Graecarum affectionum curatio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
8.1.1
Πυθαγόραν ἐκεῖνον, οὗ κλέος εὐρὺ παρ' ὑμῖν, εἰρηκέναι φασὶν οἱ τὰ ἐκείνου ξυγγεγραφότες, ὡς χρὴ τῶν Σειρήνων προτιθέναι τὰς Μούσας. Ἐγὼ δέ, εἰ μὲν ἁπλοῖς ἐκεῖνος καὶ διαφανέσιν εἰώθει κεχρῆσθαι λόγοις, ὥσπερ δὴ καὶ ἄλλοι τῶν φιλοσόφων τινές, ἔφην ἂν αὐτὸν ὡς ἡδίω τὴν τῶν Μουσῶν προκεκρικέναι φωνήν· ἐπειδὴ δὲ αἰνιγματώδεις οἱ ἐκείνου γε λόγοι καὶ ὕφαλοι– ξυμβολικῶς γάρ τοι τὰς παραινέσεις προσέφερε· τοιοῦτο γὰρ δὴ τὸ" μαχαίρῃ πῦρ μὴ σκαλεύειν" καὶ" ἐπὶ χοίνικος μὴ καθῆσθαι" καὶ" μελάνουρον μὴ ἐσθίειν" καὶ" ζυγὸν μὴ ὑπερ βαίνειν" καὶ τἄλλα τὰ τούτοις ξυντεταγμένα–, οἶμαι αὐτὸν Σειρῆσι μὲν ἀπεικάσαι τοὺς κεκομψευμένους καὶ κατεγλωττισμέ νους λόγους, Μούσαις δὲ τοὺς ἐπείσακτον μὲν οὐδὲν ἔχοντας, γυμνὸν δὲ τῆς ἀληθείας τὸ κάλλος ἐπιδεικνύντας. Ὅσῳ γὰρ ἡ παρὰ τῆς φύσεως ὥρα τῆς ὑπὸ κομμωτικῆς τέχνης διεσκευασμέ νης ἀμείνων, τοσούτῳ κρείττων τῆς τῶν λόγων εὐεπείας τε καὶ
8.2.1
δεινότητος ἡ τῆς ἀληθείας εὐπρέπεια. Πιστευτέον οὖν ἄρα, ὦ ἄνδρες, εἰ καὶ μὴ ἄλλῳ, τῷ γοῦν πολυθρυλήτῳ φιλοσόφῳ ταῦτα νομοθετοῦντι, καὶ τὰ θεῖα λόγια μὴ παροπτέα νομίζειν, ὅτι δὴ τῷ περιττῷ τῶν λόγων οὐ κατακέχρηνται φύσει, ἀλλὰ γυμνὸν ἡμῖν προσφέρουσι καὶ ἀποστίλβον τῆς ἀληθείας τὸ κάλλος. Εὐ πετὲς μὲν γὰρ ἦν καὶ μάλα ῥᾴδιον τῇ τῆς σοφίας πηγῇ, ἣ καὶ δυσσεβέσιν ἀνθρώποις τὴν καλουμένην εὐστομίαν δεδώρηται, καὶ Πλάτωνος εὐγλωττοτέρους καὶ δεινοτέρους Δημοσθένους καὶ ὄγκῳ τὸν Ὀλόρου κατακρύπτοντας καὶ τὸν Νικομάχου καὶ Χρύσιππον τοῖς τῶν ξυλλογισμῶν ἀλύτοις δεσμοῖς ἀποφῆναι τῆς
8.3.1
ἀληθείας τοὺς κήρυκας. Ἀλλ' οὐκ ἐβουλήθη πέντε ἢ δέκα ἢ πεντεκαίδεκα ἢ ἑκατὸν ἢ δὶς τοσούτους τῶν σωτηρίων ἀπολαῦσαι ναμάτων, ἀλλὰ πάντας ἀνθρώπους, καὶ Ἕλληνας καὶ βαρβάρους, καὶ τοὺς λόγοις ἐντεθραμμένους καὶ τοὺς λόγων οὐ γεγευμένους, καὶ σκυτέας καὶ ὑφάντας καὶ χαλκοτύπους καὶ τοὺς ἄλλους, ὅσοι τὰς τέχνας μεταχειρίζουσι, καὶ πρὸς τούτοις καὶ οἰκέτας καὶ προσαίτας καὶ γηπόνους καὶ ἀλσοκόμους καὶ γυναῖκας ὡσαύ τως, τάς τε πλούτῳ περιρρεομένας καὶ τὰς πόνῳ ξυνεζευγμένας
8.4.1
καὶ ἐκ χειρῶν βιοτεύειν ἠναγκασμένας. Τούτου δὴ εἵνεκα ἁλιεῦσι καὶ τελώναις καὶ σκυτοτόμῳ χρησάμενος ὑπουργοῖς, προσενήνοχε τοῖς ἀνθρώποις τὰ σωτήρια καὶ θεῖα μαθήματα, τὰς μὲν γλώττας αὐτῶν, ἃς ἐξ ἀρχῆς ἔλαχον, οὐκ ἀμείψας, τὰ δέ γε διειδῆ καὶ διαυγῆ τῆς σοφίας νάματα διὰ τούτων προχέας· παραπλήσιον ποιῶν, ὥσπερ ἂν εἴ τις ἑστιάτωρ οἶνον ἀνθοσμίαν καὶ εὐώδη καὶ ἄριστον προσενέγκοι τοῖς δαιτυμόσι, κύλιξι καὶ φιάλαις ἐγχέας οὐκ ἠσκημέναις εἰς κάλλος, ἀλλ' οἵ γε διψῶντες ἐπεμφοροῦνται τοῦ νάματος, οὐκ εἰς τὰς κύλικας ἀφορῶντες, ἀλλὰ τὸν οἶνον θαυμάζοντες.
8.5.1
Τοῦτο πάντες ἄνθρωποι δρῶντες διατελοῦσι· καὶ τῶν θείων ἀπολαύοντες ῥείθρων, οὐ μόνον οὐ κωμῳδοῦσι τῶν ἀποστόλων τὰς γλώττας, ἀλλὰ καὶ ἄγαν θαυμάζουσιν, ὅτι δὴ λόγων στωμύ λων ὄντες ἀμύητοι, καὶ οἱ μὲν ἁλιεύειν παιδόθεν μεμαθηκότες, οἱ δὲ τελωνικοῖς ἐργαστηρίοις προσηδρευκότες, ἄλλοι δὲ σκυτο τομικὴν μεταχειρίσαντες τέχνην, ἀπεφάνθησαν ἐξαίφνης θείων λόγων διάκονοι καὶ δωρεῶν ἐπουρανίων διανομεῖς, καὶ σωτῆρες ἀλεξίκακοι καὶ φωστῆρες φανότατοι, οὐχ ἓν ἔθνος φωτίζοντες,
8.6.1
ἀλλ' ὅσαπερ ὁ ὁρώμενος ἥλιος. Ἄγανται δὲ διαφερόντως ἅπαντες καὶ θαυμάζουσιν, ὅτι δὴ καὶ τεθνεῶτες ἐπιτελοῦσιν, ἅπερ δὴ καὶ περιόντες εἰώθεσαν ἐνεργεῖν, μᾶλλον δὲ πολλῷ μείζονα καὶ λαμπρότερα τὰ μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν παρ' ἐκείνων τελού μενα. Ἡνίκα μὲν γὰρ μετὰ τῶν σωμάτων ἐπολιτεύοντο, νῦν μὲν παρὰ τούτους, νῦν δὲ παρ' ἐκείνους ἐφοίτων, καὶ ἄλλοτε μὲν Ῥωμαίοις, ἄλλοτε δὲ Ἱσπανοῖς ἢ Κελτοῖς διελέγοντο· ἐπειδὴ δὲ πρὸς ἐκεῖνον ἐξεδήμησαν, ὑφ' οὗ κατεπέμφθησαν, ἅπαντες αὐτῶν ἐνδελεχῶς ἀπολαύουσιν, οὐ μόνον Ῥωμαῖοι, καὶ ὅσοι γε τὸν τούτων ἀγαπῶσι ζυγὸν καὶ ὑπὸ τούτων ἰθύνονται, ἀλλὰ καὶ Πέρσαι καὶ Σκύθαι καὶ Μασσαγέται καὶ Σαυρομάται καὶ Ἰνδοὶ καὶ Αἰθίοπες, καὶ ξυλλήβδην εἰπεῖν ἅπαντα τῆς οἰκουμένης τὰ
8.7.1
τέρματα. Τὰ γὰρ δὴ τούτων ξυγγράμματα, ἁπλᾶ γε ὄντα καὶ τῆς Ἑλληνικῆς γεγυμνωμένα λαμπρότητος, καὶ μὲν δὴ καὶ σμικρὰ καὶ ὀλίγα, πᾶσιν ἀνθρώποις ἐστὶν ἀξιέραστα, πλὴν ὑμῶν καὶ εἴ τις ὑμῖν παραπλησίως τὴν τῆς ἀπιστίας κατακεχυμένην ἔχων ἀχλύν, ἰδεῖν οὐκ ἐθέλει τῆς ἀληθείας τὴν αἴγλην. Οὐ μόνον δὲ τῆς Ἑλληνικῆς ταῦτα κομψείας γεγύμνωται, ἀλλὰ καὶ τῶν πραγμάτων, ὧν πέρι διδάσκει, τὴν φύσιν οὐ σεμνήν τινα ἔχει καὶ περιφανῆ καὶ περίβλεπτον.
