Open linked passage

Note