Graecarum affectionum curatio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Ὑμεῖς μέν, ὦ ἄνδρες, κεκαλλιεπημένων ποθεῖτε λόγων ἀκούειν καὶ τούτοις κατακηλεῖσθαι ζητεῖτε· οὗ δ' ἂν τούτους μὴ εὕροιτε, γελᾶτε καὶ κωμῳδεῖτε καὶ τὰς ἀκοὰς βύετε καὶ τῶν
9.2.1
λεγομένων ἐπαΐειν οὐ βούλεσθε. Ἔδει δὲ ξυνιδεῖν, ὡς τὰ πολλὰ τῶν ἄγαν τιμιωτάτων ἐν ἐλύτροις εὐτελέσι καλύπτεται. Καὶ γὰρ τὸν πολυτελῆ μαργαρίτην καὶ τοῖς πλουτοῦσι τριπόθητον εὐκα ταφρόνητον ὄστρεον καὶ τίκτει καὶ τρέφει, καὶ μέντοι καὶ κατα κρύπτει· οἱ δὲ τοῦτον ὠνούμενοι, χρυσίον διδόντες ὅτι μάλιστα
9.3.1
πλεῖστον, χαίρειν ἐῶσι τὸ ὄστρεον. Καὶ τοῖς διαυγέσι δὲ λιθι δίοις ἐκείνοις, ἃ τὴν βασιλικὴν διακοσμεῖ κεφαλήν, ἑτέρα λίθου φύσις ἔξωθεν περίκειται παντάπασιν ἄχρηστος· οἱ δὲ τοῦ τοιοῦδε κόσμου δημιουργοί, τοῦτο τὸ περιττόν τε καὶ ἄχρηστον περι κόπτοντές τε καὶ ἀποξύοντες, τῶν διαφανῶν λίθων ἐκείνων γυμ
9.4.1
νοῦσι τὸ κάλλος. Καὶ τὸν χρυσὸν δὲ τὸν τοῖς πολλοῖς ἀξιέραστον, καὶ μέντοι καὶ τὸν ἄργυρον καὶ τὸν χαλκὸν καὶ τὸν σίδηρον ψάμμος καὶ γῆ ξυγκαλύπτουσιν· ἀλλ' οἱ τὰς χρυσίτιδας καὶ ἀργυρίτιδας διερευνώμενοι φλέβας διορύττουσι μὲν τὰ μέταλλα, ξυλλέγουσι δὲ τὰ ψήγματα. Καὶ ἐπίσημον δὲ γενόμενον τὸν χρυσὸν καὶ τὸν βασιλικὸν δεξάμενον χαρακτῆρα οὐ χρυσὸς ἔξω
9.5.1
θεν, ἀλλ' ἢ σκύτιναι ἢ ξύλιναι φυλάττουσι θῆκαι. Εἰκότως οὖν ἄρα καὶ τὴν ἀληθῆ περὶ τῶν θείων καὶ τῶν ἀνθρωπίνων δόξαν οὐ λαμπροί τινες καὶ ὄγκον ἔχοντες, ἀλλ' ἁπλοῖ καὶ πεζοὶ καὶ πᾶσι γνώριμοι κηρύττουσι λόγοι, καὶ τὸν μέγαν καὶ ἄρρητον
9.6.1
θησαυρὸν εὐτελεῖς ἄγαν φέρουσι θῆκαι. Ὅσην δέ γε οὗτοι ῥώμην καὶ δύναμιν ἔχουσι, ῥᾷστα ἄν τις ξυνίδοι, τοὺς Ἑλλήνων καὶ Ῥωμαίων νομοθέτας παραγαγὼν καὶ τούτοις τοὺς ἡμετέρους ἁλιέας καὶ τελώνας παρεξετάσας. Εὑρήσει γὰρ τοὺς μὲν οὐδὲ τοὺς ὁμόρους πείσαντας κατὰ τοὺς σφῶν πολιτεύεσθαι νόμους, τοὺς δὲ Γαλιλαίους οὐ μόνον Ῥωμαίους πεπεικότας καὶ Ἕλληνας, ἀλλὰ καὶ πάντα τῶν βαρβάρων τὰ φῦλα τὴν εὐαγγελικὴν νομοθεσίαν ἀσπάσασθαι.
9.7.1
Καὶ Μίνως μέν, ὃς αὐχεῖ κατὰ τὸν μῦθον πατέρα τὸν Δία, καὶ παρὰ τὸ ἐκείνου γε ἄντρον, ὡς μυθολογοῦσι, φοιτήσας τὰς τῶν νόμων ἔλαβεν ἀφορμάς, Κρητῶν μὲν νομοθέτης ἐγένετο, οὐκ ἔπεισε δὲ οὔτε Σικελιώτας οὔτε Καρχηδονίους οὔτε μὴν τοὺς Ἕλληνας κατὰ τοὺς αὐτοῦ πολιτεύεσθαι νόμους, ἀλλὰ μόνην τὴν νῆσον ἐκείνην, ἧς ἐβασίλευε, στέρξαι τοὺς νόμους ἠνάγκασε, καὶ οὐδὲ τούτους τὸν ἀεὶ χρόνον· ἐπειδὴ γὰρ Ῥωμαῖοι τῆς οἰκου μένης ἐκράτησαν, κατὰ τοὺς τούτων καὶ οὗτοι πολιτεύονται
9.8.1
νόμους. Πάλιν τὸν Χαρώνδαν πρῶτον Ἰταλίας καὶ Σικελίας νομοθέτην γεγενῆσθαί φασιν· ἀλλ' οὐδὲ οὗτος Τυρρηνοὺς ἔπεισεν ἢ Κελτοὺς ἢ Ἴβηρας ἢ Κελτίβηρας, καὶ ταῦτα ὁμόρους γε ὄντας καὶ ἀγχιτέρμονας, τοὺς ὑπ' αὐτοῦ τεθέντας καταδέξασθαι νόμους. Καὶ τί λέγω τοὺς ὁμόρους; οὐδὲ γὰρ οἱ τηνικάδε τού τους θαυμάσαντες καὶ στέρξαντες κατὰ τούτους νῦν βιοτεύουσι· τὸν γάρ τοι τῶν Ῥωμαϊκῶν νόμων ὑπῆλθον καὶ οὗτοι ζυγόν.
9.9.1
Ζάλευκος δὲ Λοκροῖς τέθεικε νόμους, παρά γε τῆς Ἀθηνᾶς τὴν τούτων ἐπιστήμην δεξάμενος, ᾗ φασιν οἱ τοὺς μύθους διαπλάττειν φιλοῦντες· ἀλλ' οὔτε Ἀκαρνᾶνες οὔτε Φωκεῖς οὔτε μὴν οἱ ἄλλοι Λοκροὶ τῆς τούτου νομοθεσίας ἠνέσχοντο, καὶ ταῦτα οὐ μακρὰν
9.10.1
οἰκοῦντες, ἀλλ' ἀστυγείτονες ὄντες. Τὸν δὲ Λυκοῦργον λέγου σιν οἱ σεμνολογεῖν τοὺς τοῦδε νόμους σπουδάζοντες εἰς Δελφοὺς μὲν ἀφικέσθαι παρὰ τὸν Πύθιον, ἐμπνευσθῆναι δὲ παρ' ἐκείνου καὶ θεῖναι Λακεδαιμονίοις τοὺς νόμους. Λέγουσι δὲ καὶ τὸν χρησμόν, ὃν τοῦδε πέρι ὁ Πύθιος ἔχρησεν· ἔστι δὲ οὗτος· ἥκεις, ὦ Λυκόεργε, ἐμὸν ποτὶ πίονα νηὸν Ζηνὶ φίλος καὶ πᾶσιν Ὀλύμπια δώματ' ἔχουσιν; δίζω ἤ σε θεὸν μαντεύσομαι ἢ ἄνθρωπον· ἀλλ' ἔτι καὶ μᾶλλον θεὸν ἔλπομαι, ὦ Λυκόεργε. Ἥκεις εὐνομίην διζήμενος· αὐτὰρ ἐγώ τοι δώσω.