8.8.1
Οὐ γὰρ ὁρωμένην τινὰ τοῖς θιασώταις ἐπιδείκνυσι βασιλείαν, ἁλουργίδι κοσμουμένην καὶ στεφάνῳ λαμπρυνομένην καὶ τῷ τῶν ἀσπιδηφόρων καὶ δορυφόρων καὶ πλήθει καὶ μεγέθει σεμνυνο μένην καὶ τόσην ἔχουσαν στρατιὰν καὶ στρατηγοὺς ἀριστεύειν ἐν πολέμοις δεδιδαγμένους καὶ τἄλλα, ὅσα πολυθρυλήτους τοὺς κεκτημένους ποιεῖ, ἀλλὰ σπήλαιον καὶ φάτνην καὶ παρθένον χερνῆτιν καὶ βρέφος εὐτελέσι σπαργάνοις ἐνειλημένον καὶ ἐπὶ κενῆς ἐρριμμένον τῆς φάτνης καὶ χωρίον ἄδοξον καὶ σμικρόν, ἐν ᾧ ταῦτα ἐγένετο, καὶ αὖ πάλιν πενίαν αὐξηθέντος τοῦ βρέφους καὶ πεῖναν καὶ δίψος καὶ τὸν ἐξ ὁδοιπορίας πόνον καὶ μετὰ ταῦτα τὸ παρὰ πάντων ᾀδόμενον πάθος, τὰς ἐπὶ κόρρης πληγάς, τὰς κατὰ νώτου μάστιγας, τὸ ἰκρίον, τοὺς ἥλους, τὴν χολήν, τὸ ὄξος,
8.9.1
τὸν θάνατον. Ἀλλ' ὅμως ταῦτα καὶ τὰ τοιαῦτα διηγούμενα τῶν ἀποστόλων τὰ ξυγγράμματα ἔπεισεν ἅπαντας ἀνθρώπους, ὅτι υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς προαιώνιος καὶ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς ὁ τὴν ἀνθρωπείαν ὑποδὺς φύσιν καὶ διὰ ταύτης τὴν τῶν ἀνθρώπων πραγματευσάμενος σωτηρίαν. Καὶ οὐχ ἁπλῶς ἔπεισεν, ἀλλὰ τοσαύτην γε πίστιν τοῖς πλείστοις ἐντέθεικεν, ὡς ἥδιστα τὸν ὑπὲρ τῶνδε τῶν δογμάτων καταδέξασθαι θάνατον καὶ τοῖς ἀρνηθῆναι κελεύουσιν ἥκιστα μὲν προέσθαι τὰς γλώττας, προτεῖναι δὲ τὰ νῶτα τοῖς ἐθέλουσι μαστιγοῦν καὶ λαμπάσι καὶ ὄνυξι τὰς πλευρὰς καὶ τοὺς αὐχένας ὑποθεῖναι τοῖς ξίφεσι καὶ ἀποτυμπανισθῆναι προθύμως καὶ ἀνασκινδυλευθῆναι, καὶ μέντοι καὶ ἐμπρησθῆναι καὶ θῆρας ἀγρίους ἰδεῖν θοινωμένους τὰ σώματα.
8.10.1
Τῷ τοι καὶ ἄσβεστον αὐτοῖς ὁ ἀγωνοθέτης ἐδωρήσατο κλέος καὶ μνήμην νικῶσαν τοῦ χρόνου τὴν φύσιν· μαραίνειν γὰρ δὴ οὗτος ἅπαντα πεφυκώς, τὴν τούτων ἀμάραντον διετήρησε δόξαν. Καὶ αἱ μὲν γενναῖαι τῶν νικηφόρων ψυχαὶ περιπολοῦσι τὸν οὐρα νόν, τοῖς ἀσωμάτων χοροῖς ξυγχορεύουσαι· τὰ δὲ σώματα οὐχ εἷς ἑνὸς ἑκάστου κατακρύπτει τάφος, ἀλλὰ πόλεις καὶ κῶμαι ταῦτα διανειμάμεναι σωτῆρας καὶ ψυχῶν καὶ σωμάτων καὶ ἰατροὺς ὀνομάζουσι καὶ ὡς πολιούχους τιμῶσι καὶ φύλακας· καὶ χρώμενοι πρεσβευταῖς πρὸς τὸν τῶν ὅλων δεσπότην, διὰ τούτων
8.11.1
τὰς θείας κομίζονται δωρεάς. Καὶ μερισθέντος τοῦ σώματος, ἀμέριστος ἡ χάρις μεμένηκεν, καὶ τὸ σμικρὸν ἐκεῖνο καὶ βραχύ τατον λείψανον τὴν ἴσην ἔχει δύναμιν τῷ μηδαμῇ μηδαμῶς διανεμηθέντι μάρτυρι· ἡ γὰρ ἐπανθοῦσα χάρις διανέμει τὰ δῶρα, τῇ πίστει τῶν προσιόντων τὴν φιλοτιμίαν μετροῦσα. Ὑμᾶς δὲ οὐδὲ ταῦτα πείθει τὸν τούτων ὑμνῆσαι Θεόν, ἀλλὰ γελᾶτε καὶ κωμῳδεῖτε τὸ τούτοις παρὰ πάντων προσφερόμενον γέρας καὶ μύσος ὑπολαμβάνετε τὸ πελάζειν τοῖς τάφοις.
8.12.1
Εἰ δὲ καὶ πάντες ἄνθρωποι τούτοις προσέπταιον, ἀλλ' οὖν Ἕλληνας μόνους νεμεσᾶν τοῖς οὕτω δρωμένοις οὐκ ἔδει· τούτων γάρ τοι αἱ χοαὶ καὶ τὰ ἐναγίσματα καὶ οἱ ἥρωες καὶ οἱ ἡμίθεοι καὶ οἱ θεοποιούμενοι ἄνθρωποι. Καὶ γὰρ τὸν Ἡρακλέα, ἄνθρωπον γεγονότα καὶ Ἀλκμήνης παῖδα καὶ Ἀμφιτρύωνος, καὶ θεὸν ἀπέφηναν, ὡς ἐνόμισαν, καὶ τοῖς ἄλλοις θεοῖς ξυνηρίθμησαν.
8.13.1
Ὅτι δὲ καὶ ὁ Πλάτων Ἀμφιτρύωνος αὐτὸν οἶδεν υἱὸν καὶ οὐ τοῦ Διός, ἀκούσατε δὴ αὐτοῦ ἐν τῷ Θεαιτήτῳ λέγοντος·" Ἀλλ' ἐπὶ πέντε καὶ εἴκοσι καταλόγῳ προγόνων σεμνυνομένων καὶ ἀναφερόντων εἰς Ἡρακλέα τὸν Ἀμφιτρύωνος ἄτοπα αὐτῷ φαίνεσθαι τῆς σμικρολογίας, ὅτι δὲ Ἀμφιτρύωνος εἰς τὸ ἄνω πέμπτος καὶ εἰκοστὸς ἦν, οἵα ξυνέβαινεν αὐτῷ τύχη, καὶ ὁ πεντηκοστὸς ἀπ' αὐτοῦ, γελᾷ οὐ δυναμένων λογίζεσθαί τε καὶ χαυνότητος
8.14.1
ἀνοήτου ψυχῆς ἀπαλλάττεσθαι." Καὶ Ἰσοκράτης δὲ ὁ ῥήτωρ ὧδέ φησιν·" Ζεὺς γὰρ Ἡρακλέα καὶ Τάνταλον γεννήσας, ὡς οἱ μῦθοι λέγουσι, καὶ πάντες πιστεύουσιν." Οὕτως ἐγέλων οἱ ξυνορᾶν ἱκανοὶ τὰ παρὰ τῶν ἄλλων μυθολογούμενα· ἀλλ' ὅμως ἀνθρώπῳ γε ὄντι καὶ Εὐρυσθεῖ δουλεύειν ἠναγκασμένῳ, καὶ νεὼς ἐδείμαντο καὶ βωμοὺς ἐδομήσαντο καὶ θυσίαις ἐτίμησαν καὶ ἑορτὰς ἀπεκλήρωσαν, οὐ Σπαρτιάται μόνοι καὶ Ἀθηναῖοι, ἀλλὰ καὶ
8.15.1
ξύμπασα ἡ Ἑλλὰς καὶ τῆς Εὐρώπης τὰ πλεῖστα. Διέβη δὲ καὶ εἰς τὴν Ἀσίαν τῆς ἐξαπάτης ἡ νόσος· καὶ γὰρ καὶ ἐν Τύρῳ καὶ ἐν ἄλλαις πόλεσι παμπόλλους καὶ μεγίστους αὐτῷ σηκοὺς ᾠκο δόμησαν. Καὶ οὐ μόνον ἐτησίους ἀπένειμαν πανηγύρεις, ἀλλὰ καὶ τετραετηρικοῖς ἀγῶσιν ἐτίμησαν, καὶ ταῦτά γε ἄνδρα εἰδότες, καὶ ἄνδρα οὐ σώφρονα οὐδὲ φιλοσοφίαν ἠγαπηκότα, ἀλλ' ἀκολα
8.16.1
σίᾳ καὶ λαγνείᾳ ξυνεζηκότα. Ἵνα γὰρ τὴν ἄλλην αὐτοῦ πᾶσαν ἀκρασίαν παρῶ, φασὶν αὐτὸν ἐν μιᾷ νυκτὶ πεντήκοντα μιγῆναι παρθένοις, τὸν τρίτον καὶ δέκατον ἴσως ἀγωνισάμενον ἆθλον· ἀπόχρη δὲ καὶ τοῦτο δηλῶσαι πᾶσαν τὴν τοῦ βίου προαίρεσιν. Καὶ μέντοι καὶ τοῦ βίου τὸ τέλος διὰ τοιαύτην ἀκρασίαν πρὸ τῆς ὥρας ὑπέμεινεν. Ὁμόζυγα γὰρ ἔχων τὴν Δηϊάνειραν, ξυνήφθη μὲν ἄλλῃ δι' ἔρωτα, ὑπὸ δὲ τῆς προτέρας παρὰ γνώμην ἐπεβου
8.17.1
λεύθη· ἐρωτικὸν γὰρ αὕτη κατασκευάσασα φάρμακον καὶ χρίσασα τοῦ ἀνδρὸς τὸν χιτῶνα, πέπομφεν ᾐτηκότι, καὶ ἤλπισέ γε ἀγρεύ σειν πρὸς ἑαυτήν, διήμαρτε δὲ ὧν ἤλπισεν· ἐκθερμῆναν γὰρ ἐκεῖνο τὸ φάρμακον τοῦ Ἡρακλέους τὸ σῶμα παγχαλέπῳ περιέ βαλε νόσῳ· ὁ δὲ ἀλγυνόμενος καὶ μὴ φέρων τὸ πάθος, πυρὰν νήσας καὶ ἑαυτόν γε καταθείς, τοῦ βίου τὸ τέλος ἐδέξατο ἄξιόν γε, οὐ γὰρ τῆς θεοποιΐας τὰ τοῦ παρ' ὑμῶν θεο
8.18.1
ποιηθέντος ἐπιτηδεύματα. Ἀλλ' ὅμως καὶ ταῦτα εἰδότες– ταῦτα γὰρ τὰ παλαιὰ διδάσκει ξυγγράμματα–, οὐδὲν ἧττον κἀκεῖνον σωτῆρα ἐκάλουν καὶ ἀλεξίκακον προσηγόρευον καὶ τὸ" Ἡράκλεις ἄναξ" τοῖς λόγοις προσέπλαττον· καὶ ὑμεῖς δὲ ὡσαύτως τοῖς τοιούτοις σεμνύνεσθε λόγοις, ἀποχρῆν εἰς παιδείας ἡγούμενοι περιφάνειαν τὸ τὰ τοιαῦτα ἐπιλέγειν ῥηματίσκια.
