Historia ecclesiastica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
195.1.1
θαι. θεασάμενος δὲ τὸ γεγονὸς ὁ ἐξάγιστος εἰς φρούριον αὐτὸν παρὰ τὴν ἔρημον κείμενον ἐξέπεμψεν, αὐτόθι διάγειν προστεταχώς. ἀλλ' ἐκεῖνος μὲν ἐνιαυτοῦ καὶ μηνῶν διεληλυθότων ὀλίγων μισθὸν τῆς ὁμολογίας τὴν βασιλείαν ἐδέξατο οὐ γὰρ μόνον ἐν ἐκείνῳ τῷ βίῳ τοὺς τῶν θείων ἐπιμελουμένους ὁ δίκαιος γεραίρει κριτής, ἀλλ' ἔστιν ὅτε καὶ παραυτίκα τῶν ἀγαθῶν πόνων ὀρέγει τὰς ἀντιδόσεις, ταῖς ἄρτι χορηγουμέναις δωρεαῖς τὰς ἐλπιζομένας πιστούμενος. Ὁ δὲ τύραννος καὶ ἕτερον κατὰ τῆς εὐσεβείας ἐξεῦρε μηχάνημα. τοῖς γὰρ στρατιωτικοῖς καταλόγοις κατὰ τὸ παλαιὸν ἔθος διανέμων χρυσίον, καθῆστο μὲν αὐτὸς ἐπὶ θρόνου βασιλικοῦ, προὔθηκε δὲ παρὰ τὸ ἔθος βωμὸν ἀνθράκων πλήρη, καὶ λιβανωτὸν ἐπί τινος τραπέζης παρέθηκε. προσέταξε δὲ τῶν τὸ χρυσίον κομιζομένων ἕκαστον πρότερον ἐπιβαλεῖν τῷ βωμῷ τὸν λιβανωτόν, εἶτα τὸ χρυσίον παρὰ τῆς αὐτοῦ κομίσασθαι δεξιᾶς. τήνδε τὴν πάγην οἱ πλεῖστοι μὲν ἠγνόησαν παντελῶς· οἱ δὲ προμεμαθηκότες, σκηψάμενοι νόσον, τὴν χαλεπὴν ἐκείνην διέφυγον θήραν· ἄλλοι δὲ τῶν χρημάτων ὀρεγόμενοι τῆς σφετέρας κατωλιγώρησαν σωτηρίας· ἕτεροι δὲ δειλίᾳ προὔδωκαν τὴν εὐσέβειαν. Μετὰ μέντοι τὴν ὀλεθρίαν ἐκείνην τῶν χρημάτων διανομὴν ἔν τινι συσσιτίῳ τινὲς τῶν τὸ χρυσίον εἰληφότων κατὰ ταὐτὸν εἱστιῶντο. τούτων εἷς φιάλην δεξάμενος οὐ πρότερον ἔπιε πρὶν ἢ τὴν σωτή ριον ἐπιθεῖναι σφραγίδα. τινὸς δὲ τῶν συσσίτων ἐπιμεμψαμένου καὶ φήσαντος ἐναντίον εἶναι τοῦτο τῷ πρὸ βραχέως γεγενημένῳ, ἤρετο ἐκεῖνος τί τῶν ὑπ' αὐτοῦ πεπραγμένων κέκληκεν ἐναντίον. ὁ δὲ τοῦ βωμοῦ καὶ τοῦ λιβανωτοῦ καὶ τῆς ἀρνήσεως τῆς γεγενη 196 μένης ἀνέμνησε· ταῦτα γὰρ τῆς Χριστιανικῆς ὁμολογίας ἀντίπαλα. τούτων ἀκούσαντες τῶν ἑστιωμένων οἱ πλείους ἀνωλόλυξάν τε καὶ ὠλοφύραντο, καὶ πολλὰς τῶν κεφαλῶν ἀποτίλαντες τρίχας ἐξανέ στησάν τε τοῦ συμποσίου καὶ διὰ τῆς ἀγορᾶς θέοντες Χριστιανοί τε εἶναι ἐβόων καὶ βασιλικοῖς παρακεκροῦσθαι τεχνάσμασι καὶ παλινῳ δίαν ᾄδειν καὶ τὴν ἐξ ἀγνοίας συμβᾶσαν ἧτταν ἀναπαλαίειν. μετὰ τούτων θέοντες τῶν βοῶν κατέλαβον τὰ βασίλεια, τῶν τοῦ τυράν νου σοφισμάτων κατηγοροῦντες καὶ πυρὶ παραδοθῆναι παρακαλοῦντες, ἵνα πυρὶ μιανθέντες διὰ πυρὸς ἑτέρου τὴν κάθαρσιν δέξωνται. ταῦτα καὶ ὅσα τούτοις προσόμοια παρ' ἐκείνων λεγόμενα ἐξέμηνε τὸν τοῦ ἀλιτηρίου θυμόν. καὶ πρῶτον μὲν αὐτῶν τὰς κεφαλὰς ἀποτμηθῆναι προσέταξεν. ἀπαγομένων δὲ αὐτῶν ἔξω τοῦ ἄστεως, ἠκολούθει τὸ τῆς πόλεως πλῆθος, ἀγάμενον αὐτοὺς τῆς εὐψυχίας καὶ τὴν ὑπὲρ τῆς εὐσεβείας παρρησίαν θαυμάζον. ἐπειδὴ δὲ τὸ χωρίον ἐκεῖνο κατέλαβον ἔνθα τοὺς κακούργους κολάζειν εἰώθασιν, ἐλιπάρησε τὸν δήμιον ὁ τῶν ἄλλων πρεσβύτερος, τοῦ πάντων αὐτῶν νεωτάτου πρῶτον τὴν κεφαλὴν ἐκτεμεῖν, ἵνα μὴ τῶν ἄλλων θεασάμενος τὴν σφαγὴν τὴν δειλίαν εἰσδέξηται. ἐπειδὴ δὲ ὁ μὲν ἐπέθηκε τῷ δαπέδῳ τὰ γόνατα, ὁ δὲ τὸ ξίφος ἐγύμνωσεν, ἧκέ τις μηνύων τὴν ἄφεσιν καὶ βοῇ κωλύων πόρρωθεν τὴν ἀναίρεσιν. τότε ὁ νεώτατος τὴν τῆς σφαγῆς δυσχεράνας ἀπαλλαγήν·" οὐκ ἦν ἄρα", ἔφη," Ῥωμανὸς ἄξιος μάρτυς κληθῆναι Χριστοῦ". τοῦτο γὰρ ἦν αὐτῷ ὄνομα. ἀλλὰ τὴν μὲν σφαγὴν ὁ κακομήχανος ἐκεῖνος ἐκώλυσε, φθόνῳ βαλλό μενος καὶ τῆς εὐκλείας βασκαίνων τοῖς ἀθληταῖς, οὐκ εἴασε δὲ ὅμως 197 αὐτοὺς τὰς πόλεις οἰκεῖν, ἀλλ' εἰς τὰς ἐσχατιὰς τῆς Ῥωμαίων ἡγε μονίας ἐξέπεμψε. Καὶ Ἀρτέμιον δέ (στρατηγὸς δὲ οὗτος τῶν ἐν Αἰγύπτῳ στρα τιωτῶν ἐγεγόνει), ἐπειδὴ πλεῖστα τῶν εἰδώλων συνέτριψε τὴν ἀρχὴν ἐκείνην ἐν τοῖς Κωνσταντίου χρόνοις λαχών, οὐ μόνον τῶν ὄντων ἐγύμνωσεν ἀλλὰ καὶ τῆς κεφαλῆς τὸ λοιπὸν ἐστέρησε σῶμα. ταῦτα καὶ τὰ τοιαῦτα δέδρακεν ὁ πραότατος καὶ ὀργῆς ἐγκρατέστατος παρὰ τῶν δυσσεβούντων ὀνομαζόμενος. ἐγὼ δὲ καὶ γυναικὸς ἀρίστης ἀξιέπαινον διήγημα προσθήσω τῇ συγγραφῇ· κατεφρόνησαν γὰρ τῆς τούτου λύττης καὶ γυναῖκες τῷ θείῳ ζήλῳ καθωπλισμέναι. Πουπλία τις ἦν κατ' ἐκεῖνον τὸν χρόνον ὀνομαστοτάτη καὶ πολυθρύλητος ἐκ τῶν τῆς ἀρετῆς κατορθωμάτων γεγενημένη. αὕτη καὶ τοῦ γάμου τὸν ζυγὸν πρὸς ὀλίγον δεξαμένη καιρόν, καρπὸν ἀξιά γαστον τῷ θεῷ προσενήνοχεν. Ἰωάννης γάρ, ὁ τῶν ἐν Ἀντιοχείᾳ πρεσβυτέρων ἐπὶ πλεῖστον ἡγησάμενος χρόνον καὶ πολλάκις μὲν τῆς ἀποστολικῆς προεδρίας τὰς ψήφους δεξάμενος, ἀεὶ δὲ τήνδε τὴν ἡγε μονίαν φυγών, ἐξ ἐκείνης τῆς θαυμασίας ἀρούρας ἐβλάστησεν. αὕτη χορὸν ἔχουσα παρθένων τὴν διὰ βίου παρθενίαν ἐπηγγελμένων ἀεὶ μὲν ὕμνει τὸν πεποιηκότα καὶ σεσωκότα θεόν, τοῦ δὲ βασιλέως παριόντος γεγωνότερον κοινῇ ἔψαλλον, εὐκαταφρόνητον ἡγούμεναι καὶ καταγέλαστον τὸν ἀλάστορα. ᾖδον δὲ μάλιστα ἐκεῖνα τὰ ᾄσματα ἃ τῶν εἰδώλων κωμῳδεῖ τὴν ἀσθένειαν, καὶ μετὰ τοῦ Δαβὶδ ἔλεγον·" τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων". καὶ μετὰ τὴν τῆς ἀναισθησίας διήγησιν ἔλεγον· 198" ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ καὶ πάντες