Haereticarum fabularum compendium
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
0.1
Σατορνίλου. δʹ Περὶ Βασιλίδου καὶ Ἰσιδώρου. εʹ Περὶ Καρποκράτους καὶ Ἐπιφάνους. ϛʹ Περὶ Προδίκου. ζʹ Περὶ Βαλεντίνου. ηʹ Περὶ Σεκούνδου καὶ τῶν ἄλλων. θʹ Περὶ Μάρκου τοῦ γόητος. ιʹ Περὶ τῶν Ἀσκοδρυτῶν, ἢ Ἀσκοδρου πιτῶν. ιαʹ Περὶ τῶν Ἀρχοντικῶν. ιβʹ Περὶ Κολορβασίων. ιγʹ Περὶ Βαρβηλιωτῶν, ἤγουν Βορβοριανῶν. ιδʹ Περὶ Σηθιανῶν, ἢ Ὀφιανῶν, ἢ Ὀφιτῶν. ιεʹ Περὶ Καϊνῶν. ιϛʹ Περὶ Ἀντιτακτῶν. ιζʹ Περὶ Περατῶν. ιηʹ Περὶ Μονοΐμου. ιθʹ Περὶ Ἑρμογένους. κʹ Περὶ Τατιανοῦ, καὶ τῶν Ὑδροπαραστα τῶν, ἢ Ἐγκρατιτῶν. καʹ Περὶ Σευήρου. κβʹ Περὶ Βαρδισάνου καὶ Ἁρμονίου. κγʹ Περὶ Φλωρίνου, καὶ Βλάστου. κδʹ Περὶ Κέρδωνος καὶ Μαρκίωνος. κεʹ Περὶ Ἀπελλοῦ, Ποτίτου, Πρέπονος, καὶ τῶν ἄλλων. κϛʹ Περὶ Μάνεντος. ΠΡΟΛΟΓΟΣ. Ὁ μὲν πάνσοφος τῶν ὅλων Θεὸς ἀνδράσιν ὀλίγοις, καὶ τούτοις ἁλιεῦσι καὶ τελώναις, καὶ ἑνὶ σκηνοῤ ῥάφῳ, τὴν τῆς κεχερσωμένης οἰκουμένης ἐν εχείρισε γεωργίαν. Ὁ δὲ παμπόνηρος δαίμων, ὁ τῶν ἀνθρώπων ἀλάστωρ, τούτους ἰδὼν τῆς πολυθέου πλάνης τὰς ἀκάνθας προῤῥίζους ἀνασπῶντας, καὶ ἑαυτὸν τῶν ὑπηκόων γυμνούμενον, μηχανοῤῥάφος ὣν καὶ πονηρίας τεχνίτης, ἑτέρας ἐξεῦρεν ἐπιβου λῶν ἐπινοίας. Ἐκλεξάμενος γὰρ ἀνθρώπους τῆς οἰ κείας ἐνεργείας ἀξίους, καὶ καθάπερ τι προσωπεῖον τὴν τῶν Χριστιανῶν ἐπίκλησιν αὐτοῖς ἐπιθεὶς, καὶ οἷόν τινι μέλιτι περιχρίσας τὸ στόμα τῆς κύλικος, τὸ δηλητήριον τοῦ ψεύδους τοῖς ἀνθρώποις προσενή νοχε φάρμακον. Διψῶν δὲ τῶν ἀνθρώπων τὸν ὄλεθρον, οὐκ ἔμεινε κρατυνθῆναι τῶν ἀποστόλων τὸ κήρυγμα, καὶ τότε τὴν ἐξαπάτην προσήνεγκεν· ἀλλ' εὐθὲς ἐκείνων γεωργεῖν ἀρξαμένων, καὶ τῆς εὐσεβείας καταβάλλειν τὰ σπέρματα, οὗτος μεταξὺ κατέσπειρε τὰ ζιζάνια.