8.19.1
Καὶ τὸν Ἀσκληπιὸν δέ φησιν Ἀπολλόδωρος κατὰ μέν τινας Ἀρσινόης εἶναι υἱόν, κατὰ δὲ ἄλλους Κορωνίδος, λάθρα μὲν Ἀπόλλωνι ξυνελθεῖν βιασθείσης, κυησάσης δὲ καὶ τεκούσης καὶ ἐκθεμένης τὸ βρέφος, τοῦτο δὲ κυνηγέτας τινὰς εὑρηκότας ὑπὸ κυνὸς τρεφόμενον λαβεῖν καὶ κομίσαι λέγει Χείρωνι τῷ Κεν ταύρῳ, εἶτα ἐκεῖ τραφῆναί τε καὶ ἀσκηθῆναι τὴν ἰατρικὴν ἐπισ τήμην, ἐν Τρίκκῃ δὲ πρῶτον καὶ Ἐπιδαύρῳ δοῦναι πεῖραν τῆς 8. τέχνης. Οὕτω δὲ ἄκρως, φησίν, ἐπαιδεύθη καὶ μάλα γε σπου δαίως, ὡς μὴ μόνον τοὺς ἀρρωστοῦντας ἰᾶσθαι, ἀλλὰ καί τινας τῶν τετελευτηκότων ἐγείρειν· διὸ δὴ τὸν τερπικέραυνον χαλε πήναντα πρηστῆρσι βαλεῖν καὶ ἐξαγαγεῖν τῆς ζωῆς. Τοιγαροῦν καὶ ἄνθρωπος ἦν, οὐδὲ τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως τραφείς, ἀλλὰ καὶ παρὰ κυνὸς τῆς πρώτης ἀπολαύσας τροφῆς καὶ τῷ τῶν θηρευόντων οἴκτῳ διασωθείς, καὶ οὐκ ἐκ θείας σοφίας καὶ ἐπιστήμης τὸ ἰατρεύειν ἔχων, ἀλλὰ παρὰ
8.20.1
Χείρωνος τήνδε
8.21.1
τὴν τέχνην ἐκπαιδευθείς. Οὗτος δὲ ὁ Χείρων καὶ Ἀχιλλέως ἐγένετο παιδευτής. Ὅθεν δῆλον ὅτι κατὰ τὸν χρόνον τὸν αὐτὸν ἐγενέσθην, ἢ μικρῷ τινι οὗτος Ἀχιλλέως πρεσβύτερος, ἐπειδήπερ καὶ τοῖς Ἀργοναύταις ξυνέπλευσε, καὶ ὁ τούτου γε παῖς ὁ Μαχάων ξυνεπολέμησεν Ἀχιλλεῖ. Καὶ ὁ κεραυνὸς δέ γε καὶ ὁ
8.22.1
γενόμενος ἐμπρησμὸς δηλοῖ τῆς φύσεως τὸ ἐπίκηρον. Ἀλλὰ καὶ οὕτω γε φύντα, ὡς εἴρηται, καὶ σωθέντα γε καὶ τραφέντα καὶ ἐμπρησθέντα, τοῖς ἄλλοις θεοῖς κατέλεξαν καὶ τεμένη γε καθω σίωσαν καὶ καθιέρωσαν βωμούς, καὶ λοιβῇ καὶ κνίσῃ, πάλαι μὲν προφανῶς, νῦν δὲ ἴσως ἐν παραβύστῳ, γεραίρετε καὶ τὰ τούτου ἀγάλματα θείας ἀξιοῦτε τιμῆς καὶ τὸν ἐνειλημένον αὐτῷ θαυμάζετε δράκοντα καὶ ξύμβολον εἶναι τῆς ἰατρικῆς φατε, ὅτι καθάπερ ἐκεῖνος ἀποδύεται τὸ γῆρας, οὕτως ἡ ἰατρικὴ τῶν νόσων ἐλευθε
8.23.1
ροῖ. Ὅτι δὲ ἐπὶ τῶν Ὁμήρου χρόνων οὐδέπω οὗτος τῆς θεοποιΐας ἐτετυχήκει, μάρτυς ὁ ποιητής, οὐ τὸν Ἀσκληπιόν, ἀλλὰ τὸν Παιήονα δείξας τὰ τοῦ Ἄρεως θεραπεύσαντα τραύματα· δεῖ γὰρ τουτουσὶ τοὺς θεοὺς καὶ τραύματα ἔχειν καὶ ἰατρούς· Καὶ τὸν Μαχάονα δὲ οὐ θεοῦ λέγει υἱὸν οὐδέ γε ἡμιθέου, ἀλλ' ἰατροῦ· ἔφη γάρ· φῶτ' Ἀσκληπιοῦ υἱὸν ἀμύμονος ἰητῆρος.
8.24.1
Καὶ τὸν Διόνυσον δὲ Σεμέλης υἱὸν γεγενῆσθαι καὶ Ὅμηρος ἔφη καὶ Εὐριπίδης καὶ ἄλλοι γε πλεῖστοι· Σεμέλη δὲ Κάδμου θυγάτηρ. Ἀλλ' ὅμως καὶ οὗτος θείας ἠξιώθη τιμῆς, καὶ ταῦτα γύννις ὢν καὶ θηλυδρίας καὶ ἀνδρόγυνος· καὶ γὰρ τοῖς ἐπικου ροῦσι μισθὸν ὑπέσχετο δώσειν οὐ χρυσὸν ἢ ἄργυρον, ἀλλὰ τὴν ὕβριν τοῦ σώματος· καὶ οὕτως περὶ τὴν βδελυρὰν ἐκείνην ὑπόσ χεσιν ἐγένετο φιλαλήθης, ὡς τῶν βεβοηθηκότων τετελευτηκότων πρὶν ἢ δέξασθαι τὸν πολυάρατον ἐκεῖνον μισθόν, ἑτέρως ἐπι νοῆσαι τὴν τῆς ἐπαγγελίας ἐκπλήρωσιν. Καὶ σιωπῶ τὸ σύκινον πέος καὶ τὰ ἐπὶ τούτῳ τελούμενα· αἰσχύνομαι γὰρ λέγειν, ἐφ' οἷς ἐπανηγύριζον Ἕλληνες.
8.25.1
Καὶ μέντοι καὶ τοὺς Τυνδαρίδας θεοὺς ἐκάλεσαν Ἕλληνες καὶ Διοσκούρους ὠνόμασαν καὶ Ἐφεστίους καὶ Ἄνακας· καὶ τεμενῶν οὐκ ἐν Σπάρτῃ μόνον, ἀλλὰ καὶ Ἀθήνησι τούτους ἠξίωσαν. Καὶ τούτοιν μέμνηται Δημοσθένης ὁ ῥήτωρ, οὑτωσὶ
8.26.1
λέγων·" Ἐν τῷ πανδοκείῳ τῷ πρὸ τοῦ Διοσκορείου." Καὶ τὸ Λεωκόριον δὲ τῶν Λεὼ θυγατέρων ἐστὶν ἱερόν. Καὶ ἄλλους δέ γε παμπόλλους ἀθλίους καὶ τρισαθλίους ἐθεοποίησαν ἀνθρωπίσ κους καὶ δημοθοινίαις ἐτίμησαν. Καὶ γὰρ ὁ Πύθιος μάντις Κλεομήδη τὸν Ἀστυπαλαιέα τὸν πύκτην θείου γέρως ἀπολαύειν ἐκέλευσε καὶ τόνδε ἀνεῖλε τὸν χρησμὸν ἡ Πυθία· ὕστατος ἡρώων Κλεομήδης Ἀστυπαλαιεύς, ὃν θυσίαις τιμᾶσθ' ὡς οὐκέτι θνητὸν ἐόντα.