9.11.1
Τοιοῦτος μὲν δὴ οὗτος καὶ ὁ περὶ τούτου χρησμός. Ἀλλ' οὔτε τὸ πολὺ τοῦ νομοθέτου κλέος οὔτε τῆς Σπάρτης ἡ περι φάνεια οὔτε ὁ τοῦ Πυθίου χρησμὸς ἠνάγκασεν Ἀργείους ἢ Τεγεάτας ἢ Μαντινεῖς ἢ Κορινθίους, μάλα πλησίον οἰκοῦντας, τὴν Λακεδαιμονίων καταδέξασθαι πολιτείαν. Καὶ τί λέγω τοὺς ἄλλους; Φλιάσιοι γὰρ πόλισμα μὲν οἰκοῦσι σμικρόν, ἀεὶ δὲ τὴν Λακεδαιμονίων ἡγεμονίαν ἠγάπησαν καὶ τούτων ἦσαν ὑπόσπον δοι, ἀλλ' ἤγοντο μὲν ὑπ' ἐκείνων καὶ ξυνεπολέμουν ἀεί, τοῖς δὲ
9.12.1
ἐκείνων οὐκ ἐχρήσαντο νόμοις. Καὶ ἵνα τοὺς ἄλλους νομοθέτας παρῶ, Ἄπιν τὸν Ἀργείων καὶ Μνήσωνα τὸν Φωκέων καὶ τὸν Κυρηναίων Δημώνακτα καὶ Παγώνδην τὸν Ἀχαιῶν καὶ τὸν Κνιδίων Ἀρχίαν καὶ Εὔδοξον τὸν Μιλησίων καὶ Φιλόλαον τὸν Θηβαίων καὶ Πιττακὸν τὸν Μιτυληναίων καὶ Νέστορα τὸν Πυ λίων, οὗ τοὺς λόγους μέλιτος γλυκυτέρους ἐκάλεσεν Ὅμηρος, ἵνα τούτους καὶ τοὺς τῶν ἄλλων ἐθνῶν νομοθέτας παρῶ, Σόλων ὁ πολυθρύλητος καὶ Δράκων καὶ Κλεισθένης νομοθέται Ἀθηναίων ἐγένοντο. Ἀλλ' οὔτε Μεγαρέας οὔτε Εὐβοέας οὔτε Θηβαίους, ὁμόρους γε ὄντας καὶ ἄγαν πλησιοχώρους, τοῖς τοῦ Σόλωνος ἢ τοῦ Δράκοντος ἢ τοῦ Κλεισθένους ὑπακοῦσαι νόμοις ἔπεισαν Ἀθηναῖοι. Καὶ αὐτοὶ δὲ Ἀθηναῖοι τούτοις ἐρρῶσθαι
9.13.1
φράσαντες, καὶ μέντοι καὶ Λακεδαιμόνιοι καὶ Λοκροὶ καὶ Θηβαῖοι καὶ οἱ ἄλλοι δὲ Ἕλληνες κατὰ τοὺς Ῥωμαίων πολιτεύονται νόμους. Καὶ Ῥωμαῖοι δὲ τοὺς παρ' Ἕλλησι καὶ βαρβάροις ξυναθροίσαντες νόμους καὶ τοὺς ἄριστα κεῖσθαι δόξαντας παρ' ἑκάστου νομοθέτου λαβόντες, ὅσαπερ ἔθνη τὸν τούτων ὑπεισῆλθε ζυγόν, δουλεύειν τοῖσδε τοῖς νόμοις ἠνάγκασαν, τοὺς δὲ παρ' αὐτῶν οὐ βουληθέντας ἰθύνεσθαι οὔτε ἔπεισαν οὔτε ἠνάγκασαν τὴν
9.14.1
σφῶν πολιτείαν ἀσπάσασθαι. Πολλοὶ δὲ καὶ τὸν τῆς δουλείας δεξάμενοι χαλινόν, βιοτεύειν κατὰ τοὺς τούτων οὐκ ἀνέχονται νόμους. Οὔτε γὰρ Αἰθίοπες οἱ Θηβῶν τῶν Αἰγυπτίων ὁμοτέρ μονες οὔτε τὰ πάμπολλα φῦλα τοῦ Ἰσμαήλ, οὐ Λαζοί, οὐ Σάννοι, οὐκ Ἀβασγοί, οὐχ οἱ ἄλλοι βάρβαροι, ὅσοι τὴν Ῥωμαίων ἀσπάζονται δεσποτείαν, κατὰ τοὺς Ῥωμαίων νόμους τὰ πρὸς ἀλλήλους ποιοῦνται ξυμβόλαια.
9.15.1
Οἱ δὲ ἡμέτεροι ἁλιεῖς καὶ οἱ τελῶναι καὶ ὁ σκυτοτόμος ἅπα σιν ἀνθρώποις τοὺς εὐαγγελικοὺς προσενηνόχασι νόμους. Καὶ οὐ μόνον Ῥωμαίους καὶ τοὺς ὑπὸ τούτοις τελοῦντας, ἀλλὰ καὶ τὰ Σκυθικὰ καὶ τὰ Σαυροματικὰ ἔθνη καὶ Ἰνδοὺς καὶ Αἰθίοπας καὶ Πέρσας καὶ Σῆρας καὶ Ὑρκανοὺς καὶ Βακτριανοὺς καὶ Βρεττανοὺς καὶ Κίμβρους καὶ Γερμανοὺς καὶ ἁπαξαπλῶς πᾶν ἔθνος καὶ γένος ἀνθρώπων δέξασθαι τοῦ σταυρωθέντος τοὺς νόμους ἀνέπει σαν, οὐχ ὅπλοις χρησάμενοι καὶ πολλαῖς μυριάσι λογάδων οὐδὲ τῇ τῆς Περσικῆς ὠμότητος χρώμενοι βίᾳ, ἀλλὰ πείθοντες καὶ
9.16.1
δεικνύντες ὀνησιφόρους τοὺς νόμους, καὶ οὐδὲ δίχα κινδύνων τοῦτο ποιοῦντες, ἀλλὰ πολλὰς μὲν κατὰ πόλιν ὑπομένοντες πα ροινίας, πολλὰς δὲ καὶ παρὰ τῶν τυχόντων δεχόμενοι μάστιγας καὶ στρεβλούμενοι καὶ καθειργνύμενοι καὶ πᾶσαν ἰδέαν κολαστη ρίων δεχόμενοι. Εὐεργέτας γάρ τοι ὄντας καὶ σωτῆρας καὶ ἰατρούς, ὡς ἐπιβούλους καὶ πολεμίους οἱ μὲν ἐξήλαυνον, οἱ δὲ καὶ κατέλευον, οἱ δὲ πέδαις καὶ ποδοκάκαις ἐδέσμουν, καὶ τοὺς μὲν αὐτῶν ἀπετυμπάνισαν, τοὺς δὲ ἀνεσκολόπισαν, τοὺς δὲ θηρίοις παρέδοσαν. Ἀλλὰ τοὺς μὲν νομοθέτας κατηκόντισαν, τὸ δὲ τῶν νόμων οὐ κατέλυσαν κράτος· πολλῷ γὰρ ἰσχυρότεροι μετὰ τὴν ἐκείνων ἀπεφάνθησαν τελευτήν.
