Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Historia ecclesiastica
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus"> —
⋯
More
Original / primary: Pg Scrape Grc
279.1.1
δὲ οὗτος Ῥώμης ἐπίσκοπος ἦν, καὶ ἀξιεπαίνῳ βίῳ κοσμούμενος καὶ πάντα λέγειν καὶ πράττειν ὑπὲρ τῶν ἀποστολικῶν δογμάτων αἱρού μενος· μετὰ Λιβέριον δὲ τὴν τῆς ἐκκλησίας παρειλήφει κηδεμονίαν. συνεξέπεμψε δὲ τῷ νόμῳ καὶ Σάπωρα τὸν στρατηγὸν ὀνομαστότατον τηνικάδε ὄντα· καὶ τῆς μὲν Ἀρείου βλασφημίας τοὺς κήρυκας, οἷόν τινας θῆρας, τῶν ἱερῶν σηκῶν ἐξελάσαι, τοῖς δὲ ἀρίστοις ποιμέσι καὶ τοῖς θείοις ποιμνίοις τούτους ἀποδοῦναι προσέταξε. καὶ ἐν ἑκάστῳ μὲν ἔθνει τοῦτό γε ἀδηρίτως ἐγένετο, ἐν Ἀντιοχείᾳ δὲ τῇ τῆς Ἑῴας ἡγουμένῃ ἔρις ἐγένετο περὶ τοῦδε τοιάδε. Διχῆ μέν, ὡς καὶ πρόσθεν εἰρήκαμεν, οἱ τῶν ἀποστολικῶν ὑπερα γωνιζόμενοι δογμάτων διῄρηντο. καὶ οἱ μὲν εὐθὺς μετὰ τὴν κατ' Εὐσταθίου τοῦ μεγάλου τυρευθεῖσαν ἐπιβουλὴν τὴν Ἀρειανικὴν βδελυξάμενοι βδελυρίαν καὶ κατὰ σφὰς αὐτοὺς ἀθροιζόμενοι, Παυλῖνον εἶχον ἡγούμενον· οἱ δὲ μετὰ τὴν Εὐζωΐου χειροτονίαν σὺν Μελετίῳ τῷ πάνυ τῶν δυσσεβούντων ἀποκριθέντες καὶ τοὺς κινδύνους ἐκεί νους οὓς διεξήλθομεν ὑπομείναντες, ὑπὸ τῆς Μελετίου σοφωτάτης διδασκαλίας ἰθύνοντο. Πρὸς δὲ τούτοις Ἀπολινάριος ὁ Λαοδικεὺς ἑτέρας συμμορίας ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν· ὃς τὸ τῆς εὐσεβείας περιθέμενος προσω πεῖον καὶ τῶν ἀποστολικῶν δόξας ὑπερασπίζειν δογμάτων, μικρὸν ὕστερον, προφανὴς ὤφθη πολέμιος. καὶ γὰρ περὶ τῆς θείας φύσεως κιβδήλοις ἐχρήσατο λόγοις βαθμούς τινας ἀξιωμάτων γεννήσας, καὶ τὸ τῆς οἰκονομίας μυστήριον ἀτελὲς ἀποφῆναι τετόλμηκε, καὶ τὴν λογικὴν ψυχὴν τὴν ἰθύνειν τὸ σῶμα πεπιστευμένην ἐστερῆσθαι τῆς 280 γεγενημένης ἔφησε σωτηρίας. οὐκ εἰληφὼς γὰρ ταύτην κατὰ τὸν ἐκείνου λόγον ὁ θεὸς λόγος, οὔτε ἰατρείας ἠξίωσεν, οὔτε τιμῆς μετέ δωκεν· ἀλλὰ τὸ μὲν σῶμα τὸ γήϊνον ὑπὸ τῶν ἀοράτων προσκυνεῖται δυνάμεων, ἡ δὲ ψυχὴ ἡ κατ' εἰκόνα θείαν γεγενημένη κάτω μεμένηκε, τὴν τῆς ἁμαρτίας ἀτιμίαν περικειμένη. πολλὰ δὲ πρὸς τούτοις καὶ ἕτερα ἐνεόχμωσεν ἐσφαλμένῃ καὶ τυφλωττούσῃ διανοίᾳ. ποτὲ μὲν γὰρ συνωμολόγει καὶ αὐτὸς ἐκ τῆς ἁγίας παρθένου προσειλῆφθαι τὴν σάρκα, ποτὲ δὲ οὐρανόθεν ταύτην τῷ θεῷ λόγῳ συγκατεληλυθέναι ἔφη σεν, ἄλλοτε δὲ αὐτὸν γεγενῆσθαι σάρκα, οὐδὲν ἐξ ἡμῶν εἰληφότα. καὶ ἑτέρους δὲ μύθους καὶ λήρους ταῖς θείαις ἐπαγγελίαις συνέζευξεν, οὓς καὶ λέγειν περιττὸν ἐπὶ τοῦ παρόντος νενόμικα. ἐκεῖνος μὲν οὖν τοιαῦτα λέγων οὐ μόνον τοὺς οἰκείους τῆς λύμης ἐνέπλησεν, ἀλλὰ καί τισι τῶν ἡμετέρων τῆς λώβης μετέδωκε. χρόνῳ γὰρ ὕστερον τήν τε σφετέραν ὁρῶντες εὐτέλειαν καὶ τὴν τῆς ἐκκλησίας θεώμενοι περιφάνειαν, συνήφθησαν μὲν πλὴν ὀλίγων ἅπαντες καὶ τῆς ἐκκλησιαστικῆς κοινωνίας μετέλαχον· τὴν δὲ προτέραν οὐκ ἀπέ θεντο νόσον, ἀλλὰ καὶ πολλοὺς τῶν πάλαι ἐρρωμένων ταύτης ἐνέ πλησαν. ἐκ τῆσδε τῆς ῥίζης ἐν ταῖς ἐκκλησίαις ἐβλάστησεν ἡ μία τῆς σαρκὸς καὶ τῆς θεότητος φύσις καὶ τὸ τῇ θεότητι τοῦ μονογενοῦς προσάπτειν τὸ πάθος καὶ τἄλλα ὅσα τοῖς τε λαοῖς καὶ τοῖς ἱερεῦσι τὴν διαμάχην γεγέννηκεν. ἀλλὰ ταῦτα μὲν ὕστερον γεγένηται. Τότε δὲ ἀφικομένου Σάπωρος τοῦ στρατηγοῦ καὶ τὸν βασιλικὸν ὑποδείξαντος νόμον, ἰσχυρίζετο μὲν ὁ Παυλῖνος αὐτὸς εἶναι τῆς Δα 281 μάσου μερίδος, ἰσχυρίζετο δὲ καὶ Ἀπολινάριος κατακρύπτων τὴν νόσον· ὁ δὲ θεῖος Μελέτιος ἡσυχῇ καθῆστο, τῆς ἐκείνων ἀνεχόμενος ἔριδος. Φλαβιανὸς δὲ ὁ σοφώτατος, τῷ τῶν πρεσβυτέρων ἐγκατειλεγμένος ἔτι χορῷ, πρῶτον μὲν πρὸς τὸν Παυλῖνον ἔφη τοῦ στρατηγοῦ ἐπαΐ οντος·" εἰ τὴν Δαμάσου, ὦ φιλότης, κοινωνίαν ἀσπάζῃ, ἐπίδειξον ἡμῖν σαφῶς τὴν τῶν δογμάτων συγγένειαν· ἐκεῖνος γὰρ μίαν τὴν τῆς τριάδος οὐσίαν ὁμολογῶν τὰς τρεῖς ὑποστάσεις διαρρήδην κη ρύττει, σὺ δὲ ἄντικρυς τῶν ὑποστάσεων ἀναιρεῖς τὴν τριάδα. δεῖξον δὴ οὖν τῶν δογμάτων τὴν συμφωνίαν καὶ λάβε τὰς ἐκκλησίας κατὰ τὸν νόμον". οὕτως ἐκεῖνον τοῖς ἐλέγχοις ἐπιστομίσας, πρὸς τὸν Ἀπολινάριον ἔφη·" θαυμάζω σε, ὦ φιλότης, οὕτως ἀναίδην τῇ ἀλη θείᾳ μαχόμενον, καὶ ταῦτα σαφῶς ἐπιστάμενον ὡς ὁ θαυμάσιος Δά μασος τελείαν ὑπὸ τοῦ θεοῦ λόγου τὴν ἡμετέραν φύσιν ἀνειλῆφθαί φησιν, σὺ δὲ τοὐναντίον λέγων διατελεῖς· τὸν γὰρ νοῦν τὸν ἡμέτερον τῆς σωτηρίας ἀποστερεῖς. εἰ δὲ ψευδῆ φαμεν ταῦτά σου κατηγοροῦν τες, νῦν γοῦν τὴν ὑπὸ σοῦ τεχθεῖσαν ἀρνήθητι καινοτομίαν καὶ τὴν Δαμάσου στέρξον διδασκαλίαν καὶ τοὺς θείους λάβε σηκούς". ὁ μὲν οὖν σοφώτατος Φλαβιανὸς τοῖς ἀληθέσι λόγοις τὴν ἐκείνων κατέ παυσε παρρησίαν. Μελέτιος δέ, ὁ πάντων ἀνθρώπων πραότατος, φιλοφρόνως ἅμα καὶ ἠπίως ἔφη πρὸς τὸν Παυλῖνον·" ἐπειδὴ καὶ ἐμοὶ τῶνδε τῶν προβάτων τὴν ἐπιμέλειαν ὁ τῶν προβάτων ἐνεχείρισε κύριος καὶ σὺ τῶν ἄλλων ἀναδέδεξαι τὴν φροντίδα, κοινωνεῖ δὲ ἀλλήλοις τῆς εὐσεβείας τὰ θρέμματα, συνάψωμεν, ὦ φιλότης, τὰ ποίμνια καὶ τὴν περὶ τῆς ἡγεμονίας καταλύσωμεν διαμάχην· κοινῇ δὲ τὰ πρόβατα νέμοντες κοινὴν αὐτοῖς προσενέγκωμεν θεραπείαν. εἰ δὲ ὁ μέσος θῶκος τὴν ἔριν γεννᾷ, ἐγὼ καὶ ταύτην ἐξελάσαι πει ράσομαι. ἐν γὰρ τούτῳ τὸ θεῖον προτεθεικὼς εὐαγγέλιον, ἑκατέρωθεν 282 ἡμᾶς καθῆσθαι παρεγγυῶ. καὶ εἰ μὲν πρῶτος ἐγὼ δεξαίμην τοῦ βίου τὸ πέρας, μόνος σχήσεις, ὦ φιλότης, τὴν τῆς ποίμνης ἡγεμονίαν· εἰ δὲ σὺ πρότερος τοῦτο πάθοις, ἐγὼ πάλιν εἰς δύναμιν τῶν προβάτων ἐπιμελήσομαι". ταῦτα ἠπίως μὲν ἅμα καὶ φιλοφρόνως ὁ θεῖος εἶπε Μελέτιος, ὁ δὲ Παυλῖνος οὐκ ἔστερξεν. ὁ δὲ στρατηγὸς κριτὴς τῶν εἰρημένων γενόμενος τῷ μεγάλῳ Μελετίῳ τὰς ἐκκλησίας παρέδωκεν, ὁ δὲ Παυλῖνος διέμεινε τῶν ἐξ ἀρχῆς ἀποκριθέντων προβάτων ἡγού μενος. Ἀπολινάριος δὲ τῆς τῶν ἐκκλησιῶν ἡγεμονίας διαμαρτών, διαρ ρήδην λοιπὸν τὴν καινοτομηθεῖσαν διδασκαλίαν ἐκήρυττε καὶ τῆς αἱρέσεως ἑαυτὸν ἀπέφηνεν ἀρχηγόν. καὶ αὐτὸς μὲν ἐν Λαοδικείᾳ τὰ πλεῖστα διέτριβεν· ἐν Ἀντιοχείᾳ δὲ ἤδη πρότερον ἐκεχειροτονήκει Βιτάλιον, βίῳ μὲν ἀρίστῳ κοσμούμενον καὶ τοῖς ἀποστολικοῖς δόγ μασιν ἐντεθραμμένον, ὕστερον δὲ τὴν νόσον δεξάμενον. Ὁ δὲ θεῖος Μελέτιος Διόδωρον ἐκεῖνον, οὗ καὶ πρόσθεν ἐμνήσθην, τὸν ἐν τῷ παγχαλέπῳ κλύδωνι ἀβάπτιστον τὸ τῆς ἐκκλησίας διασώ σαντα σκάφος, Ταρσῶν κατέστησε ποιμένα καὶ τὸ Κιλίκων αὐτῷ ἐνεχείρισεν ἔθνος. Ἀπαμείας δὲ τὴν ἀρχιερατικὴν ἐπιμέλειαν Ἰωάννῃ πεπίστευκεν, ὃς εἶχε μὲν καὶ τοῦ γένους τὴν περιφάνειαν, κατορθώ μασι δὲ μᾶλλον οἰκείοις ἢ προγονικοῖς ἐλαμπρύνετο· κατὰ ταὐτὸν γὰρ αὐτὸν καὶ λόγος ἐκόσμει καὶ βίος. οὗτος ἐν τῷ τῆς ζάλης καιρῷ τὸν τῶν ὁμοπίστων ἐκυβέρνησε σύλλογον, συνεργὸν δὲ εἶχε τὸν ἀξιέπαινον Στέφανον. ἀλλὰ καὶ τοῦτον ὁ θεῖος Μελέτιος εἰς ἑτέρους ἀγῶνας μετέστησε. μαθὼν γὰρ ὑπὸ τῆς Εὐδοξίου λώβης διεφθάρθαι τὴν Γερμανίκειαν, τοῦτον ἀπέστειλεν ἰατρὸν ἀλεξίκακον· καὶ διὰ πάσης γὰρ ἦκτο παιδείας Ἑλληνικῆς καὶ τοῖς θείοις ἐνετέθραπτο δόγ μασι. καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθη· τῇ γὰρ πνευματικῇ χρώμενος διδασκαλίᾳ μετέβαλε τοὺς λύκους εἰς πρόβατα. 