8.27.1
Ἵνα δὲ γνῶτε καὶ ὑμεῖς, ὧν δὴ εἵνεκα τῷ Διῒ καὶ τοῖς ἄλλοις ξυνετάχθη καὶ οὗτος, ἐγὼ τὰ περὶ τοῦδε ἐρῶ διηγήματα. Οὗτος τὸν ἀνταγωνιστὴν μιᾷ πατάξας πληγῇ, ἀνέῳξε μὲν αὐτοῦ τὴν πλευράν, ἐμβαλὼν δὲ εἴσω τὴν χεῖρα τῶν ἐγκάτων ἐλάβετο, εἶτα τῶν ἀθλοθετῶν διὰ τὴν τῆς ὠμότητος χαλεπηνάντων ὑπερβολὴν καὶ τίμημα ἐπιθέντων, ἀνεχώρησε μὲν βαρυθυμῶν, παριὼν δὲ διὰ τῆς ἀγορᾶς, ἕνα τῶν ἐρειδόντων τὸν ὄροφον ἐφελκυσάμενος κίονα, ξυμμορίαν μειρακίων κατέχωσεν, ἣν τῷ διδασκάλῳ προσεδρεύειν
8.28.1
αὐτόθι ξυνέβαινεν. Τούτων αὐτὸν εἵνεκα τῶν κατορθωμάτων ὁ Πύθιος ξυνέταξε τοῖς θεοῖς. Καὶ Ἀδριανὸν δὲ τὸν Ῥωμαίωνβασιλέα φασὶν Ἀντίνοον, παιδικὰ γενόμενον αὐτοῦ, θεὸν ἀναγο ρεῦσαι καὶ νεὼν οἰκοδομῆσαι καὶ θείας ἀξιοῦσθαι παρὰ τῶν ὑπηκόων προστάξαι τιμῆς. Καὶ τὰ Ὑακίνθια δὲ οἱ Σπαρτιάται ἑορτὴν μεγίστην καὶ δημοθοινίαν ἐνόμιζον.
8.29.1
Τί δήποτε τοίνυν οἱ τοσούτους νεκροὺς ὠνομακότες θεοὺς νε μεσᾶτε ἡμῖν, οὐ θεοποιοῦσιν, ἀλλὰ τιμῶσι τοὺς μάρτυρας, ὡς Θεοῦ γε μάρτυρας καὶ εὔνους θεράποντας; ἀνθ' ὅτου δὲ μολυσμοῦ τινος μεταλαμβάνειν νομίζετε τὸν ταῖς θήκαις τῶν τεθνεώτων
8.30.1
πελάζοντα; ἀνοίας γὰρ ταῦτα καὶ ἀμαθίας ἐσχάτης. Καὶ γὰρ Ἀθήνησιν, ὡς Ἀντίοχος ἐν τῇ ἐνάτῃ γέγραφεν ἱστορίᾳ, ἄνω γε ἐν τῇ ἀκροπόλει Κέκροπός ἐστι τάφος παρὰ τὴν Πολιοῦχον αὐτήν· καὶ ἐν Λαρίσσῃ τῇ γε Θετταλικῇ πάλιν ἐν τῷ ναῷ τῆς Ἀθηνᾶς τὸν Ἀκρίσιον τεθάφθαι φησίν· ἐν δὲ Μιλήτῳ τὸν Κλεόμαχον ἐν τῷ Διδύμῳ κεῖσθαι εἴρηκε Λέανδρος· τὴν δὲ Λυκο φρόνην ἐν τῷ ἱερῷ τῆς Ἀρτέμιδος ἐν Μαγνησίᾳ ταφῆναι Ζήνων ὁ Μύνδιος ἔφη· τὸν ἐν Τελμισσῷ δὲ βωμὸν τοῦ Ἀπόλλωνος μνῆμα εἶναι Τελμισσέως τοῦ μάντεως ἱστοροῦσιν. Ἀλλ' ὅμως οὔτε οἱ τηνικάδε θάψαντες μιαίνειν ὑπέλαβον τοὺς βωμούς, οὔτε οἱ ὕστε ρον θύοντες ἄγους ἐκεῖθεν μεταλαγχάνειν ἐνόμιζον. Τοπάζετε
8.31.1
δὲ τοῦτο μόνοι ὑμεῖς, οἱ δὲ παλαιοὶ τούτων οὐδὲν ὑπελάμβανον. Καὶ γὰρ δὴ καὶ Ὅμηρος δείκνυσιν ἐν τοῖς ἔπεσι τὸν Ἀχιλλέατὸν Πηλέως, τὸν Αἰακίδην, τὸν ἐκ Θέτιδος, τὸν ἐκ Διὸς καθ' ὑμᾶς, περιπτυσσόμενον νεκρὸν τοῦ Πατρόκλου τὸ σῶμα, καὶ ἡνίκα τοῦτο τῇ πυρᾷ προσέφερον οἱ Μυρμιδόνες, τὴν κεφαλὴν φέροντα, εἶτα τὴν πυρὰν κατασβεννύντα καὶ τὰ ὀστᾶ γε ξυλλέ γοντα καὶ ταῦτα ἐν χρυσῇ φιάλῃ τιθέντα καὶ ἔνδον εἰς τὴν σκη
8.32.1
νὴν κομίζοντα τὴν αὑτοῦ. Καὶ ὁ Θουκυδίδης τῶν ἐν τῷ Πελοπον νησιακῷ πολέμῳ τετελευτηκότων διηγεῖται τὸ γέρας, καὶ ὅπως μὲν τὰ εὑρεθέντα σώματα τῶν προσηκόντων ἕκαστος ἠξίου ταφῆς, ἡλίκην δὲ τοῖς ἥκιστα εὑρεθεῖσιν ἐμηχανῶντο τιμήν, κυπαρισσίνας μὲν κατασκευάζοντες λάρνακας, κοινῇ δὲ πάντες, οἱ μὲν ἡγού μενοι τούτων, οἱ δὲ ἑπόμενοι καὶ παρεπόμενοι, καὶ τάφον κατασ κευάζοντες μέγιστον τοῖς ὑπὸ οἰωνῶν ἢ κυνῶν ἢ θώων δαπανη θεῖσιν. Οὕτω καὶ τῶν ἐν Μαραθῶνι παραταξαμένων τοὺς τετελευτηκότας ἐτίμησαν.
8.33.1
Ὅτι δὲ καὶ χοὰς τοῖς τεθνεῶσι προσέφερον, ἴστε μὲν καὶ ὑμεῖς οἱ νύκτωρ ταύτας παρὰ τοὺς νόμους τολμῶντες· μαρτυρεῖ δὲ καὶ Ὅμηρος τὸν Λαέρτου δεικνὺς κατά γε τὰς ὑποθημοσύνας τῆς Κίρκης καὶ τὸν βόθρον ὀρύξαντα καὶ τὰς χοὰς ἐπιτετελεκότα καὶ ταῦτά γε διηγούμενον τῷ Ἀλκινόῳ· ἐγὼ γάρ φησιν ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ βόθρον ὄρυξ' ὅσσον τε πυγούσιον ἔνθα καὶ ἔνθα· ἀμφ' αὐτῷ δὲ χοὴν χεόμην πᾶσιν νεκύεσσι, πρῶτα μελικρήτῳ, μετέπειτα δὲ ἡδέι οἴνῳ, τὸ τρίτον αὖθ' ὕδατι· ἐπὶ δ' ἄλφιτα λευκὰ πάλυνα, πολλὰ δὲ γουνούμην νεκύων ἀμενηνὰ κάρηνα, ἐλθὼν εἰς Ἰθάκην στεῖραν βοῦν, ἥ τις ἀρίστη, ῥέξειν ἐν μεγάροισι πυρήν τ' ἐμπλησέμεν ἐσθλῶν, Τειρεσίῃ δ' ἀπάνευθεν ὄιν ἱερευσέμεν οἴῳ παμμέλαν', ὃς μήλοισι μεταπρέπει ἡμετέροισιν. Τοὺς δ' ἐπεὶ εὐχωλῇσι λιτῇσί τε, ἔθνεα νεκρῶν, ἐλλισάμην, τὰ δὲ μῆλα λαβὼν ἀπεδειροτόμησα ἐς βόθρον· ῥέε δ' αἷμα κελαινεφές· αἱ δ' ἀγέροντο ψυχαὶ ὑπὲξ Ἐρέβευς νεκύων κατατεθνηώτων.
8.34.1
Εἶτα ἐξηγεῖται, ὅπως ὁ τῶν ψυχῶν ξυνέθεεν ὅμιλος καὶ μετα λαβεῖν ἠπείγετο τῶν χοῶν. Καὶ τί λέγω τὸν ποιητήν; Ἀριστο κλῆς γὰρ ὁ Περιπατητικὸς Λύκωνα φάναι τὸν Πυθαγορικὸν ἔφη, ὡς Ἀριστοτέλης ὁ Νικομάχου θυσίαν τετελευτηκυίᾳ τῇ γυναικὶ τοιαύτην εἰώθει προσφέρειν, ὁποίαν Ἀθηναῖοι τῇ Δήμητρι. Ἡμεῖς δέ, ὦ ἄνδρες, οὔτε θυσίας, οὔτε μὴν χοὰς τοῖς μάρτυσιν ἀπονέ μομεν, ἀλλ' ὡς θείους καὶ θεοφιλεῖς γεραίρομεν ἄνδρας. Οὕτω γὰρ τοῦ πεποιηκότος καὶ σεσωκότος ἠράσθησαν, ὡς τὴν ὑπὲρ αὐτοῦ σφαγὴν ὑπολαβεῖν ἀξιέραστον. Εἰ δὲ ἀναισθήτως αὐτοὺς ἔχειν τῶν γινομένων νομίζετε καὶ
8.35.1
μὴ θείας τινὸς καὶ τρισολβίας ὄντως λήξεως ἀπολαῦσαι, Πίνδα ρος ὁ λυρικὸς ταύτην ὑμῶν ἐκβαλέτω τὴν δόξαν, λέγων ὡδί· ψυχαὶ δ'... εὐσεβῶν, ἐν οὐρανοῖς ναίουσαι, μολπαῖς μάκαρα μέγαν ἀείδουσ' ἐν ὕμνοις.