οἱ πεποιθότες ἐπ' αὐτοῖς". τούτων ἀκούσας ἐκεῖνος καὶ λίαν ἀνιαθεὶς σιγᾶν αὐταῖς προσέταξε κατὰ τὸν τῆς παρόδου καιρόν. ἡ δὲ μικρὸν τῶν ἐκείνου νόμων φροντίσασα, πλείονος τὸν χορὸν προθυμίας ἐνέπλησε, καὶ πάλιν ἐκείνου διιόντος ψάλλειν ἐκέλευσεν·" ἀναστήτω ὁ θεὸς καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ". ὁ δὲ χαλεπήνας τοῦ χοροῦ τὴν διδάσκαλον ἀχθῆναι προσέταξε. καὶ γῆρας ἰδὼν αἰδοῦς ἀξιώτατον, οὔτε τοῦ σώματος τὴν πολιὰν ᾤκτει ρεν οὔτε τὴν τῆς ψυχῆς τετίμηκεν ἀρετήν, ἀλλά τισι τῶν δορυφόρων ἐκέλευσεν ἐπὶ κόρρης αὐτὴν ἑκατέρας παῖσαι καὶ ταῖς χερσὶ φοινίξαι τὰς παρειάς. ἡ δὲ ὡς ἄκραν τιμὴν δεξαμένη τὴν ἀτιμίαν ἀνελήλυθε μὲν εἰς τὸ δωμάτιον, συνήθως δὲ αὐτὸν ταῖς πνευματικαῖς ἔβαλλε μελῳδίαις, καθάπερ ὁ τῆς μελῳδίας ἐκείνης συγγραφεὺς καὶ διδάσκα λος τὸ πονηρὸν ἐκεῖνο κατέπαυε πνεῦμα τὸ τῷ Σαοὺλ ἐνοχλοῦν. Καὶ γὰρ οὗτος τοὺς ἀλάστορας εἰσοικισάμενος δαίμονας, κορυβαν τιῶν διετέλει καὶ κατὰ τῆς εὐσεβείας λυττῶν. διὰ γὰρ δὴ τοῦτο καὶ τοὺς Ἰουδαίους κατὰ τῶν εἰς Χριστὸν πεπιστευκότων καθώπλισεν. καὶ πρῶτον μὲν αὐτοὺς συναλίσας ἤρετο τί δή ποτε τοῦ νόμου θύειν κελεύοντος ταῖς θυσίαις οὐ χρῶνται· ἐπειδὴ δὲ ἔφασαν ἑνὶ τόπῳ τὴν σφετέραν περιγεγράφθαι λατρείαν, παραυτίκα προσέταξεν ὁ θεομισὴς ἀνεγεῖραι τὸν καταλυθέντα νεών, τὴν δεσποτικὴν ὑπολαμβάνων 199 ὁ μάταιος πρόρρησιν διελέγχειν. ἔδειξε δὲ μᾶλλον τὴν ταύτης ἀλή θειαν. τούτων γὰρ ἐκεῖνοι τῶν λόγων ἀσπασίως ἀκούσαντες ἅπασι τὰ προστεταγμένα τοῖς κατὰ τὴν οἰκουμένην ὁμοφύλοις ἐδήλωσαν. οἱ δὲ πάντοθεν συνέθεον, καὶ χρήματα καὶ προθυμίαν εἰς τὴν οἰκοδο μίαν εἰσφέροντες. ἐχορήγησε δὲ ὅτι πλεῖστα καὶ ὁ τοῦτο προστετα χώς, οὐ φιλοτιμίᾳ χρώμενος ἀλλὰ τῇ ἀληθείᾳ μαχόμενος. συναπέστειλε δὲ καὶ ἄρχοντα, τῶν δυσσεβῶν προσταγμάτων ἄξιον ὑπουργόν. φασὶ δὲ αὐτοὺς καὶ σκαπάνας ἐξ ὕλης ἀργύρου καὶ ἄμας καὶ κοφινίδας κατασκευάσαι. Ἐπειδὴ δὲ ὀρύττειν ἤρξαντο καὶ τὸν χοῦν ἐκφορεῖν, πανημέριον μὲν τοῦτο ἔδρων μυριάδες πολλαί, νύκτωρ δὲ ὁ χοῦς αὐτόματος ἀπὸ τῆς φάραγγος μετετίθετο κατέλυσαν δὲ καὶ αὐτὰ τῆς οἰκοδομίας τὰ λείψανα, νεόδμητα πάντα κατασκευάσειν ἐλπίσαντες. ἐπειδὴ δὲ καὶ γύψου καὶ τιτάνου πολλὰς μεδίμνων συνήθροισαν μυριάδας, ἐξαπίνης ἄνεμοι βίαιοι πνεύσαντες καὶ στρόβιλοι καὶ καταιγίδες καὶ λαίλαπες πάσας ἀθρόως ἐσκέδασαν. ἔτι δὲ μεμηνότων ἐκείνων καὶ τῇ μακρο θυμίᾳ τῇ θείᾳ μὴ σωφρονιζομένων, πρῶτον μὲν σεισμὸς ἐγένετο μέγιστος καὶ τοὺς παντελῶς ἀμυήτους τῶν θείων ἱκανὸς καταπλῆ ξαι. ἐπειδὴ δὲ οὐκ ἔδεισαν, πῦρ ἐκ τῶν ὀρυττομένων ἀναδραμὸν θεμελίων πλείστους μὲν τῶν ὀρυττόντων ἐνέπρησε, τοὺς δὲ ἄλλους ἐσκέδασε. καὶ νύκτωρ δὲ παμπόλλων ἔν τινι πελαζούσῃ καθευδόν των στοᾷ, κατηνέχθη μὲν ἀθρόως σὺν τῷ ὀρόφῳ τὸ οἰκοδόμημα, τοὺς δὲ καθεύδοντας συνέχωσεν ἅπαντας. κατὰ δὲ τὴν αὐτὴν νύκτα καὶ αὖ πάλιν τῇ ὑστεραίᾳ ὤφθη ἐν τῷ οὐρανῷ τοῦ σωτηρίου σταυ ροῦ τὸ σχῆμα φωτοειδές· καὶ αὐτὰ δὲ τὰ τῶν Ἰουδαίων ἐσθήματα 200 σταυρῶν ἐπεπλήρωτο, οὐκ ἔτι μέντοι φωτοειδῶν ἀλλ' ἐκ μελαίνης κατεσκευασμένων χροιᾶς. ταῦτα οἱ ἀντίθεοι θεασάμενοι καὶ τὰς θεηλάτους μάστιγας ὀρρωδήσαντες ἀπέδρασάν τε καὶ τὰ οἰκεῖα κατέ λαβον, θεὸν ὁμολογοῦντες τὸν ὑπὸ τῶν προγόνων τῷ ξύλῳ προση λωθέντα. ταῦτα ἤκουσε μὲν Ἰουλιανός, παρὰ πάντων γὰρ ᾔδετο, τῷ δὲ Φαραὼ παραπλησίως τὴν καρδίαν ἐσκλήρυνεν. Ἐπειδὴ δὲ Πέρσαι τὴν Κωνσταντίου πυθόμενοι τελευτὴν ἀνε θάρρησαν καὶ εἰς τοὺς Ῥωμαίων ὅρους ἀφίκοντο πόλεμον προαγγεί λαντες, ἔδοξεν αὐτῷ συναγεῖραι τὴν στρατιάν, τὸν ταύτης οὐκ ἔχοντι πρόμαχον. πέμψας δὲ εἰς Δελφοὺς καὶ Δῆλον καὶ Δωδώνην καὶ τὰ ἄλλα χρηστήρια, εἰ χρὴ στρατεύειν ἐπηρώτα τοὺς μάντεις. οἱ δὲ καὶ στρατεύειν ἐκέλευον καὶ ὑπισχνοῦντο τὴν νίκην. ἕνα δὲ τῶν χρησμῶν εἰς ἔλεγχον τοῦ ψεύδους ἐνθήσω τῇ συγγραφῇ. ἔστι δὲ οὗτος·" νῦν πάντες ὡρμήθημεν θεοὶ νίκης τρόπαια κομίσασθαι παρὰ Θηρὶ πο ταμῷ· τῶν δ' ἐγὼ ἡγεμονεύσω θοῦρος πολεμόκλονος Ἄρης". τὸ μὲν οὖν τῶν ἐπῶν καταγέλαστον κωμῳδείτωσαν οἱ λόγιον θεὸν καὶ τῶν Μουσῶν ἀρχηγέτην τὸν Πύθιον ὀνομάζοντες· ἐγὼ δὲ αὐτοῦ τὸ ψεῦδος εὑρὼν τὸν ἐξηπατημένον ὀδύρομαι. Θῆρα δὲ ποταμὸν τὸν Τίγριν ὠνόμασαν, ἐπειδήπερ ἐστὶν αὐτοῦ θηρίον ὁμώνυμον. οὗτος δὲ ἐκ τῶν Ἀρμενίων ἀναβλυστάνων ὀρῶν καὶ διὰ τῆς Ἀσσυρίας ῥέων εἰς τὸν Περσικὸν εἰσβάλλει κόλπον. Ὑπὸ τούτων ὁ δείλαιος βουκοληθεὶς τῶν χρησμῶν, καὶ τὴν νίκην ὠνειροπόλει καὶ μετὰ τὴν Περσικὴν μάχην τὸν πρὸς τοὺς Γαλιλαίους ἐφαντάζετο πόλεμον. τοὺς δὲ Χριστιανοὺς Γαλιλαίους 1 ὠνόμαζεν, ἀτιμίαν αὐτοῖς ἐκ τῆς προσηγορίας προσάψειν ἡγούμενος. ἔδει δὲ αὐτὸν σκοπῆσαι λόγοις ἐντεθραμμένον, ὡς ἥκιστα δόξῃ λυ μαίνεται προσηγορίας ἐναλλαγή. οὐδὲ γὰρ εἰ Σωκράτης ὠνομάσθη Κριτίας καὶ Φάλαρις ὁ Πυθαγόρας προσηγορεύθη, λώβης ἂν μετέσχον τινὸς ἐκ τῆς τῶν ὀνομάτων μεταβολῆς· οὐδέ γε ὁ Νηρεὺς Θερσίτης ἐπικληθεὶς ἀπώλεσεν ἂν ὃ παρὰ τῆς φύσεως ἐδέξατο κάλλος. ἀλλὰ τούτων οὐδὲν ὁ ταῦτα πεπαιδευμένος εἰς νοῦν λαβών, ἐκ τῆς οὐδα μόθεν ἡμῖν ἁρμοττούσης προσηγορίας πημαίνειν ἡμᾶς ὑπέλαβε· καὶ τῇ τῶν χρησμῶν ψευδολογίᾳ πιστεύσας ἠπείλει ταῖς ἐκκλησίαις ἐνι δρῦσαι τῆς δαίμονος τῆς ἀκολάστου τὰ εἴδωλα. Μετὰ τούτων δὲ ἀπάρας τῶν ἀπειλῶν, ὑφ' ἑνὸς ἀνδρὸς ἐν Βεροίᾳ κατηγωνίσθη. οὗτος γὰρ ὁ ἀνὴρ καὶ ἄλλως μὲν περιφανὴς ἐτύγχανεν ὤν (τῶν γὰρ αὐτόθι πολιτευομένων ἡγεῖτο), περιφανέστερον δὲ αὐτὸν ὁ ζῆλος ἀπέφηνε. τὸν γὰρ υἱὸν θεασάμενος εἰς τὴν τότε κρατοῦσαν ἀσέβειαν ἐξοκείλαντα ἐξήλασε τῆς οἰκίας καὶ προφανῶς ἀπεκήρυξεν. ὁ δὲ ἐν τῷ πελάζοντι τῇ πόλει σταθμῷ τῷ βασιλεῖ προσελθών, τήν τε οἰκείαν γνώμην καὶ τὴν τοῦ πατρὸς ἐδήλωσεν ἀποκήρυξιν· ὁ δὲ ἡσυχίαν ἄγειν τῷ νέῳ προσέταξε, καταλλάξειν ὑποσχόμενος τὸν πατέρα. ἐπειδὴ δὲ ἀφίκετο εἰς τὴν Βέροιαν, τοὺς ἐν τέλει καὶ ἀξιω τάτους συνεκάλεσεν εἰς ἑστίασιν· ἐν δὲ τούτοις ἦν καὶ ὁ τούτου πατήρ. τοῦτον δὲ μετὰ τοῦ παιδὸς εἰς τὴν αὐτοῦ στιβάδα κατακλι θῆναι προσέταξε. τοῦ δὲ ἀρίστου μεσοῦντος ἔφη πρὸς τὸν πατέρα·" οὐ δίκαιον εἶναί μοι δοκεῖ βιάζεσθαι γνώμην ἑτέρωσε κλινομένην 2 καὶ μετάγειν μὴ βουλομένην εἰς ἕτερα. μὴ δὴ οὖν βιάσῃ τὸν παῖδα τοῖς σοῖς δόγμασιν ἀκολουθεῖν οὐ βουλόμενον· οὐδὲ γὰρ ἐγώ σε", ἔφη," βιάζομαι τοῖς ἐμοῖς ἕπεσθαι, καίτοι μάλα ῥᾳδίως ἀναγκάσαι δυνάμενος". ὁ δὲ τῇ περὶ τὰ θεῖα πίστει τὸν λογισμὸν παραθήξας·" περὶ τούτου", ἔφη," ὦ βασιλεῦ, τοῦ ἀλάστορος λέγεις τοῦ θεομισοῦς καὶ τὸ ψεῦδος τῆς ἀληθείας προελομένου;" ὁ δὲ πάλιν τὸ τῆς πρα ότητος περιθεὶς προσωπεῖον·" παῦσαι", ἔφη," ἄνθρωπε, λοιδορού μενος". καὶ πρὸς τὸν νέον ἀποκλίνας τὸ πρόσωπον·" ἐγώ σου". ἔφη," φροντιῶ, ἐπειδή σου τὸν πατέρα δρᾶσαι τοῦτο οὐκ ἔπεισα". τοῦδε μέντοι τοῦ διηγήματος οὐ μάτην ἐμνήσθην, ἀλλὰ δεῖξαι βου λόμενος οὐ μόνον τοῦ θαυμασίου ἀνδρὸς τὴν ἀξιάγαστον παρρησίαν, ἀλλ' ὅτι καὶ πλεῖστοι τῆς ἐκείνου κατεφρόνησαν δυναστείας. Καὶ γὰρ καὶ ἐν Ἀντιοχείᾳ πάλιν ἀνήρ τις ἄριστος, παιδαγωγεῖν μειράκια πεπιστευμένος, συνήθης μὲν ἦν, ὡς πλειόνων λόγων ἢ κατὰ παιδαγωγὸν μετασχών, τῷ τηνικαῦτα τῶν διδασκάλων ἡγουμένῳ Λιβάνιος δὲ ἦν, ὁ ἐν σοφισταῖς πολυθρύλητος. δυσσεβὴς δὲ οὗτος ὢν καὶ τὴν νίκην προσμένων καὶ τὰς Ἰουλιανοῦ φανταζόμενος ἀπει λάς, ἤρετο τὸν παιδαγωγὸν κωμῳδῶν τὰ ἡμέτερα·" τί νῦν ποιεῖ", λέγων," τοῦ τέκτονος ὁ υἱός;" ὁ δὲ τῆς θείας ἀναπλησθεὶς χάριτος προείρηκε τὸ μετ' ὀλίγον γενόμενον·" γλωσσόκομον γάρ", ἔφη," ὦ σοφιστά, ὁ τοῦ παντὸς κατασκευάζει δημιουργός, ὃν σὺ κωμῳδῶν τέκτονος υἱὸν προσηγόρευσας". ὀλίγων δὲ διελθουσῶν ἡμερῶν, ὁ τοῦ ἀλάστορος ἐκείνου θάνατος ἐμηνύθη καὶ ἐν γλωσσοκόμῳ κείμενος ἐκομίσθη καὶ τῶν ἀπειλῶν ὁ κόμπος μάταιος ἀπεφάνθη. Καὶ ὁ τῶν ἀσωμάτων δὲ τὸν βίον ἐν σώματι μιμησάμενος, Ἰου 3 λιανὸν λέγω τὸν Σάβαν ἐπίκλην τῇ Σύρων φωνῇ προσαγορευόμενον, οὗ τὴν πολιτείαν ἐν τῇ Φιλοθέῳ συνεγράψαμεν Ἱστορίᾳ, σπουδαιο τέραν τῷ θεῷ τῶν ὅλων ἱκετείαν προσέφερε, τὰς τοῦ δυσσεβοῦς ἐκείνου μεμαθηκὼς ἀπειλάς. κατ' ἐκείνην δὲ τὴν ἡμέραν καθ' ἣν ἐκεῖνος ἐδέξατο τὴν σφαγήν, οὗτος ταύτην προσευχόμενος ἔγνω, καίτοι πλειόνων ἢ εἴκοσι σταθμῶν ἐκ τοῦ φροντιστηρίου μέχρι τοῦ στρα τοπέδου ἀριθμουμένων. φασὶ δὲ αὐτὸν ποτνιώμενον καὶ τὸν φιλάν θρωπον ἀντιβολοῦντα δεσπότην ἐπισχεῖν μὲν ἐξαπίνης τὴν τῶν δακρύων φοράν, διαχυθῆναι δὲ καὶ θυμηδίας πλησθῆναι καὶ γανωθῆ ναι τὸ πρόσωπον καὶ τούτῳ μηνῦσαι τὴν τῆς ψυχῆς ἡδονήν. ταύ την οἱ συνηθέστεροι τὴν μεταβολὴν αὐτοῦ θεασάμενοι, μηνῦσαι σφίσιν ἱκέτευσαν τῆς εὐφροσύνης τὴν ἀφορμήν. ὁ δὲ τὸν σῦν ἔφη τὸν ἄγριον τὸν τοῦ ἀμπελῶνος τοῦ θείου πολέμιον δίκας εἰσπεπρᾶχθαι τῶν εἰς τοῦτον ἀδικημάτων καὶ κεῖσθαι νεκρόν, τῆς ἐπιβουλῆς πε παυμένον. ταῦτα μεμαθηκότες ἐχόρευον ἅπαντες καὶ τῷ θεῷ τὸν χαριστήριον προσέφερον ὕμνον. ἔγνωσαν δὲ καὶ παρὰ τῶν τὴν ἐκεί νου τελευτὴν μεμηνυκότων αὐτὴν εἶναι καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθ' ἣν ἀνῃρῆσθαι τὸν ἀλιτήριον ὁ θεῖος ἐκεῖνος πρεσβύτης ἔγνω τε καὶ προείρηκε. Τὴν ἐκείνου δὲ ἀβουλίαν σαφέστερον ὁ θάνατος ἔδειξε. διαβὰς γὰρ τὸν ὁρίζοντα ποταμὸν ἀπὸ τῆς Περσῶν τὴν Ῥωμαίων ἡγεμονίαν καὶ τὴν στρατιὰν διαβιβάσας, ἐνέπρησε παραυτίκα τὰ σκάφη, πολε μεῖν ἀναγκάζων, οὐ πείθων, τοὺς στρατιώτας. οἱ δὲ ἄριστοι στρατηγοὶ προθυμίας ἀναπιμπλάναι τοὺς ἀρχομένους εἰώθασι, κἂν ἀθυμοῦντας 4 ἴδωσι, ψυχαγωγοῦσι καὶ ταῖς ἐλπίσιν ἐπαίρουσιν· οὗτος δὲ τὴν ἀγαθὴν εὐθὺς ἀπέκοψεν ἐλπίδα, τῆς ἐπανόδου τὴν διαβάθραν ἐμπρήσας. πρὸς δὲ τούτοις δέον πάντοθεν πορίζειν τοῖς στρατιώταις τὴν ἀναγκαίαν τροφήν, οὔτε ἐκ τῆς οἰκείας ταύτην προσέταξε φέρεσθαι, οὔτε τὴν πολεμίαν ληϊζόμενος παρεῖχε τὴν ἀφθονίαν· καταλιπὼν γὰρ τὴν οἰκου μένην διῄει τὴν ἔρημον. ἐνταῦθα δὴ καὶ ποτοῦ καὶ τροφῆς οἱ στρατιῶ ται σπανίζοντες, καὶ τῆς πορείας ἡγεμόνας οὐκ ἔχοντες