9.17.1
Πρὸς γάρ τοι Πέρσας καὶ Σκύθας καὶ τἄλλα βάρβαρα ἔθνη μετὰ τὴν ἐκείνων οἱ νόμοι διέβησαν τελευτήν· καὶ πάντων πολε μούντων, οὐ μόνον βαρβάρων, ἀλλὰ καὶ αὐτῶν γε Ῥωμαίων, διέμειναν τὸ ἴσον ἔχοντες κράτος· καὶ πάντα κάλων Ῥωμαῖοι κινήσαντες, ὥστε τῶν ἁλιέων καὶ τοῦ σκυτοτόμου καταλῦσαι τὴν μνήμην, λαμπροτέραν αὐτὴν καὶ περιφανεστέραν ἀπέφηναν· καὶ τοὺς μὲν Λυκούργου καὶ Σόλωνος καὶ Ζαλεύκου καὶ Χαρώνδου καὶ Μίνωος καὶ τῶν ἄλλων νομοθετῶν ἀργεῖν προσέταξαν νόμους, καὶ ἀντεῖπε τῶν ὑπ' ἐκείνοις πολιτευσαμένων οὐδείς, ἀλλ' ὁ λόγος ἐγένετο νόμος· καὶ ἀπέσβη μὲν τῶν πολυθρυλήτων νομο θετῶν ἡ μνήμη, οἱ δὲ Ῥωμαίων νόμοι τὰς τῶν Ἑλλήνων ἰθύνουσι πόλεις. Καὶ ἀργεῖ μὲν παρ' Ἀθηναίοις ὁ Ἄρειος
9.18.1
πάγος καὶ ἡ Ἡλιαία καὶ τὸ ἐπὶ Δελφινίῳ δικαστήριον καὶ ἡ τῶν πεντακοσίων βουλὴ καὶ οἱ ἕνδεκα καὶ οἱ θεσμοθέται καὶ ὁ πολέ μαρχος καὶ ὁ τοῦ ἐνιαυτοῦ ἄρχων– ὀνόματα ἄλλως ἐστὶν ὀλί γοις κομιδῇ γνώριμα τοῖς ἀναγινώσκειν ἐθέλουσι τὰ τοῖς πάλαι ξυγγεγραμμένα· παρὰ δὲ Λακεδαιμονίοις ξενηλασίαν οὐκ ἔστιν ἰδεῖν οὐδὲ τὴν τῶν εἱλώτων δουλείαν οὐδὲ τοὺς νεοδαμώδεις οὐδὲ τὴν ἐκ τῶν Λυκούργου νόμων τῆς παιδεραστίας ἄδειαν οὐδὲ τὰς
9.19.1
ἐννόμους εἰς τοὺς γάμους παρανομίας. Ὁ γάρ τοι Λυκοῦργος, τῶν νομοθετῶν ὁ ἄριστος, ὡς δοκεῖ τοῖς τῶν Ἑλλήνων σοφοῖς, διηγόρευσεν ἐν τοῖς νόμοις, ὡς οἱ τὴν Λακεδαιμονίων πολιτείαν ξυγγεγραφότες φασίν, ἐξεῖναι καὶ ἀνδράσι καὶ γυναιξὶν ἤδη δεξα μένοις τὸν τοῦ γάμου ζυγόν, ταῖς μὲν ἐξ ἄλλων ἀνδρῶν, τοῖς δὲ ἐκ γυναικῶν ἑτέροις ἀνδράσι ξυνεζευγμένων ποιεῖσθαι παῖδας ἀδεῶς μιγνυμένοις· καὶ τούτους τεθαύμακε τοὺς νόμους ὁ Πλά των, καὶ τὴν ὑπ' αὐτοῦ διαπλασθεῖσαν πόλιν κατὰ τούτους προσέ 9. ταξε πολιτεύεσθαι. Ἀλλὰ τὸν φιλόσοφον, ὡς φιλόσοφον καὶ τῶν νομοθετῶν εἶναι σεμνυνόμενον ἄριστον, φυλάξωμεν ἔσχατον, νῦν δὲ τῶν Πυθίων νόμων– οὐδὲν γὰρ διαφέρει Πυθίους ἢ Λυκουρ γείους καλεῖν– διελέγξωμεν τὴν ἀσθένειαν. Ἅμα τε γὰρ προσέταξαν οἱ Ῥωμαῖοι τούτους ἀργεῖν καὶ τοὺς σφετέρους κρατεῖν, καὶ διελύθη τῶν Λυκούργου τὸ ἄμαχον κράτος· τῶν δὲ ἁλιέων καὶ τελωνῶν καὶ τοῦ σκηνορράφου τοὺς νόμους οὐ Γάϊος ἴσχυσεν, οὐ Κλαύδιος καταλῦσαι, οὐ Νέρων ὁ μετ' ἐκείνους, καὶ ταῦτα δύο τῶν νομοθετῶν τοὺς ἀρίστους κατακοντίσας– καὶ γὰρ
9.21.1
τὸν Πέτρον ἐκεῖνος καὶ τὸν Παῦλον ἀνεῖλεν, ἀλλ' οὐ ξυνανεῖλε τοῖς νομοθέταις τοὺς νόμους– οὐκ Οὐεσπασιανός, οὐ Τίτος, οὐ Δομετιανός, καὶ ταῦτα πολλοῖς κατ' αὐτῶν καὶ παντοδαποῖς χρησάμενος μηχανήμασι· πολλοὺς γὰρ δὴ τούτους ἀσπαζομένους τῷ θανάτῳ παρέπεμψε, παντοδαπαῖς κολαστηρίων ἰδέαις χρησά μενος. Καὶ Τραϊανὸς δὲ καὶ Ἀδριανὸς σφόδρα κατὰ τῶνδε τῶν νόμων παρεταξάτην· ἀλλὰ τὴν μὲν Περσῶν ὁ Τραϊανὸς δυναστείαν κατέλυσε καὶ Ἀρμενίους τῷ Ῥωμαίων ὑπέταξε χαλινῷ καὶ μέντοι καὶ τὰ Σκυθικὰ ἔθνη τοῖς σκήπτροις ὑποκύπτειν ἠνάγκασε· τὴν δὲ τῶν ἁλιέων καὶ τοῦ σκυτοτόμου καταλῦσαι νομοθεσίαν οὐκ
9.22.1
ἴσχυσεν. Καὶ Ἀδριανὸς τῶν μὲν τὸν Ἰησοῦν ἐσταυρωκότων ἄρδην τὴν πόλιν κατέλυσε, τοὺς δὲ τούτῳ πεπιστευκότας ἀφεῖναι τὴν ἐκείνου δουλείαν οὐκ ἔπεισεν. Καὶ Ἀντωνῖνος δὲ ὁ μετ' ἐκείνους καὶ Οὔηρος ὁ ἐξ ἐκείνου πολλὰ μὲν καὶ λαμπρὰ κατὰ βαρβάρων τρόπαια ἐστησάτην καὶ αὐτόνομον βίον ἀσπαζομένοις τὸν τῆς δυναστείας ἐπιτεθεικάτην ζυγόν· τοὺς δὲ τοῦ σωτηρίου σταυροῦ τὸν ζυγὸν φέρειν ἠγαπηκότας οὔτε ἐπεισάτην οὔτε ἠναγκασάτην καταλιπεῖν ὃν ἠγάπησαν, καὶ ταῦτα πολλαῖς μὲν ἀπειλαῖς δεδιξάμενοι, παμπόλλαις δὲ τιμωρίαις χρησάμενοι.
9.23.1
Καὶ ἵνα Κόμοδον καταλίπω καὶ Μαξιμιανὸν καὶ τοὺς ἄλλους ἅπαντας τοὺς ἄχρις Αὐρηλιανοῦ καὶ Κάρου καὶ Καρίνου βεβασι λευκότας, τίς ἀγνοεῖ τὴν Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ καὶ Μαξεντίου καὶ Μαξιμίνου καὶ Λικινίου κατὰ τῆς εὐσεβείας μα νίαν; οὐ γὰρ καθ' ἕνα γε οὗτοι οὐδὲ κατὰ δύο ἢ τρεῖς τοὺς τῷ Χριστῷ πεπιστευκότας, ἀλλ' ἀγεληδὸν κατηκόντιζον καὶ κατὰ
9.24.1
χιλίους καὶ μυρίους ἀνῄρουν. Ἐν δέ τισι πόλεσι καὶ τὰς ἐκκλησίας ἀνδρῶν καὶ γυναικῶν καὶ παίδων πεπληρωμένας ἐνέπρησαν· καὶ κατ' αὐτήν γε τὴν τοῦ σωτηρίου πάθους ἡμέραν, ἐν ᾗ καὶ τοῦ πάθους καὶ τῆς δεσποτικῆς ἀναστάσεως τὴν μνήμην πανηγυ ρίζομεν, ἁπάσας τὰς ἐν τῇ Ῥωμαίων ἡγεμονίᾳ κατέλυσαν ἐκκλησίας.