8.36.1
Εἰ δὲ τῶν εὐσεβῶς βεβιωκότων οὐρανὸς ἐνδιαίτημα, ταύτην ἔχουσι τὴν λῆξιν οἱ μάρτυρες· τούτων γὰρ οὐδὲν εὐσεβέστερον· καὶ Ἐμπεδοκλῆς δὲ ὁ Ἀκραγαντῖνος οὕτω φησίν· εἰς δὲ τέλος μάντεις τε καὶ ὑμνοπόλοι καὶ ἰητροὶ καὶ πρόμοι ἀνθρώποισιν ἐπιχθονίοισι πέλονται· ἔνθεν ἀναβλαστοῦσι θεοὶ τιμῇσι φέριστοι. ἔφησεν ἐκεῖνος ἀξιοῦσθαι
8.37.1
Εἰ δὲ μάντεις καὶ ἰατροὺς τοσαύτης τιμῆς, τί ἂν εἴποι τις περὶ τῶν τοσαύτην ἐπιδειξαμένων ὑπὲρ εὐσεβείας ἀνδρείαν, οἷς τοὖργον οὐ μόνον ἀνδρείαν, ἀλλὰ καὶ δικαιοσύνην καὶ σωφροσύνην καὶ σοφίαν καὶ φρόνησιν μαρτυρεῖ; τί γὰρ σωφρονέστερον τῶν οὐκ ἀνασχομένων ἐκείνων ἐκστῆναι, ἅπερ ἐξ ἀρχῆς εὖ ἔχειν ὑπέλαβον; τί δὲ δικαιότερον τῶν τὰς θείας εὐεργεσίας ἀμειψαμένων σφαγῇ καὶ τὰ σώματα ἐκδεδωκότων
8.38.1
ὑπὲρ τοῦ τὸ σῶμα παραδεδωκότος σταυρῷ; τί δὲ φρονιμώτερον ἢ σοφώτερον τῶν οὕτω ταῦτα βουλευσαμένων καὶ τῶν μὲν τῇδε καταπεφρονηκότων, ὡς βέβαιον οὐδὲν ἐχόντων καὶ μόνιμον, ἐρα σθέντων δὲ ἐκείνων, ἃ λόγος ἑρμηνεύειν οὐ δύναται; τί δὲ ἀνδρικώτερον τῶν ἀνταγωνισαμένων πρὸς πολλὰ παθήματα καὶ διάφορα καὶ τοὺς κολάζοντας νενικηκότων τῇ καρτερίᾳ τῆς γνώ
8.39.1
μης; Τοιγάρτοι οὗτοί γέ εἰσιν ἀτεχνῶς πρόμοι ἀνθρώπων καὶ πρόμαχοι καὶ ἐπίκουροι καὶ τῶν κακῶν ἀποτρόπαιοι, τὰς ὑπὸ τῶν δαιμόνων ἐπιφερομένας ἀποδιοπομπούμενοι βλάβας. Ὁ δέ γε Ἡράκλειτος καὶ τοὺς ἐν τοῖς πολέμοις ἀναιρεθέντας πάσης ἀξίους ὑπολαμβάνει τιμῆς·" Ἀρηϊφάτους" γάρ φησιν" οἱ θεοὶ τιμῶσι καὶ ἄνθρωποι", καὶ πάλιν·" μόνοι γὰρ μείζονες μείζο
8.40.1
νος μοίρας λαγχάνουσιν". Ἀλλὰ τόνδε τὸν λόγον ἔγωγε οὐ προσίεμαι· πλεῖστοι γὰρ δὴ παμπόνηρον ἀσπασάμενοι βίον τὸν βίαιον ὑπέμειναν θάνατον. Εἰ τοίνυν τοὺς ἀρηϊφάτους ἅπαντας προσήκει τιμᾶν, ὥρα ὑμῖν καὶ τοῖς Οἰδίπου παισὶ τόδε ἀπονεῖμαι τὸ γέρας, οἳ τὸν πατέρα μὲν κατέλιπον ἀτημέλητον, ἕνεκα δὲ τυραννίδος κατ' ἀλλήλων λυττήσαντες τῷ ἀλλήλων αἵματι τὰς
8.41.1
οἰκείας ἐφοίνιξαν δεξιάς· τιμητέον δ' ἄρα καὶ τοὺς Πεισιστρατί δας ὑπὸ Ἁρμοδίου καὶ Ἀριστογείτονος ἐνδίκως ἀναιρεθέντας. Ἀλλὰ τοὐναντίον ἔδρασαν Ἀθηναῖοι· τοὺς γὰρ ἀνελόντας χαλκαῖς εἰκόσιν ἐτίμησαν καὶ τῷ γένει τῷ τούτων ἀτέλειαν ἐδωρή σαντο. Οὔκουν πάντας ἀρηϊφάτους κατὰ τὸν Ἡράκλειτον τιμητέον, ἀλλ' ἐκείνους, οἳ τὸν ὑπὲρ τῆς εὐσεβείας ἀσπασίως κατεδέξαντο θάνατον· ἐκεῖνοι γὰρ ἀληθῶς, κατά γε τοῦτον αὐτόν, μόνοι μεί ζονες. Οὗ δὴ εἵνεκα καὶ μείζονος ἀπολαύουσι μοίρας, καὶ νῦν τὸ παρὰ πάντων ἀνθρώπων κομιζόμενοι γέρας καὶ τοὺς αἰωνίους στεφάνους προσμένοντες. Ἐκεῖνο δὲ τοῦ Ἡρακλείτου μάλα θαυμάζω, ὅτι" μένει τοὺς ἀνθρώπους ἀποθνῄσκοντας, ὅσα οὐκ ἔλπονται οὐδὲ δοκέουσιν".
8.42.1
Ὅτι δὲ καὶ θείας λήξεως ἀπολαύουσιν αἱ τῶν ὁσίων ψυχαί, καὶ ὁ Πλάτων δεδήλωκεν ἐν τῷ Φαίδωνι, λέγων ὡδί·" Οἳ δὲ δὴ ἂν δόξωσι διαφερόντως πρὸς τὸ ὁσίως βιῶναι προκεκρίσθαι, οὗτοί εἰσιν οἱ τῶνδε μὲν τῶν ἐν τῇ γῇ ἀπαλλαττόμενοι ὥσπερ δεσμω τηρίου, ἄνω δὲ εἰς καθαρὰν οἴκησιν ἀφικνούμενοι." Προστέθεικε δὲ μετ' ὀλίγα καὶ ταῦτα·" Καὶ εἰς οἰκήσεις ἔτι τούτων καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι, οὔτε ὁ χρόνος ἱκανὸς ἐν
8.43.1
τῷ παρόντι." Ἵνα δὲ μή τις τούτων ἀκούσας καὶ τῆς θείας ἐκείνης διαγωγῆς ἐρασθείς, εὐαγὲς ὑπολάβοι τὸ βίᾳ τινὶ καὶ ἀνάγκῃ ἑαυτὸν ἐντεῦθεν ἐξαγαγεῖν, ἀναγκαίως ἐπήγαγεν·" Οὐ δεῖ δ' ἑαυτὸν ἐκ ταύτης λύειν οὐδὲ ἀποδιδράσκειν" καὶ ξυνελόντι
8.44.1
εἰπεῖν κακὴν λογίζεσθαι τὴν ὕλην. Λέγει δὲ καί, ὡς αὐτὴ καθ' ἑαυτὴν ἡ ψυχὴ γενομένη δύναται τῆς ἀληθινῆς σοφίας καὶ κρείττονος τῆς ἀνθρωπίνης δυνάμεως μεταλαβεῖν, ὅταν αὐτὴν ὁ ἐνθένδε ἔρως εἰς οὐρανὸν πτερώσῃ, διὰ τῆς φιλοσόφου ἀγωγῆς εἰς τὸ τῆς ἐλπίδος τέλος ἀφικομένην, ἄλλου βίου ἀϊδίου ἀρχὴν
8.45.1
λαμβάνουσαν. Καὶ αὖθις ἐν τῷ αὐτῷ διαλόγῳ φησίν·" μετ' ἀγαθῆς μὲν ἐλπίδος" τὰς καλὰς ψυχὰς ἐνθένδε ἀπιέναι· οἱ πονηροὶ δὲ ζῶσί, φησί," μετὰ κακῆς ἐλπίδος." Οὗτος καὶ τὴν φιλοσοφίαν θανάτου μελέτην ἐκάλεσε·" Κινδυνεύουσι γάρ" φησιν" ὅσοι τυγχάνουσιν ὀρθῶς ἁπτόμενοι φιλοσοφίας λεληθέναι τοὺς ἄλλους, ὅτι οὐδὲν ἄλλο αὐτοὶ ἐπιτηδεύουσιν ἢ ἀποθνῄσκειν καὶ
8.46.1
τεθνάναι." Ταῦτα μὲν οὖν ἅπαντα ἐν τῷ Φαίδωνι γέγραφεν· ἐν δὲ τῷ δεκάτῳ τῆς Πολιτείας οὕτω φησίν·" Τῶν δὲ δὴ ἀποθα νόντων ἐπὶ στρατείας, ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ, ἆρ' οὐ πρῶτον μὲν τοῦ χρυσοῦ γένους εἶναι φήσομεν; {–} Πάντων μά λιστα." Καὶ μετ' ὀλίγα·" Τί δέ; οὐ μέλλομεν τὸν λοιπὸν χρόνον, ὡς δαίμονας γεγονότας, οὕτω θεραπεύειν τε καὶ προσ κυνεῖν αὐτῶν τὰς θήκας; τὰ αὐτὰ δὲ νομιοῦμεν, ὅταν τις γήρᾳ ἤ τινι ἄλλῳ τρόπῳ τελευτήσῃ τῶν ὅσοι ἂν διαφερόντως ἐν τῷ
8.47.1
βίῳ ἀγαθοὶ κριθῶσιν." Κἀν τῷ Κρατύλῳ δὲ τόνδε τὸν λόγον διεύρυνεν· ἐπαινεῖ γὰρ τὸν Ἡσίοδον καὶ τοὺς ἄλλους γε ποιητὰς εἰρηκότας·" ὡς ἐπειδάν τις ἀγαθὸς ὢν τελευτήσῃ, μεγάλην μοῖραν καὶ τιμὴν ἐκεῖ ἔχει, καὶ γίνεται δαίμων κατὰ τὴν τῆς φρονήσεως ἐπωνυμίαν· ταύτῃ οὖν τίθεμαι κἀγὼ τὸν δαήμονα ἄνδρα." Ὁ δέ γε Ἡσίοδος περὶ τοῦ χρυσοῦ γένους ταῦτα ἔφη· αὐτὰρ ἐπειδὴ τοῦτο γένος κατὰ μοῖρ' ἐκάλυψεν, οἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται, ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων.