ἀλλ' ἐν ἐρήμῳ χώρᾳ πλανώμενοι, τὴν τοῦ σοφωτάτου βασιλέως ἔγνωσαν ἀβουλίαν. ὀλοφυρόμενοι δὲ καὶ στένοντες εὗρον ἐξαπίνης κείμενον τὸν κατὰ τοῦ πεποιηκότος λυττήσαντα, καὶ τὸν Ἄρεα τὸν πολεμόκλονον ἐπίκουρον οὐ γενόμενον κατὰ τὴν ὑπόσχεσιν, καὶ τὸν Λοξίαν τὰ ψευδῆ μαν τευσάμενον, καὶ τὸν τερπικέραυνον κατὰ τοῦ κτείναντος τοῖς κεραυ νοῖς οὐ χρησάμενον, καὶ τὸν κόμπον τῶν ἀπειλῶν ἐρριμμένον εἰς ἔδαφος. τὸν μέντοι τὴν δικαίαν ἐκείνην ἐπενεγκόντα πληγὴν οὐδεὶς ἔγνω μέχρι καὶ τήμερον· ἀλλ' οἱ μέν τινα τῶν ἀοράτων ταύτην ἐπε νηνοχέναι φασίν, οἱ δὲ τῶν νομάδων ἕνα τῶν Ἰσμαηλιτῶν καλου μένων, ἄλλοι δὲ στρατιώτην τὸν λιμὸν καὶ τὴν ἔρημον δυσχεράναντα. ἀλλ' εἴτε ἄνθρωπος εἴτε ἄγγελος ὦσε τὸ ξίφος, δῆλον ὡς τοῦτο δέδρακε τοῦ θείου νεύματος γενόμενος ὑπουργός. ἐκεῖνον δέ γέ φασι δεξάμενον τὴν πληγὴν εὐθὺς πλῆσαι τὴν χεῖρα τοῦ αἵματος καὶ τοῦτο 5 ῥίψαι εἰς τὸν ἀέρα καὶ φάναι·" νενίκηκας Γαλιλαῖε", καὶ κατὰ ταὐτὸν τήν τε νίκην ὁμολογῆσαι καὶ τὴν βλασφημίαν τολμῆσαι· οὕτως ἐμβρόντητος ἦν. Μετὰ δὲ τὴν σφαγὴν αἱ τῆς ἐκείνου γοητείας ἐφωράθησαν μαγγα νεῖαι. Κάρραι γὰρ πόλις ἐστὶν ἔτι καὶ νῦν ἔχουσα τῆς ἀσεβείας τὰ λείψανα. διὰ ταύτης ὁ μάταιος τὴν πορείαν ποιούμενος (τὴν γὰρ Ἔδεσαν ὡς εὐσεβείᾳ κοσμουμένην εὐώνυμον καταλελοίπει), εἰς τὸν παρὰ τῶν δυσσεβῶν τιμώμενον σηκὸν εἰσελθὼν καί τινα ἐν τούτῳ σὺν τοῖς κοινωνοῖς τοῦ μύσους ἐπιτελέσας, κλεῖθρα καὶ σήμαντρα ταῖς θύραις ἐπέθηκε καί τινας ταύταις προσεδρεύειν προσέταξε στρατιώ τας, μηδένα εἴσω τῶν θυρῶν γενέσθαι μέχρι τῆς ἐπανόδου κελεύσας. ἐπειδὴ δὲ ὁ θάνατος ἀπηγγέλθη καὶ εὐσεβὴς βασιλεία τὴν δυσσεβῆ διεδέξατο, εἴσω γενόμενοι τοῦ σηκοῦ εὗρον τὴν ἀξιάγαστον τοῦ βασι λέως ἀνδρείαν τε καὶ σοφίαν καὶ πρὸς τούτοις εὐσέβειαν. εἶδον γὰρ γύναιον ἐκ τῶν τριχῶν ᾐωρημένον, ἐκτεταμένας ἔχον τὰς χεῖρας· ἧς ἀνακείρας ὁ ἀλιτήριος τὴν γαστέρα τὴν νίκην δήπουθεν τὴν κατὰ Περσῶν διὰ τοῦ ἥπατος ἔγνω. τοῦτο μὲν οὖν ἐν Κάρραις ἐφωράθη τὸ μύσος. Ἐν Ἀντιοχείᾳ δὲ πολλὰς μὲν κιβωτοὺς ἐν τοῖς βασιλείοις κεφαλῶν πεπληρωμένας εὑρῆσθαί φασι, πολλὰ δὲ φρέατα σωμάτων ἀνάπλεα νεκρῶν. ταῦτα γὰρ τῶν δυσωνύμων θεῶν τὰ μαθήματα. 6 Ἡ δὲ Ἀντιόχου πόλις τὴν ἐκείνου μεμαθηκυῖα σφαγὴν δημοθοινίας ἐπετέλει καὶ πανηγύρεις· καὶ οὐ μόνον ἐν ταῖς ἐκκλησίαις ἐχόρευον καὶ τοῖς τῶν μαρτύρων σηκοῖς, ἀλλὰ καὶ ἐν τοῖς θεάτροις τοῦ σταυ ροῦ τὴν νίκην ἐκήρυττον καὶ τοῖς ἐκείνου μαντεύμασιν ἐπετώθαζον. ἐγὼ δὲ καὶ τὴν ἀξιάγαστον αὐτῶν θήσω φωνήν, ἵνα καὶ τοῖς μεθ' ἡμᾶς ἐσομένοις ἡ ταύτης φυλάττηται μνήμη. κοινῇ γὰρ πάντες ἐβόων·" ποῦ σου τὰ μαντεῖα, Μάξιμε μωρέ· ἐνίκησεν ὁ θεὸς καὶ ὁ Χριστὸς αὐτοῦ". Μάξιμος δέ τις ἦν κατ' ἐκεῖνο καιροῦ φιλοσοφίας μὲν πρόσχημα περικείμενος, γοητείᾳ δὲ χρώμενος καὶ προλέγειν τὰ μέλλοντα σεμνυνόμενος. ὅτι δὲ Ἀντιοχεῖς, παρὰ τῆς μεγίστης ξυνω ρίδος Πέτρου καὶ Παύλου τὰ θεῖα δεξάμενοι δόγματα καὶ θερμῶς τὸν τῶν ὅλων δεσπότην καὶ σωτῆρα ποθοῦντες, βδελυττόμενοι ἀεὶ τὸν ἐξάγιστον διετέλεσαν, καὶ αὐτὸς ἐκεῖνος ᾔδει σαφῶς. διά τοι τοῦτο καὶ λόγον συνέγραψε κατ' αὐτῶν καὶ Μισοπώγωνα τοῦτον ὠνόμασεν. ἐγὼ δὲ τὴν ἐπὶ τῇ τελευτῇ τοῦ τυράννου χορείαν τέλος ἐπιθήσω τῇ συγγραφῇ· οὐ γὰρ ὅσιον ὑπέλαβον εὐσεβῆ συνάψαι βασι λείαν τῇ δυσσεβεῖ δυναστείᾳ. 7 Τὰ κεφάλαια τοῦ δʹ λόγου αʹ. Περὶ τῆς Ἰοβιανοῦ βασιλείας καὶ εὐσεβείας. βʹ. Περὶ τῆς ἐπανόδου τοῦ ἁγίου Ἀθανασίου. γʹ. Ἐπιστολὴ συνοδικὴ πρὸς τὸν βασιλέα Ἰοβιανὸν γραφεῖσα περὶ τῆς πίστεως. δʹ. Περὶ τῶν ἀποδοθέντων σιτηρεσίων ταῖς ἐκκλησίαις. εʹ. Περὶ τῆς τούτου
195.2.1
Περὶ τῆς Βαλεντινιανοῦ βασιλείας, καὶ ὅπως Βάλεντα τὸν ἀδελ φὸν κοινωνὸν ἐποιήσατο. ζʹ. Περὶ τῆς Ἀμβροσίου τοῦ ἐπισκόπου χειροτονίας. ηʹ. Ἐπιστολὴ τοῦ βασιλέως Βαλεντινιανοῦ καὶ Βάλεντος περὶ τοῦ ὁμοουσίου γραφεῖσα πρὸς τὴν Ἀσιανὴν διοίκησιν. θʹ. Συνοδικὸν τῆς ἐν τῷ Ἰλλυρικῷ συναθροισθείσης συνόδου περὶ τῆς πίστεως. ιʹ. Περὶ τῆς τῶν Αὐδιάνων αἱρέσεως. ιαʹ. Περὶ τῆς τῶν Μεσσαλιανῶν αἱρέσεως. ιβʹ. Τίνα τρόπον ὁ Βάλης ἐξέκλινεν εἰς τὴν αἵρεσιν. ιγʹ. Ὅπως τοὺς ἀρετῇ διαλάμποντας τῶν ἐπισκόπων ἐξώρισε. 8 ιδʹ. Περὶ Εὐσεβίου τοῦ ἐπισκόπου Σαμοσάτων καὶ Ἀντιόχου τοῦ πρεσβυτέρου καὶ Εὐολκίου τοῦ διακόνου.
195.3.1
Περὶ τοῦ Σαμοσατέων ζήλου. ι ʹ. Περὶ τοῦ ἁγίου Βάρσου τοῦ ἐπισκόπου Ἐδέσσης καὶ τῶν σὺν αὐτῷ ἐξορισθέντων κληρικῶν. ιζʹ. Περὶ τοῦ ἐν Ἐδέσσῃ γενομένου διωγμοῦ. ιηʹ. Περὶ Εὐλογίου καὶ Πρωτογένους τῶν Ἐδεσσηνῶν πρεσβυτέρων. ιθʹ. Περὶ τοῦ ἁγίου Βασιλείου τοῦ Καισαρείας ἐπισκόπου, καὶ τῶν κατ' αὐτοῦ γεγενημένων ὑπὸ Βάλεντος τοῦ βασιλέως καὶ Μοδέ στου ὑπάρχου. κʹ. Περὶ τῆς τοῦ ἁγίου Ἀθανασίου τελευτῆς καὶ τῆς Πέτρου χειρο τονίας. καʹ. Περὶ Λουκίου τοῦ Ἀρειανοῦ. κβʹ. Διήγησις τοῦ μακαρίου Πέτρου τοῦ ἐπισκόπου Ἀλεξανδρείας περὶ τῶν ἐν Ἀλεξανδρείᾳ συμβεβηκότων. κγʹ. Περὶ τῆς Μωϋσέως τοῦ μονάζοντος χειροτονίας.