9.25.1
Ἀλλὰ τὰς μὲν τῶν λίθων ἁρμονίας διέλυσαν, τὴν δὲ τῶν ψυχῶν εὐσέβειαν οὐ κατέλυσαν. Ὁποῖα δὲ κατὰ Χριστιανῶν κἀν τῇ Ἰουλιανοῦ τετόλμηται βασιλείᾳ, ἴσασι μὲν οἱ γεγηρακότες, ἀκηκόαμεν δὲ καὶ ἡμεῖς διηγουμένων τῶν τὴν τραγῳδίαν ἐκείνην ἑωρακότων· ἀλλ' οὗτοι ἅπαντες, τοσοῦτοί γε ὄντες καὶ τοσαύτην ἰθύνοντες βασιλείαν καὶ τοσούτων βαρβάρων καταλύσαντες θράσος καὶ λαμπρῶς ἐν πολέμοις ἠριστευκότες, ἀποχειροβιώτων ἀνθρώ πων καὶ ἀγροίκων καὶ πενίᾳ ξυζώντων καὶ γυναικῶν ἐκ ταλα σιουργίας ποριζομένων τὸν βίον, μυρίαις χρησάμενοι μηχαναῖς,
9.26.1
οὐκ ἐκράτησαν. Καὶ τί λέγω ἄνδρας τε καὶ γυναῖκας; οὐδὲ γὰρ μειρακίων τὰ πρῶτα στοιχεῖα πεπαιδευμένων τὰς περὶ τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν ἐκβαλεῖν ἠδυνήθησαν δόξας· καὶ κορυβαν τιῶντες καὶ λυττῶντες καὶ τεχνάσμασι καὶ σοφίσμασι κεχρημένοι μυρίοις, τοὺς τῶν ἁλιέων οὐ κατέλυσαν νόμους, ἀλλ' ἰσχυροτέ ρους πολλῷ πολεμοῦντες ἀπέφηναν καὶ ἀτεχνῶς ἐῴκεσαν τοῖς σβεννύναι μὲν ἐθέλουσι φλόγα, ἔλαιον δὲ ταύτῃ προσφέρουσι καὶ
9.27.1
σφοδροτέραν ἐργαζομένοις. Καὶ γὰρ δὴ καὶ οὗτοι τῷ κατὰ τῆς εὐσεβείας πολέμῳ κατάδηλον εἰργάσαντο τῆς ἀληθείας τὸ κράτος. Καὶ καθάπερ πάλαι τὴν βάτον ἐκείνην καῖον τὸ πῦρ οὐ κατέ καιεν, οὕτως τοὺς πολεμουμένους τὰ τῶν πολεμούντων οὐκ ἀνήλισκε βέλη· ἀλλ' ὥσπερ τῶν δρυτόμων τὰ δένδρα τεμνόντων, πολλῷ πλείους τῶν τεμνομένων ἐκ τῶν ῥιζῶν παραφυάδες βλαστάνουσιν, οὕτω δὴ τηνικαῦτα τῶν εὐσεβῶν ἀναιρουμένων, πολλαπλάσιοι τῇ τῶν εὐαγγελίων διδασκαλίᾳ προσῄεσαν, καὶ τὸ αἷμα τῶν ἐκτμηθέντων ἀρδεία τοῖς νεοφύτοις ἐγίνετο.
9.28.1
Καὶ μαρτυρεῖ τὰ ὁρώμενα· μυριοπλάσιοι γὰρ τῶν πάλαι πε πιστευκότων οἱ νῦν τῷ τῆς πίστεως ὀνόματι καλλυνόμενοι. Τῶν γὰρ πολεμίων οἱ παῖδες, τὴν τῶν πατέρων βδελυξάμενοι λύτταν, εἰς τὴν τῶν πολεμουμένων μετέβησαν φάλαγγα· καὶ φροῦδα μὲν τὰ τῶν Ἑλλήνων καὶ παντελεῖ παραδέδοται λήθῃ, τέθηλε δὲ τὰ τῶν ἁλιέων, καὶ ὁ παρὰ τούτων κηρυττόμενος Θεὸς εἶναι τῶν ὅλων πεπίστευται. Καὶ τῶν ταῦτα φρονούντων πλήρεις
9.29.1
μὲν αἱ πόλεις, πλήρεις δὲ αἱ κῶμαι, ἐλεύθερα δὲ τοῦ πλάνου τὰ ὄρη, ἀντὶ γὰρ τῶν βωμῶν ἐκείνων καὶ τῆς παλαιᾶς ἐξα πάτης οἱ τῶν ἀσκητῶν ταῦτα οἰκοῦσι χοροῖ, τὸν ἐσταυρωμένον ὑμνοῦντες καὶ τὸν ἐκείνου Πατέρα καὶ τὸ πανάγιον Πνεῦμα.
9.30.1
Εἰ δέ τις ὑπείληφε τὴν τῶν βασιλέων εὐσέβειαν κρατῦναι τῶν ἁλιέων τὰ δόγματα, καὶ ταύτῃ δείκνυσι τὴν τουτωνὶ τῶν δογμά των ἰσχύν. Οὐ γὰρ ἂν καὶ νόμων παλαιῶν κατεφρόνησαν καὶ ξυγγραμμάτων ἀρχαίων καὶ ἔθους μακροῦ καὶ πατρῴων δογμά των, εἰ μὴ τῶν μὲν ἐθαύμασαν τὴν ἀλήθειαν, τῶν δὲ τὸ μυθῶδες
9.31.1
ἐμίσησαν. Τί δήποτε δὲ μὴ τοὺς παλαιοὺς τῆς ἐκκλησίας ἐνθυ μεῖσθε πολέμους; εὐπετῶς γὰρ μάλα ταύτην διαλύσετε δι' ἐκεί νων τὴν δόξαν. Εἰ γὰρ τοσοῦτοι βασιλεῖς καὶ τηλικοῦτοι, κατὰ τῆς εὐσεβείας παντὶ σθένει παραταξάμενοι καὶ μηχανὰς προσ ενεγκόντες παντοδαπάς, οὐδὲ βραχὺν τοῖς ταύτης περιβόλοις ἐνειργάσαντο κλόνον, ἠλίθιος ἄρα καὶ παντελῶς ἔμπληκτος ὁ μὴ θείαν ὑπολαμβάνων τῶν ἁλιέων τὴν δύναμιν, ἀλλ' ἐκ βασιλικῆς ταύτην ηὐξῆσθαι δυναστείας νομίζων.
9.32.1
Ἵνα δὲ τοῦτο ὑμῖν ἐκδηλότερον γένηται, τὰ παρὰ Περσῶν νῦν τολμώμενα καταμάθετε. Ποῖον γάρ τοι εἶδος σφαγῆς κατὰ τῶν εὐσεβούντων οὐκ ἐπινενόηται τούτοις; οὐκ ἐκδοραί, οὐκ ἐκτομαὶ χειρῶν καὶ ποδῶν, καὶ ὤτων καὶ ῥινῶν κολοβώσεις, καὶ δεσμοὶ πρὸς ὑπερβολὴν ὀδύνης ἐξευρημένοι, καὶ ὀρύγματα κεχριμένα μὲν εἰς ἀκρίβειαν, μυῶν δὲ τῶν μεγίστων ἀνάπλεα τοὺς δεδεμέ νους θοιναζομένων; ἀλλ' ὅμως τοσαύτας καὶ τούτων πολλαπλα σίας κατὰ τῶν εὐσεβούντων τιμωρίας ἐξευρηκότες, αἰκίζονται μὲν καὶ κολοβοῦσι τὰ σώματα καὶ παντάπασι διαφθείρουσι, τὸν δέ γε
9.33.1
τῆς πίστεως οὐ λῃστεύουσι θησαυρόν. Καὶ τοῖς μὲν ἄλλοις αὐτῶν νόμοις ἅπαντας ὑποκύπτειν τοὺς ὑπηκόους καταναγκά ζουσι, τοὺς δὲ τῶν ἁλιέων ἐξαρνηθῆναι τοὺς πεπιστευκότας οὐ πείθουσιν. Ἀλλὰ κατὰ τοὺς Ζαράδου πάλαι Πέρσαι πολιτευόμενοι νόμους καὶ μητράσι καὶ ἀδελφαῖς ἀδεῶς καὶ μέντοι καὶ θυγατράσι μιγ νύμενοι καὶ νόμον ἔννομον τὴν παρανομίαν νομίζοντες, ἐπειδὴ τῆς τῶν ἁλιέων νομοθεσίας ἐπήκουσαν, τοὺς μὲν Ζαράδου νόμους ὡς παρανομίαν ἐπάτησαν, τὴν εὐαγγελικὴν δὲ σωφροσύνην ἠγάπησαν· καὶ κυσὶ καὶ οἰωνοῖς τοὺς νεκροὺς προτιθέναι παρ' ἐκείνου μεμαθηκότες, νῦν τοῦτο δρᾶν οἱ πιστεύσαντες οὐκ ἀνέχονται, ἀλλὰ τῇ γῇ κατακρύπτουσι καὶ τῶν τοῦτο δρᾶν ἀπα γορευόντων οὐ φροντίζουσι νόμων οὐδὲ πεφρίκασι τὴν τῶν κολα ζόντων ὠμότητα· πλέον γάρ που δεδοίκασι τὸ τοῦ Χριστοῦ δικαστήριον· καὶ τὰ ὁρώμενα γελῶντες ὀνειροπολοῦσι τὰ μὴ φαινόμενα καὶ δειμαίνουσιν. Καὶ τούσδε τοὺς νόμους παρ' ἀνδρῶν
9.34.1
Γαλιλαίων ἐδέξαντο· καὶ τὴν μὲν Ῥωμαίων δυναστείαν οὐκ ἔδεισαν, τῇ δὲ τοῦ σταυρωθέντος ὑπετάγησαν βασιλείᾳ· καὶ κατὰ μὲν τοὺς Ῥωμαίων πολιτεύεσθαι νόμους οὔτε Αὔγουστος αὐτοὺς κατηνάγκασεν οὔτε Τραϊανός, ὁ τὴν ἐκείνων καταλύσας ἀρχήν, τὰ δὲ Πέτρου καὶ Παύλου καὶ Ἰωάννου καὶ Ματθαίου καὶ Λουκᾶ καὶ Μάρκου ξυγγράμματα ὡς οὐρανόθεν κομισθέντα γεραίρουσι, καὶ οἱ ἰθαγενεῖς τοῖς τῶν ξένων καὶ ἐπηλύδων ὑπετάγησαν νόμοις.