8.48.1
Εἰ τοίνυν καὶ ὁ ποιητὴς καὶ ἐσθλοὺς καὶ ἀλεξικάκους καὶ φύλακας θνητῶν ἀνθρώπων τοὺς ἄριστα βεβιωκότας, εἶτα τελευ τήσαντας, προσηγόρευσεν, ἐκράτυνε δὲ τοῦ ποιητοῦ τὸν λόγον τῶν φιλοσόφων ὁ ἄριστος καὶ χρῆναι ἔφη καὶ θεραπεύειν τούτων καὶ προσκυνεῖν τὰς θήκας, τί δήποτε μέμφεσθε τοῖς παρ' ἡμῶν γινομένοις, ὦ βέλτιστοι; Τοὺς γὰρ ἐν εὐσεβείᾳ λάμψαντας καὶ ὑπὲρ ταύτης τὴν σφαγὴν δεξαμένους, ἀλεξικάκους ἡμεῖς καὶ ἰατροὺς ὀνομάζομεν, οὐ δαίμονας καλοῦντες– μὴ οὕτω λυττή σαιμεν– ἀλλὰ Θεῷ φίλους καὶ εὔνους θεράποντας, παρρησίᾳ χρωμένους καὶ τῶν ἀγαθῶν ἡμῖν ἐπαγγέλλοντας τὴν φοράν.
8.49.1
Τοῦτο γὰρ δὴ καὶ τῶν φιλοσόφων ὁ κορυφαῖος ἐν τῇ Ἐπινομίδι δεδήλωκεν· ἔφη γάρ·" Οὔ φημι εἶναι δυνατὸν ἀνθρώποις μακα ρίοις τε καὶ εὐδαίμοσι γενέσθαι πλὴν ὀλίγων. Μέχρι περ ἂν ζῶμεν, τοῦτο διορίζομαι· καλὴ δὲ ἐλπὶς τελευτήσαντι τυχεῖν ἁπάντων." Ἀτεχνῶς δέ γε τοῦτο ἔοικε τοῖς ὑπὸ τῆς θείας εἰρη μένοις γραφῆς·" Μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ" καὶ" φῶς δικαίοις διαπαντός", καὶ" ψυχαὶ δικαίων ἐν χειρὶ Θεοῦ" καὶ τὰ τούτοις προσόμοια.
8.50.1
Ὅτι δὲ τοῖς δικαίοις ὕβρεις καὶ λοιδορίας καὶ αἰκίας καὶ μάστιγας κατὰ τὸν παρόντα βίον ξυνεκλήρωσε τῶν ὅλων ὁ πρύ τανις, καὶ ὁ Πλάτων ἐν τῇ Πολιτείᾳ ξυγγέγραφεν·" Οὕτω" γάρ φησι" διακείμενος ὁ δίκαιος αἰκισθήσεται, στρεβλωθήσεται, δεθήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται." Οὐκοῦν τρισάθλιοι μὲν οἱ ταῦτα ποι οῦντες, τρισόλβιοι δὲ οἱ πάσχοντες;
8.51.1
Ὅτι δὲ καὶ ἐπιμελεῖσθαι τῶν ἀνθρωπείων δύνανται πραγμά των αἱ τῶν ὁσίων ψυχαὶ καὶ τοῦ σώματος ἐκτὸς γενόμεναι, ὁ Πλάτων καὶ τοῦτο ἐν τῷ ἑνδεκάτῳ τῶν Νόμων ἐδίδαξε· λέγει δὲ οὕτως·" Εἴς τινα γὰρ οὖν μοι καιρὸν φαινόμεθα τοὺς ἔμπροσθεν λόγους διεξελθεῖν, ὡς ἄρα αἱ τῶν τελευτησάντων ψυχαὶ δύναμιν ἔχουσί τινα τελευτήσασαι καὶ τῶν κατ' ἀνθρώπους πραγμάτων ἐπιμελοῦνται. Ταῦτα δὲ ἀληθεῖς μέν, μακροὶ δέ εἰσι περιέχοντες λόγοι· πιστεύειν δὲ ταῖς ἄλλαις φήμαις χρεὼν περὶ τὰ τοιαῦτα, οὕτω πολλαῖς καὶ σφόδρα γε παλαιαῖς οὔσαις· πιστεύειν δὲ αὐ
8.52.1
τοῖς νομοθετοῦσι ταῦθ' οὕτως ἔχειν." Ἀλλ' ὁ μὲν φιλόσοφος κελεύει καὶ ταῖς φήμαις πιστεύειν· ὑμεῖς δὲ οὐ μόνον ἡμῖν ἀπισ τεῖτε καὶ τῆς τῶν πραγμάτων βοώσης ἀληθείας ἐπαΐειν οὐ βού λεσθε, ἀλλ' οὐδὲ τῷ ὑμετέρῳ φιλοσόφῳ πιστεύειν ἐθέλετε ἄντικρυς λέγοντι, ὡς αἱ τῶν ὁσίων ψυχαὶ τῶν σωμάτων ἀπαλ λαγεῖσαι τῶν κατ' ἀνθρώπους ἐπιμελοῦνται πραγμάτων. Τῷ δὲ οὕτως ἁρμόττει τοῦδε τοῦ γέρως τυχεῖν, ὡς τοῖς ἠγαπηκόσι μὲν ἐκθύμως τὰ θεῖα, μεμενηκόσι δὲ μέχρι τέλους οἷς ἐξ ἀρχῆς προ είλοντο καὶ τὴν τάξιν ἐν ᾗ σφᾶς ἔταξαν οὐκ ἀνασχομένοις κατα
8.53.1
λιπεῖν; Τοῦτον δέ γε καὶ ὁ Πλάτων ἐν τῇ Ἀπολογίᾳ κρατύνει τὸν λόγον· φησὶ δὲ οὕτως·" Οὕτω γὰρ ἔχει, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ ἀληθείᾳ· οὗ ἄν τις ἑαυτὸν τάξῃ, ἡγησάμενος βέλτιστον εἶναι, ἢ ὑπ' ἄρχοντος ταχθῇ, ἐνταῦθα δεῖ, ὡς ἐμοὶ δοκεῖ, μένοντα κινδυνεύειν, μηδὲν ὑπολογιζόμενον μήτε θάνατον μήτε ἄλλο
8.54.1
μηδὲν πρὸ τοῦ αἰσχροῦ." Καὶ πάλιν μετ' ὀλίγα·" Τὸ γάρ τοι θάνατον δεδιέναι, ὦ ἄνδρες, οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι, μὴ ὄντα." Καὶ αὖθις μετὰ βραχέα·" Πρὸ γοῦν τῶν κακῶν, ὧν οἶδα ὅτι κακά ἐστιν, ἃ μὴ οἶδα εἰ καὶ ἀγαθὰ ὄντα τυγχάνει, οὐ φοβηθήσομαι οὐδὲ φεύξομαι." Καὶ πάλιν·" Τά τε γὰρ ἄλλα εὐδαιμονέστεροί εἰσιν οἱ ἐκεῖ τῶν ἐνθάδε, καὶ ἤδη καὶ
8.55.1
τὸν λοιπὸν χρόνον ἀθάνατοί εἰσιν." Αὐτοῦ δέ, ὦ φίλοι ἄνδρες, καὶ ταῦτα·" Ἐμὲ γὰρ οὐδὲν βλάψειεν ἂν οὔτε Μέλητος οὔτε Ἄνυτος. Οὐδὲ γὰρ ἂν δύναιντο· οὐ γὰρ οἶμαι θεμιτὸν εἶναι βελτίονι ἀνδρὶ ὑπὸ χείρονος βλάπτεσθαι. Ἀποκτείνειε μέντ' ἂν ἴσως ἢ ἐξελάσειεν ἢ ἀτιμάσειεν· ἀλλὰ ταῦτα οὗτος μὲν ἴσως οἴεται εἶναι καὶ ἄλλος τίς που μεγάλα κακά· ἐγὼ δὲ οὐκ οἶμαι, ἀλλὰ πολὺ μᾶλλον ποιεῖν ἃ οὗτος νυνὶ ποιεῖ, ἄνδρα ἀδίκως ἐπι χειρῶν ἀποκτιννύναι."