283 Ὁ δὲ μέγας Εὐσέβιος ἐκ τῆς ὑπερορίας ἐπανελθὼν Ἀκάκιον μέν, οὗ πολὺ τὸ κλέος, ἐν Βεροίᾳ κεχειροτόνηκεν, ἐν Ἱεραπόλει δὲ Θεόδοτον, οὗ τὴν ἀσκητικὴν πολιτείαν μέχρι καὶ τήμερον ᾄδουσιν ἅπαντες, Εὐσέβιον δὲ Χαλκίδος, Κύρου δὲ τῆς ἡμετέρας Ἰσίδωρον ἀξιαγάστω δὲ ἤστην ἄμφω καὶ ζήλῳ θείῳ κεκοσμημένω. φασὶ δὲ αὐτὸν καὶ Εὐλόγιον ἐκεῖνον, τὸν ὑπὲρ τῶν ἀποστολικῶν ἠγωνισμένον δογμάτων καὶ εἰς τὴν Ἀντινὼ μετὰ Πρωτογένους ἀπεσταλμένον, τῆς Ἐδέσσης κεχειροτονηκέναι ποιμένα· Βάρσης γὰρ ὁ θεσπέσιος ἤδη τοῦ βίου τὸ τέλος ἐδέδεκτο. Εὐλόγιος δὲ Πρωτογένην, τῶν ἀγώνων τὸν κοινωνόν, ταῖς Κάρραις ἐπέστησεν, ἰατρὸν ἀλεξίκακον οὐκ εὖ διακειμένῃ δωρησάμενος πόλει. ὁ δὲ θεῖος Εὐσέβιος ἔσχατον ἐπίσκοπον Μάριν τῇ Δολιχῇ κεχειροτόνηκε· πολίχνη δὲ αὕτη σμικρὰ καὶ τῆς Ἀρειανικῆς νόσου κατ' ἐκεῖνο καιροῦ μετειλήφει. τοῦτον τὸν Μάριν, ἀξιέπαινον ὄντα καὶ πολλοῖς εἴδεσιν ἀρετῆς ἠγλαϊσμένον, ἐνιδρῦσαι τοῖς ἱερατικοῖς ἐθελήσας θώκοις, ὁ μέγας Εὐσέβιος τὴν Δολιχὴν κατέλαβεν. εἰσιόντι δὲ αὐτῷ γυνή τις τῆς Ἀρειανικῆς νόσου ἐμπεπλησμένη κέραμον ἄνωθεν ἐπαφῆκεν ἀπὸ τοῦ στέγους, ὃς τήν τε κεφαλὴν συνέτριψε καὶ μετ' ὀλίγον εἰς τὸν ἀμείνω βίον παρέ πεμψεν. ὁ δὲ τελευτῶν παρηγγύησεν, ὅρκοις τοὺς παρόντας πεδή σας, μηδεμίαν τὴν τοῦτο δράσασαν εἰσπρᾶξαι ποινήν, καὶ τὸν οἰκεῖον γὰρ ἐζήλου δεσπότην, ὃς περὶ τῶν ἐσταυρωκότων ἔφη·" πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασι τί ποιοῦσι", καὶ τὸν ὁμόδουλον Στέφανον μετὰ τὰς πολλὰς τῶν λίθων νιφάδας βοήσαντα·" κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην". τοιοῦτον μετὰ τοὺς παντοδαποὺς 284 ἀγῶνας ὁ μέγας Εὐσέβιος ἐδέξατο τὸ τέλος· καὶ τοὺς ἐν Θρᾴκῃ βαρβάρους διαφυγών, τὰς τῶν δυσσεβῶν αἱρετικῶν οὐ διέφυγε χεῖρας, ἀλλὰ δι' ἐκείνων τὸν τοῦ μαρτυρίου στέφανον ἀνεδήσατο. ταῦτα μὲν οὖν μετὰ τὴν ἐπάνοδον τῶν ἐπισκόπων ἐγένετο. Γρατιανὸς δὲ τὴν Θρᾴκην δῃουμένην μαθὼν ὑπὸ τῶν τὸν Βάλεντα κεκαυκότων βαρβάρων, καταλιπὼν τὴν Ἰταλίαν εἰς τὴν Πανονίαν ἀφίκετο. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν Θεοδόσιος διά τε τὴν τῶν προγόνων περιφάνειαν καὶ διὰ τὴν οἰκείαν ἀνδρείαν ὀνομαστότατος ἦν, καὶ τούτου χάριν ὑπὸ τοῦ φθόνου τῶν ὁμοτίμων τε καὶ ὁμοφύλων βαλ λόμενος ἐν ταῖς Σπανίαις διέτριβεν· ἐν ἐκείναις γὰρ ἔφυ τε καὶ ἐτράφη. ἀπορῶν δὴ οὖν ὁ βασιλεὺς ὅ τι χρὴ δρᾶσαι (φυσηθέντες γὰρ ἐκ τῆς νίκης οἱ βάρβαροι δύσμαχοι ἦσάν τε καὶ ἐδόκουν), τὴν Θεοδο σίου στρατηγίαν λύσιν ὑπέλαβε τῶν κακῶν. αὐτίκα δὴ οὖν ἐκ τῶν Σπανιῶν τὸν ἄνδρα μεταπεμψάμενος καὶ στρατηγὸν χειροτονήσας, μετὰ τῆς συνειλεγμένης ἐξέπεμψε στρατιᾶς. ὁ δὲ τῇ πίστει φραξά μενος θαρσαλέως ἐξώρμησε· καὶ τῆς Θρᾴκης ἐπιβὰς καὶ τοὺς βαρβάρους θεασάμενος ὁμόσε χωροῦντας, ἔταξε τὴν στρατιὰν ὡς εἰς μάχην. ἁψιμαχίας δὲ γενομένης, οὐκ ἐνεγκόντες ἐκεῖνοι τὴν ἐμβολὴν τὴν τάξιν κατέλιπον. τῆς δὲ τροπῆς γενομένης, οἱ μὲν ἔφευγον, οἱ δὲ κατὰ κράτος ἐδίωκον. πολὺς δὲ φόνος τῶν βαρβάρων ἐγένετο· οὐ μόνον γὰρ ὑπὸ Ῥωμαίων ἀλλὰ καὶ ὑπ' ἀλλήλων ἐκτείνοντο. οὕτω δὲ τῶν πλείστων ἀναιρεθέντων, ὀλίγων δὲ τῶν λαθεῖν δυνηθέντων διαβάντων τὸν Ἴστρον, εὐθὺς ὁ ἄριστος στρατηγός, ἣν εἶχε στρατιὰν ἐν ταῖς πελαζούσαις πόλεσι διελών, αὐτὸς πρὸς τὸν βασιλέα Γρατιανὸν 285 κατὰ τάχος ἐλαύνων ἀφίκετο, τῶν οἰκείων τροπαίων γενόμενος ἄγ γελος. καὶ πιστὰ μὲν λέγειν οὐδὲ αὐτῷ ἐδόκει τῷ βασιλεῖ, ὑπερεκπλητ τομένῳ τὸ γεγονός· οἱ δὲ ταῖς ἀκίσι τοῦ φθόνου βαλλόμενοι καὶ πεφευγέναι αὐτὸν ἔλεγον καὶ διεφθαρκέναι τὴν στρατιάν. ὁ δὲ τοὺς ἀντιτεταγμένους ἐξῄτησεν ἀποστεῖλαι καὶ γνῶναι τῶν ἀνῃρημένων βαρβάρων τὸ πλῆθος. ῥᾴδιον δὲ ἔφη καὶ ἀπὸ τῶν σκύλων ἐπιγνῶναι τὸν ἀριθμόν. τούτοις εἴξας τοῖς λόγοις ὁ βασιλεὺς ἀπέστειλε τοὺς ὀψομένους τὰ πεπραγμένα καὶ ταῦτα μηνύσοντας. Ὁ δὲ ἄριστος στρατηγὸς αὐτόθι μείνας ὄψιν εἶδε θεσπεσίαν τινὰ καὶ παρ' αὐτοῦ σαφῶς αὐτῷ δειχθεῖσαν τοῦ τῶν ὅλων θεοῦ. ἐδόκει γὰρ ὁρᾶν τὸν θεῖον Μελέτιον, τῆς Ἀντιοχέων ἐκκλησίας τὸν πρόεδρον, χλανίδα τε αὐτῷ περιτιθέντα βασιλικὴν καὶ παραπλησίῳ στεφάνῳ κοσμοῦντα τὴν κεφαλήν. ταῦτα νύκτωρ ἰδὼν ἐμήνυσεν ἕωθεν τῶν συνήθων τινί. ὁ δὲ σαφὲς εἶναι τὸ ἐνύπνιον ἔφη καὶ μηδὲν αἰνιγμα τῶδες μηδὲ ἀμφίβολον ἔχειν. ὀλίγων δὲ ἄγαν διελθουσῶν ἡμερῶν, ἐπανῆλθον μὲν τῶν πεπραγμένων οἱ ἔφοροι, καὶ κατηκοντίσθαι τὰς πολλὰς τῶν βαρβάρων ἔφησαν μυριάδας. πεισθεὶς δὲ ὁ βασιλεύς, ὡς ἄριστα ψηφισάμενος αὐτὸν στρατηγόν, βασιλέα κεχειροτόνηκε καὶ τῆς Βάλεντος μοίρας τὰ σκῆπτρα παρέδωκε. καὶ αὐτὸς μὲν ἐπὶ τὴν Ἰταλίαν ἐξώρμησεν, ἐκεῖνον δὲ εἰς τὴν δοθεῖσαν ἡγεμονίαν ἐξέ πεμψεν. Εὐθὺς δὴ οὖν τὴν βασιλείαν παραλαβὼν τῆς τῶν ἐκκλησιῶν πρὸ τῶν ἄλλων συμφωνίας ἐπεμελήθη, καὶ τοὺς τῆς οἰκείας ἡγε μονίας ἐπισκόπους εἰς τὴν Κωνσταντινούπολιν δραμεῖν παρηγγύησεν. αὕτη γὰρ μόνη τῆς Ἀρειανικῆς ἐνεπέπληστο λώβης· ἡ γὰρ Ἑσπέρα τῆς νόσου ταύτης ἐλευθέρα διέμεινε. Κωνσταντῖνος μὲν γὰρ ὁ τῶν 286 Κωνσταντίνου παίδων πρεσβύτατος καὶ Κώνστας ὁ νεώτατος τὴν πατρῴαν πίστιν ἀκήρατον διετήρησαν· καὶ αὖ πάλιν Βαλεντινιανὸς ὁ τῆς Ἑσπέρας βασιλεὺς ἀκραιφνῆ διεφύλαξε τὴν εὐσέβειαν. Τὸ δὲ τμῆμα τὸ ἑῷον πολλαχόθεν τὴν λώβην ταύτην ἐδέξατο. Ἄρειός τε γάρ, Ἀλεξανδρείας τῆς Αἰγυπτίας πρεσβύτερος ὤν, ἐκεῖ τὴν βλασφημίαν ἐγέννησε· καὶ Εὐσέβιος καὶ Πατρόφιλος καὶ Ἀέτιος οἱ Παλαιστῖνοι, καὶ Παυλῖνος καὶ Γρηγόριος οἱ Φοίνικες, καὶ ὁ Λαοδι κείας Θεόδοτος καὶ ὁ μετὰ τοῦτον Γεώργιος, καὶ μετὰ τούτων Ἀθανάσιός τε καὶ Νάρκισσος οἱ Κίλικες τὰ κακῶς καταβληθέντα ἐξέθρεψαν σπέρματα. Εὐσέβιός τε καὶ Θεογόνιος οἱ Βιθυνοὶ καὶ Μηνόφαντος ὁ Ἐφέσιος καὶ Θεόδωρος ὁ Περίνθιος καὶ Μάρις ὁ Χαλκηδόνιος καὶ ἕτεροί τινες ἀπὸ τῆς Θρᾴκης, ἀπὸ κακίας μόνης ἐπίσημοι, μέχρι πολλοῦ διετέλεσαν τῶν ζιζανίων τὴν σπορὰν ἀρδεύον τές τε καὶ διαθάλποντες. τοῖς δὲ κακοῖς συνέπραξε γεωργοῖς Κων σταντίου ἡ εὐκολία καὶ ἡ Βάλεντος μοχθηρία. τούτου δὴ εἵνεκα μόνης τῆς οἰκείας βασιλείας τοὺς ἐπισκόπους εἰς τὴν Κωνσταντινού πολιν συναθροισθῆναι προσέταξεν. Ἐπειδὴ δὲ ἀφίκοντο (πεντήκοντα δὲ ἦσαν καὶ ἑκατόν), παρηγ γύησε μηδένα οἱ μηνῦσαι ὅστις ὁ μέγας εἴη Μελέτιος· ἐβούλετο γὰρ ἐκ τῆς τοῦ ἐνυπνίου μνήμης μηνυθῆναι τὸν ἄνδρα. καὶ ἐπειδὴ εἰς τὸν βασίλειον εἰσελήλυθεν οἶκον ἅπας ἐκεῖνος τῶν ἐπισκόπων ὁ ὅμιλος, τοὺς ἄλλους καταλιπὼν ἅπαντας τῷ μεγάλῳ Μελετίῳ προσέδραμε, καὶ οἷόν τις παῖς φιλοπάτωρ διὰ χρόνου μακροῦ θέας πατρικῆς ἀπολαύσας, περιεπτύσσετό τε καὶ κατεφίλει καὶ ὀφθαλμοὺς καὶ χείλη καὶ στέρνα καὶ τὴν κεφαλὴν καὶ τὴν στεφανώσασαν δεξιάν· ἐδήλωσε 287 δὲ καὶ τὴν ὄψιν ἣν εἶδε. φιλοφρονησάμενος δὲ καὶ τοὺς ἄλλους ἅπαντας, βουλεύσασθαι περὶ τῶν προκειμένων ὡς πατέρας ἠξίωσε. Κατ' ἐκεῖνον δὲ τὸν χρόνον ὁ τὴν Ναζιανζὸν τὰ τελευταῖα ποιμάνας ἐν Κωνσταντινουπόλει διέτριβε, ταῖς Ἀρειανικαῖς ἀντιτατ τόμενος βλασφημίαις· καὶ τόν τε θεῖον λαὸν ταῖς εὐαγγελικαῖς ἄρδων διδασκαλίαις τούς τε τῆς ποίμνης ἔξω πλανωμένους ἀγρεύων καὶ τῆς ὀλεθρίου πόας ἐλευθερῶν, οὕτω τὴν ποίμνην ἐκείνην ἐξ ὀλίγης μεγάλην ἀπέφηνε. τοῦτον ἰδὼν ὁ θεῖος Μελέτιος καὶ τῶν τὸν κανόνα γεγραφότων τὸν σκοπὸν ἐπιστάμενος (τὰς γὰρ τῆς φιλαρχίας ἀφορμὰς περικόπτοντες ἐκώλυσαν τὴν μετάθεσιν), ἐβεβαίωσε τῷ θειοτάτῳ Γρηγορίῳ τὴν τῆς Κωνσταντινουπόλεως προεδρίαν. ὀλίγου δὲ διελθόντος χρόνου, ὁ μὲν θεῖος Μελέτιος εἰς τὴν ἄλυπον μετέστη ζωήν, ὑπὸ πάντων τῶν λόγου μετειληχότων ταῖς ἐπιταφίοις ταινιω θεὶς εὐφημίαις. Τιμόθεος δὲ ὁ τῆς Ἀλεξανδρέων ἐπίσκοπος, ὃς Πέτρον διεδέξατο τὸν τῆς Ἀθανασίου προεδρίας κληρονόμον γενόμενον, ἀντὶ τοῦ θαυμασίου Γρηγορίου Μάξιμόν τινα κεχειροτόνηκε κυνικόν, εὐθὺς αὐτοῦ τὰς κυνικὰς ἀποκείρας τρίχας· καὶ τῆς Ἀπολι ναρίου δὲ τερθρείας ἀνάπλεως οὗτος ἦν. Ἀλλ' οὐκ ἤνεγκαν τοῦ γεγενημένου τὴν ἀτοπίαν οἱ τηνικαῦτα συνειλεγμένοι. ἦσαν δὲ ἄνδρες ἀξιάγαστοι καὶ ζήλου θείου καὶ σοφίας ἀνάπλεοι· Ἑλλάδιος μὲν ὁ τῆς τοῦ μεγάλου Βασιλείου προεδρίας διάδοχος, Γρηγόριος δὲ καὶ Πέτρος οἱ τοὺς αὐτοὺς Βασιλείῳ πατέρας αὐχήσαντες· Ἀμφιλόχιος δὲ Λυκαόνων ἡγεῖτο καὶ Πισιδῶν Ὄπτιμος καὶ Κιλίκων Διόδωρος. παρῆν δὲ καὶ Πελάγιος ὁ Λαοδικείας καὶ 288 Εὐλόγιος ὁ Ἐδέσσης καὶ Ἀκάκιος καὶ Ἰσίδωρος ὁ ἡμέτερος καὶ Κύριλλοςὁ τῶν Ἱεροσολύμων, καὶ Γελάσιος ὁ Καισαρείας τῆς Παλαιστίνης, λόγῳ καὶ βίῳ κοσμούμενος, καὶ ἕτεροι πλεῖστοι τῆς ἀρετῆς ἀθληταί. τότε δὴ οὖν οὗτοι πάντες τῶν Αἰγυπτίων σφὰς αὐτοὺς ἀποκρίναντες, σὺν τῷ μεγάλῳ Γρηγορίῳ τὰς πανηγύρεις ἐπετέλουν τὰς θείας. Ὁ δὲ θεῖος παρεκάλει Γρηγόριος συμφωνίας πέρι συνηθροισμένους τὴν πρὸς ἀλλήλους ὁμόνοιαν προτιμῆσαι τῆς ἑνὸς ἀνδρὸς ἀδικίας." ἐγώ τε γάρ", ἔφη," τῶν πλειόνων φροντίδων ἀπαλλαγεὶς τὴν ἐμοὶ φίλην ἀπολήψομαι ἡσυχίαν, καὶ ὑμεῖς τὴν τριπόθητον εἰρήνην μετὰ τὸν μακρὸν ἐκεῖνον καὶ χαλεπὸν