195.4.1
Περὶ τῶν ἐν Κωνσταντινουπόλει τολμηθέντων. κεʹ. Ὅπως Φλαβιανὸς καὶ Διόδωρος τὴν ἐν Ἀντιοχείᾳ τῶν ὀρθοδόξων συνεκρότουν ἐκκλησίαν. κ ʹ. Τὰ κατὰ τὸν ἅγιον Ἀφραάτην τὸν μονάζοντα. κζʹ. Τὰ κατὰ τὸν ἅγιον Ἰουλιανὸν τὸν μονάζοντα. κηʹ. Τὰ κατὰ τὸν ἅγιον Ἀντώνιον τὸν μονάζοντα. 9 κθʹ. Τίνες ἄλλοι μονάζοντες κατὰ τοῦτον διέπρεπον τὸν καιρόν. λʹ. Περὶ Διδύμου τοῦ Ἀλεξανδρέως καὶ Ἐφραῒμ τοῦ Σύρου. λαʹ. Τίνες ἐν τῇ Ποντικῇ καὶ Ἀσιανῇ διέπρεπον ἐπίσκοποι κατὰ τοῦτον τὸν καιρόν. λβʹ. Περὶ τῶν παρὰ Βάλεντος τῷ μεγάλῳ Βαλεντινιανῷ περὶ τοῦ πολέμου γραφέντων καὶ τῶν παρ' ἐκείνου πιστῶς ἀντιγραφέντων. λγʹ. Περὶ τῆς Τερεντίου τοῦ κόμητος εὐσεβείας. λδʹ. Περὶ τῆς Τραϊανοῦ τοῦ στρατηλάτου παρρησίας. λεʹ. Περὶ Ἰσαακίου τοῦ ἐν Κωνσταντινουπόλει μονάζοντος. λ ʹ. Περὶ τῆς Βετρανίωνος τοῦ Σκυθίας ἐπισκόπου παρρησίας. λζʹ. Περὶ τῆς κατὰ Γότθων Βάλεντος στρατείας καὶ ὅπως ἔτισε τῆς ἀσεβείας δίκας. ληʹ. Πόθεν οἱ Γότθοι τῆς Ἀρειανικῆς μετέλαχον πλάνης. ΤΟΜΟΣ ΤΕΤΑΡΤΟΣ ΤΗΣ ΘΕΟΔΩΡΗΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ Μετὰ δὲ τὴν Ἰουλιανοῦ σφαγὴν συνελθόντες σὺν τοῖς ὑπάρχοις οἱ στρατηγοὶ ἐβουλεύοντο τίνα χρὴ τὴν βασιλείαν παραλαβεῖν, καὶ τήν τε στρατιὰν ἐν τῇ πολεμίᾳ διασῶσαι τά τε Ῥωμαίων ἀναρρῶσαι πράγματα ἐπὶ ξυροῦ ἀκμῆς ὄντα, τὸ δὴ λεγόμενον, διὰ τὴν τοῦ κατοιχομένου θρασύτητα. τούτων δὲ περὶ τούτων βουλευομένων, ἡ στρατιὰ συναθροισθεῖσα κατὰ ταὐτὸν Ἰοβιανὸν ἐξῄτησε βασιλέα, οὔτε στρατηγὸν ὄντα οὔτε τῶν μετ' ἐκείνους, ἐπίσημον δὲ ἄνδρα καὶ περιφανῆ καὶ πολλῶν ἕνεκα γνώριμον· σῶμά τε γὰρ μέγιστον εἶχε καὶ ψυχὴν μεγαλόφρονα, καὶ ἀριστεύειν ἐν τοῖς πολέμοις εἰώθει καὶ ἐν τοῖς ἀγῶσι τοῖς μείζοσι. παρρησίᾳ γὰρ κατὰ τῆς ἀσεβείας χρησά μενος τοῦ τυράννου τὴν δυναστείαν οὐκ ἔδεισεν, ἀλλὰ κατὰ τὴν προθυμίαν τοῖς τοῦ σωτῆρος ἡμῶν μάρτυσι συνετέτακτο. τότε δὴ οἱ στρατηγοί, τῆς στρατιᾶς τὴν συμφωνίαν θείαν ψῆφον ὑπολαβόντες, ἤγαγον εἰς μέσον τὸν πάντα ἄριστον ἄνδρα ἐκεῖνον, καὶ βῆμα σχεδιά σαντες ὑψηλὸν ἔστησαν ἐπὶ τούτου. εἶτα πάντων αὐτῷ τὰ βασιλικὰ προσενηνοχότων προσρήματα καὶ Αὔγουστον προσαγορευσάντων καὶ 211 Καίσαρα, τῇ συνήθει παρρησίᾳ χρησάμενος ὁ ἀξιάγαστος ἐκεῖνος ἀνήρ, καὶ μήτε τοὺς ἄρχοντας δείσας μήτε τῶν στρατιωτῶν τὴν ἐπὶ τὰ χείρω μεταβολήν·" οὐ δύναμαι", ἔφη," Χριστιανὸς ὢν τῶν τοιούτων ἄρχειν οὐδὲ τῆς Ἰουλιανοῦ στρατιᾶς βασιλεύειν πονηρὰ παιδευθείσης μαθήματα· οἱ γὰρ τοιοῦτοι, τῆς θείας προμηθείας γεγυμνωμένοι, εὐάλωτοί τέ εἰσιν καὶ λίαν εὐεπιχείρητοι, καὶ ἐπίχαρτοι τοῖς πολε μίοις γενήσονται". τούτων ἀκούσαντες τῶν λόγων οἱ στρατιῶται κοινὴν ἀφῆκαν φωνήν·" μὴ ἐνδοιάσῃς, ὦ βασιλεῦ, μηδὲ τὴν ἡμετέραν ὡς πονηρὰν φύγῃς ἡγεμονίαν· Χριστιανῶν γὰρ βασιλεύσεις καὶ μαθή μασιν εὐσεβέσι συντεθραμμένων. οἱ μὲν γὰρ ἐν ἡμῖν γεραίτεροι καὶ τῆς Κωνσταντίνου διδασκαλίας ἀπήλαυσαν, οἱ δὲ μετ' ἐκείνους τῶν Κωνσταντίου μετέλαχον παιδευμάτων· τούτου δὲ τοῦ τεθνεῶτος ὀλίγος τῆς ἡγεμονίας ὁ χρόνος καὶ οὐχ ἱκανὸς οὐδὲ τοῖς ἐξηπατη μένοις ἐνιδρῦσαι τὴν λώβην". Ἐπὶ τούτοις ἡσθεὶς τοῖς λόγοις ὁ βασιλεὺς ἐβουλεύετο λοιπὸν περὶ τῆς τῶν κοινῶν σωτηρίας καὶ ὅπως ἐκ τῆς πολεμίας ἀπήμαντον ἀπαγάγοι τὴν στρατιάν. οὐκ ἐδεήθη δὲ βουλευμάτων πολλῶν, ἀλλὰ τῶν τῆς εὐσεβείας σπερμάτων ἐτρύγησε τοὺς καρπούς. παραυτίκα γὰρ τὴν οἰκείαν ἔδειξε προμήθειαν ὁ τῶν ὅλων θεὸς καὶ τὴν φαινο μένην ἔλυσεν ἀπορίαν. τὴν γὰρ τούτου βασιλείαν ὁ Περσῶν μεμαθη κὼς βασιλεὺς πρέσβεις ἀπέστειλεν ὑπὲρ εἰρήνης πρεσβευσομένους· εἶτα τροφὰς τοῖς στρατιώταις ἐξέπεμψε, καὶ ἀγορὰν αὐτοῖς ἐν τῇ ἐρήμῳ γενέσθαι προσέταξε. τριακοντούτεις δὴ οὖν σπονδὰς ποιησάμενος ἐρρωμένην τὴν στρατιὰν τῆς πολεμίας ἐξέβαλε. 212 Παραυτίκα δὲ τῆς ὑπ' αὐτοῦ βασιλευομένης γῆς ἐπιβάς, πρῶτον μὲν ἔγραψε νόμον καὶ τοὺς ἐπισκόπους ἐπανελθεῖν ἐκ τῆς ἐξορίας διαγορεύοντα καὶ τὰς ἐκκλησίας ἀποδοθῆναι παρεγγυῶντα τοῖς τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν διατετηρηκόσιν ἀκήρατον. ἐπέστειλε δὲ καὶ πρὸς Ἀθανάσιον ἐκεῖνον τὸν τούτων πρόμαχον τῶν δογμά των, γραφῆναί οἱ παρακαλῶν τὴν ἀκριβῆ περὶ τῶν θείων διδασκα λίαν. ὁ δὲ τοὺς λογιμωτέρους τῶν ἐπισκόπων ἀγείρας ἀντέγραψε τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν φυλάττειν παρακαλῶν, ὡς τοῖς ἀποστολικοῖς συμβαίνουσαν δόγμασιν. ἐνθήσω δὲ καὶ τὴν ἐπιστολήν, τῆς τῶν ἐντευξομένων προμηθούμενος ὠφελείας." Τῷ εὐλαβεστάτῳ καὶ φιλανθρωποτάτῳ Νικητῇ Αὐγούστῳ" Ἰοβιανῷ Ἀθανάσιος καὶ οἱ λοιποὶ ἐπίσκοποι οἱ ἐλθόντες ἐκ προσώ" που πάντων τῶν ἀπὸ τῆς Αἰγύπτου καὶ Θηβαΐδος καὶ Λιβύων" ἐπισκόπων." Πρέπουσα θεοφιλεῖ βασιλεῖ φιλομαθὴς προαίρεσις καὶ πόθος" τῶν οὐρανίων· οὕτως γὰρ ἀληθῶς καὶ τὴν καρδίαν ἔχεις ἐν χειρὶ" θεοῦκαὶ τὴν βασιλείαν μετ' εἰρήνης πολλαῖς ἐτῶν περιόδοις ἐπι" τελέσεις. θελησάσης τοίνυν τῆς σῆς εὐσεβείας μαθεῖν παρ' ἡμῶν" τὴν τῆς καθολικῆς ἐκκλησίας πίστιν, εὐχαριστήσαντες ἐπὶ τούτῳ τῷ 213" κυρίῳ ἐβουλευσάμεθα πάντων μᾶλλον τὴν παρὰ τῶν πατέρων ὁμο" λογηθεῖσαν ἐν Νικαίᾳ πίστιν ὑπομνῆσαι τὴν σὴν θεοσέβειαν. ταύτην" γὰρ ἀθετήσαντές τινες ἡμῖν μὲν ποικίλως ἐπεβούλευσαν ὅτι μὴ πει" θόμεθα τῇ Ἀρειανῇ αἱρέσει, αἴτιοι δὲ γεγόνασιν αἱρέσεως καὶ σχι" σμάτων τῇ καθολικῇ ἐκκλησίᾳ. ἡ μὲν ἀληθὴς καὶ εὐσεβὴς εἰς τὸν" κύριον ἡμῶν Ἰησοῦν Χριστὸν πίστις φανερὰ πᾶσι καθέστηκε καὶ" ἐκ τῶν θείων γραφῶν γιγνωσκομένη τε καὶ ἀναγιγνωσκομένη. ἐν ταύτῃ" γὰρ καὶ οἱ ἅγιοι τελειωθέντες ἐμαρτυρήθησαν καὶ νῦν ἀναλύσαντές" εἰσιν ἐν κυρίῳ. ἔμεινε δὲ ἀεὶ ἡ πίστις διὰ παντὸς ἀβλαβής, εἰ μὴ" πονηρία τινῶν αἱρετικῶν παραποιῆσαι ταύτην ἐτόλμησεν. Ἄρειος" γάρ τις καὶ οἱ σὺν αὐτῷ διαφθεῖραι ταύτην καὶ ἀσέβειαν κατ' αὐτῆς" ἐπεισαγαγεῖν ἐπεχείρησαν, φάσκοντες ἐξ οὐκ ὄντων καὶ κτίσμα καὶ" ποίημα καὶ τρεπτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ, πολλούς τε ἐν τούτοις" ἠπάτησαν, ὥστε καὶ τοὺς δοκοῦντας εἶναί τι συναπαχθῆναι αὐτῶν" τῇ δυσφημίᾳ. καὶ φθάσαντες μὲν οἱ ἅγιοι πατέρες ἡμῶν, συνελθόν" τες ὡς προεῖπον ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, τὴν μὲν Ἀρειανὴν" αἵρεσιν ἀνεθεμάτισαν, τὴν δὲ τῆς καθολικῆς ἐκκλησίας πίστιν ὡμο" λόγησαν ἐγγράφως, ὥστε ταύτης πανταχοῦ κηρυττομένης ἀποσβε" σθῆναι τὴν ἀναφθεῖσαν αἵρεσιν παρὰ τῶν αἱρετικῶν. ἦν μὲν οὖν" αὕτη κατὰ πᾶσαν ἐκκλησίαν γιγνωσκομένη τε καὶ κηρυττομένη. ἀλλ' ἐπειδὴ τὴν Ἀρειανὴν αἵρεσιν ἀνανεῶσαι βουλόμενοι τινὲς μὲν 214" αὐτὴν τὴν ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ὁμολογηθεῖσαν πίστιν" τετολμήκασιν ἀθετῆσαι, τινὲς δὲ σχηματίζονται ὁμολογεῖν αὐτήν," ταῖς δὲ ἀληθείαις ἀρνοῦνται, παρερμηνεύοντες τὸ ὁμοούσιον, καὶ" οὗτοι βλασφημοῦντες τὸ πνεῦμα τὸ ἅγιον ἐν τῷ φάσκειν αὐτοὺς" κτίσμα εἶναι καὶ ποίημα διὰ τοῦ υἱοῦ γεγονός, ἀναγκαίως θεωρήσαν" τες τὴν ἐκ τῆς τοιαύτης βλασφημίας βλάβην γιγνομένην κατὰ τῶν" λαῶν, ἐπιδοῦναι τῇ σῇ εὐσεβείᾳ τὴν ἐν Νικαίᾳ ὁμολογηθεῖσαν πίστιν" ἐσπουδάσαμεν, ἵνα γνῷ σου ἡ θεοσέβεια μεθ' ὅσης ἀκριβείας γέγρα" πται καὶ ὅσον πλανῶνται οἱ παρ' αὐτὴν διδάσκοντες." Γίγνωσκε, θεοφιλέστατε Αὔγουστε, ὅτι αὕτη μέν ἐστιν ἡ ἐξ" αἰῶνος κηρυττομένη, ταύτην δὲ ὡμολόγησαν οἱ ἐν Νικαίᾳ συνελθόν" τες πατέρες καὶ ταύτῃ σύμψηφοι τυγχάνουσι πᾶσαι αἱ κατὰ τόπον" ἐκκλησίαι, αἵ τε κατὰ τὴν Σπανίαν καὶ Βρεττανίαν καὶ Γαλλίας," καὶ τῆς Ἰταλίας πάσης καὶ Δαλματίας, Δακίας τε καὶ Μυσίας, Μακε" δονίας καὶ πάσης Ἑλλάδος, καὶ αἱ κατὰ τὴν Ἀφρικὴν πᾶσαι καὶ" Σαρδανίαν καὶ Κύπρον καὶ Κρήτην, Παμφυλίαν τε καὶ Λυκίαν καὶ" Ἰσαυρίαν, καὶ αἱ κατὰ πᾶσαν Αἴγυπτον καὶ Λιβύας καὶ Πόντον καὶ" Καππαδοκίαν καὶ τὰ πλησίον μέρη, καὶ αἱ κατὰ τὴν Ἀνατολὴν" ἐκκλησίαι, πάρεξ ὀλίγων τῶν τὰ Ἀρείου φρονούντων. πάντων γὰρ" τῶν προειρημένων τῇ πείρᾳ ἐγνώκαμεν τὴν γνώμην καὶ γράμματα ἔχομεν. καὶ οἴδαμεν, θεοφιλέστατε Αὔγουστε, ὅτι κἂν ὀλίγοι τινὲς 215" ἀντιλέγωσι ταύτῃ τῇ πίστει, οὐ δύνανται πρόκριμα ποιεῖν πάσῃ τῇ" οἰκουμένῃ. πολλῷ γὰρ χρόνῳ βλαβέντες ἀπὸ τῆς Ἀρειανῆς αἱρέσεως," φιλονεικότερον νῦν ἀνθίστανται τῇ εὐσεβείᾳ. καὶ ὑπὲρ τοῦ γιγνώσκειν" τὴν σὴν εὐσέβειαν, καίτοι γιγνώσκουσαν, ὅμως ἐσπουδάσαμεν τὴν ἐν" Νικαίᾳ πίστιν ὁμολογηθεῖσαν ὑπὸ τριακοσίων δέκα καὶ ὀκτὼ ἐπισκό" πων ὑποτάξαι. ἔστι δὲ αὕτη ἡ ἐν Νικαίᾳ πίστις·" Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, πάντων ὁρατῶν" τε καὶ ἀοράτων ποιητήν· καὶ εἰς ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν" υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ" τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν" ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί," δι' οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς," τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν" κατελθόντα, σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα" τῇ τρίτῃ ἡμέρᾳ, ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι" ζῶντας καὶ νεκρούς· καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας" ὅτι ἦν ποτε ὅτε οὐκ ἦν, καὶ πρὶν γεννηθῆναι οὐκ ἦν, καὶ ὅτι ἐξ" οὐκ ὄντων ἐγένετο, ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας" εἶναι, ἢ κτιστὸν ἢ τρεπτὸν ἢ ἀλλοιωτὸν τὸν υἱὸν τοῦ θεοῦ, τούτους" ἀναθεματίζει ἡ ἁγία καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία." Ταύτῃ τῇ πίστει, θεοφιλέστατε Αὔγουστε, ἐπιμένειν ἀναγκαῖον" ὡς θείᾳ καὶ ἀποστολικῇ, καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις" καὶ λογομαχίαις· ὅπερ ἐποίησαν ἐξ ἀρχῆς οἱ Ἀρειομανῖται, ἐξ οὐκ" ὄντων τὸν υἱὸν τοῦ θεοῦ λέγοντες, καὶ ὅτι ἦν ποτε ὅτε οὐκ ἦν," καὶ κτιστὸς καὶ ποιητὸς καὶ τρεπτός ἐστι. διὰ τοῦτο γάρ, καθὰ" προείπαμεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην" αἵρεσιν, τὴν δὲ τῆς ἀληθείας πίστιν ὡμολόγησεν. οὐ γὰρ ἁπλῶς 216" ὅμοιον εἰρήκασι τὸν υἱὸν τῷ πατρί, ἵνα μὴ ἁπλῶς ὅμοιος θεοῦ," ἀλλ' ἐκ θεοῦ θεὸς ἀληθινὸς πιστεύηται, ἀλλὰ καὶ ὁμοούσιον ἔγραψαν," ὅπερ ἴδιόν ἐστι γνησίου καὶ ἀληθινοῦ υἱοῦ, ἐξ ἀληθινοῦ καὶ φύσει" πατρός. ἀλλ' οὐδὲ ἀπηλλοτρίωσαν τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ" πατρὸς καὶ τοῦ υἱοῦ, ἀλλὰ μᾶλλον συνεδόξασαν αὐτὸ τῷ πατρὶ καὶ" τῷ υἱῷ ἐν τῇ μιᾷ τῆς ἁγίας τριάδος πίστει, διὰ τὸ καὶ μίαν εἶναι" τὴν ἐν τῇ ἁγίᾳ τριάδι θεότητα." Τούτοις ὁ βασιλεὺς τοῖς γράμμασιν ἐντυχὼν ἐβεβαίωσεν ἣν εἶχε περὶ τῶν θείων γνῶσίν τε καὶ διάθεσιν. καὶ νόμον ἕτερον ἔγραψε τοῦ σίτου τὴν σύνταξιν ἀποδοθῆναι ταῖς ἐκκλησίαις κελεύσας ἣν ὁ μέγας Κωνσταντῖνος ἀπένειμεν. Ἰουλιανὸς γὰρ καὶ ταύτην ἐκεκωλύκει τὴν χορηγίαν, ἅτε δὴ τὸν κατὰ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν ἀναδεξά μενος πόλεμον. ἐπειδὴ δὲ ὁ ἐκ τῆς ἐκείνου δυσσεβείας ἐπισκήψας λιμὸς ἐπεῖχεν εἰσπράττειν τὰς εἰσφοράς, τῆς Κωνσταντίνου συντάξεως τὸ τριτημόριον Ἰοβιανὸς τὸ τηνικαῦτα παρασχεθῆναι προσέταξεν, ὑπο σχόμενος τοῦ λιμοῦ παυσαμένου τέλειον παρέξειν τὸ σιτηρέσιον. Τοιούτοις νόμοις τὰ τῆς βασιλείας κατακοσμήσας προοίμια, ἀπὸ τῆς Ἀντιοχέων ἐπὶ τὸν Βόσπορον ὥρμησεν. ἐν Δαδαστάνῃ δὲ (κώμη δὲ αὕτη Βιθυνῶν καὶ Γαλατῶν ἐν μεθορίῳ κειμένη) τοῦδε τοῦ βίου τὸ τέλος ἐδέξατο, αὐτὸς μὲν μετὰ μεγίστων καὶ καλλίστων ἐφοδίων ἀπάρας, τοὺς δὲ τῆς βασιλικῆς ἐκείνης ἡμερότητος γεγευμένους ἐν ὀδύνῃ καταλιπών. οἶμαι δὲ τῶν ὅλων τὸν πρύτανιν, τὴν ἡμετέραν διελέγχοντα πονηρίαν, καὶ δεικνύναι ἡμῖν τὰ ἀγαθὰ καὶ τούτων ἡμᾶς πάλιν γυμνοῦν, καὶ δι' ἐκείνου μὲν διδάσκειν ὡς μάλα εὐπετῶς 217 παρέχειν ἃ βούλεται δύναται, διὰ δὲ τούτου καὶ διελέγχειν ὡς οὐκ ἀξίους τῶν ἀγαθῶν καὶ ἐπὶ τὸν ἀμείνω βίον προτρέπειν. Τότε μέντοι τὴν ἀθρόαν τελευτὴν τοῦ βασιλέως οἱ στρατιῶται μεμαθηκότες ἐθρήνησαν μὲν ὡς πατέρα τὸν ἀπελθόντα, Βαλεντινια νὸν δὲ ἐκεῖνον, τὸν τῇ χειρὶ τὸν νεωκόρον πατάξαντα καὶ εἰς τὸ φρούριον ἐκπεμφθέντα, βασιλέα προὐβάλοντο, οὐκ ἀνδρείᾳ μόνον ἀλλὰ καὶ φρονήσει καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ καὶ μεγέθει σώματος διαπρέποντα. οὕτω δὲ ἦν βασιλικός τε καὶ μεγαλόφρων ὡς τῆς στρατιᾶς πειραθείσης κοινωνὸν αὐτῷ προβαλέσθαι τῆς βασιλείας, ἐκεῖνο φάναι τὸ παρὰ πάντων ᾀδόμενον·" ὑμέτερον ἦν, ὦ στρατιῶται, βασιλέως οὐκ ὄντος, ἐμοὶ δοῦναι τῆς βασιλείας τὰς ἡνίας· ἐπειδὴ δὲ ταύτην ἐδεξάμην ἐγώ, ἐμὸν λοιπὸν καὶ οὐχ ὑμέτερον τὸ περὶ τῶν κοινῶν διασκοπεῖσθαι πραγμάτων". τούσδε τοὺς λόγους καὶ θαυμά σαντες καὶ στέρξαντες οἱ στρατιῶται εἵποντο τοῖς ἐκείνου νεύμασιν ἰθυνόμενοι. ὁ δὲ τὸν ἀδελφὸν ἐκ Πανονίας μεταπεμψάμενος, ὡς οὐκ ὤφελε, κοινωνὸν ποιεῖται τῆς βασιλείας, οὐδέπω τὴν τῶν δογ μάτων διαφθορὰν εἰσδεξάμενον· καὶ τῆς Ἀσίας αὐτῷ παραδοὺς τὰ σκῆπτρα καὶ μέντοι καὶ τῆς Αἰγύπτου, ἑαυτῷ τὴν Εὐρώπην ἀπένειμε. καὶ τὴν Ἑσπέραν καταλαβὼν πᾶσαν αὐτὴν ἐξεπαίδευσεν εὐνομίαν, ἀπὸ τῶν τῆς εὐσεβείας κηρυγμάτων ἀρξάμενος. Αὐξεντίου γάρ, ὃς τὴν Ἀρείου μὲν εἰσεδέξατο λώβην, Μεδιολάνου δὲ τὴν ἐκκλησίαν πεπιστευμένος ἐν πλείσταις ἀπεκηρύχθη συνόδοις, τὸν βίον ὑπεξελθόντος, μεταπεμψάμενος τοὺς ἐπισκόπους ὁ βασιλεὺς 218 τοιοῖσδε πρὸς αὐτοὺς ἐχρήσατο λόγοις·" ἴστε σαφῶς, ἅτε δὴ τοῖς θείοις λογίοις ἐντεθραμμένοι, ὁποῖον εἶναι προσήκει τὸν ἀρχιερωσύνης ἠξιωμένον, καὶ ὡς οὐ χρὴ λόγῳ μόνον ἀλλὰ καὶ βίῳ τοὺς ἀρχομένους ῥυθμίζειν καὶ πάσης ἀρετῆς ἑαυτὸν ἀρχέτυπον προτιθέναι καὶ μάρ τυρα ἔχειν τῆς διδασκαλίας τὴν πολιτείαν. τοιοῦτον δὴ οὖν καὶ νῦν τοῖς ἀρχιερατικοῖς ἐγκαθιδρύσατε θώκοις, ὅπως καὶ ἡμεῖς οἱ τὴν βασιλείαν ἰθύνοντες εἰλικρινῶς αὐτῷ τὰς ἡμετέρας ὑποκλίνωμεν κεφαλὰς καὶ τοὺς παρ' ἐκείνου γιγνομένους ἐλέγχους (ἀνθρώπους γὰρ ὄντας καὶ προσπταίειν ἀνάγκη) ὡς ἰατρικὴν ἀσπαζώμεθα θερα πείαν". Ταῦτα τοῦ βασιλέως εἰρηκότος, αὐτὸν ἡ σύνοδος ἠξίου ψηφίσασθαι σοφόν τε ὄντα καὶ εὐσεβείᾳ κοσμούμενον. ὁ δὲ ἔφη·" μεῖζον ἢ καθ' ἡμᾶς τὸ ἐγχείρημα· ὑμεῖς γὰρ τῆς θείας ἠξιωμένοι χάριτος καὶ τὴν αἴγλην ἐκείνην εἰσδεδεγμένοι ἄμεινον ψηφιεῖσθε". οὗτοι μὲν οὖν ἐξελθόντες καθ' ἑαυτοὺς ἐβουλεύοντο· οἱ δὲ τὴν πόλιν ἐκείνην οἰκοῦντες ἐστασίαζον, οἱ μὲν τοῦτον, οἱ δὲ ἐκεῖνον προβληθῆναι φιλονεικοῦντες. οἱ μὲν γὰρ τῆς Αὐξεντίου νόσου μετειληχότες τοὺς ὁμόφρονας ἐψηφίζοντο, οἱ δὲ τῆς ὑγιαινούσης μοίρας ὁμογνώμονα πάλιν ἐζήτουν ἔχειν ἡγούμενον. ταύτην Ἀμβρόσιος, ὁ τοῦ ἔθνους τὴν πολιτικὴν ἡγεμονίαν πεπιστευμένος, τὴν στάσιν μαθὼν καὶ δείσας μή τι νεώτερον γένηται, τὴν ἐκκλησίαν σὺν τάχει κατέλαβεν. οἱ δὲ τῆς διαμάχης ἐκείνης παυσάμενοι κοινὴν ἀφῆκαν φωνήν, Ἀμβρόσιον 219 σφίσιν ἐξαιτοῦντες προβληθῆναι ποιμένα. ἔτι δὲ οὗτος ἀμύητος ἦν. ταῦτα μαθὼν ὁ βασιλεὺς προσέταξε παραυτίκα καὶ μυηθῆναι καὶ χειροτονηθῆναι τὸν ἀξιέπαινον ἄνδρα· ᾔδει γὰρ αὐτοῦ πάσης μὲν στάθμης εὐθυτέραν οὖσαν τὴν γνώμην, παντὸς δὲ κανόνος ἀκρι βεστέρας τὰς ψήφους. ὑπέλαβε δὲ καὶ θείαν εἶναι τὴν ψῆφον, ἐκ τῆς τῶν τἀναντία φρονούντων τεκμαιρόμενος συμφωνίας. ἐπειδὴ δὲ καὶ τῆς θείας τοῦ παναγίου βαπτίσματος ἀπήλαυσε δωρεᾶς καὶ τὴν ἀρχιερατικὴν ἐδέξατο χάριν, τοῦτον ὁ πάντα ἄριστος βασιλεὺς προσενηνοχέναι λέγεται τῷ σωτῆρι καὶ δεσπότῃ τὸν ὕμνον (καὶ γὰρ τοῖς γεγενημένοις παρῆν)·" χάρις σοι, δέσποτα παντοκράτορ καὶ σῶτερ ἡμέτερε, ὅτι τῷδε τῷ ἀνδρὶ ἐγὼ μὲν ἐνεχείρισα σώματα, σὺ δὲ ψυχάς, καὶ τὰς ἐμὰς ψήφους δικαίας ἀπέφηνας". ἐπειδὴ δὲ ὀλίγων διελθουσῶν