8.56.1
Τοιαῦτα μὲν οὖν ὁ Σωκράτης καὶ ἐν αὐτῷ γε τῷ ἀγῶνι πεφι λοσόφηκεν, ὡς ὁ Πλάτων μεμαρτύρηκεν, ἀλλ' ὅμως τῆς τῶν μαρτύρων τιμῆς οὐ τετύχηκεν· οὔτε γὰρ σηκὸν ἐκείνῳ ἐδείμαντο οὔτε τέμενος ἀφιέρωσαν οὔτε πανήγυριν ἀπεκλήρωσαν οἱ τῶν ἐκείνου λόγων μετειληχότες, ἀλλὰ καὶ σοφὸν γενόμενον καὶ ἀνδρεῖον, ἀγέραστον εἴασαν, καίτοι ἄδικόν γε κἀκεῖνος ὑπομεμε νήκει σφαγήν. Ἀλλ' οὐκ ἀρίστην γε εἶχε καὶ ἀκραιφνῆ τὴν εὐσέβειαν· ἀνεμέμικτο γὰρ αὐτῇ τοῦ τηνικάδε κατεσχηκότος πλά
8.57.1
νου πολλά. Ὅθεν δὴ οὐδὲ τῆς μετὰ τὴν τελευτὴν ἠξιώθη τιμῆς· οὐδέ γε Ἀνάξαρχος ἐκεῖνος, ὃς ὑπέροις πτισσόμενος σιδηροῖς ἔλεγεν, ὥς φασι," πτίσσε, πτίσσε τὸν Ἀναξάρχου θύλακον· Ἀνάξαρχον γὰρ οὐ πτίσσεις", οὐδὲ Ζήνων ὁ Ἐλεάτης, ὃς ἀναγκαζόμενος κατειπεῖν τι τῶν ἀπορρήτων, ἀντέσχε πρὸς τὰς βασάνους οὐδὲν ἐξομολογούμενος· ὡς δέ φησιν Ἐρατοσθένης ἐν τοῖς Περὶ ἀγαθῶν καὶ κακῶν, δείσας οὗτος, μὴ τῇ τῶν παθῶν ὑπερβολῇ βιασθεὶς ἐξείπῃ τι τῶν ξυγκειμένων καὶ τοὺς στασιώτας μηνύσῃ, τὴν γλῶτταν τοῖς ὀδοῦσι τεμὼν προσέπτυσε τῷ τυράννῳ.
8.58.1
Ταὐτὸ δὲ τοῦτο καὶ Θεόδοτόν φασι ποιῆσαι τὸν Πυθαγόρειον καὶ Παῦλον τὸν Λακύδου γνώριμον, ὡς ὁ Περγαμηνὸς Τιμόθεος ἐν τῷ Περὶ τῆς τῶν φιλοσόφων ἀνδρείας ξυνέγραψε· ξυμμαρτυρεῖ δὲ τούτῳ καὶ Ἀχαϊκὸς ἐν τοῖς Ἠθικοῖς. Ἀλλ' ὅμως τούτων οὐδεὶς τῆς τῶν μαρτύρων ἠξιώθη τιμῆς·
8.59.1
οὐδὲ μὴν ἐκεῖνοι οἱ τὰ λαμπρὰ καὶ πολυθρύλητα στήσαντες τρό παια, οὐ Μιλτιάδης, οὐ Κίμων, οὐ Περικλῆς, οὐ Θεμιστοκλῆς, οὐκ Ἀριστείδης ὁ Λυσιμάχου· καίτοι οὗτος οὐκ ἀνδρεῖος μόνον, ἀλλὰ καὶ δίκαιος ἐνενόμιστο· ἀλλ' ὅμως οὔτε οὗτος οὔτε Βρασί δας ὁ Σπαρτιάτης, οὐκ Ἀγησίλαος, οὐ Λύσανδρος ὁ τὴν δυνασ τείαν καταλύσας τῶν Ἀθηναίων, οὐ Πελοπίδας ὁ Βοιωτάρχης, οὐκ Ἐπαμεινώνδας ὁ τὴν Λακωνικὴν ληϊσάμενος καὶ τῇ Σπάρτῃ προσενεγκεῖν τὴν στρατιὰν τολμήσας, οὐχ οἱ Ῥωμαίων περι φανέστατοι στρατηγοί, ὁ Σκιπίων ὁ πρῶτος, ὁ ἐκείνου ὁμώνυμος, ὁ Κάτων, ὁ Σύλλας, ὁ Μάριος, ὁ Πομπήϊος, ὁ Καῖσαρ αὐτός.
8.60.1
Τούτων γὰρ ἕκαστος ἐν μὲν ταῖς στρατηγίαις καὶ ταῖς ἐν πολέ μοις ἀνδραγαθίαις διέπρεψε, τοῦ δὲ τῶν μαρτύρων οὐ μετέλαχε γέρως. Καὶ τί λέγω τοὺς στρατηγούς; οὐδὲ γὰρ οἱ τῆς οἰκουμένης βεβασιλευκότες ταύτης ἀπέλαυσαν τῆς τιμῆς, οὐ Κῦρος, οὐ Δαρεῖος, οὐ Ξέρξης, οὐκ Ἀλέξανδρος ὁ Φιλίππου– τοὺς γὰρ ἐπισήμους καταλέγω μόνους–, οὐκ Αὔγουστος, οὐκ Οὐεσπα σιανός, οὐ Τραϊανός, οὐκ Ἀδριανός, οὐκ Ἀντωνῖνος· ἀλλ' οὗτοι πάντες ζῶντες μὲν ἦσαν περίβλεπτοι καὶ τοὺς βαρβάρους ἐνίκων καὶ μετὰ τὰς νίκας πομπὰς ἐπετέλουν καὶ ἑορτάς, ἐπειδὴ δὲ
8.61.1
ἐτελεύτησαν, οὐδὲν τῶν πολλῶν διαφέρουσιν· οὔτε γὰρ τάφους ἔχουσιν ἐπισήμους οὔτε δημοθοινίαις ἐτησίοις γεραίρονται. Τίς γὰρ δὴ οἶδε τὸν Ξέρξου γε τάφον ἢ τὸν Δαρείου; τίς δὲ τὸν Ἀλεξάνδρου, τοῦ τοσούτων ἐθνῶν ἐν ὀλιγίστῳ γε χρόνῳ κρα τήσαντος; Καὶ τί λέγω τοὺς παλαιούς; οὐδὲ γὰρ τὸ Αὐγούστου σῆμα δῆλόν ἐστιν ἢ τῶν ἄλλων, ὅσοι μετὰ τοῦτον τὴν Ῥωμαίων ἰθύναντες βασιλείαν ἠγνόησαν τὸν ταύτης δοτῆρα καὶ χορηγόν, μόνων δὲ τῶν εὐσεβῶν βασιλέων οἱ τάφοι δῆλοι καὶ γνώριμοι, οἱ δὲ τῶν μεταξὺ δυσσεβῶς βεβασιλευκότων φαίνονται μέν, τιμῆς δὲ οὐδὲ σμικρᾶς ἀπολαύουσιν· οὐ μόνον γὰρ τῆς βασιλικῆς ἀπεστέρηνται, ἀλλὰ καὶ ἧς οἱ τῶν ἰδιωτῶν μετεσχήκασιν.
8.62.1
Καίτοι τινὲς τῶν ἀνοήτων καὶ θεοὺς σφᾶς ἀνηγόρευσαν καὶ νεὼς ἑαυτοῖς ἐδομήσαντο. Καὶ γὰρ Ἀντίοχος ἐπεκλήθη θεός, καὶ Γάϊος ὁ Τιβερίου διάδοχος, καὶ Οὐεσπασιανὸς καὶ Ἀδρια νὸς μεγίστους ἑαυτοῖς νεὼς ᾠκοδόμησαν, ἀλλὰ ξὺν τῇ ζωῇ καὶ τὴν δυσσεβῆ τιμὴν ἀφῃρέθησαν. Οἱ δὲ τῶν καλλινίκων μαρτύρων σηκοὶ λαμπροὶ καὶ περίβλεπτοι καὶ μεγέθει διαπρεπεῖς καὶ παν
8.63.1
τοδαπῶς πεποικιλμένοι καὶ κάλλους ἀφιέντες μαρμαρυγάς. Εἰς δὲ τούτους οὐχ ἅπαξ ἢ δίς γε τοῦ ἔτους ἢ πεντάκις φοιτῶμεν, ἀλλὰ πολλάκις μὲν πανηγύρεις ἐπιτελοῦμεν, πολλάκις δὲ ἡμέ ρας ἑκάστης τῷ τούτων δεσπότῃ τοὺς ὕμνους προσφέρομεν. Καὶ οἱ μὲν ὑγιαίνοντες αἰτοῦσι τῆς ὑγείας τὴν φυλακήν, οἱ δέ τινι νόσῳ παλαίοντες τὴν τῶν παθημάτων ἀπαλλαγήν· αἰτοῦσι δὲ καὶ ἄγονοι παῖδας, καὶ στέριφαι παρακαλοῦσι γενέσθαι μητέρες, καὶ οἱ τῆσδε τῆς δωρεᾶς ἀπολαύσαντες ἀξιοῦσιν ἄρτια σφίσι φυλαχθῆ ναι τὰ δῶρα· καὶ οἱ μὲν εἴς τινα ἀποδημίαν στελλόμενοι λιπα ροῦσι τούτους ξυνοδοιπόρους γενέσθαι καὶ τῆς ὁδοῦ ἡγεμόνας· οἱ δὲ τῆς ἐπανόδου τετυχηκότες τὴν τῆς χάριτος ὁμολογίαν προσ φέρουσιν, οὐχ ὡς θεοῖς αὐτοῖς προσιόντες, ἀλλ' ὡς θείους ἀνθρώπους ἀντιβολοῦντες καὶ γενέσθαι πρεσβευτὰς ὑπὲρ σφῶν
8.64.1
παρακαλοῦντες. Ὅτι δὲ τυγχάνουσιν ὧνπερ αἰτοῦσιν οἱ πιστῶς ἐπαγγέλλοντες, ἀναφανδὸν μαρτυρεῖ τὰ τούτων ἀναθήματα τὴν ἰατρείαν δηλοῦντα. Οἱ μὲν γὰρ ὀφθαλμῶν, οἱ δὲ ποδῶν, ἄλλοι δὲ χειρῶν προσφέρουσιν ἐκτυπώματα· καὶ οἱ μὲν ἐκ χρυσοῦ, οἱ δὲ ἐξ ὕλης πεποιημένα. Δέχεται γὰρ ὁ τούτων δεσπότης καὶ τὰ σμικρά τε καὶ εὔωνα, τῇ τοῦ προσφέροντος δυνάμει τὸ δῶρον μετρῶν. Δηλοῖ δὲ ταῦτα προκείμενα τῶν παθημάτων τὴν λύσιν,
8.65.1
ἧς ἀνετέθη μνημεῖα παρὰ τῶν ἀρτίων γεγενημένων. Ταῦτα δὲ κηρύττει τῶν κειμένων τὴν δύναμιν· ἡ δὲ τούτων δύναμις τὸν τούτων Θεὸν ἀληθινὸν ἀποφαίνει Θεόν. Ἐξετάσωμεν γάρ, τίνες καὶ πόθεν οἱ ταύτης ἀξιωθέντες τῆς χάριτος. Ἆρά τινες ἐπίσημοι καὶ περιφανεῖς ἢ γένους αὐχοῦντες λαμπρότητα ἢ τοῖς τοῦ πλούτου περιρρεόμενοι ῥεύμασιν ἢ ἐκ δακρύοις.