ἀπολήψεσθε πόλεμον. τῶν γὰρ λίαν ἀτοπωτάτων ἄρτι τῶν πολεμικῶν ἀπαλλαγέντας βελῶν ἀλλήλους βάλλειν καὶ τὴν οἰκείαν ἀναλίσκειν ἰσχύν· ἐπίχαρτοι γὰρ οὕτω τοῖς δυσμενέσιν ἐσόμεθα. ἄνδρα δὴ οὖν ἐπιζητήσαντες ἀξιέπαινον καὶ νοῦν ἔχοντα, τῶν φροντίδων τὸ πλῆθος καὶ δέξασθαι καὶ εὖ δια θεῖναι δυνάμενον, ἀρχιερέα προβάλλεσθε." ταύταις οἱ ἄριστοι ποι μένες ταῖς ὑποθήκαις πεισθέντες, Νεκτάριον, εὐπατρίδην ἄνδρα καὶ περιφανείᾳ γένους κοσμούμενον καὶ τοῖς τῆς ἀρετῆς εἴδεσι λαμπρυ νόμενον, ἐπίσκοπον τῆς μεγίστης ἐκείνης ἐχειροτόνησαν πόλεως· τὸν δὲ Μάξιμον, ὡς τῆς Ἀπολιναρίου φρενοβλαβείας μετειληχότα, τῆς ἀρχιερατικῆς ἀξίας γυμνώσαντες ἀπεκήρυξαν. καὶ κανόνας δὲ περὶ τῆς ἐκκλησιαστικῆς γράψαντες εὐκοσμίας καὶ τὴν ἐκτεθεῖσαν ἐν Νικαίᾳ πίστιν βεβαίαν μένειν διαγορεύσαντες, εἰς τὰς οἰκείας ἐπανῆλθον πατρίδας. Τοῦ δὲ ἐπιγενομένου θέρους εἰς ἐκείνην αὖθις τὴν πόλιν οἱ πλεῖστοι τούτων παραγενόμενοι (ἐκκλησιαστικαὶ γὰρ αὐτοὺς πάλιν συνεκάλεσαν χρεῖαι) συνοδικὴν ἐπιστολὴν τῶν τῆς Ἑσπέρας ἐπισκό πων ἐδέξαντο εἰς τὴν Ῥώμην αὐτοὺς ἀφικέσθαι προτρέπουσαν, ὡς συνόδου μεγίστης αὐτόθι συγκροτουμένης. ἀλλὰ τὴν μὲν ἀποδημίαν παρῃτήσαντο, ὡς οὐδὲν ἔχουσαν κέρδος· ἐπέστειλαν δὲ τόν τε κλύ 289 δωνα τὸν κατὰ τῶν ἐκκλησιῶν ἐπαναστάντα σημαίνοντες καὶ τὴν γεγενημένην αὐτῶν ἀμέλειαν αἰνιττόμενοι, ἐν κεφαλαίῳ δὲ καὶ τὸ ἀποστολικὸν τοῖς γράμμασιν ἐνέθηκαν φρόνημα. σαφέστερον δὲ τὴν τῶν γεγραφότων ἀνδρείαν τε καὶ σοφίαν αὐτὰ δηλώσει τὰ γράμματα." Κυρίοις τιμιωτάτοις καὶ εὐλαβεστάτοις ἀδελφοῖς καὶ συλλει" τουργοῖς, Δαμάσῳ, Ἀμβροσίῳ, Βρίττωνι, Οὐαλεριανῷ, Ἀχολίῳ," Ἀνεμίῳ, Βασιλείῳ καὶ τοῖς λοιποῖς ἁγίοις ἐπισκόποις τοῖς συνελη" λυθόσιν ἐν τῇ μεγαλοπόλει Ῥώμῃ, ἡ ἁγία σύνοδος τῶν ὀρθοδόξων" ἐπισκόπων τῶν συνεληλυθότων ἐν τῇ μεγαλοπόλει Κωνσταντινου" πόλει, ἐν κυρίῳ χαίρειν." Τὸ μὲν ὡς ἀγνοοῦσαν διδάσκειν τὴν ὑμετέραν εὐλάβειαν καὶ δι" ηγεῖσθαι τῶν παθημάτων τὸ πλῆθος τῶν ἐπαχθέντων ἡμῖν παρὰ" τῆς τῶν Ἀρειανῶν δυναστείας, περιττὸν ἴσως. οὔτε γὰρ οὕτω πάρ" εργον τὰ καθ' ἡμᾶς κρίνειν τὴν ὑμετέραν ἡγούμεθα θεοσέβειαν ὡς" δεῖσθαι τοῦ μαθεῖν ταῦτα οἷς ἐχρῆν συναλγεῖν, οὔτε τοιοῦτοί τινες" οἱ περισχόντες ἡμᾶς χειμῶνες ὡς λανθάνειν ὑπὸ σμικρότητος· ὅ τε" χρόνος τῶν διωγμῶν νεαρός, ἔναυλον ἔτι φυλάττων τὴν μνήμην οὐ" τοῖς πεπονθόσι μόνον, ἀλλὰ καὶ τοῖς δι' ἀγάπην τὰ τῶν πεπονθό" των οἰκειουμένοις. χθὲς γὰρ ὡς εἰπεῖν ἔτι καὶ πρώην οἱ μὲν τῶν" τῆς ἐξορίας λυθέντες δεσμῶν εἰς τὰς ἑαυτῶν ἐκκλησίας διὰ μυρίων" ἐπανήκασι θλίψεων, τῶν δὲ καὶ τελειωθέντων ἐν ταῖς ἐξορίαις ἐπανε" κομίσθη τὰ λείψανα. τινὲς δὲ καὶ μετὰ τὴν τῆς ἐξορίας ἐπάνοδον," ἔτι βράζοντι τῷ τῶν αἱρετικῶν περιπεσόντες θυμῷ, πικρότερα τῶν" ἐπὶ τῆς ἀλλοτρίας ἐπὶ τῆς οἰκείας ὑπέμειναν, λίθοις παρ' αὐτῶν" τελειωθέντες κατὰ τὸν μακάριον Στέφανον· ἄλλοι διαφόροις κατα" ξανθέντες αἰκίαις ἔτι τὰ στίγματα τοῦ Χριστοῦ καὶ τοὺς μώλω 290" πας ἐν τῷ σώματι περιφέρουσι. χρημάτων δὲ ζημίας καὶ προστιμή" σεις πόλεων, καὶ τὰς τῶν καθ' ἕνα δημεύσεις καὶ συσκευὰς καὶ ὕβρεις" καὶ δεσμωτήρια τίς ἂν ἐξαριθμήσασθαι δύναιτο; πᾶσαι γὰρ ὄντως" ἐφ' ἡμᾶς αἱ θλίψεις ἐπληθύνθησαν ὑπὲρ ἀριθμόν, ἴσως μὲν ἐπειδὴ" δίκας ἁμαρτημάτων ἐτίναμεν, ἴσως δὲ καὶ τοῦ φιλανθρώπου θεοῦ" διὰ τοῦ πλήθους τῶν παθημάτων ἡμᾶς γυμνάζοντος." Τούτων μὲν οὖν τῷ θεῷ χάρις, ὃς καὶ διὰ τοσούτων θλίψεων" τοὺς ἑαυτοῦ δούλους ἐπαίδευσε, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν" αὐτοῦ πάλιν ἐξήγαγεν ἡμᾶς εἰς ἀναψυχήν. ἡμῖν δὲ μακρᾶς μὲν" ἔδει σχολῆς καὶ πολλοῦ χρόνου καὶ πόνου πρὸς τὴν τῶν ἐκκλησιῶν" ἐπανόρθωσιν, ἵν' ὥσπερ ἐκ μακρᾶς ἀρρωστίας ταῖς κατὰ μικρὸν ἐπι" μελείαις τὸ σῶμα τῆς ἐκκλησίας ἐκνοσηλεύοντες, πρὸς τὴν ἀρχαίαν" τῆς εὐσεβείας ὑγίειαν ἐπαναγάγωμεν. καὶ γὰρ εἰ τὰ μάλιστα δοκοῦ" μεν τῆς τῶν διωγμῶν ἀπηλλάχθαι σφοδρότητος καὶ τὰς ἐκκλησίας" χρονίως παρὰ τῶν αἱρετικῶν κατασχεθείσας ἀρτίως ἀνακομίζεσθαι," πλὴν ἀλλὰ βαρεῖς ἡμῖν οἱ λύκοι καὶ μετὰ τὸ τῆς μάνδρας ἐξωσθῆναι" κατὰ τὰς νάπας τὰ ποίμνια διαρπάζοντες, ἀντισυνάξεις τολμῶντες," δήμων κινοῦντες ἐπαναστάσεις, ὀκνοῦντες οὐδὲν εἰς τὴν τῶν ἐκκλη" σιῶν βλάβην. ἦν μὲν οὖν, ὅπερ εἰρήκαμεν, ἀναγκαῖον πλείονα ἡμᾶς" προσασχοληθῆναι χρόνον." Ἐπειδὴ μέντοι τὴν ἀδελφικὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδεικνύμενοι," σύνοδον ἐπὶ τῆς Ῥώμης θεοῦ βουλήσει συγκροτοῦντες καὶ ἡμᾶς ὡς" οἰκεῖα μέλη προσεκαλέσασθε διὰ τῶν τοῦ θεοφιλεστάτου βασιλέως 291" γραμμάτων, ἵν' ἐπειδὴ τότε τὰς θλίψεις μόνοι κατεδικάσθημεν, νῦν" ἐν τῇ τῶν αὐτοκρατόρων περὶ τὴν εὐσέβειαν συμφωνίᾳ μὴ χωρὶς" ἡμῶν βασιλεύσητε, ἀλλὰ καὶ ἡμεῖς ὑμῖν κατὰ τὴν ἀποστολικὴν" φωνὴν συμβασιλεύσωμεν, εὐχὴ μὲν ἦν ἡμῖν, εἰ δυνατόν, ἅπασιν" ἀθρόως καταλιποῦσι τὰς ἐκκλησίας, τῷ πόθῳ ἢ τῇ χρείᾳ χαρίσα" σθαι. τίς γὰρ ἡμῖν δώσει πτέρυγας ὡσεὶ περιστερᾶς, καὶ" πετασθησόμεθα καὶ πρὸς ὑμᾶς καταπαύσομεν; ἐπειδὴ δὲ τοῦτο" παντελῶς ἐγύμνου τὰς ἐκκλησίας ἄρτι τῆς ἀνανεώσεως ἀρχομένας" καὶ τὸ πρᾶγμα παντάπασιν ἦν τοῖς πολλοῖς ἀδύνατον (συνδεδραμή" κειμεν γὰρ εἰς τὴν Κωνσταντινούπολιν ἐκ τῶν πέρυσι γραμμάτων" τῶν παρὰ τῆς ὑμετέρας τιμιότητος μετὰ τὴν ἐν Ἀκυληΐᾳ σύνοδον" πρὸς τὸν θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων, πρὸς" μόνην ταύτην τὴν ἀποδημίαν τὴν μέχρι Κωνσταντινουπόλεως πα" ρασκευασάμενοι, καὶ περὶ ταύτης μόνης τῆς συνόδου τῶν ἐν ταῖς" ἐπαρχίαις μεινάντων ἐπισκόπων συγκατάθεσιν ἐπαγόμενοι, μείζονος" δὲ ἀποδημίας μήτε προσδοκήσαντες χρείαν μήτε προακούσαντες ὅλως" πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν, πρὸς δὲ τούτοις καὶ τῆς" προθεσμίας διὰ στενότητα μήτε πρὸς παρασκευὴν μακροτέρας ἀπο" δημίας ἐνδιδούσης καιρὸν μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοι" νωνικοὺς ἐπισκόπους ὑπομνησθῆναι καὶ τὰς παρ' αὐτῶν συγκατα" θέσεις λαβεῖν), ἐπειδὴ ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα τὴν τῶν" πλειόνων ἄφιξιν διεκώλυσεν, ὃ δεύτερον ἦν, εἴς τε τὴν τῶν πραγ" μάτων ἐπανόρθωσιν καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπό" δειξιν, τοῦτο πεποιήκαμεν, τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους" ἀδελφοὺς καὶ συλλειτουργοὺς ἡμῶν ἐπισκόπους, Κυριακόν, Εὐσέβιον 292" καὶ Πρισκιανὸν προθύμως καμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες· δι' ὧν" καὶ τὴν ἡμετέραν προαίρεσιν εἰρηνικὴν οὖσαν καὶ σκοπὸν ἑνώσεως" ἔχουσαν ἐπιδείκνυμεν, καὶ τὸν ζῆλον ἡμῶν τὸν ὑπὲρ τῆς ὑγιοῦς πί" στεως φανερὸν ποιοῦμεν." Ἡμεῖς γὰρ εἴτε διωγμούς, εἴτε θλίψεις, εἴτε βασιλείους ἀπειλάς," εἴτε τὰς τῶν ἀρχόντων ὠμότητας, εἴτε τινὰ πειρασμὸν ἕτερον παρὰ" τῶν αἱρετικῶν ὑπεμείναμεν, ὑπὲρ τῆς εὐαγγελικῆς πίστεως τῆς ἐν" Νικαίᾳ τῆς Βιθυνίας παρὰ τῶν ˉτˉιˉη πατέρων κυρωθείσης ὑπέστημεν." ταύτην γὰρ καὶ ὑμῖν καὶ ἡμῖν καὶ πᾶσι τοῖς μὴ διαστρέφουσι τὸν" λόγον τῆς ἀληθοῦς πίστεως συναρέσκειν† δεῖ [ἣν μόλις ποτὲ] πρε" σβυτάτην τε οὖσαν καὶ ἀκόλουθον τῷ βαπτίσματι, καὶ διδάσκουσαν" ἡμᾶς πιστεύειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου" πνεύματος, δηλαδὴ θεότητος καὶ δυνάμεως καὶ οὐσίας μιᾶς τοῦ πα" τρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πιστευομένης, ὁμοτίμου" τε τῆς ἀξίας καὶ συναϊδίου τῆς βασιλείας, ἐν τρισὶ τελειοτάταις ὑπο" στάσεσιν, ἤγουν τρισὶ τελείοις προσώποις, ὡς μήτε τὴν Σαβελλίου" νόσον χώραν λαβεῖν συγχεομένων τῶν ὑποστάσεων εἴτ' οὖν τῶν" ἰδιοτήτων ἀναιρουμένων, μήτε μὴν τὴν Εὐνομιανῶν καὶ Ἀρειανῶν" καὶ Πνευματομάχων βλασφημίαν ἰσχύειν, τῆς οὐσίας ἢ τῆς φύσεως ἢ" τῆς θεότητος τεμνομένης καὶ τῇ ἀκτίστῳ καὶ ὁμοουσίῳ καὶ συναϊδίῳ" τριάδι μεταγενεστέρας τινὸς ἢ κτιστῆς ἢ ἑτεροουσίου φύσεως ἐπαγο" μένης. καὶ τὸν τῆς ἐνανθρωπήσεως δὲ τοῦ κυρίου λόγον ἀδιάστροφον" σώζομεν, οὔτε ἄψυχον οὔτε ἄνουν ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονο 293" μίαν παραδεχόμενοι, ὅλον δὲ εἰδότες τέλειον μὲν πρὸ αἰώνων ὄντα" θεὸν λόγον, τέλειον δὲ ἄνθρωπον ἐπ' ἐσχάτων τῶν ἡμερῶν διὰ τὴν" ἡμετέραν σωτηρίαν γενόμενον." Τὰ μὲν οὖν κατὰ τὴν πίστιν τὴν παρ' ἡμῶν ἀνυποστόλως κη" ρυττομένην ὡς ἐν κεφαλαίῳ τοιαῦτα· περὶ ὧν καὶ ἐπὶ πλεῖον ψυχα" γωγηθῆναι δυνήσεσθε, τῷ τε ἐν Ἀντιοχείᾳ τόμῳ παρὰ τῆς ἐκεῖ συνελ" θούσης συνόδου γεγενημένῳ καταξιώσαντες ἐντυχεῖν καὶ τῷ πέ" ρυσιν ἐν Κωνσταντινουπόλει παρὰ τῆς οἰκουμενικῆς ἐκτεθέντι συνό" δου, ἐν οἷς πλατύτερον τὴν πίστιν ὡμολογήσαμεν καὶ τῶν ἔναγχος" καινοτομηθεισῶν αἱρέσεων ἀναθεματισμὸν ἔγγραφον πεποιήκαμεν." Περὶ δὲ τῶν οἰκονομιῶν τῶν κατὰ μέρος ἐν ταῖς ἐκκλησίαις" παλαιός τε, ὡς ἴστε, θεσμὸς κεκράτηκε καὶ τῶν ἐν Νικαίᾳ ἁγίων" πατέρων ὅρος, καθ' ἑκάστην ἐπαρχίαν τοὺς τῆς ἐπαρχίας καί, εἴπερ" ἐκεῖνοι βούλοιντο, σὺν αὐτοῖς τοὺς ὁμόρους πρὸς τὸ συμφέρον ποι" εῖσθαι τὰς χειροτονίας· οἷς ἀκολούθως τάς τε λοιπὰς ἐκκλησίας παρ'" ἡμῖν οἰκονομεῖσθαι γινώσκετε καὶ τῶν ἐπισημοτάτων ἐκκλησιῶν" ἀναδεδεῖχθαι τοὺς ἱερεῖς. ὅθεν τῆς μὲν ἐν Κωνσταντινουπόλει νεο" παγοῦς, ὡς ἂν εἴποι τις, ἐκκλησίας, ἣν ὥσπερ ἐκ στόματος λέον" τος τῆς τῶν αἱρετικῶν βλασφημίας ὑπόγυον ἐξηρπάσαμεν διὰ τῶν" οἰκτιρμῶν τοῦ θεοῦ, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον Νε" κτάριον ἐπίσκοπον κεχειροτονήκαμεν ἐπὶ τῆς οἰκουμενικῆς συνόδου" μετὰ κοινῆς ὁμονοίας, ὑπ' ὄψεσι καὶ τοῦ θεοφιλεστάτου βασιλέως" Θεοδοσίου παντός τε τοῦ κλήρου καὶ πάσης ἐπιψηφιζομένης τῆς" πόλεως. τῆς δὲ πρεσβυτάτης καὶ ὄντως ἀποστολικῆς ἐκκλησίας τῆς" ἐν Ἀντιοχείᾳ τῆς Συρίας, ἐν ᾗ πρώτῃ τὸ τίμιον τῶν Χριστιανῶν" ἐχρημάτισεν ὄνομα, τὸν αἰδεσιμώτατον καὶ θεοφιλέστατον ἐπίσκοπον" Φλαβιανὸν οἵ τε τῆς ἐπαρχίας καὶ τῆς ἀνατολικῆς διοικήσεως συν 294" δραμόντες κανονικῶς ἐχειροτόνησαν, πάσης συμψήφου τῆς ἐκκλησίας" ὥσπερ διὰ μιᾶς φωνῆς τὸν ἄνδρα τιμησάσης· ἥνπερ ἔνθεσμον χειρο τονίαν ἐδέξατο καὶ τὸ τῆς συνόδου κοινόν. τῆς δέ γε μητρὸς ἁπα" σῶν τῶν ἐκκλησιῶν τῆς ἐν Ἱεροσολύμοις τὸν αἰδεσιμώτατον καὶ" θεοφιλέστατον Κύριλλον ἐπίσκοπον εἶναι γνωρίζομεν, κανονικῶς τε" παρὰ τῶν τῆς ἐπαρχίας χειροτονηθέντα πάλαι καὶ πλεῖστα πρὸς" τοὺς Ἀρειανοὺς ἐν διαφόροις χρόνοις ἀθλήσαντα." Οἷς ὡς ἐνθέσμως καὶ κανονικῶς παρ' ἡμῖν κεκρατηκόσι καὶ τὴν" ὑμετέραν συγχαίρειν παρακαλοῦμεν εὐλάβειαν, τῆς πνευματικῆς μεσι" τευούσης ἀγάπης καὶ τοῦ κυριακοῦ φόβου πᾶσαν μὲν καταστέλλοντος" ἀνθρωπίνην προσπάθειαν, τὴν δὲ τῶν ἐκκλησιῶν οἰκοδομὴν προτι" μοτέραν ποιοῦντος τῆς πρὸς τὸν καθ' ἕνα συνηθείας ἢ χάριτος." οὕτω γὰρ τοῦ τε τῆς πίστεως συμφωνηθέντος λόγου καὶ τῆς Χρι" στιανικῆς κυρωθείσης ἐν ἡμῖν ἀγάπης, παυσόμεθα λέγοντες τὸ παρὰ" τῶν ἀποστόλων κατεγνωσμένον·" ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ" Ἀπολλώ, ἐγὼ δὲ Κηφᾶ", πάντες δὲ Χριστοῦ φανέντες, ὃς ἐν" ἡμῖν οὐ μεμέρισται, θεοῦ καταξιοῦντος, ἄσχιστον τὸ σῶμα τῆς" ἐκκλησίας τηρήσομεν καὶ τῷ βήματι τοῦ κυρίου μετὰ παρρησίας" παραστησόμεθα." Ταῦτα κατά τε τῆς Ἀρείου καὶ Ἀετίου καὶ Εὐνομίου μανίας, καὶ μέντοι καὶ κατὰ Σαβελλίου καὶ Φωτεινοῦ καὶ Μαρκέλλου, Παύλου τε τοῦ Σαμοσατέως καὶ Μακεδονίου γεγράφασιν. ὡσαύτως δὲ καὶ τὴν Ἀπολιναρίου καινοτομίαν προφανῶς ἀπεκήρυξαν εἰρηκότες·" καὶ τὸν" τῆς ἐνανθρωπήσεως δὲ τοῦ κυρίου λόγον ἀδιάστροφον σώζομεν, οὔτε" ἄψυχον οὔτε ἄνουν ἢ ἀτελῆ τὴν τῆς σαρκὸς οἰκονομίαν παραδεχό μενοι". 295 Καὶ Δάμασος δὲ ὁ πανεύφημος, ταύτην μαθὼν ἀναφυεῖσαν τὴν αἵρεσιν, οὐκ Ἀπολινάριον μόνον ἀλλὰ καὶ Τιμόθεον τὸν ἐκείνου γε φοιτητὴν καθελὼν ἀπεκήρυξε· καὶ τοῦτο τοῖς τὴν Ἑῴαν ἰθύνουσιν ἐπισκόποις διὰ γραμμάτων δεδήλωκεν, ἅπερ ἐνθεῖναι τῇ συγγραφῇ νενόμικα χρήσιμον." Ἐπιστολὴ Δαμάσου ἐπισκόπου Ῥώμης." Ὅτι τῇ ἀποστολικῇ καθέδρᾳ τὴν ὀφειλομένην αἰδῶ ἡ ἀγάπη" ὑμῶν ἀπονέμει, ἑαυτοῖς τὸ πλεῖστον παρέχεσθε, υἱοὶ τιμιώτατοι." καὶ γὰρ εἰ τὰ μάλιστα ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ, ἐν ᾗ ὁ ἅγιος ἀπόστολος" καθεζόμενος ἐδίδαξε πῶς προσήκει ἡμᾶς τοὺς οἴακας ἰθύνειν οὓς" ἀνεδεξάμεθα, ὅμως ὁμολογοῦμεν ἑαυτοὺς ἐλάττονας εἶναι τῆς τιμῆς." ἀλλὰ διὰ τοῦτο οἵῳ δή ποτε τρόπῳ σπουδάζομεν εἴ πως δυνηθεί" ημεν πρὸς τὴν δόξαν τῆς μακαριότητος αὐτοῦ παραγενέσθαι." Γινώσκετε τοίνυν ὅτι τὸν πάλαι Τιμόθεον τὸν βέβηλον, τὸν μαθη" τὴν τοῦ Ἀπολιναρίου τοῦ αἱρετικοῦ, μετὰ τοῦ ἀσεβοῦς αὐτοῦ δόγματος" καθείλομεν, καὶ οὐδαμῶς πιστεύομεν αὐτοῦ τὰ λείψανα λόγῳ τινὶ 296" τοῦ λοιποῦ ἰσχύειν. εἰ δ' ἔτι ἐκεῖνος ὁ ὄφις ὁ παλαιός, ἅπαξ καὶ" δεύτερον καταδηχθείς, πρὸς ἰδίαν τιμωρίαν ἀναζῇ, ὅστις ἐκτὸς τῆς" ἐκκλησίας ὑπάρχει, ὃς σφῆλαι τοῖς ἑαυτοῦ θανατηφόροις φαρμάκοις" τινὰς ἀπίστους διαπειράζων οὐ παύεται, ταύτην ὥσπερ φθοράν τινα" ἐκκλίνατε. ὅμως ὑμεῖς μεμνημένοι τῆς ἀποστολικῆς πίστεως, ταύτης" μάλιστα ἥτις ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ἐγγράφως ἐξετέθη," βεβαίῳ βαθμῷ ἰσχυρῶς τῇ πίστει ἀμετακίνητοι διαμείνατε· καὶ μὴ" ματαιολογίας καὶ ἠφανισμένας ζητήσεις κατὰ ταύτης ὑπομείνητε" ἀκούειν τοὺς κληρικοὺς ἢ τοὺς λαϊκοὺς ὑμῶν. ἤδη γὰρ ἅπαξ τύπον" ἐδώκαμεν, ἵνα ὁ γινώσκων ἑαυτὸν Χριστιανὸν ἐκεῖνο φυλάττοι ὅπερ" παρὰ τῶν ἀποστόλων παρεδόθη, λέγοντος τοῦ ἁγίου Παύλου·" εἴ" τις ὑμᾶς εὐαγγελίζεται παρ' ὃ παρελάβετε, ἀνάθεμα ἔστω"." ὁ γὰρ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ὁ κύριος ἡμῶν τῷ γένει τῶν" ἀνθρώπων διὰ τοῦ ἰδίου πάθους πληρεστάτην ἀπέδωκε τὴν" σωτηρίαν, ἵνα ὅλον τὸν ἄνθρωπον ταῖς ἁμαρτίαις ἐνεχόμενον" πάσης ἁμαρτίας ἐλευθερώσῃ. τοῦτον εἴ τις ἤτοι ἀνθρωπότητος ἢ" θεότητος ἔλαττον ἐσχηκέναι εἴποι, πνεύματος διαβόλου πεπληρωμένος" τῆς γεέννης υἱὸν ἑαυτὸν ἀποδείκνυσι. 297" Τί τοίνυν πάλιν παρ' ἐμοῦ ζητεῖτε τὴν καθαίρεσιν Τιμοθέου;" ὃς καὶ ἐνταῦθα κρίσει τῆς ἀποστολικῆς καθέδρας, παρόντος καὶ" Πέτρου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρέων πόλεως, καθῃρέθη ἅμα τῷ" διδασκάλῳ αὐτοῦ Ἀπολιναρίῳ, ὃς καὶ ἐν ἡμέρᾳ τῆς κρίσεως τὰς" ὀφειλομένας τιμωρίας καὶ βασάνους ὑπομενεῖ. εἰ δέ τινας κουφοτέρους" πείθει ἐκεῖνος, ὥς τινα ἐλπίδα ἔχων ὅστις τὴν ἀληθῆ ἐλπίδα τὴν" εἰς Χριστὸν τῇ ὁμολογίᾳ μετέβαλε, μετὰ τούτου ὁμοίως ἀπολεῖται" ὅστις δή ποτε βούλεται τῷ κανόνι τῆς ἐκκλησίας ἀντιπαλαῖσαι." ὁ θεὸς ὑμᾶς ὑγιαίνοντας διαφυλάττοι, υἱοὶ τιμιώτατοι." Καὶ ἄλλα δέ τινα συναθροισθέντες ἐν τῇ μεγάλῃ Ῥώμῃ γεγράφασι κατὰ διαφόρων αἱρέσεων, ἅπερ ἀναγκαῖον ᾠήθην ἐνθεῖναι τῇ συγγραφῇ." Ὁμολογία τῆς καθολικῆς πίστεως, ἣν ὁ πάπας Δάμασος ἀπέστειλε" πρὸς τὸν ἐπίσκοπον Παυλῖνον ἐν τῇ Μακεδονίᾳ, ὃς ἐγένετο ἐν" Θεσσαλονίκῃ." Ἐπειδὴ μετὰ τὴν ἐν Νικαίᾳ σύνοδον αὕτη ἡ πλάνη ἀνέκυψεν 298" ὥστε τολμᾶν τινας βεβήλῳ στόματι εἰπεῖν τὸ πνεῦμα τὸ ἅγιον" γεγενῆσθαι διὰ τοῦ υἱοῦ, ἀναθεματίζομεν τοὺς μὴ μετὰ πάσης" ἐλευθερίας κηρύττοντας σὺν τῷ πατρὶ καὶ τῷ υἱῷ τῆς μιᾶς καὶ" τῆς αὐτῆς οὐσίας τε καὶ ἐξουσίας ὑπάρχειν τὸ ἅγιον πνεῦμα." Ὁμοίως δὲ ἀναθεματίζομεν καὶ τοὺς τῇ τοῦ Σαβελλίου ἀκολου" θοῦντας πλάνῃ, τὸν αὐτὸν λέγοντας καὶ πατέρα εἶναι καὶ υἱόν." Ἀναθεματίζομεν Ἄρειον καὶ Εὐνόμιον, οἳ τῇ ἴσῃ δυσσεβείᾳ, εἰ" καὶ τοῖς ῥήμασι διαφέροντες, τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα κτίσμα" εἶναι διισχυρίζονται." Ἀναθεματίζομεν τοὺς Μακεδονιανούς, οἵτινες ἐκ τῆς τοῦ Ἀρείου" ῥίζης καταγόμενοι οὐχὶ τὴν ἀσέβειαν ἀλλὰ τὴν προσηγορίαν ἐνήλλαξαν." Ἀναθεματίζομεν Φωτεινόν, ὃς τὴν τοῦ Ἐβίωνος αἵρεσιν ἀνα" καινίζων τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μόνον ἐκ τῆς Μαρίας" ὡμολόγει." Ἀναθεματίζομεν καὶ τοὺς δύο υἱοὺς εἶναι διισχυριζομένους, ἕνα" πρὸ τῶν αἰώνων καὶ ἄλλον μετὰ τὴν τῆς σαρκὸς ἐκ τῆς Μαρίας" ἀνάληψιν." Ἀναθεματίζομεν κἀκείνους οἵτινες ἀντὶ λογικῆς ψυχῆς διισχυρί" ζονται ὅτι ὁ τοῦ θεοῦ λόγος ἐστράφη ἐν τῇ ἀνθρωπίνῃ σαρκί." αὐτὸς γὰρ ὁ υἱὸς ὁ τοῦ θεοῦ λόγος οὐχὶ ἀντὶ τῆς λογικῆς καὶ νοερᾶς" ψυχῆς ἐν τῷ ἑαυτοῦ σώματι γέγονεν, ἀλλὰ τὴν ἡμετέραν, τουτέστι" λογικὴν καὶ νοεράν, ἄνευ τῆς ἁμαρτίας ψυχὴν ἀνέλαβέ τε καὶ ἔσωσεν. 