ἡμερῶν ὁ θεῖος Ἀμβρόσιος σὺν παρρησίᾳ πλείστῃ τῷ βασιλεῖ διαλεγόμενος ἐπεμέμψατό τισιν ὡς οὐκ εὖ παρὰ τῶν ἀρχόντων γεγενημένοις·" ταύτην σου", ἔφη ὁ βασιλεύς," καὶ πάλαι ᾔδειν τὴν παρρησίαν καὶ σαφῶς ἐπιστάμενος οὐ μόνον οὐκ ἀντεῖπον, ἀλλὰ καὶ σύμψηφος τῆς χειροτονίας γεγένημαι. ἰάτρευε οὖν, ὡς ὁ θεῖος ὑπαγορεύει νόμος, τὰ τῶν ἡμετέρων ψυχῶν πλημμελήματα". ταῦτα μὲν οὖν ἐν Μεδιολάνῳ καὶ εἶπε καὶ δέδρακε. Μαθὼν δέ τινας ἐν τῇ Ἀσίᾳ καὶ ἐν τῇ Φρυγίᾳ περὶ τῶν θείων ἀμφισβητοῦντας δογμάτων, ἐν μὲν τῷ Ἰλλυρικῷ σύνοδον γενέσθαι προσέταξε, τὰ δὲ παρ' ἐκείνων καὶ ψηφισθέντα καὶ κυρωθέντα τοῖς ἀμφισβητοῦσιν ἐξέπεμψεν. ἐψηφίσαντο δὲ οἱ συνελθόντες τὴν ἐν Νικαίᾳ ἐκτεθεῖσαν πίστιν κρατεῖν. ἐπέστειλε δὲ καὶ αὐτός, κοινωνὸν 220 τῶν γραμμάτων τὸν ἀδελφὸν ποιησάμενος, ἐμμένειν τοῖς δεδογμένοις παρεγγυῶν. ἀναγνώσομαι δὲ καὶ τὸν νόμον, σαφῶς αὐτοῦ κηρύττοντα τὴν εὐσέβειαν, ὡσαύτως δὲ καὶ τὴν τηνικαῦτα τοῦ Βάλεντος περὶ τὰ θεῖα δόγματα ὑγείαν δηλοῦντα." Αὐτοκράτορες Μέγιστοι Ἀεισέβαστοι Νικηταὶ Αὔγουστοι Οὐαλεν" τινιανὸς καὶ Οὐάλης καὶ Γρατιανὸς ἐπισκόποις διοικήσεως Ἀσιανῆς," Φρυγίας, Καροφρυγίας, Πακατιανῆς, ἐν κυρίῳ χαίρειν." Συνόδου τηλικαύτης συγκροτηθείσης ἐν τῷ Ἰλλυρικῷ καὶ ζητή" σεως πολλῆς γενομένης περὶ τοῦ σωτηρίου λόγου, ἀπέδειξαν οἱ" τρισμακαριώτατοι ἐπίσκοποι τὴν τριάδα ὁμοούσιον πατρὸς καὶ υἱοῦ" καὶ ἁγίου πνεύματος· ἥν, οὐδ' ὅλως ἐκκλίνοντες λειτουργίας τὰς" κατὰ τὸ δίκαιον ἐπιβαλλούσας αὐτοῖς, θρησκεύουσι τὴν θρησκείαν" τοῦ μεγάλου βασιλέως. κηρύττειν δὲ ταύτην προσέταξε τὸ" ἡμέτερον κράτος, οὕτως μέντοι ἵνα μὴ λέγωσί τινες ὅτι ἀνήκαμεν" θρησκείᾳ βασιλέως τοῦ διέποντος τὴν γῆν ταύτην, μὴ ἀνεχόμενοι" τοῦ ἐντειλαμένου ἡμῖν τὰ περὶ τῆς σωτηρίας. ὡς γάρ φησι τὸ 221" εὐαγγέλιον τοῦ Χριστοῦ ἡμῶν, ὅπερ ἐπίκρισιν ταύτην ἔχει·" ἀπόδοτε" τὰ τοῦ Καίσαρος τῷ Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ"." τί λέγετε ὑμεῖς, οἱ ἐπίσκοποι καὶ προεστῶτες τοῦ σωτηρίου" λόγου; εἰ οὕτως ἔχει τὰ τῆς ἀποδείξεως ὑμῶν, οὕτω μέντοι" ἀγαπῶντες ἀλλήλους παύσασθε ἀποχρᾶσθαι ἀξιώματι βασιλέως" καὶ μὴ διώκετε τοὺς ἀκριβῶς τῷ θεῷ λειτουργοῦντας, ὧν ταῖς" εὐχαῖς καὶ πόλεμοι καταπαύονται ἐπὶ τῆς γῆς καὶ ἀγγέλων ἀπο" στατῶν ἐπιβάσεις ἀποστρέφονται. καὶ πάντας δαίμονας φθορι" μαίους διὰ δεήσεως ἐπιστομίζουσιν, καὶ τὰ δημόσια κατὰ τοὺς" νόμους εἰσκομίζειν ἴσασιν, καὶ οὐκ ἀντιλέγουσι τῇ τοῦ κρατοῦντος" ἐξουσίᾳ, ἀλλ' εἰλικρινῶς καὶ τὴν τοῦ ἄνω θεοῦ βασιλέως ἐντο" λὴν φυλάττουσι καὶ τοῖς ἡμετέροις νόμοις ὑποτάσσονται. ὑμεῖς" δὲ ἀπειθεῖς ἐδείχθητε εἶναι. ἡμεῖς μὲν ἐχρησάμεθα τῷ Ἄλφα ἕως" τοῦ Ω· ὑμεῖς δὲ ἑαυτοῖς ἀπεδώκατε. ἡμεῖς μέντοι καθαροὺς ἑαυτοὺς" ἀφ' ὑμῶν εἶναι θέλοντες, ὡς καὶ Πιλᾶτος ἐπὶ τῆς ἐξετάσεως" τοῦ ἐν ἡμῖν πολιτευομένου Χριστοῦ, μὴ θέλοντος αὐτὸν ἀνελεῖν, 222" καὶ ὑπὲρ τοῦ παθεῖν τὸν παρακληθέντα ἐπιστραφεὶς ἐπὶ τὰ τῆς" Ἀνατολῆς μέρη καὶ αἰτήσας ὕδωρ ἐπὶ χειρῶν, ἐνίψατο αὐτοῦ τὰς" χεῖρας λέγων·" ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου" τούτου", οὕτως καὶ τὸ ἡμέτερον κράτος διὰ παντὸς ἐνετείλατο" μὴ διώκειν μήτε ἐπικλύζειν μήτε ζηλοῦν τοὺς ἐργαζομένους τὸ" χωρίον τοῦ Χριστοῦ, μήτε τοὺς διοικητὰς ἀπελαύνειν τοῦ μεγά" λου βασιλέως, ἵνα μὴ σήμερον μὲν ἐπὶ τοῦ ἡμετέρου κράτους" αὔξειν δόξητε, καὶ μεταξὺ τοῦ παρακεκλημένου παθεῖν τὰ τῆς δια" θήκης αὐτοῦ, ὡς ἐπὶ Ζαχαρίου τοῦ αἵματος. ἀλλ' οἱ μετ' αὐτοῦ" μεταξὺ τῆς ἀφίξεως ὑπὸ τοῦ ἄνωθεν βασιλέως ἡμῶν Ἰησοῦ Χριστοῦ" ἐρράγησαν, παραδοθέντες εἰς κρίσιν θανάτου, μετὰ τοῦ συνδραμόντος" αὐτοῖς φθοριμαίου δαίμονος. τοῦτο προσετάξαμεν ἐπὶ Ἀμιγητίου 223" καὶ Κικερωνίου καὶ Δαμάσου καὶ Λάμπωνος καὶ Βρεντησίου, ἀκρο" ατῶν γενομένων. ἅπερ καὶ αὐτὰ τὰ πραχθέντα ἀπεστάλκαμεν πρὸς" ὑμᾶς, ἵνα γνῶναι ἔχητε τὰ πραχθέντα ἐν τῇ ἐναρέτῳ συνόδῳ." Τούτοις συνέζευξε τοῖς γράμμασι καὶ τῆς συνόδου τὰ δόγματα ἐν κεφαλαίῳ ταῦτα δηλώσας·" Ὁμολογοῦμεν ἀκολούθως τῇ μεγάλῃ καὶ ὀρθοδόξῳ συνόδῳ ὁμο" ούσιον εἶναι τῷ πατρὶ τὸν υἱόν· καὶ οὐχ οὕτω νοοῦμεν τὸ ὁμοούσιον" ὡς καὶ πάλαι τινὲς ἐξηγήσαντο μὴ ἀληθινῶς ὑπογράψαντες, καὶ νῦν" ἕτεροι πατέρας ἐκείνους καλοῦντες, τὴν δύναμιν τῆς λέξεως ἀθετή" σαντες καὶ ἑπόμενοι τοῖς γράψασι τὸ ὅμοιον δηλοῦσθαι διὰ τοῦ" ὁμοουσίου, καθ' ὃ οὐδενὶ τῶν λοιπῶν κτισμάτων τῶν δι' αὐτοῦ" γενομένων ἐμφερὴς ὁ υἱός, ἀλλ' ἢ μόνῳ τῷ πατρὶ ἀφωμοίωται." οἱ γὰρ ταῦτα ἐξηγούμενοι κτίσμα ἐξαίρετον ἀσεβῶς τὸν υἱὸν τοῦ" θεοῦ δογματίζουσιν. ἡμεῖς δὲ φρονοῦμεν, ὡς καὶ αἱ σύνοδοι νῦν" αἵ τε κατὰ Ῥώμην καὶ ἡ κατὰ Γαλλίαν, μίαν εἶναι καὶ τὴν αὐτὴν" οὐσίαν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἐν τρισὶ" προσώποις, ὅ ἐστιν ἐν τρισὶ τελείαις ὑποστάσεσιν. ὁμολογοῦμεν δὲ" κατὰ τὴν ἔκθεσιν τὴν ἐν Νικαίᾳ, καὶ σεσαρκῶσθαι τὸν υἱὸν τοῦ θεοῦ" τὸν ὁμοούσιον ἐκ τῆς ἁγίας παρθένου Μαρίας, καὶ ἐν ἀνθρώποις ἐσκη" νωκέναι, καὶ πεπληρωκέναι πᾶσαν τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν, ἐν" γενέσει καὶ πάθει καὶ ἀναστάσει καὶ τῇ εἰς οὐρανοὺς ἀναβάσει· καὶ