9.35.1
Καὶ Μασσαγέται δέ, τρισαθλίους ἡγούμενοι πάλαι τοὺς ἄλλως πως καὶ μὴ διὰ σφαγῆς τελευτῶντας καὶ τούτου εἵνεκα τοὺς γεγηρακότας θύειν καὶ θοινᾶσθαι ποιησάμενοι νόμον, ἐπειδὴ τῶν ἁλιευτικῶν καὶ σκυτοτομικῶν ἐπήκουσαν νόμων, ἐβδελύξαντο τὴν
9.36.1
μυσαρὰν ταύτην ἐδωδὴν καὶ σφαγήν. Καὶ Τιβαρηνοὶ τοὺς πρεσβύ τας κατὰ κρημνῶν βαθυτάτων εἰθικότες ὠθεῖν, τὸν παμπόνηρον τοῦτον κατέλυσαν νόμον, τῶν εὐαγγελικῶν ἐπακούσαντες νόμων. Οὐκέτι δ' οὔτε Ὑρκανοὶ οὔτε Κάσπιοι τοὺς κύνας τοῖς τῶν τεθνεώτων ἐκτρέφουσι σώμασιν, οὔτε Σκύθαι τοῖς τετελευτηκόσι ξυγκατορύττουσι ζῶντας, οὓς ἠγάπων ἐκεῖνοι. Τοσαύτην εἰργά σαντο μεταβολὴν τῶν ἐθνῶν τῶν ἁλιέων οἱ νόμοι.
9.37.1
Καὶ οὗτοι μὲν καὶ τὰ βάρβαρα ἔθνη κατὰ τοὺς σφῶν ἔπεισαν πολιτεύεσθαι νόμους· Πλάτων δὲ τῶν φιλοσόφων ὁ ἄριστος, νό μους γεγραφώς, οὐδὲ Ἀθηναίους ἔπεισε τοὺς οἰκείους πολίτας κατὰ τὰς τούτων ὑποθήκας τὴν πολιτείαν ῥυθμίσαι. Καὶ μάλα γε
9.38.1
εἰκότως· μάλα γάρ εἰσι καταγέλαστοι. Καὶ ἵνα μή τις ὑπολάβῃ με συκοφαντεῖν τὸν φιλόσοφον, ἀκούσατε, ὦ ἄνδρες, ὧν ἐκεῖνος νενομοθέτηκεν. Κελεύσας γὰρ καὶ τὰς γυναῖκας, οὐ μόνον τὰς νέας, ἀλλὰ καὶ τὰς γεγηρακυίας, γυμνάζεσθαι, εἶτα γελῶντας τοὺς προσδιαλεγομένους ἰδών, ὑπολαβὼν ἔφη·" Ὁ δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς ταῖς γυναιξὶ τοῦ βελτίστου ἕνεκα γυμναζομέ ναις, ἀτελῆ τοῦ γελοίου σοφίας δρεπόμενος καρπόν, οὐδὲ οἶδεν,
9.39.1
ὡς ἔοικεν, ἐφ' ᾧ γελᾷ." Καὶ πάλιν·" Ταὐτὰ δὲ καὶ περὶ θηλειῶν ὁ ἐμὸς λόγος ἂν εἴποι πάντα, ὅσαπερ καὶ περὶ τῶν ἀρρέ νων, ἴσα καὶ τὰς θηλείας ἀσκεῖν δεῖν. Καὶ οὐδὲν φοβηθεὶς εἴ ποιμ' ἂν τοῦτον τὸν λόγον οὔτε ἱππικῆς οὔτε γυμναστικῆς, ὡς ἀνδράσι μὲν πρέπον ἂν εἴη, γυναιξὶ δ' αὖ οὐκ ἂν πρέπον." Καὶ τίς οὐκ ἂν εἰκότως τούτων ἀκούων γελάσειεν; ἡ μὲν γὰρ φύσις ἀπένειμεν ἑκατέρῳ γένει τὰ πρόσφορα, γυναιξὶ μὲν ταλασίαν,
9.40.1
ἀνδράσι δὲ γεωργίαν καὶ πολεμικὴν ἐμπειρίαν. Ταύτῃ γάρ που τῇ διαιρέσει καὶ Ὅμηρος κέχρηται· πεποίηκε γὰρ ἐν τοῖς ἔπεσι τῇ Ἀνδρομάχῃ τὸν Ἕκτορα λέγοντα· ἀλλ' εἰς οἶκον ἰοῦσα τὰ σαυτῆς ἔργα κόμιζε, ἱστόν τ' ἠλακάτην τ' ἠδ' ἀμφιπόλοισι κέλευε ἔργον ἐποίχεσθαι· πόλεμος δ' ἄνδρεσσι μελήσει. Ὁ δὲ φιλόσοφος οὐδὲ τὴν τῶν ποιητῶν διέγνω διαίρεσιν, ἀλλὰ καὶ γυμνάζεσθαι τὰς γυναῖκας γυμνὰς καὶ ἱππεύειν ἐκέλευσεν. Καὶ τὰ ἑξῆς δὲ ξυνομολογεῖ τοῖς προτέροις· λέγει γὰρ οὕτως·
9.41.1
" Τὴν δὲ τοῦ τῶν γάμων χρόνου ξυμμετρίαν δικαστὴς σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς γυναῖκας." Ὁ δὲ ταῦτα νομοθετῶν οὐδὲ τῶν τῆς Κανδαύλου γυναικὸς λόγων ἐμνήσθη. Ἐκείνη γάρ τοι, τοῦ ἀνδρὸς γυμνὸν οἱ δεῖξαι τὸ σῶμα κελεύσαντος, μάλα ἔφη σωφρό νως, ὅτι" ἀποδυομένη τὸν κιθῶνα ξυναποδύεται καὶ τὴν αἰδῶ ἡ
9.42.1
γυνή". Τοιγαροῦν ὁ φιλόσοφος τὰς νυμφευομένας γυμνοῖ τῆς αἰδοῦς καὶ ἀναίδειαν ἐκδιδάσκει. Κἀν τῷ δεκάτῳ δὲ τῶν Νόμων τὰ παραπλήσια γέγραφεν·" Τῆς γὰρ τοιαύτης" φησί" σπουδῆς ἕνεκα χρὴ καὶ τὰς παιδείας ποιεῖσθαι χορεύοντάς τε καὶ χορευού σας, κόρους τε καὶ κόρας, καὶ ἅμα δὴ θεωροῦντας καὶ θεωρου μένους, μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχούσας ἐοικυίας προ φάσεις, γυμνούς τε καὶ γυμνάς, μέχρι περ αἰδοῦς σώφρονος
9.43.1
ἑκάστων." Ἐγὼ δὲ τὴν μὲν ἐντεῦθεν φυομένην λώβην ὁρῶ, κέρδος δὲ οὐδὲν ξὺν ταύτῃ φυόμενον. Οὐ γάρ που μόνον εἰς ἀναίδειαν ἐπαιδοτριβοῦντο γυμνούμεναι καὶ γυμνοὺς ἄνδρας θεώμεναι, ἀλλὰ καὶ πολλὰς ἀλλήλοις ἀφορμὰς προὐξένουν ἀκο λασίας. Τῶν γὰρ δὴ γυμνῶν σωμάτων ἡ θεωρία καὶ τοὺς ἄνδρας καὶ τὰς γυναῖκας εἰς ἔρωτας ἐκτόπους ἠρέθιζεν.