299" Ἀναθεματίζομεν καὶ τοὺς λέγοντας τὸν λόγον τοῦ θεοῦ τῇ" ἐκτάσει καὶ τῇ συστολῇ ἀπὸ τοῦ πατρὸς κεχωρίσθαι, καὶ ἀνυπόστατον" αὐτὸν ἢ μέλλειν τελευτᾶν βλασφημοῦντας." Τοὺς δὲ ἀπὸ ἐκκλησιῶν εἰς ἑτέρας ἐκκλησίας μετελθόντας ἄχρι" τοσούτου ἀπὸ τῆς ἡμετέρας κοινωνίας ἀλλοτρίους ἔχομεν, ἄχρις οὗ" πρὸς αὐτὰς ἐπανέλθωσι τὰς πόλεις ἐν αἷς πρῶτον ἐχειροτονήθησαν." ἐὰν δέ τις, ἄλλου ἀπὸ τόπου εἰς τόπον μετελθόντος, ἐν τόπῳ τοῦ" ζῶντος ἐχειροτονήθη, ἄχρι τοσούτου σχολάσῃ ἀπὸ τοῦ ἱερατικοῦ" ἀξιώματος ὁ τὴν ἰδίαν πόλιν καταλείψας ἄχρις οὗ ὁ διαδεξάμενος" αὐτὸν ἀναπαύσηται ἐν κυρίῳ." Εἴ τις μὴ εἴπῃ ἀεὶ τὸν πατέρα καὶ ἀεὶ τὸν υἱὸν καὶ ἀεὶ τὸ" πνεῦμα τὸ ἅγιον εἶναι, ἀνάθεμα ἔστω." Εἴ τις μὴ εἴπῃ τὸν υἱὸν γεννηθέντα ἐκ τοῦ πατρός, τουτέστιν" ἐκ τῆς οὐσίας τῆς θείας αὐτοῦ, ἀνάθεμα ἔστω." Εἴ τις μὴ εἴπῃ ἀληθινὸν θεὸν τὸν υἱὸν τοῦ θεοῦ, ὡς ἀληθινὸν" θεὸν τὸν πατέρα αὐτοῦ, καὶ πάντα δύνασθαι καὶ πάντα εἰδέναι, καὶ" τῷ πατρὶ ἴσον, ἀνάθεμα ἔστω." Εἴ τις εἴπῃ ὅτι ἐν σαρκὶ διάγων ὁ υἱὸς τοῦ θεοῦ, ὅτε ἦν ἐν τῇ" γῇ, ἐν τοῖς οὐρανοῖς καὶ σὺν τῷ πατρὶ οὐκ ἦν, ἀνάθεμα ἔστω. 300" Εἴ τις εἴπῃ ὅτι ἐν τῷ πάθει τοῦ σταυροῦ τὴν ὀδύνην ὑπέμεινεν" ὁ υἱὸς τοῦ θεοῦ θεός, καὶ οὐχὶ ἡ σὰρξ σὺν τῇ ψυχῇ ἥνπερ ἐνεδύσατο" μορφὴν δούλου ἥνπερ ἑαυτῷ ἀνέλαβεν, ὡς εἴρηκεν ἡ ἁγία γραφή," ἀνάθεμα ἔστω." Εἴ τις μὴ εἴπῃ ὅτι ἐν τῇ σαρκὶ ἥνπερ ἀνέλαβε καθέζεται ἐν τῇ" δεξιᾷ τοῦ πατρός, ἐν ᾗ καὶ ἐλεύσεται κρῖναι ζῶντας καὶ νεκρούς," ἀνάθεμα ἔστω." Εἴ τις μὴ εἴπῃ τὸ πνεῦμα τὸ ἅγιον ἐκ τοῦ πατρὸς εἶναι ἀληθῶς" καὶ κυρίως, ὡς καὶ τὸν υἱὸν ἐκ τῆς θείας οὐσίας καὶ θεὸν θεοῦ" λόγον, ἀνάθεμα ἔστω." Εἴ τις μὴ εἴπῃ πάντα δύνασθαι τὸ πνεῦμα τὸ ἅγιον καὶ πάντα 301" εἰδέναι καὶ πανταχοῦ παρεῖναι, ὡς καὶ τὸν υἱὸν καὶ τὸν πατέρα," ἀνάθεμα ἔστω." Εἴ τις εἴπῃ τὸ πνεῦμα τὸ ἅγιον ποίημα ἢ διὰ τοῦ υἱοῦ γεγε" νῆσθαι, ἀνάθεμα ἔστω." Εἴ τις μὴ εἴπῃ πάντα διὰ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος" τὸν πατέρα πεποιηκέναι, τουτέστι τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, ἀνά" θεμα ἔστω." Εἴ τις μὴ εἴπῃ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύμα" τος μίαν θεότητα, ἐξουσίαν, θειότητα, δυναστείαν, μίαν δόξαν," κυριότητα, μίαν βασιλείαν, μίαν θέλησιν καὶ ἀλήθειαν, ἀνάθεμα ἔστω." Εἴ τις τρία πρόσωπα μὴ εἴπῃ ἀληθινά, τοῦ πατρὸς καὶ τοῦ" υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, ἴσα, ἀεὶ ζῶντα, τὰ πάντα κατέχοντα" τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, πάντα δυνάμενα, πάντα κρίνοντα, πάντα" ζωοποιοῦντα, πάντα δημιουργοῦντα, πάντα σώζοντα, ἀνάθεμα ἔστω." Εἴ τις μὴ εἴπῃ προσκυνητὸν τὸ πνεῦμα τὸ ἅγιον παρὰ πάσης" τῆς κτίσεως, ὡς καὶ τὸν υἱὸν καὶ τὸν πατέρα, ἀνάθεμα ἔστω." Εἴ τις περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καλῶς φρονήσει, περὶ δὲ" τοῦ ἁγίου πνεύματος οὐκ ὀρθῶς ἔχει, αἱρετικός ἐστιν ὅτι πάντες οἱ" αἱρετικοί, περὶ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ περὶ τοῦ ἁγίου πνεύματος" κακῶς φρονοῦντες, ἐν τῇ τῶν Ἰουδαίων καὶ τῶν ἐθνικῶν ἀπιστίᾳ" τυγχάνειν ἐλέγχονται." Εἴ τις δὲ μερίσῃ θεὸν τὸν πατέρα λέγων καὶ θεὸν τὸν υἱὸν καὶ" θεὸν τὸ πνεῦμα τὸ ἅγιον, καὶ διισχυρίσαιτο θεοὺς λέγεσθαι καὶ οὐχὶ 302" θεὸν διὰ τὴν μίαν θεότητα καὶ δυναστείαν, ἥνπερ εἶναι πιστεύομεν" καὶ οἴδαμεν, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος," θεὸν ἕνα, ὑπεξελόμενος δὲ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς" μόνον ὑπονοήσει τὸν πατέρα θεὸν λέγεσθαι ἢ πιστεύεσθαι ἕνα θεόν," ἀνάθεμα ἔστω." Τὸ γὰρ ὄνομα τῶν θεῶν καὶ τοῖς ἀγγέλοις καὶ τοῖς πᾶσιν ἁγίοις" παρὰ τοῦ θεοῦ ἐτέθη καὶ ἐχαρίσθη· περὶ δὲ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ" τοῦ ἁγίου πνεύματος, διὰ τὴν μίαν καὶ ἴσην θεότητα, οὐχὶ τῶν θεῶν" ὀνόματα ἀλλὰ τοῦ θεοῦ ἡμῶν ἐνδείκνυται καὶ σημαίνεται, ἵνα πιστεύω" μεν ὅτι εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα μόνον βαπτιζόμεθα, καὶ" οὐχὶ εἰς τὰ τῶν ἀρχαγγέλων καὶ ἀγγέλων ὀνόματα, ὡς αἱρετικοὶ ἢ" ὡς Ἰουδαῖοι ἢ ἐθνικοὶ παραφρονοῦντες. αὕτη τοίνυν ἡ τῶν Χριστια" νῶν σωτηρία ἐστὶν ὥστε πιστεύοντες τῇ τριάδι, τουτέστι τῷ πατρὶ καὶ" τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι, καὶ βαπτιζόμενοι εἰς αὐτήν, μίαν θεό" τητα καὶ δυναστείαν καὶ θειότητα καὶ οὐσίαν, εἰς αὐτὸν πιστεύομεν." Ταῦτα μὲν οὖν Γρατιανοῦ περιόντος ἐγένετο. ἐπειδὴ δὲ ἐκεῖνος 303 ἔν τε πολέμοις ἀριστεύων καὶ τὰς πόλεις σωφρόνως τε καὶ δικαίως ἰθύνων ἐξ ἐπιβουλῆς ἐτελεύτησε, παῖδας μὲν οὐ καταλιπὼν κλη ρονόμους τῆς βασιλείας, ἀδελφὸν δὲ κομιδῇ νέον ὁμώνυμον τοῦ πατρός, Μάξιμός τις τῆς Βαλεντινιανοῦ καταφρονήσας νεότητος ἥρπασε τὴν τῆς Ἑσπέρας ἡγεμονίαν. Κατ' ἐκεῖνον δὲ τὸν χρόνον Ἰουστίνα, ἡ Βαλεντινιανοῦ μὲν τοῦ μεγάλου γαμετή, τοῦ δὲ νέου μήτηρ, ἃ πάλαι τῆς Ἀρειανικῆς διδα σκαλίας ἐδέξατο σπέρματα δῆλα πεποίηκε τῷ παιδί. τοῦ μὲν γὰρ ὁμόζυγος τὸ θερμὸν ἐπισταμένη τῆς πίστεως, λαθεῖν ἅπαντα τὸν χρόνον ἐσπούδασε· τοῦ δὲ παιδὸς τὸ τῶν φρενῶν ἁπαλὸν καὶ εὔει κτον θεωμένη προσενεγκεῖν τὴν ἐξαπάτην ἐθάρρησεν. ὁ δὲ τῆς μητρὸς τὰς ὑποθήκας ὀνησιφόρους ὑπολαβὼν (εἰς γὰρ τὸ τῆς φύσεως δέλεαρ ἀποβλέπων τὸ θανατηφόρον ἄγκιστρον οὐχ ἑώρα), Ἀμβροσίῳ πρώτῳ τοὺς περὶ τούτων προσενήνοχε λόγους, ἡγούμενος, εἰ τοῦτον μετα πείσοι, τῶν ἄλλων ῥᾳδίως ἂν περιέσεσθαι καὶ οὐδένα ἀντίπαλον ἔσεσθαι. ὁ δὲ τῆς τε τοῦ πατρὸς ἀνεμίμνησκεν εὐσεβείας καὶ τὸν κλῆρον παρεκάλει φυλάττειν ὃν παρέλαβεν ἄσυλον· ἐδίδασκε δὲ καὶ τὴν τῶν δογμάτων διαφοράν, καὶ ὅπως τὰ μὲν τῇ τοῦ κυρίου διδα σκαλίᾳ καὶ τοῖς τῶν ἀποστόλων συμβαίνει κηρύγμασι, τὰ δὲ ἄντικρύς ἐστιν ἐναντία καὶ τῇ πνευματικῇ νομοθεσίᾳ μαχόμενα. ὁ δὲ νέος, οἷα δὴ νέος καὶ παρὰ μητρὸς ἠπατημένης θηγόμενος, οὐ μόνον οὐ προσίετο τὰ λεγόμενα, ἀλλὰ καὶ θυμοῦ πλήρης ἐγίγνετο καὶ λόχοις ὁπλιτῶν τε καὶ πελταστῶν τοὺς ἐκκλησιαστικοὺς περιβόλους ἐκύκλου. 304 ἐπειδὴ δὲ τὸν μέγιστον ἐκεῖνον ἀριστέα οὐδὲν ἐδεδίξατο τῶν ὑπ' αὐτοῦ γενομένων (μορμολύκεια γὰρ ὑπέλαβε ταῦτα, μειρακυλλίοις ὑπό τινων προσφερόμενα), τότε δὴ χαλεπήνας προφανῶς αὐτὸν ἐκέλευσε τῶν ἱερῶν ἔξω βῆναι προθύρων. ὁ δέ·" ἑκὼν εἶναι τοῦτο", ἔφη," οὐ. δράσω, οὐδὲ προδώσω τοῖς λύκοις τὸν τῶν προβάτων σηκόν, οὐδὲ τοῖς βλασφημοῦσι τὸν θεῖον παραδώσω νεών· ἀλλ' εἴ σοι κτεῖναι δοκεῖ, ἔνδον ἐπένεγκέ μοι τὸ ξίφος ἢ τὴν αἰχμήν· ἀσπα σίως γὰρ δέξομαι τὴν τοιαύτην σφαγήν". Χρόνου δὲ συχνοῦ τριβομένου, μεμάθηκε μὲν ὁ Μάξιμος τὰ κατὰ τοῦ μεγαλοφώνου κήρυκος τῆς ἀληθείας τολμώμενα, ἐπέστειλε δὲ τῷ Βαλεντινιανῷ, τὸν κατὰ τῆς εὐσεβείας πόλεμον καταλῦσαι παρεγγυῶν καὶ παραινῶν μὴ προέσθαι τὴν πατρῴαν εὐσέβειαν· προστέθεικε δὲ καὶ τοῦ πολέμου τὴν ἀπειλὴν εἰ μὴ πείθοιτο, καὶ μέντοι καὶ τοῖς λόγοις τὸ ἔργον ἐπέθηκε. τὴν γὰρ στρατιὰν ἀγείρας ἐπὶ τὴν Μεδι όλανον ὥρμησεν ἔνθα ἐκεῖνος διῆγεν. ὁ δὲ μαθὼν τὴν ἔφοδον εἰς Ἰλλυρίους ᾤχετο φεύγων, τῇ πείρᾳ μαθὼν τίνων ἐκ τῆς μητρῴας ἀπώνατο συμβουλῆς. Πυθόμενος δὲ Θεοδόσιος ὁ πανεύφημος βασιλεὺς τά τε παρὰ τοῦ βασιλέως πραχθέντα καὶ τὰ παρὰ τοῦ τυράννου γραφέντα, ἔγραψε τῷ πεφευγότι νέῳ μὴ χρῆναι θαυμάζειν, εἰ τῷ μὲν βασιλεῖ τὸ δέος, τῷ δὲ τυράννῳ τὸ κράτος συνέζευκται· τῇ γὰρ εὐσεβείᾳ πεπολέμηκε μὲν ὁ βασιλεύς, ὁ δὲ τύραννος ἐπεκούρησε. καὶ ὁ μὲν ταύτην προ 305 έμενος ἀποδιδράσκει γυμνός, ὁ δὲ ταύτῃ καθωπλισμένος τοῦ γεγυμνω μένου κρατεῖ· τῇ γὰρ εὐσεβείᾳ καὶ ὁ ταύτης σύνεστι νομοθέτης. ταῦτα μὲν οὖν ἑκὰς ὢν ἐπέστειλεν. ἐπειδὴ δὲ τὴν φυγὴν μεμαθηκὼς εἰς ἐπικουρίαν ἀφίκετο καὶ τὴν μὲν οἰκείαν καταλελοιπότα βασιλείαν εἰς δὲ τὴν αὐτοῦ παραγενόμενον