8.66.1
δυναστείας τινὸς γενόμενοι γνώριμοι; Οὐδαμῶς, ὦ ἄνδρες. Τού των γὰρ οὐδενὸς μετεσχήκασιν, ἀλλ' ἰδιῶται ἦσαν ἢ στρατιῶται, τινὲς δὲ αὐτῶν καὶ οἰκέται γεγένηνται καὶ θεραπαινίδες, ἐν ἀσθε νέσι δ' ἄγαν σώμασι γενναίως ἀγωνισάμεναι· καὶ αἱ μὲν σωφρό νως ἕλκουσαι τὸν τοῦ γάμου ζυγόν, αἱ δὲ τί γάμος οὐκ ἐπιστά μεναι. Ἀκούω δὲ ἔγωγέ τινας καὶ τῇ σκηνῇ ξυντραφέντας καὶ ἐξαπίνης τοῖς ἀγωνισταῖς ξυνταχθέντας καὶ ἀξιονίκους γεγενημέ νους καὶ τῶν στεφάνων τετυχηκότας καὶ μετὰ τὴν ἀνάρρησιν σφόδρα δεδιττομένους τοὺς δαίμονας, οἷς ἦσαν ὑποχείριοι πάλαι· πολλοὶ δὲ καὶ ἱερεῖς καὶ νεωκόροι τὰ κατὰ τῆς ἀσεβείας ἀνέστη μεναι. Ἀκούω δὲ ἔγωγέ τινας καὶ τῇ σκηνῇ ξυντραφέντας καὶ ἐξαπίνης τοῖς ἀγωνισταῖς ξυνταχθέντας καὶ ἀξιονίκους γεγενημέ νους καὶ τῶν στεφάνων τετυχηκότας καὶ μετὰ τὴν ἀνάρρησιν σφόδρα δεδιττομένους τοὺς δαίμονας, οἷς ἦσαν ὑποχείριοι πάλαι· πολλοὶ δὲ καὶ ἱερεῖς καὶ νεωκόροι τὰ κατὰ τῆς ἀσεβείας ἀνέστη
8.67.1
σαν τρόπαια. Ἐκ τοιούτων ἀνδρῶν καὶ γυναικῶν ξυνέστησαν οἱ τῶν μαρτύρων χοροί. Καὶ φιλόσοφοι μὲν καὶ ῥήτορες παραδέ δονται λήθῃ, καὶ βασιλέων καὶ στρατηγῶν οὐδὲ τὰς προσηγορίας γινώσκουσιν οἱ πολλοί, τὰς δὲ τῶν μαρτύρων προσηγορίας μᾶλ λον ἴσασιν ἅπαντες ἢ τὰ τῶν φιλτάτων ὀνόματα· καὶ τοῖς παισὶ δὲ τὰς τούτων προσηγορίας ἐπιτιθέναι σπουδάζουσιν, ἀσφάλειαν αὐτοῖς ἐντεῦθεν καὶ φυλακὴν μηχανώμενοι. σαν τρόπαια. Ἐκ τοιούτων ἀνδρῶν καὶ γυναικῶν ξυνέστησαν οἱ τῶν μαρτύρων χοροί. Καὶ φιλόσοφοι μὲν καὶ ῥήτορες παραδέ δονται λήθῃ, καὶ βασιλέων καὶ στρατηγῶν οὐδὲ τὰς προσηγορίας γινώσκουσιν οἱ πολλοί, τὰς δὲ τῶν μαρτύρων προσηγορίας μᾶλ λον ἴσασιν ἅπαντες ἢ τὰ τῶν φιλτάτων ὀνόματα· καὶ τοῖς παισὶ δὲ τὰς τούτων προσηγορίας ἐπιτιθέναι σπουδάζουσιν, ἀσφάλειαν αὐτοῖς ἐντεῦθεν καὶ φυλακὴν μηχανώμενοι.
8.68.1
Καὶ τί λέγω φιλοσόφους καὶ βασιλέας καὶ στρατηγούς; καὶ γὰρ αὐτῶν τῶν καλουμένων θεῶν τὴν μνήμην ἐκ τῆς τῶν ἀνθρώπων ἐξήλειψαν διανοίας. Τὰ μὲν γὰρ ἐκείνων οὕτω παντελῶς διελύθη τεμένη, ὡς μηδὲ τῶν σχημάτων διαμεῖναι τὸ εἶδος, μηδὲ τῶν βωμῶν τὸν τύπον τοὺς νῦν ἀνθρώπους ἐπίστασθαι, αἱ δὲ τούτων Καὶ τί λέγω φιλοσόφους καὶ βασιλέας καὶ στρατηγούς; καὶ γὰρ αὐτῶν τῶν καλουμένων θεῶν τὴν μνήμην ἐκ τῆς τῶν ἀνθρώπων ἐξήλειψαν διανοίας. Τὰ μὲν γὰρ ἐκείνων οὕτω παντελῶς διελύθη τεμένη, ὡς μηδὲ τῶν σχημάτων διαμεῖναι τὸ εἶδος, μηδὲ τῶν βωμῶν τὸν τύπον τοὺς νῦν ἀνθρώπους ἐπίστασθαι, αἱ δὲ τούτων
8.69.1
ὕλαι καθωσιώθησαν τοῖς τῶν μαρτύρων σηκοῖς. Τοὺς γὰρ οἰκείους νεκροὺς ὁ δεσπότης ἀντεισῆξε τοῖς ὑμετέροις θεοῖς, καὶ τοὺς μὲν φρούδους ἀπέφηνε, τούτοις δὲ τὸ ἐκείνων ἀπένειμε γέρας. Ἀντὶ γὰρ δὴ τῶν Πανδίων καὶ Διασίων καὶ Διονυσίων καὶ τῶν ἄλλων ὑμῶν ἑορτῶν Πέτρου καὶ Παύλου καὶ Θωμᾶ καὶ Σεργίου καὶ Μαρκέλλου καὶ Λεοντίου καὶ Ἀντωνίνου καὶ Μαυρικίου καὶ τῶν ἄλλων μαρτύρων ἐπιτελοῦνται δημοθοινίαι· καὶ ἀντὶ τῆς πάλαι πομπείας καὶ αἰσχρουργίας καὶ αἰσχρορημοσύνης σώφρονες ἑορτάζονται πανηγύρεις, οὐ μέθην ἔχουσαι καὶ κῶμον καὶ γέλωτα, ἀλλ' ὕμνους θείους καὶ ἱερῶν λογίων ἀκρόασιν καὶ προσευχὴν ἀξιεπαίνοις κοσμουμένην ὕλαι καθωσιώθησαν τοῖς τῶν μαρτύρων σηκοῖς. Τοὺς γὰρ οἰκείους νεκροὺς ὁ δεσπότης ἀντεισῆξε τοῖς ὑμετέροις θεοῖς, καὶ τοὺς μὲν φρούδους ἀπέφηνε, τούτοις δὲ τὸ ἐκείνων ἀπένειμε γέρας. Ἀντὶ γὰρ δὴ τῶν Πανδίων καὶ Διασίων καὶ Διονυσίων καὶ τῶν ἄλλων ὑμῶν ἑορτῶν Πέτρου καὶ Παύλου καὶ Θωμᾶ καὶ Σεργίου καὶ Μαρκέλλου καὶ Λεοντίου καὶ Ἀντωνίνου καὶ Μαυρικίου καὶ τῶν ἄλλων μαρτύρων ἐπιτελοῦνται δημοθοινίαι· καὶ ἀντὶ τῆς πάλαι πομπείας καὶ αἰσχρουργίας καὶ αἰσχρορημοσύνης σώφρονες ἑορτάζονται πανηγύρεις, οὐ μέθην ἔχουσαι καὶ κῶμον καὶ γέλωτα, ἀλλ' ὕμνους θείους καὶ ἱερῶν λογίων ἀκρόασιν καὶ προσευχὴν ἀξιεπαίνοις κοσμουμένην δακρύοις.
8.70.1
Ὁρῶντες τοίνυν τῆς τῶν μαρτύρων τιμῆς τὸ ὠφέλιμον, φεύγετε, ὦ φίλοι, τῶν δαιμόνων τὸν πλάνον· καὶ τούτοις φωσ τῆρσι καὶ ποδηγοῖς κεχρημένοι, τὴν πρὸς τὸν Θεὸν ἄγουσαν πορείαν ὁδεύσατε, ἵνα τῆς τούτων χορείας ἐν τοῖς ἀνωλέθροις αἰῶσι μετάσχητε.