9.44.1
Ἀλλ' ἵνα μὴ παντελῶς τὴν ἐκ τῶνδε τῶν νόμων φυομένην ἀπογυμνοῦντες βλάβην λοιδορεῖσθαι τῷ φιλοσόφῳ δόξωμεν, οὐκ ἐλέγχειν, ἐπὶ τοὺς παγκάλους τῶν γάμων μεταβῶμεν νόμους, μετρίους τοὺς ἐλέγχους ποιούμενοι. Ἀκούσωμεν τοίνυν ἐν Πολι τείᾳ λέγοντος·" Ἀνδρῶν τούτων ἁπάντων πάσας εἶναι γυναῖκας κοινάς, ἰδίᾳ δὲ μηδεμίαν μηδενὶ ξυνοικεῖν· καὶ τοὺς παῖδας αὖ κοινούς, καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ, μήτε παῖδα
9.45.1
γονέα." Εἶτα ἐπιξυνάπτει·" Εἷς μὲν τοίνυν, ἦν δ' ἐγώ, νομο θέτης αὐτοῖς ὥσπερ τοὺς ἄνδρας, οὕτως καὶ τὰς γυναῖκας ἐκλέξας, παραδώσει καθόσον οἷόν τε ὁμοφυεῖς. Οἱ δέ, ἅτε δὴ οἰκίας τε καὶ ξυσσίτια κοινὰ ἔχοντες, ἰδίᾳ δὲ οὐδενὸς οὐδὲν τοιοῦτο κεκτημένου, ὁμοῦ δὴ ἔσονται, ὁμοῦ δ' ἀναμεμιγμένων καὶ ἐν γυμνασίοις καὶ ἐν τῇ ἄλλῃ τροφῇ, ὑπ' ἀνάγκης, οἶμαι, τῆς ἐμφύτου ἄξονται πρὸς τὴν ἀλλήλων μῖξιν· ἢ οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν;– Οὐ γεωμετρικαῖς γε, ἦ δ' ὅς, ἀλλ' ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ
9.46.1
πείθειν καὶ ἕλκειν τὸν πολὺν λεών." Ὅτι μὲν οὖν ὁ φιλόσοφος κοινὰς εἶναι τὰς γυναῖκας ἐκέλευσε, μακρῶν οὐ δεῖ λόγων εἰς ἔλεγχον. Αὐτὸς γὰρ δὴ διαρρήδην νενομοθέτηκε καὶ τῆς κοινῆς ξυνουσίας τὴν ἀνάγκην ἐπινενόηκεν. Κοινῇ γάρ, ἔφη, οἰκοῦντες καὶ κοινῇ ἑστιώμενοι καὶ γυμναζόμενοι, ὑπὸ τῆς ἐμφύτου ἐπιθυ μίας πρὸς τὴν ἀλλήλων μῖξιν ὠθήσονται. Καὶ τοῦτο δὴ κοινοὺς τοὺς τικτομένους ἀποφαίνει, ἀδεῶς ἑκάστου ταῖς προστυχούσαις ὁμιλούντων καὶ οἰκεῖά γε νομιζόντων τὰ ὑπὸ τούτων τικτόμενα.
9.47.1
Τοῦτό τοι νενοηκὼς ὁ προσδιαλεγόμενος, τοῦ Σωκράτους εἰρηκό τος·" Ἢ οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν;" ἐπήγαγεν·" Οὐ γεωμετρικαῖς γε, ἀλλ' ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ πείθειν καὶ ἕλκειν τὸν πολὺν λεών."
9.48.1
Ἐγὼ δὲ τῶν νῦν τὰ Πλάτωνος ἑρμηνεύειν ἐθελόντων, μᾶλλον δὲ παρερμηνεύειν πειρωμένων, θαυμάζω τὴν ἀναίδειαν· φασὶ γὰρ αὐτὸν μὴ ξυνουσίαν νομοθετῆσαι κοινήν, ἀλλὰ φιλικὴν κοινωνίαν, καὶ οὐκ ἀκούουσι λέγοντος·" Καὶ οἰκήσεων καὶ ξυμποσίων καὶ γυμνασίων κοινωνοῦντες ἀλλήλοις, ὑπ' ἀνάγκης καὶ τῆς ἐμφύ
9.49.1
του ἐπιθυμίας ἄξονται πρὸς τὴν ἀλλήλων μῖξιν." Ἀλλ' ἴσως ἐρυθριῶντες ἐπὶ τοῖς καταγελάστοις τοῦ φιλοσόφου νόμοις, ξυγ καλύπτειν πειρῶνται τοῦ διδασκάλου τὴν ἁμαρτάδα· ἀλλ' ἔδει γε τῶν ἐκείνου λόγων ἀναμνησθῆναι, ὅτι φίλος μὲν ὁ ἀνὴρ, φίλη δὲ ἡ ἀλήθεια· ἀμφοῖν δὲ ὄντοιν φίλοιν, φίλτερον ἡ ἀλήθεια.
9.50.1
Ἀτὰρ οὖν καὶ τῶν ἄλλων ἐπακούσωμεν νόμων· αὐτοῦ γὰρ δὴ καὶ οὗτοι·" Γυναικὶ μέν, ἦν δ' ἐγώ, ἀρξαμένῃ ἀπὸ εἰκοσέτιδος τίκτειν τῇ πόλει· ἀνδρὶ δ' ἐπειδὰν τὴν ὀξυτάτην δρόμου ἀκμὴν παρῇ, τὸ ἀπὸ τούτου γεννᾶν τῇ πόλει μέχρι πεντεκαιπεντηκον ταετοῦς." Ἀλλὰ ταῦτα μὲν οὐ μάλα δήλην ἔχει τὴν βλάβην, τὰ δὲ ἑξῆς οὐ γέλωτος, ἀλλὰ καὶ θρήνων ἄξια καὶ πυρὸς τοὺς
9.51.1
παγκάλους ἀναλίσκοντος νόμους· λέγει γὰρ ταῦτα·" Ὅταν δὲ αἱ γυναῖκες οἵ τε ἄνδρες τοῦ γεννᾶν ἐκβῶσι τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς ξυγγίνεσθαι, ὡς ἂν ἐθέλωσι.., διακελευ σάμενοι προθυμεῖσθαι μάλιστα μὴ εἰς φῶς ἐκφέρειν κύημα μηδέν, ἐὰν δέ τις βιάσηται, οὕτω τιθέναι, ὡς οὐκ οὔσης τροφῆς τῷ
9.52.1
τοιούτῳ." Τίς Ἔχετος ἢ Φάλαρις τοιαῦτα νενομοθέτηκε; τίς δὲ τοιαύτας μιαιφονίας, ὡς ἔννομά γε δρῶν, τετόλμηκε πώποτε; διακελευσάμενος γὰρ μὴ ἐκφέρειν εἰς φῶς, ἀμβλωθριδίοις δήπου διαφθείρειν φαρμάκοις τὰ βρέφη παρεγγυᾷ, τὰ δέ γε τοῦ δηλη τηρίου φαρμάκου περιγενόμενα καὶ τικτόμενα οὕτω τιθέναι, ὡς μηδὲ τῆς τυχούσης ἀπολαῦσαι κηδεμονίας, ἀλλ' ἢ λιμῷ ἢ κρυμῷ διαφθαρῆναι ἢ θηρίων γενέσθαι βοράν. Ποίαν ταῦτα ὠμότητος ὑπερβολὴν καταλείπει;
9.53.1
Τοιαῦτα μὲν δὴ περὶ γάμου καὶ παιδοποιΐας νενομοθέτηκεν· ὁποῖα δὲ καὶ περὶ τῆς ἄλλης ἀκολασίας διέξεισιν, εὐπετὲς τῷ βουλομένῳ καταμαθεῖν. Τοὺς γὰρ τὴν παρὰ φύσιν ἀσέλγειαν ἀσπαζομένους καὶ τῇδε μακαρίους ὑπείληφε καὶ ἐκδημήσαντας ἐντεῦθεν εὐδαίμονας ἔσεσθαι εἴρηκεν·" Οὐ μικρὸν" γάρ φησιν" ἆθλον τῆς ἐρωτικῆς φέρονται. Εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διάγοντας εὐδαιμονεῖν μετ' ἀλλήλων πορευομένους καὶ ὁμοπτέρους ἔρωτος χάριν." Τούτοις δὲ ἐπιλέγει ταῦτα·" Ὦ παῖ, καὶ οὕτω σοι θεία δωρήσεται
9.54.1
ἡ παρ' ἐραστοῦ φιλία." Καὶ ταῦτα οὐ περὶ τῶν σωφρόνως, ἀλλὰ περὶ τῶν ἀκολάστως ἐρώντων ἔφη· καὶ ῥᾴδιον ἐκ τῶν ἐκείνου διαλόγων ταῦτα μαθεῖν. Τοιοῦτον δὲ νόμον οὔτε Νέρων ὁ Ῥωμαίων αἰσχρότατος βασιλεὺς οὔτε Σαρδανάπαλος ὁ Ἀσσύριος, ὁ ἐν ἡδοναῖς καὶ τρυφαῖς διαβόητος, οὔτε ἔγραψεν οὔτε ἐπῄνεσε πώποτε. Ἐγὼ γὰρ οἶμαι καὶ τοὺς λίαν ταῖς ἡδυπαθείαις δουλεύοντας οὐκ ἐπαινεῖν τὸ πάθος, ἀλλὰ δουλεύειν τῷ χρόνῳ,
9.55.1
τὸ ἔθος ἕξιν ἐργασαμένους. Καὶ τί δεῖ λέγειν, ὅσα καὶ περὶ φόνων παρανόμως ἐνομοθέτησεν; Ἀθῷον μὲν γὰρ εἶναι κελεύει τὸν τὸν ἴδιον ἀναιροῦντα οἰκέτην, τὸν δὲ θυμῷ τὸν ἀλλότριον σφάττοντα τὴν τιμὴν μόνην ἐκτίνειν, τὸν δὲ θυμῷ τὸν ἐλεύθερον κτείναντα δύο μόνα φεύγειν ἔτη διαγορεύει, τὸν δὲ καὶ μετ' ἐπι βουλῆς ἀνελόντα τρία ἔτη προστάττει φεύγειν, τὸν δέ γε καὶ μετὰ τὴν φυγὴν τὰ αὐτὰ δεδρακότα ἀειφυγίᾳ ζημιοῖ μόνῃ. Παραπλήσια δὲ καὶ πατράσι παῖδας ἀνελοῦσι καὶ παισὶ πατέρας ἀπεκτονόσι καὶ ἀνδράσι γυναῖκας καὶ γυναιξὶν ἄνδρας νενομο θέτηκεν.
9.56.1
Ἀλλ' ὁ μὲν φιλόσοφος τοιούσδε νόμους ξυνέγραψε καὶ οὐδένα πέπεικεν ἀνθρώπων, οὐ πολίτην, οὐ ξένον, οὐκ ἀστόν, οὐ χωρι τικόν, οὐχ Ἕλληνα, οὐ βάρβαρον, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐκ ἄνδρα, οὐ γυναῖκα, οὐ νέον, οὐ πρεσβύτην, οὐ λόγοις ἐντε θραμμένον, οὐ λόγων ἀμύητον, κατὰ τούσδε βιῶναι τοὺς νόμους.
9.57.1
Ἐγὼ δὲ λοιπόν, οὓς οἱ ἁλιεῖς καὶ οἱ τελῶναι καὶ ὁ σκυτοτόμος ἅπασιν ἀνθρώποις προσήνεγκαν, ἀναγνώσομαι νόμους. Ὑμεῖς δὲ τούτους κἀκείνους ἐκ παραλλήλου θέντες, τὰς θεοπρεπεῖς τούτων ἀκτῖνας θαυμάσατε. Ὁ μὲν οὖν φιλόσοφος καὶ τὴν ἀκόλαστον παιδεραστίαν ἐθαύ μασε καὶ τὰ τρισόλβια ταύτης ἐπιδέδειχεν ἆθλα· ὁ δὲ Σωτὴρ ὁ ἡμέτερος οὐ μόνον τὴν ἀκόλαστον πρᾶξιν, ἀλλὰ καὶ τὴν ὄψιν τὴν τοιαύτην κολάζει·" Ὁ ἐμβλέψας" γὰρ ἔφη" γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ."
9.58.1
Καὶ ὁ μὲν ἀδεῶς καὶ ταῖς ἀλλοτρίαις κοινωνεῖν ἐνομοθέτησε γυναιξίν· ὁ δὲ τῆς φύσεως ποιητής, ἐπειδὴ καὶ δημιουργῶν τῶν ἀνθρώπων τὴν φύσιν ἕνα ἐξ ἀρχῆς ἄνδρα καὶ μίαν γυναῖκα διέπλασε, καὶ τὸ διαλύειν ἀπαγορεύει τὸν γάμον, μίαν δὲ μόνην ἀφορμὴν διαλύσεως ἔδωκε, τὴν ἀληθῶς διασπῶσαν τὴν ζεύγλην·" Πᾶς" γάρ φησιν" ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὁ ἀπολελυμένην
9.59.1
γαμῶν μοιχᾶται." Διὰ δὲ τούτων πάντα φέρειν κελεύει τὰ τῆς γυναικὸς ἐλαττώματα, κἂν λάλος ᾖ, κἂν μέθυσος, κἂν εἰς λοιδο ρίαν προχειροτάτη· εἰ δὲ τοῦ γάμου παραλύσει τοὺς νόμους καὶ πρὸς ἕτερον ἴδοι, τηνικαῦτα λύειν κελεύει τὴν ζεύγλην. Τοιαῦτα
9.60.1
δὲ πάλιν καὶ διὰ τοῦ σκυτοτόμου νενομοθέτηκε· καὶ Κορινθίοις ἐπιστέλλων ἐκεῖνος πᾶσιν ἀνθρώποις τοὺς νόμους προσήνεγκεν·" Καλὸν" γὰρ ἔφη" γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω." Ὁρᾶτε, ὅσον τῶν τοῦ φιλοσόφου καὶ τῶν τοῦ σκυτοτό μου νόμων ἐστὶ τὸ διάφορον; Οὗτος μὲν γὰρ καὶ ἑκάστῃ γυναικὶ τὸν ἴδιον ἄνδρα ἔχειν καὶ ἑκάστῳ ἀνδρὶ τὴν ἰδίαν γυναῖκα προσέταξεν· ἐκεῖνος δὲ τῶν ἀνδρῶν ἁπάντων ἁπάσας εἶναι τὰς γυναῖκας κοινάς.
9.61.1
Καὶ περὶ ἐγκρατείας δὲ νόμους τιθείς, οὔτε τῇ γυναικὶ ξυγχωρεῖ τὴν τοῦ ἀνδρὸς ὁμιλίαν φυγεῖν, ἐκείνου τοῦτο μὴ στέργοντος, οὔτε τὸν ἄνδρα, μὴ ξυμφωνούσης τῆς γυναικός·" Ἡ γυνὴ" γάρ φησι" τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλ' ἡ γυνή· μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου." Στέρεσθαι γὰρ ὑπολαμβάνει τῆς ἐξουσίας ὁ παρὰ γνώμην μετιὼν τὴν
9.62.1
ἐγκράτειαν. Εἶτα κατ' ὀλίγον ἐπὶ τὰ τέλεια ποδηγῶν ἐπήγαγεν·" Πρὸς καιρόν, ἵνα σχολάσητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συνέρχησθε." Οὕτω δὲ μετρήσας τῇ φύσει τοὺς νόμους, λέγει καὶ τὴν αἰτίαν·" Ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ Σατανᾶς." Καὶ διδάσκων, ὡς παρ' ἡμῶν ἐκεῖνος λαμβάνει τὰς
9.63.1
ἀφορμάς, ἐπήγαγεν·" Διὰ τὴν ἀκρασίαν ὑμῶν." Καὶ περὶ ἀγαμίας δὲ οὐ νόμους, ἀλλὰ παραινέσεις εἰσενεγκών, ἔδειξε καὶ τῆς ἀγαμίας τὸ χρήσιμον·" Ὁ ἄγαμος" γὰρ ἔφη" μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσῃ τῷ Κυρίῳ· ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί." Ταὐτὰ δὲ καὶ περὶ γυναι κῶν ἔφη, διδάσκων, ὡς ἡ παρθενία προξενεῖ βίον φροντίδων ἐλεύθερον.
