Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia ecclesiastica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
278.1.1
ΤΟΜΟΣ ΠΕΜΠΤΟΣ ΤΗΣ ΘΕΟΔΩΡΗΤΟΥ ΕΚΚΛΗΣΙΑΣΤΙΚΗΣ ΙΣΤΟΡΙΑΣ Ὅπως μὲν ἐπὶ πλεῖστον φέρει τοὺς κατ' αὐτοῦ λυττῶντας ὁ δεσπότης θεὸς καὶ ὅπως κολάζει τοὺς οὐκ εἰς δέον τῇ μακροθυμίᾳ χρωμένους, τοιαῦτα καὶ δεδρακὼς καὶ πεπονθὼς ὁ Βάλης ἐδίδαξεν ἀκριβῶς. οἷον γάρ τισι σταθμοῖς καὶ ζυγοῖς οἴκτῳ καὶ δικαιοσύνῃ χρώμενος ὁ φιλάνθρωπος, ὅταν ἴδῃ τινὰ τῷ μεγέθει τῶν πλημμελη μάτων ὑπερβάλλοντα τῆς φιλανθρωπίας τὰ μέτρα, τῇ δικαίᾳ τιμω ρίᾳ κωλύει τὴν ἐπὶ τὰ πρόσω φοράν. Γρατιανὸς δέ, ὁ Βαλεντινιανοῦ μὲν υἱός, Βάλεντος δὲ ἀδελφιδοῦς, πᾶσαν τὴν Ῥωμαίων ἡγεμονίαν παρέλαβε. πάλαι μὲν γὰρ τῆς Εὐρώπης παρειλήφει τὰ σκῆπτρα μετὰ τὴν τοῦ πατρὸς τελευτήν· καὶ ἐκείνου δέ γε περιόντος ἐκοινώνει τῆς βασιλείας. προσέλαβεν οὖν καὶ τὴν Ἀσίαν καὶ τὰ λειπόμενα τῆς Λιβύης, ἄπαιδος ἀναιρεθέντος τοῦ Βάλεντος. Εὐθὺς μέντοι τὴν εὐσέβειαν ἣν εἶχεν ἐκδηλοτέραν κατέστησε καὶ τῆς βασιλείας τὰς ἀπαρχὰς τῷ παμβασιλεῖ τῶν ὅλων προσήνεγκε. νόμον γὰρ ἔγραψε, καὶ τοὺς ἐληλαμένους ποιμένας ἐπανελθεῖν κελεύων καὶ τοῖς σφετέροις ἀποδοθῆναι ποιμνίοις, καὶ τοὺς θείους οἴκους παραδοθῆναι τοῖς τὴν Δαμάσου κοινωνίαν προαιρουμένοις. Δάμασος

Intertext edge

Open linked passage

Note