9.64.1
Θαυμάσατε, ὦ ἄνδρες, τοῦ σκυτοτόμου τὴν γλῶτταν καὶ τὸν διὰ ταύτης φθεγξάμενον προσκυνήσατε. Εἰ δὲ βούλεσθε, καὶ τοὺς φονικοὺς καταμάθετε νόμους. Ὁ μὲν γὰρ φιλόσοφος οὐδὲ τὸν ἀπεκτονότα πατέρα τὴν ἴσην ὑποσχεῖν τιμωρίαν ἐκέλευσεν, ὁ δὲ Σωτὴρ ὁ ἡμέτερος καὶ λοιδορίαν κολάζει παρὰ καιρὸν γινομένην καὶ θυμὸν ἀδίκως κινούμενον·" Πᾶς" γὰρ ἔφη" ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰκῇ ἔνοχος ἔσται τῇ κρίσει· ὃς δ' ἂν εἴπῃ ῥακά, ἔνοχος ἔσται τῷ συνεδρίῳ· ὃς δ' ἂν εἴπῃ μωρέ, ἔνοχος ἔσται εἰς
9.65.1
τὴν γέενναν τοῦ πυρός." Καὶ λόγων δὲ ἀργῶν εὐθύνας ἀπαιτήσειν ἠπείλησεν. Καὶ οὐ μόνον τοὺς φίλους εὐεργετεῖν, ἀλλὰ καὶ τοὺς ἐχθροὺς ἐκέλευσεν εὖ ποιεῖν·" Ἀγαπᾶτε" γὰρ ἔφη" τοὺς ἐχθροὺς ὑμῶν καὶ εὔχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς." Εἶτα καὶ δείκνυσιν ἆθλον τὴν τῶν ἀγωνιζομένων ὑπερβαῖνον ἀξίαν· ἔφη γάρ·" Ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς· ὅτι ἀνατέλλει τὸν ἥλιον αὐτοῦ ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ
9.66.1
βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους." Καὶ περὶ ὅρκων δὲ νόμους τιθείς, καὶ αὐτοὺς ἀπαγορεύει τοὺς ὅρκους, ἀποχρῆν λέγων τὸ" ναὶ" καὶ τὸ" οὒ" πρὸς τὴν τῶν λεγομένων βεβαίωσιν. Καὶ τὸν ἀκτήμονα δὲ βίον τελειότατον ἔφη·" Ὃς γὰρ ἄν" φησι" μὴ ἀποτάξηται πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ, οὐ δύναταί μου εἶναι μαθητής." Ἀλλ' ὅμως καὶ οὕτως ἀκριβῆ πολιτείαν νομο θετῶν, οὐδέν τι τερπνὸν κατὰ τόνδε τὸν βίον ἢ θυμῆρες δώσειν ὑπέσχετο, ἀλλὰ πενίαν καὶ ταλαιπωρίαν καὶ λοιδορίας καὶ μάστι γας καὶ διαφόρους σφαγάς·" Ἐν τῷ κόσμῳ" γὰρ ἔφη" θλίψιν ἔχετε" καί·" Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς καὶ διώξωσι καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι ἕνεκεν ἐμοῦ· χαίρετε καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς
9.67.1
οὐρανοῖς." Καὶ τοὺς μὲν πόνους καὶ κινδύνους ἐπέδειξε, τὰ δὲ βραβεῖα καὶ τοὺς στεφάνους μετὰ τοῦ βίου τὸ τέλος ἀποδώσειν ὑπέσχετο. Καὶ ἐν ἑτέρῳ δὲ χωρίῳ φησίν·" Εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν ἐμὸν λόγον ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν." Καὶ πάλιν·" Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκιακοὺς αὐτοῦ."
9.68.1
Οἱ μὲν δὴ νόμοι τοιοῦτοι· ἄξιον δὲ ἀληθῶς καὶ τοὺς θεσπε σίους ἄνδρας ἐκείνους θαυμάσαι καὶ τοὺς ἐκείνοις πεπιστευκότας. Τοιῶνδε γὰρ λόγων ἀκούοντες καὶ οὔτε πλοῦτον οὔτε δυναστείαν οὔτε σώματος ῥώμην παρὰ τοῦ κεκληκότος δεξάμενοι, ἀλλὰ μακραῖς καὶ ταύταις οὐ φαινομέναις ἐπαγγελίαις πεπιστευκότες, καὶ τοὺς πόνους ἠσπάσαντο καὶ τῶν κινδύνων ἠνέσχοντο καὶ τὴν οἰκουμένην περινοστήσαντες τοῖς ἔθνεσι προσήνεγκαν τὰ μαθή
9.69.1
ματα. Οὐδὲν δὲ ἧττον καὶ τοὺς δεξαμένους εὐφημῆσαι προσήκει, ὅτι παρὰ τοῖς κήρυξιν οὐδὲν περιφανὲς ὁρῶντες οὐδὲ περίβλεπτον, ἀλλὰ γλώττας ἁλιευτικάς τε καὶ σκυτοτομικὰς καὶ πενίαν ἐσχάτην– οὐδὲ γὰρ τῆς ἀναγκαίας ηὐπόρουν τροφῆς· πόθεν γὰρ ἂν ταύτην εἶχον, οἵ γε καὶ τὸ μεριμνᾶν περὶ τῆς αὔριον νόμῳ κεκω λυμένοι;– οὐ μόνον τοῖς λεγομένοις ἐπίστευσαν, ἀλλὰ καὶ τῶν παρ' αὐτοῖς πολιτευομένων κατεφρόνησαν νόμων καὶ τῶν ἐθῶν τῶν πατρῴων ἐξέστησαν καὶ μετὰ κινδύνων καὶ αὐτοὶ τὸν λοιπὸν ἐβίωσαν χρόνον, ὁμοίως μὲν τοῖς διδασκάλοις κηρύττοντες, ὁμοίως δὲ παροινούμενοι καὶ προπηλακιζόμενοι καὶ διὰ τῶν ἴσων
9.70.1
κλυδωνίων ὁδεύοντες. Τοσοῦτο δὲ σέβας τῶν μέχρι θανάτου κεκινδυνευκότων καὶ εἶχον ἐκεῖνοι, καὶ μὲν δὴ καὶ ἔχουσιν ἅπαντες, ὡς τὰς ἐκείνων γε θήκας θησαυροὺς ὑπολαμβάνειν ἀγαθῶν παντοδαπῶν χορηγούς.
9.71.1
Ἀθρήσατε δὴ οὖν, ὦ ἄνδρες, τῶνδε τῶν νόμων τὴν δύναμιν. Τούτους γὰρ καὶ Ῥωμαῖοι καὶ Πέρσαι καὶ οἱ τῆς τούτων ἡγεμονίας ἔξω τελοῦντες καταλῦσαι λίαν ἐσπουδακότες, τὴν μὲν οἰκείαν ἀσθένειαν ἔδειξαν, τὴν δὲ τούτων ἰσχὺν ἐκδηλοτέραν ἀπέφηναν. Τοῖς δὲ Λυκούργου καὶ Σόλωνος οὐδεὶς ἐπολέμησε νόμοις, ἀλλ' αὐτόματοι κατελύθησαν. Καὶ οὔτε ὁ Πύθιος οὔτε
9.72.1
ἡ Πολιὰς τοὺς ὑπὸ σφῶν τεθέντας ἐκράτυναν νόμους, εὐθὺς δέ γε Ῥωμαίων προστεταχότων ἐσβέσθησαν. Δειξάτω τις ὑμῶν, ὦ ἄνδρες, ἕνα γοῦν Σπαρτιάτην ὑπὲρ τῶν Λυκούργου νόμων ἀπο θανεῖν ἀνασχόμενον, ἢ ἕνα Ἀθηναῖον ὑπὲρ τῶν Σόλωνος, ἢ ὑπὲρ τῶν Ζαλεύκου Λοκρόν, ἢ Κρῆτα ὑπὲρ τῶν Μίνωος· ἀλλ' οὐκ ἄν τις ὑμῶν τοῦτό γε δείξειεν· ἡμεῖς δὲ δείκνυμεν ὑπὲρ τῶν ἁλιευτικῶν καὶ σκυτοτομικῶν νόμων πολλὰς καὶ ἀνδρῶν καὶ γυναικῶν ἀνασχομένας ἀποθανεῖν μυριάδας· καὶ μάρτυρες οἱ τῶν μαρτύρων σηκοὶ παὶ πόλεις λαμπρύνοντες καὶ χώρας φαιδρύ νοντες καὶ ξένοις ὁμοῦ καὶ ἐγχωρίοις τὴν ὠφέλειαν προσφέροντες.
9.73.1
Ἐπειδὴ τοίνυν καὶ τῶν νόμων καὶ τῶν νομοθετῶν κατάδηλον ἐκ ξυγκρίσεως γεγένηται τὸ διάφορον, καὶ τὰ μὲν ὤφθη λογισμῶν ἀνθρωπίνων εὑρήματα, τὰ δὲ θεόσδοτα καὶ σωτήρια, δέξασθε, ὦ ἄνδρες, τὰ θεσπέσια δῶρα καὶ τὸν μεγαλόδωρον καὶ φιλόδωρον μὴ ἀτιμάσητε χορηγόν. Εἴσεσθε δὲ αὐτῶν τὸ θεοπρεπὲς ἀκρι βέστερον, εἰ τούτοις ἐντύχητε τὴν πονηρὰν τῶν ψυχῶν ἐξελά σαντες πρόληψιν.