εἶδε, πρῶτον μὲν τῇ ψυχῇ τὴν θεραπείαν προσήνεγκε καὶ τὴν ἐπιγενομένην τῆς ἀσεβείας ἐξήλασε νόσον καὶ εἰς τὴν πατρῴαν εὐσέβειαν ἐπανήγαγεν· εἶτα θαρρεῖν παρεγ γυήσας καὶ κατὰ τοῦ τυράννου στρατεύσας, ἀναιμωτὶ μὲν τῷ νέῳ τὴν βασιλείαν παρέδωκε, τὸν δὲ τύραννον ἔκτεινεν. ἀδικεῖν γὰρ ὑπέλαβεν καὶ τὰς πρὸς Γρατιανὸν γεγενημένας παραβαίνειν συνθήκας, εἰ μὴ ποινὴν τοὺς ἀπεκταγκότας εἰσπράξαιτο τῆς σφαγῆς. Μετὰ δὲ τὴν ἐκεῖθεν ἐπάνοδον ἀφίκετο μὲν Ἀμφιλόχιος ὁ θαυ μάσιος, οὗ πολλάκις ἐμνήσθην, ἀντιβολῶν τοὺς τῶν Ἀρειανῶν ἐκ τῶν πόλεων ἐξελαθῆναι συλλόγους· ὁ δὲ βασιλεὺς ἀπηνεστέραν ὑπο λαβὼν τὴν αἴτησιν οὐκ ἐδέξατο. ὁ δὲ σοφώτατος Ἀμφιλόχιος παραυ τίκα σιγήσας μνήμης ἀξίαν ἐξηύρηκεν μηχανήν. εἴσω γὰρ αὖθις τῶν βασιλείων γενόμενος καὶ παρεστῶτα τῷ βασιλεῖ τὸν υἱὸν Ἀρκά διον θεασάμενος (νεωστὶ δὲ οὗτος κεχειροτόνητο βασιλεύς), αὐτὸν μὲν ἠσπάσατο συνήθως τὸν βασιλέα, ἀγέραστον δὲ κατέλιπε τὸν υἱόν. ὁ δὲ βασιλεύς, ἐπιλησθῆναι νομίσας τὸν Ἀμφιλόχιον, προσελθεῖν καὶ φιλῆσαι προσέταξε τὸν υἱόν· ὁ δὲ ἀποχρῆν ἔφη τὴν αὐτῷ παρ' αὐτοῦ προσενεχθεῖσαν τιμήν. ὁ δὲ δυσχεράνας οἰκείαν ἐκάλει παροινίαν τὴν τοῦ παιδὸς ἀτιμίαν. τηνικαῦτα λοιπὸν ὁ σοφώτατος Ἀμφιλόχιος ἐκκαλύπτει τὸν τοῦ γεγενημένου σκοπὸν καὶ βοῶν ἔφη·" ὁρᾷς, ὦ βασιλεῦ, ὅπως οὐ φέρεις τὴν τοῦ παιδὸς ἀτιμίαν, ἀλλὰ τοῖς εἰς τοῦτον 306 παροινοῦσι χαλεπαίνεις πικρῶς. πίστευσον δὴ οὖν καὶ τὸν τῶν ὅλων θεὸν τοὺς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ βλασφημοῦντας βδελύττεσθαι, καὶ ὡς ἀχαρίστους περὶ τὸν σωτῆρα καὶ εὐεργέτην γεγενημένους μισεῖν". οὕτω συνεὶς ὁ βασιλεὺς καὶ τά τε πεπραγμένα καὶ τὰ εἰρη μένα θαυμάσας, νόμον εὐθὺς ἔγραψε τοὺς τῶν αἱρετικῶν συλλόγους κωλύοντα. Ἀλλὰ γὰρ οὐ ῥᾴδιον πάσας διαφυγεῖν τοῦ κοινοῦ τῶν ἀνθρώ πων πολεμίου τὰς ἄρκυς. πολλάκις γάρ τις διαδρὰς τῆς ἀσελγείας τὸ πάθος τῇ τῆς πλεονεξίας περιπείρεται πάγῃ· εἰ δὲ καὶ ταύτης κρείττων φανείη, ἑτέρωθεν ἀναφύεται τοῦ φθόνου τὸ βάραθρον· κἂν τοῦτο δὲ πάλιν ὑπερπηδήσῃ, τοῦ θυμοῦ τὸ δίκτυον εὑρήσει προκεί μενον· καὶ ἄλλας δὲ μυρίας τοῖς ἀνθρώποις τίθησι ποδοστράβας, ἀγρεύων εἰς ὄλεθρον. καὶ τὰ μὲν πάθη τοῦ σώματος ὑπουργοῦντα ἔχει ταῖς κατὰ τῆς ψυχῆς τεκταινομέναις ὑπ' αὐτοῦ μηχαναῖς· μόνος δὲ ὁ νοῦς ἐγρηγορὼς περιγίγνεται τῇ περὶ τὰ θεῖα ῥοπῇ τῶν μηχα νημάτων διαλύων τὴν ῥύμην. τῆς ἀνθρωπείας δὴ οὖν φύσεως καὶ ὁ θαυμάσιος οὗτος μετασχὼν βασιλεὺς καὶ τῶν παθημάτων μετέλαχε, καὶ τῷ δικαίῳ θυμῷ ἀμετρία προσγινομένη ὠμόν τι καὶ παράνομον εἰργάσατο πάθος. ἐρῶ δὲ καὶ τοῦτο τῆς τῶν ἐντευξομένων εἵνεκα ὠφελείας· οὐ γὰρ μόνον κατηγορίαν ἔχει τοῦ θαυμαστοῦ βασιλέως, ἀλλὰ καὶ εὐφημίαν μνήμης ἀξιωτάτην. Θεσσαλονίκη πόλις ἐστὶ μεγίστη καὶ πολυάνθρωπος, εἰς μὲν τὸ Μακεδόνων ἔθνος τελοῦσα, ἡγουμένη δὲ καὶ Θετταλίας καὶ Ἀχαΐας 307 καὶ μέντοι καὶ ἄλλων παμπόλλων ἐθνῶν ὅσα τῶν Ἰλλυρίων τὸν ὕπαρχον ἡγούμενον ἔχει. ἐν ταύτῃ στάσεως γενομένης τινὸς κατελεύ σθησάν τε καὶ κατεσύρησαν τῶν ἀρχόντων τινές. ὁ δὲ βασιλεὺς ἐξαφθεὶς ὑπὸ τῶν ἀγγελθέντων οὐκ ἤνεγκε τοῦ θυμοῦ τὴν ὁρμὴν οὐδὲ τῷ χαλινῷ τοῦ λογισμοῦ τὴν τούτου ῥύμην ἐκώλυσεν, ἀλλὰ τούτῳ τὴν ψῆφον ἐξενεγκεῖν τῆς τιμωρίας ἐπέτρεψε. ταύτην δὲ τὴν ἐξουσίαν ἐκεῖνος λαβών, οἷα δὴ αὐτόνομός τε καὶ τύραννος τὸν δεσμὸν ἀπορρήξας καὶ τοῦ λογισμοῦ διαφυγὼν τὸν ζυγόν, ἄδικα ξίφη κατὰ πάντων ἐγύμνωσε καὶ τοὺς ἀθώους μετὰ τῶν ὑπευθύνων κατέκτεινεν. ἑπτὰ γάρ, ὥς φασιν, ἀνθρώπων ἀνῃρέθησαν χιλιάδες, οὐ κρίσεως ἡγησαμένης καὶ τῶν τὰ δεινὰ ἐκεῖνα τετολμηκότων κατακριθέντων, ἀλλ' ὡς ἐν ἀμήτῳ πάντων ὁμοῦ δίκην ἀσταχύων κατατμηθέντων. Ταύτην μαθὼν τὴν ὀδυρμῶν γέμουσαν συμφορὰν Ἀμβρόσιος ἐκεῖνος, οὗ πολλάκις ἐμνήσθην, ἀφικόμενον εἰς τὴν Μεδιό 308 λανον τὸν βασιλέα καὶ συνήθως εἰς τὸν θεῖον εἰσελθεῖν βουλη θέντα νεὼν ὑπαντήσας ἔξω τῶν προθύρων, ἐπιβῆναι τῶν ἱερῶν 309 προπυλαίων τοιάδε λέγων ἐκώλυσεν·" οὐκ οἶσθα ὡς ἔοικεν, ὦ βα σιλεῦ, τῆς εἰργασμένης μιαιφονίας τὸ μέγεθος, οὐδὲ μετὰ τὴν τοῦ θυμοῦ παῦλαν ὁ λογισμὸς ἐπέγνω τὸ τολμηθέν· οὐκ ἐᾷ γὰρ ἴσως τῆς βασιλείας ἡ δυναστεία ἐπιγνῶναι τὴν ἁμαρτίαν, ἀλλ' ἐπι προσθεῖ ἡ ἐξουσία τῷ λογισμῷ. χρὴ μέντοι εἰδέναι τὴν φύσιν καὶ τὸ ταύτης θνητόν τε καὶ διαρρέον καὶ τὸν πρόγονον χοῦν ἐξ οὗ γεγόναμεν καὶ εἰς ὃν ἀπορρέομεν, καὶ μὴ τῷ ἄνθει τῆς ἁλουργίδος ἀποβουκολούμενον ἀγνοεῖν τοῦ καλυπτομένου σώματος τὴν ἀσθένειαν. ὁμοφυῶν ἄρχεις, ὦ βασιλεῦ, καὶ μὲν δὴ καὶ ὁμοδούλων· εἷς γὰρ ἁπάντων δεσπότης καὶ βασιλεὺς ὁ τῶν ὅλων δημιουργός. ποίοις τοίνυν ὀφθαλμοῖς ὄψει τὸν τοῦ κοινοῦ δεσπότου νεών; ποίοις δὲ ποσὶ τὸ δάπεδον ἐκεῖνο πατήσεις τὸ ἅγιον; πῶς δὲ τὰς χεῖρας ἐκτε νεῖς ἀποσταζούσας ἔτι τοῦ ἀδίκου φόνου τὸ αἷμα; πῶς δὲ τοιαύταις ὑποδέξῃ χερσὶ τοῦ δεσπότου τὸ πανάγιον σῶμα; πῶς δὲ τῷ στόματι προσοίσεις τὸ αἷμα τὸ τίμιον, τοσοῦτο διὰ τῶν τοῦ θυμοῦ λόγων ἐκχέαντι παράνομον αἷμα; ἄπιθι τοίνυν, καὶ μὴ πειρῶ τοῖς δευτέροις τὴν προτέραν αὔξειν παρανομίαν καὶ δέχου τὸν δεσμόν, ᾧ ὁ θεὸς ὁ τῶν ὅλων δεσπότης ἄνωθεν γίγνεται σύμψηφος· ἰατρικὸς δὲ οὗτος καὶ πρόξενος ὑγείας." Τούτοις εἴξας ὁ βασιλεὺς τοῖς λόγοις (τοῖς γὰρ θείοις λογίοις ἐντεθραμμένος ᾔδει σαφῶς τίνα μὲν τῶν ἱερέων, τίνα δὲ τῶν βασι λέων ἴδια), στένων καὶ δακρύων ἐπανῆλθεν εἰς τὰ βασίλεια. χρόνου δὲ συχνοῦ διελθόντος (ὀκτὼ γὰρ ἀναλώθησαν μῆνες), κατέλαβεν ἡ τοῦ σωτῆρος ἡμῶν γενέθλιος ἑορτή· ὁ δὲ βασιλεὺς ἐν τοῖς βασιλείοις 310 ὀλοφυρόμενος καθῆστο, τὴν τῶν δακρύων ἀναλίσκων λιβάδα. τοῦτο θεασάμενος Ῥουφῖνος (μάγιστρος δὲ τηνικαῦτα ἦν καὶ πολλῆς μετεῖχε παρρησίας ἅτε δὴ συνηθέστερος ὤν), προσελθὼν ἤρετο τῶν δακρύων τὸ αἴτιον. ὁ δὲ πικρὸν ἀνοιμώξας καὶ σφοδρότερον προχέας τὸ δάκρυον·" σὺ μέν", ἔφη," ὦ Ῥουφῖνε, παίζεις· τῶν γὰρ ἐμῶν οὐκ ἐπαισθάνῃ κακῶν. ἐγὼ δὲ στένω καὶ ὀλοφύρομαι τὴν ἐμαυτοῦ συμ φοράν, λογιζόμενος ὡς τοῖς μὲν οἰκέταις καὶ τοῖς προσαίταις ἄνετος ὁ θεῖος νεὼς καὶ εἰσίασιν ἀδεῶς καὶ τὸν οἰκεῖον ἀντιβολοῦσι δεσπό την, ἐμοὶ δὲ καὶ οὗτος ἄβατος καὶ πρὸς τούτῳ μοι ὁ οὐρανὸς ἀπο κέκλεισται. μέμνημαι γὰρ τῆς δεσποτικῆς φωνῆς ἣ διαρρήδην φησίν·" ὃν ἂν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένος ἐν τοῖς οὐρανοῖς". ὁ δέ·" δραμοῦμαι", ἔφη," εἴ σοι δοκεῖ, καὶ τὸν ἀρχιερέα πείσω λιπα ρήσας λῦσαί σοι τὰ δεσμά"." οὐ πείσεται", ἔφη ὁ βασιλεύς." οἶδα γὰρ ἐγὼ τῆς Ἀμβροσίου ψήφου τὸ δίκαιον, οὐδὲ αἰδεσθεὶς τῆς βασι λείας τὴν ἐξουσίαν τὸν θεῖον παραβήσεται νόμον". Ἐπειδὴ δὲ πλείοσι χρησάμενος ὁ Ῥουφῖνος λόγοις πείθειν ὑπέ σχετο τὸν Ἀμβρόσιον, ἀπελθεῖν αὐτὸν ὁ βασιλεὺς κατὰ τάχος ἐκέ λευσεν· καὶ αὐτὸς δὲ ὑπὸ τῆς ἐλπίδος βουκοληθεὶς ἠκολούθησε μετὰ βραχύ, ταῖς ὑποσχέσεσι τοῦ Ῥουφίνου πιστεύσας. αὐτίκα δὲ τὸν Ῥουφῖνον ἰδὼν ὁ θεῖος Ἀμβρόσιος·" τὴν τῶν κυνῶν", ἔφη," ἀναίδειαν, ὦ Ῥουφῖνε, ζηλοῖς. τοσαύτης γὰρ μιαιφονίας γενόμενος σύμ βουλος τὴν αἰδῶ τῶν μετώπων ἀπέξυσας, καὶ οὔτε ἐρυθριᾷς οὔτε δέδιας, τοσοῦτον κατὰ τῆς θείας λυττήσας εἰκόνος". ἐπειδὴ δὲ ὁ Ῥουφῖνος ἠντιβόλει καὶ τὸν βασιλέα ἔλεγεν ἥξειν, ὑπὸ τοῦ θείου ζήλου 311 πυρποληθεὶς Ἀμβρόσιος ὁ θεσπέσιος·" ἐγώ", ἔφη," ὦ Ῥουφῖνε, προλέγω ὡς κωλύσω τῶν ἱερῶν αὐτὸν ἐπιβῆναι προθύρων· εἰ δὲ εἰς τυραννίδα τὴν βασιλείαν μεθίστησι, δέξομαι κἀγὼ μεθ' ἡδονῆς τὴν σφαγήν". τούτων ὁ Ῥουφῖνος ἀκούσας ἐμήνυσε διά τινος τῷ βασιλεῖ τὸν τοῦ ἀρχιερέως σκοπὸν καὶ μένειν εἴσω τῶν βασιλείων παρῄνεσεν. Ὁ δὲ βασιλεὺς κατὰ μέσην τὴν ἀγορὰν ταῦτα μαθών·" ἄπειμι". ἔφη," καὶ τὰς δικαίας δέξομαι παροινίας". ἐπειδὴ δὲ τοὺς ἱεροὺς περιβόλους κατέλαβεν, εἰς μὲν τὸν θεῖον οὐκ εἰσελήλυθε νεών, πρὸς δὲ τὸν ἀρχιερέα παραγενόμενος (ἐν δὲ τῷ ἀσπαστικῷ οἴκῳ οὗτος καθῆστο) ἐλιπάρει λυθῆναί οἱ τὸν δεσμόν. ὁ δὲ τυραννικὴν ἐκάλει τὴν παρου σίαν, καὶ κατὰ θεοῦ μεμηνέναι τὸν Θεοδόσιον ἔλεγε καὶ τοὺς ἐκείνου νόμους πατεῖν. ὁ δὲ βασιλεύς·" οὐ θρασύνομαι", ἔφη," κατὰ τῶν κειμένων νόμων οὐδὲ παρανόμως ἐπιβῆναι τῶν ἱερῶν προθύρων ἐφίεμαι, ἀλλὰ σὲ λῦσαί με τῶν δεσμῶν ἀξιῶ καὶ τὴν τοῦ κοινοῦ δεσπότου φιλανθρωπίαν λογίσασθαι καὶ μὴ κλεῖσαί μοι θύραν ἣν πᾶσι τοῖς μεταμελείᾳ χρωμένοις ὁ δεσπότης ἀνέῳξεν". ὁ δὲ ἀρχιε ρεύς·" ποίαν οὖν", ἔφη," μεταμέλειαν ἔδειξας μετὰ τοσαύτην παρα νομίαν; ποίοις δὲ φαρμάκοις τὰ δυσίατα ἐθεράπευσας τραύματα;" ὁ δὲ βασιλεύς·" σὸν ἔργον", ἔφη," τὸ καὶ δεῖξαι καὶ κεράσαι τὰ φάρμακα, ἐμὸν δὲ τὸ δέξασθαι προσφερόμενα". τότε ὁ θεῖος Ἀμβρόσιος·" ἐπειδὴ τῷ θυμῷ", ἔφη," τὸ δικάζειν ἐπιτρέπεις καὶ οὐχ ὁ λογισμὸς τὴν γνῶσιν ἀλλ' ὁ θυμὸς ἐκφέρει, γράψον νόμον τοῦ θυμοῦ τὰς ψήφους ἀργὰς 312 ποιοῦντα καὶ περιττάς. καὶ τριάκοντα ἡμέρας αἱ φονικαὶ καὶ δημευτι καὶ μενέτωσαν γνώσεις ἐν γράμμασιν, τὴν τοῦ λογισμοῦ προσδε χόμεναι κρίσιν. διελθουσῶν δὲ τῶνδε τῶν ἡμερῶν, οἱ τὰ ἐγνωσμένα γεγραφότες τὰ προστεταγμένα δεικνύτωσαν. καὶ τηνικαῦτα τοῦ θυμοῦ πεπαυμένου, καθ' ἑαυτὸν δικάζων ὁ λογισμὸς ἐξετάσει τὰ ἐγνωσμένα καὶ ὄψεται εἴτε ἄδικα εἴτε δίκαια εἴη. καὶ εἰ μὲν εὕροι ἄδικα, δῆλον ὅτι διαρρήξει τὰ γεγραμμένα· εἰ δέ γε δίκαια, βεβαιώσει, καὶ ὁ τῶν ἡμερῶν ἀριθμὸς οὐ λυμανεῖται τοῖς ὀρθῶς ἐγνωσμένοις". ταύτην ὁ βασιλεὺς δεξάμενος τὴν εἰσήγησιν καὶ ἄριστα ἔχειν ὑπολαβών, εὐθὺς γραφῆναί τε τὸν νόμον ἐκέλευσε καὶ τοῖς τῆς οἰκείας χειρὸς ἐβε βαίωσε γράμμασι· τούτου δὲ γενομένου, διέλυσε τὸν δεσμὸν ὁ θεῖος Ἀμβρόσιος. Οὕτως ὁ πιστότατος βασιλεὺς εἴσω γενέσθαι θαρρήσας τοῦ θείου νεώ, οὐχ ἑστὼς τὸν δεσπότην ἱκέτευεν οὐδὲ τὰ γόνατα κλίνας, ἀλλὰ πρηνὴς ἐπὶ τοῦ δαπέδου κείμενος τὴν Δαυϊτικὴν ἀφῆκε φωνήν·" ἐκολλήθη τῷ ἐδάφει ἡ ψυχή μου, ζῆσόν με κατὰ τὸν λόγον σου", καὶ ταῖς χερσὶν ἀποτίλλων τὰς τρίχας καὶ τὸ μέτωπον τύπτων καὶ ταῖς τῶν δακρύων σταγόσι τοὔδαφος καταρραίνων συγγνώμης ἠντι βόλει τυχεῖν. ἐπειδὴ δὲ ὁ καιρὸς ἐκάλει τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκεῖν, ἀναστὰς μετὰ τῶν ἴσων δακρύων τῶν ἀνακτόρων ἐπέβη· προσενεγκὼν δὲ ὥσπερ εἰώθει, ἔνδον παρὰ τὰς κιγκλίδας μεμένηκεν. ἀλλὰ πάλιν ὁ μέγας Ἀμβρόσιος οὐκ ἐσίγησεν, ἀλλ' ἐξεπαί δευσε τὴν τῶν τόπων διαφοράν. καὶ πρῶτον μὲν ἤρετο εἴ τινος δέοιτο· τοῦ δὲ βασιλέως εἰρηκότος ὡς προσμένει τὴν τῶν θείων μυστηρίων μετάληψιν, ἐδήλωσεν ὑπουργῷ τῷ τῶν διακόνων ἡγου 313 μένῳ χρησάμενος ὅτι·" τὰ ἔνδον, ὦ βασιλεῦ, μόνοις ἐστὶν ἱερεῦσι βατά, τοῖς δὲ ἄλλοις ἅπασιν ἄδυτά τε καὶ ἄψαυστα. ἔξιθι τοίνυν καὶ τοῖς ἄλλοις κοινώνει τῆς στάσεως· ἁλουργὶς γὰρ βασιλέας, οὐχ ἱερέας ποιεῖ". καὶ ταύτην δὲ ὁ πιστότατος βασιλεὺς ἀσμένως δεξάμενος τὴν εἰσή γησιν, ἀντεδήλωσεν ὡς οὐ θρασύτητι χρώμενος ἔνδον τῶν κιγκλίδων μεμένηκεν, ἀλλ' ἐν Κωνσταντινουπόλει τοῦτο εἶναι ἔθος μαθών·" χάριν δὲ ὀφείλω", ἔφη," καὶ τῆσδε τῆς ἰατρείας". τοσαύτῃ καὶ τηλι καύτῃ καὶ ὁ ἀρχιερεὺς καὶ ὁ βασιλεὺς διέλαμπον ἀρετῇ· ἀμφοτέρων γὰρ ἔγωγε ἄγαμαι, τοῦ μὲν τὴν παρρησίαν, τοῦ δὲ τὴν εὐπείθειαν, καὶ τοῦ μὲν τὴν τοῦ ζήλου θερμότητα, τοῦ δὲ τὴν τῆς πίστεως καθαρότητα. Τοὺς δὲ δὴ τῆς εὐσεβείας ὅρους, οὓς παρὰ τοῦ μεγάλου ἀρχιερέως μεμάθηκε, καὶ εἰς τὴν Κωνσταντινούπολιν ἐπανελθὼν διετήρησεν. ἑορτῆς γὰρ αὐτὸν πάλιν θείας εἰς τὸν θεῖον ἀγαγούσης νεών, τῇ ἱερᾷ τραπέζῃ τὰ δῶρα προσενεγκὼν εὐθὺς ἐξελήλυθε· τοῦ δὲ τῆς ἐκ κλησίας προέδρου (Νεκτάριος δὲ τηνικαῦτα ἦν) δεδηλωκότος·" τί δή ποτε μὴ μεμένηκας ἔνδον;" δυσχεράνας·" μόγις", ἔφη," βασιλέως καὶ ἱερέως ἐδιδάχθην διαφοράν, μόγις γὰρ εὗρον ἀληθείας διδάσκαλον. Ἀμβρόσιον γὰρ οἶδα μόνον ἐπίσκοπον ἀξίως καλούμενον". τοσοῦτον ὀνίνησιν ἔλεγχος παρὰ ἀνδρὸς ἀρετῇ λάμποντος προσφερόμενος. Εἶχε δὲ καὶ ἄλλην ἀφορμὴν ὠφελείας ὁ βασιλεύς. ἡ γὰρ τοῦ γάμου τὸν ζυγὸν σὺν αὐτῷ δεξαμένη τῶν θείων αὐτὸν συνεχῶς 314 ἀνεμίμνησκε νόμων, ἑαυτὴν τούτους πρῶτον ἀκριβῶς ἐκπαιδεύσασα. οὐ γὰρ ἐπῆρεν αὐτὴν τῆς βασιλείας ἡ δυναστεία, ἀλλὰ τὸν θεῖον πλέον ἐπύρσευσε πόθον· τῆς γὰρ εὐεργεσίας τὸ μέγεθος μεῖζον τὸ περὶ τὸν εὐεργέτην εἰργάζετο φίλτρον. αὐτίκα γοῦν καὶ τῶν τὸ σῶμα πεπηρωμένων καὶ ἅπαντα τὰ μέλη λελωβημένων παντοδαπὴν ἐποι εῖτο φροντίδα, οὐκ οἰκέταις οὐδὲ δορυφόροις ὑπουργοῖς κεχρημένη, ἀλλ' αὐτουργὸς γιγνομένη καὶ εἰς τὰς τούτων καταγωγὰς ἀφικνου μένη καὶ ἑκάστῳ τὴν χρείαν πορίζουσα. οὕτω καὶ τῶν ἐκκλησιῶν τοὺς ξενῶνας περινοστοῦσα τοὺς κλινοπετεῖς δι' ἑαυτῆς ἐνοσήλευεν, αὐτὴ καὶ χύτρας ἁπτομένη καὶ ζωμοῦ γευομένη καὶ τρύβλιον προσφέ ρουσα καὶ ἄρτον κλῶσα καὶ ψωμοὺς ὀρέγουσα καὶ κύλικα ἀποκλύ ζουσα καὶ τὰ ἄλλα πάντα ἐργαζομένη ὅσα οἰκετῶν καὶ θεραπαινίδων ἔργα νενόμισται. καὶ τοῖς τὴν αὐτουργίαν ἐπέχειν πειρωμένοις ἐπέ λεγεν ὡς·" τὸ μὲν χρυσίον διανέμειν τῇ βασιλείᾳ προσήκει, ἐγὼ δὲ ὑπὲρ αὐτῆς γε τῆς βασιλείας τὴν αὐτουργίαν τῷ δεδωκότι προσφέρω". καὶ τῷ δὲ ὁμόζυγι συνεχῶς εἰώθει λέγειν·" ἀεί σε, ὦ ἄνερ, προσήκει λογίζεσθαι τί μὲν ἦσθα πάλαι, τί δὲ γέγονας νῦν· ταῦτα γὰρ διηνεκῶς ἐνθυμούμενος οὐκ ἔσῃ περὶ τὸν εὐεργέτην ἀχάριστος, ἀλλ' ἣν ἐδέξω βασιλείαν κυβερνήσεις ἐννόμως, καὶ ταύτῃ θεραπεύσεις τὸν δεδωκότα". τοιούτοις ἀεὶ κεχρημένη λόγοις οἷόν τινα καλλίστην ἀρδείαν καὶ πρόσ φορον τοῖς τῆς ἀρετῆς τοῦ ἀνδρὸς προσέφερε σπέρμασι. Προτέρα μέντοι τοῦ ὁμόζυγος ἐτελεύτησε· καὶ συνέβη μετὰ χρόνον 315 τινὰ τῆς τελευτῆς τοιόνδε τι γενέσθαι, ὃ τὴν τοῦ βασιλέως περὶ αὐτὴν φιλοστοργίαν ἐγύμνωσεν. Ὑπὸ τῶν συχνῶν πολέμων ἀναγκαζόμενος ὁ βασιλεὺς εἰσφοράν τινα ξένην ταῖς πόλεσιν ἐπιτέθεικεν. ἡ δὲ Ἀντιόχου πόλις τὸ καινὸν τέλος οὐκ ἤνεγκεν, ἀλλ' ὁρῶν ὁ δῆμος τοὺς εἰσπραττομένους κρεμαν νυμένους, ἄλλα τε ἔδρασεν ἃ ποιεῖν φιλεῖ ὄχλος πρόφασιν εἰς ἀταξίαν λαμβάνων, καὶ τὴν χαλκῆν εἰκόνα τῆς πανευφήμου Πλακίλλης (τοῦτο γὰρ ἦν ὄνομα τῇ βασιλίδι) κατήνεγκέ τε καὶ ἐπὶ πολὺ τῆς πόλεως κατέσυρε μέρος. ταῦτα πυθόμενος ὁ βασιλεὺς καὶ χαλεπήνας, ὥσπερ εἰκὸς ἦν, τά τε τῆς πόλεως ἀφείλετο προνόμια καὶ τῇ γειτονευούσῃ πόλει τὴν ἡγεμονίαν δέδωκε, ταύτῃ μάλιστα νομίζων ἀνιάσειν· ἐζηλο τύπει γὰρ ἡ Λαοδίκεια τὴν Ἀντιόχειαν ἄνωθεν. μετὰ δὲ ταῦτα καὶ ἐμπρήσειν ἠπείλει καὶ καταλύσειν καὶ εἰς κώμην τὸ ἄστυ μετασκευ άσειν. οἱ δέ γε ἄρχοντες καὶ ἀνεῖλόν τινας παρ' αὐτὸ συλλαβόντες τὸ τόλμημα, πρὶν γνῶναι τὸν βασιλέα τὴν τραγῳδίαν. ταῦτα δὲ πάντα ὁ βασιλεὺς προσέταττε μέν, οὐκ ἐγίνετο δέ, τοῦ νόμου κωλύ οντος ὃν Ἀμβρόσιος ὁ μέγας τεθῆναι παρῄνεσεν. ἐπειδὴ δὲ ἀφίκοντο οἱ τὰς ἀπειλὰς ἐκείνας κομίζοντες, Ἐλλέβηχός τε στρατηγὸς τηνικαῦτα ὢν καὶ Καισάριος τῶν βασιλείων ἡγούμενος (μάγιστρον δὲ οἱ Ῥωμαῖοι καλοῦσι τὸν ταύτην ἔχοντα τὴν ἀρχήν), ἐν δέει μὲν ἦσαν ἅπαντες τὰς ἀπειλὰς πεφρικότες. 316 Οἱ δὲ τὴν ὑπώρειαν οἰκοῦντες τῆς ἀρετῆς ἀθληταὶ (πολλοὶ δὲ ἦσαν τηνικαῦτα καὶ ἄριστοι) πολλὰς καὶ παραινέσεις καὶ παρακλή σεις τοῖς ἀνδράσιν ἐκείνοις προσήνεγκαν. Μακεδόνιος δὲ ὁ θειότατος, οὐδὲν μὲν τῶν κατὰ τὸν βίον ἐπιστάμενος καὶ τῶν θείων δὲ λογίων πάμπαν ἄπειρος ὤν, ἐν δὲ ταῖς τῶν ὀρέων κορυφαῖς διαιτώμενος καὶ νύκτωρ καὶ μεθ' ἡμέραν τῷ σωτῆρι τῶν ὅλων καθαρὰς προσ φέρων εὐχάς, οὐ τοῦ βασιλέως καταπλαγεὶς τὴν ὀργὴν οὔτε μὴν τῶν ἀποσταλέντων τὴν ἐξουσίαν εἰς νοῦν λαβών, ἐν μέσῳ τῷ ἄστει τῆς χλανίδος θατέρου λαβόμενος ἀμφοτέρους ἐκ τῶν ἵππων καταβῆναι κελεύει. οἱ δὲ μικρὸν γερόντιον εὐτελῆ ῥάκια περιβεβλημένον ἰδόντες, τὸ πρῶτον μὲν ἐχαλέπηναν· ἐπειδὴ δέ τινες τῶν ἡγουμένων τὴν τοῦ ἀνδρὸς ἐδήλωσαν ἀρετήν, κατεπήδησάν τε ἀπὸ τῶν ἵππων καὶ τῶν ἐκείνου γονάτων ἐπιλαβόμενοι συγγνώμην ἐζήτουν. Ὁ δὲ τῆς θείας σοφίας ἐμφορηθεὶς τοιοῖσδε πρὸς αὐτοὺς ἐχρή σατο λόγοις·" εἴπατε, ὦ φίλοι ἄνδρες, τῷ βασιλεῖ· οὐ βασιλεὺς εἶ μόνον, ἀλλὰ καὶ ἄνθρωπος. μὴ τοίνυν μόνην ὅρα τὴν βασιλείαν, ἀλλὰ καὶ τὴν φύσιν λογίζου· ἄνθρωπος γὰρ ὢν ὁμοφυῶν βασιλεύεις· κατ' εἰκόνα δὲ θείαν καὶ ὁμοίωσιν ἡ τῶν ἀνθρώπων δεδημιούργηται φύσις. μὴ τοίνυν ὠμῶς οὕτω καὶ ἀπηνῶς τοῦ θεοῦ τὴν εἰκόνα κατασφαγῆναι κελεύσῃς· παροξύνεις γὰρ τὸν δημιουργὸν τὴν ἐκείνου κολάζων εἰκόνα. σκόπησον γὰρ ὡς καὶ σὺ χαλκῆς ἕνεκα δυσχεραίνων εἰκόνος ταῦτα ποιεῖς· ὅσον δὲ τῆς ἀψύχου διαφέρει ἡ ἔμψυχός τε καὶ ζῶσα καὶ λογική, δῆλον ἅπασι τοῖς γε νοῦν ἔχουσι. πρὸς δὲ τούτοις λογισάσθω κἀκεῖνο, ὡς ἡμῖν μὲν ῥᾴδιον ἀντὶ τῆς μιᾶς εἰκό νος πολλὰς δημιουργῆσαι χαλκᾶς, αὐτῷ δὲ πάμπαν ἀδύνατον μίαν γοῦν τῶν ἀναιρεθέντων δημιουργῆσαι τρίχα." Ταῦτα ἀκούσαντες οἱ θαυμαστοὶ ἄνδρες ἐκεῖνοι διεπόρθμευσαν τὰ εἰρημένα τῷ βασιλεῖ καὶ τὴν τοῦ θυμοῦ κατέσβεσαν φλόγα. καὶ ἀντὶ τῶν ἀπειλῶν ἐκείνων ἀπολογίαν ἔγραψε καὶ τῆς ὀργῆς τὴν 317 αἰτίαν ἐδήλωσεν." οὐκ ἔδει γάρ", ἔφη," ἐμοῦ πλημμελήσαντος, γυ ναῖκα πάσης εὐφημίας ἀξιωτάτην τοσαύτην μετὰ τελευτὴν δέξασθαι παροινίαν, κατ' ἐμοῦ δὲ ἐχρῆν τὸν θυμὸν τοὺς ἀγανακτοῦντας ὁπλί σαι". προστέθεικε δὲ ὡς ἀλύει καὶ ἀνιᾶται, τινὰς ὑπὸ τῶν ἀρχόντων ἀνῃρῆσθαι μαθών. ἐγὼ δὲ ταῦτα διεξῆλθον, καὶ τοῦ πανευφήμου μονάζοντος τὴν παρρησίαν οὐχ ἡγησάμενος δίκαιον παραδοῦναι λήθῃ καὶ τὸν νόμον ἐκεῖνον δεικνὺς ὀνησιφόρον, ὃν ὁ μέγας Ἀμβρόσιος γραφῆναι παρῄνεσεν. Ὁ δὲ πιστότατος βασιλεὺς κατὰ τῆς Ἑλληνικῆς πλάνης μετέθηκε τὴν σπουδὴν καὶ νόμους ἔγραψε τὰ τῶν εἰδώλων τεμένη καταλυ θῆναι κελεύων. Κωνσταντῖνος μὲν γὰρ ὁ μέγας, ὁ πάσης ἀξιώτατος εὐφημίας, πρῶτος εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσας καὶ τὴν οἰκου μένην ἔτι μεμηνυῖαν ὁρῶν, τὸ μὲν τοῖς δαίμοσι θύειν παντάπασιν ἀπηγόρευσε, τοὺς δὲ τούτων ναοὺς οὐ κατέλυσεν ἀλλ' ἀβάτους εἶναι προσέταξε. καὶ μέντοι καὶ οἱ τούτου παῖδες τοῖς πατρῴοις ἠκο λούθησαν ἴχνεσιν. Ἰουλιανὸς δὲ ἀνενεώσατο τὴν ἀσέβειαν καὶ τῆς παλαιᾶς ἐξαπάτης ἐξῆψε τὴν φλόγα. Ἰοβιανὸς δὲ τὴν βασιλείαν πα ραλαβὼν πάλιν τὴν τῶν εἰδώλων ἐκώλυσε θεραπείαν. καὶ Βαλεν τινιανὸς δὲ ὁ μέγας τοιοῖσδε κεχρημένος νόμοις ἴθυνε τὴν Εὐρώπην. ὁ δὲ Βάλης πᾶσι μὲν τοῖς ἄλλοις ἐπέτρεψε θρησκεύειν ᾗ βούλονται καὶ τὰ θρησκευόμενα θεραπεύειν, μόνοις δὲ πολεμῶν διετέλει τοῖς τῶν ἀποστολικῶν ὑπερμαχοῦσι δογμάτων. πάντα γοῦν τὸν τῆς ἐκείνου βασιλείας χρόνον καὶ τὸ ἐπιβώμιον ἥπτετο πῦρ, καὶ σπονδὰς καὶ θυσίας τοῖς εἰδώλοις προσέφερον, καὶ τὰς δημοθοινίας κατὰ τὴν ἀγορὰν ἐπετέλουν· καὶ οἱ τοῦ Διονύσου τὰ ὄργια τετελεσμένοι μετὰ 318 τῶν αἰγίδων ἔτρεχον, τοὺς κύνας διασπῶντες καὶ μεμηνότες καὶ βακχεύοντες καὶ τὰ ἄλλα δρῶντες ἃ τὴν τοῦ διδασκάλου πονηρίαν δηλοῖ. ταῦτα πάντα Θεοδόσιος εὑρὼν ὁ πιστότατος βασιλεὺς πρόρ ριζά τε ἀνέσπασε καὶ λήθῃ παρέδωκε. Πρῶτος μέντοι τῶν ἄλλων ἀρχιερέων Μάρκελλος ὁ πάντα ἄριστος, ὅπλῳ τῷ νόμῳ χρησάμενος, τῆς ἐγκεχειρισμένης πόλεως τὰ τεμένη κατέλυσε, τῇ πρὸς τὸν θεὸν παρρησίᾳ μᾶλλον ἢ τῇ πο λυχειρίᾳ χρησάμενος. ἐγὼ δὲ καὶ τοῦτο διηγήσομαι μνήμης ὂν ἀξιώ τατον. ἐτετελευτήκει μὲν Ἰωάννης ὁ τῆς Ἀπαμέων ἐπίσκοπος, οὗ καὶ πρόσθεν ἐμνήσθην, ἐκεχειροτόνητο δὲ ἀντ' ἐκείνου Μάρκελλος ὁ θεῖος, ζέων τῷ πνεύματι κατὰ τὴν τοῦ ἀποστόλου νομοθεσίαν. ἀφίκετο δὲ εἰς τὴν Ἀπάμειαν τῆς Ἑῴας ὁ ὕπαρχος, δύο χιλιάρχους σὺν τοῖς ὑπηκόοις λαβών. καὶ τὸ μὲν πλῆθος διὰ τὸ τῶν στρατιω τῶν ἡσύχασε δέος. τὸ δὲ τοῦ Διὸς τέμενος, μέγιστόν τε ὂν καὶ πολλῷ κόσμῳ πεποικιλμένον, καταλῦσαι μὲν ἐπειράθη, στεγανὴν δὲ ἄγαν καὶ στερεμνίαν τὴν οἰκοδομίαν ἰδών, ἀδύνατον ἀνθρώποις ὑπέλαβε διαλῦσαι τῶν λίθων τὴν ἁρμονίαν· μέγιστοί τε γὰρ ἦσαν καὶ ἀλλήλοις ἄγαν συνηρμοσμένοι καὶ μέντοι καὶ σιδήρῳ καὶ μολίβδῳ προσδεδεμένοι. ταύτην τοῦ ὑπάρχου τὴν δειλίαν ὁ θεῖος Μάρκελλος ἰδών, ἐκεῖνον μὲν εἰς τὰς ἄλλας προὔπεμψε πόλεις, αὐτὸς δὲ τὸν θεὸν ἠντιβόλει πόρον δοῦναι τῇ λύσει. Ἧκεν οὖν τις αὐτόματος ἕωθεν, οὔτε οἰκοδόμος, οὔτε λιθοτόμος, οὔτ' ἄλλην τινὰ ἐπιστάμενος τέχνην, ἀλλὰ λίθους φέρειν ἐπὶ τῶν ὤμων καὶ ξύλα εἰθισμένος. οὗτος προσελθὼν ὑπέσχετο ῥᾷστα τὸν 319 νεὼν καταλύσειν, δυοῖν δὲ τεχνίταιν ἀπῄτει μισθόν. ἐπειδὴ δὲ τοῦτον ὑπέσχετο δώσειν ὁ θεῖος ἀρχιερεύς, τοιόνδε τι ὁ ἀνὴρ ἐκεῖνος ἐμη χανήσατο. στοὰν ἐκ τῶν τεττάρων πλευρῶν ὁ νεὼς εἶχεν ἐφ' ὕψους κείμενος αὐτῷ συνηρμοσμένην· οἱ δὲ κίονες μέγιστοί τε ἦσαν καὶ ἰσόμετροι τῷ νεῷ, ἑκάστου δὲ ὁ κύκλος ἑξκαίδεκα πήχεων ἦν. ἡ δὲ τοῦ λίθου φύσις στερροτάτη τις ἦν καὶ οὐ ῥᾳδίως τοῖς τῶν λιθο τόμων ὀργάνοις ὑπείκουσα. τούτων ἕκαστον ἐν κύκλῳ διορύττων ἐκεῖνος καὶ ξύλοις ἐλαΐνοις ὑπερείδων τὰ ὑπερκείμενα, ἐφ' ἕτερον αὖθις μετέβαινεν. οὕτω δὲ τρεῖς τῶν κιόνων ὀρύξας τὴν φλόγα τοῖς ξύλοις προσήνεγκεν. ἀλλ' οὐκ εἴα κατὰ φύσιν ὑπὸ τοῦ πυρὸς τὰ ξύλα δαπανᾶσθαι δαίμων τις μέλας φαινόμενος καὶ κωλύων τῆς φλογὸς τὴν ἐνέργειαν. ἐπειδὴ δὲ πολλάκις τοῦτο δράσαντες ἀνόνητον ἑώρων τὴν μηχανήν, ἐμήνυσαν τοῦτο τῷ ποιμένι μετὰ τὴν μεσημ βρίαν καθεύδοντι. Ὁ δὲ παραυτίκα εἰς τὸν θεῖον δραμὼν νεὼν καὶ εἰς ἄγγος ὕδωρ κομισθῆναι προστάξας, ἔθηκε μὲν τὸ ὕδωρ ὑπὸ τὸ θεῖον θυσιαστή ριον, αὐτὸς δὲ εἰς τὸ ἔδαφος τὸ μέτωπον θεὶς τὸν φιλάνθρωπον ἠντιβόλει δεσπότην μὴ ἐπὶ πλεῖστον ἐνδοῦναι τῇ τυραννίδι τοῦ δαί μονος, ἀλλὰ καὶ τὴν ἀσθένειαν τὴν ἐκείνου γυμνῶσαι καὶ τὴν οἰκείαν δύναμιν ἐπιδεῖξαι, ἵνα μὴ πρόφασις ἐντεῦθεν τοῖς ἀπίστοις μείζονος γένηται βλάβης. ταῦτα εἰπὼν καὶ ὅσα τούτοις παρόμοια καὶ ἐπιθεὶς τοῦ σταυροῦ τὸν τύπον τῷ ὕδατι, Ἐκοίτιόν τινα διακονίας ἠξιω μένον, πίστει καὶ ζήλῳ πεφραγμένον, λαβεῖν τε τὸ ὕδωρ ἐκέλευσε καὶ διὰ τάχους δραμεῖν καὶ μετὰ πίστεως διαρρᾶναι καὶ τὴν φλόγα προσενεγκεῖν. οὕτω τούτου γενομένου, ἀπέδρα μὲν ὁ δαίμων οὐκ ἐνεγκὼν τὴν τοῦ ὕδατος προσβολήν, τὸ δὲ πῦρ, ὡς ἐλαίῳ τῷ ἀντι 320 πάλῳ χρησάμενον ὕδατι, ἐπελάβετό τε τῶν ξύλων καὶ ταῦτα ἐν ἀκαρεῖ κατανάλωσεν. οἱ δὲ κίονες, φρούδου τοῦ ἐρείδοντος γενομένου, αὐτοί τε κατέπεσον καὶ ἄλλους εἵλκυσαν δυοκαίδεκα. καὶ τοῦ νεὼ δὲ τὸ τοῖς κίοσι συνημμένον κατηνέχθη πλευρὸν ὑπὸ τῆς ἐκείνων βίας συνελκυσθέν. ὁ δὲ κτύπος εἰς ἅπαν τὸ ἄστυ διαδραμὼν (πολὺς γὰρ ἦν) πάντας εἰς θέαν συνήγειρεν. ἐπειδὴ δὲ καὶ τοῦ ἀντιπάλου δαίμονος ἔμαθον τὴν φυγήν, εἰς ὑμνῳδίαν τοῦ θεοῦ τῶν ὅλων τὴν γλῶτταν ἐκίνησαν. οὕτω καὶ τἄλλα τεμένη κατέλυσεν ὁ θεῖος ἐκεῖνος ἀρχιερεύς. Πολλὰ δὲ καὶ ἄλλα περὶ τοῦδε τοῦ ἀνδρὸς καὶ λίαν ἀξιάγαστα διηγήματα ἔχων (καὶ γὰρ τοῖς νικηφόροις ἐπέστελλε μάρτυσι καὶ ἀντιγράφων ἐτύγχανε καὶ τέλος καὶ αὐτὸς τὸν τῶν μαρτύρων ἀνε δήσατο στέφανον), ἀναδύομαι ταῦτα νῦν ἱστορεῖν, ἵνα μὴ λίαν μη κύνων ἀποκνήσω τοὺς ἐντευξομένους τῇ συγγραφῇ. ἐφ' ἑτέραν τοίνυν διήγησιν τρέψομαι. Ἀθανάσιον ἐκεῖνον τὸν πολυθρύλητον ὁ θαυμάσιος διεδέξατο Πέτρος, τὸν δὲ Πέτρον Τιμόθεος, Τιμόθεον δὲ Θεόφιλος, ἀνὴρ πυκνός τε τὰς φρένας καὶ ἀνδρεῖος τὸ φρόνημα. οὗτος τὴν Ἀλεξάνδρου πόλιν τῆς εἰδωλικῆς ἠλευθέρωσε πλάνης. οὐ γὰρ μόνον ἐκ βάθρων ἀνέσπασε τὰ τῶν εἰδώλων τεμένη, ἀλλὰ καὶ τὰ τῶν ἐξαπατώντων ἱερέων τοῖς ἐξηπατημένοις ὑπέδειξε μηχανήματα. τά τε γὰρ ἐκ χαλ κοῦ καὶ τὰ ἐκ ξύλων κενὰ ἔνδοθεν κατασκευάζοντες ξόανα καὶ τοῖς τοίχοις τὰ τούτων προσαρμόζοντες νῶτα, πόρους τινὰς ἀφανεῖς ἐν τοῖς τοίχοις ἠφίεσαν. εἶτα διὰ τῶν ἀδύτων ἀνιόντες καὶ εἴσω τῶν ξοάνων γιγνόμενοι, ἅπερ ἐβούλοντο διὰ τούτων ἐκέλευον· φενακι ζόμενοι δὲ οἱ ἐπαΐοντες ἔδρων τὸ κελευόμενον. ταῦτα ὁ σοφώτατος καταλύων ἀρχιερεὺς τοῖς ἐξαπατηθεῖσιν ὑπέδειξε δήμοις. 321 Εἰς δὲ τὸν τοῦ Σαράπιδος νεὼν ἀναβάς (τῶν δὲ πανταχοῦ γῆς καθὰ φασί τινες μέγιστός τε οὗτος καὶ κάλλιστος), εἶδε τὸ ξόανον παμμέγεθες καὶ τῷ μεγέθει τοὺς θεατὰς δεδιττόμενον. πρὸς δὲ τῷ μεγέθει καὶ λόγος κατεῖχεν ἀπατηλός, ὡς εἴ τις τούτῳ πελάσοι, κλονη θήσεται μὲν ἡ γῆ, πανωλεθρία δὲ ἅπαντας καταλήψεται. ἀλλὰ τούτους μὲν τοὺς λόγους γραϊδίων μεθυόντων νομίσας εἶναι ληρήματα, τοῦ δὲ μεγέθους ὡς ἀψύχου καταφρονήσας, ἐκέλευσέ τινι πέλεκυν ἔχοντι παῖσαι προθύμως τὸν Σάραπιν. ἐκείνου δὲ παίσαντος, ἐβόησαν μὲν ἅπαντες τὸ θρυλούμενον δείσαντες· ὁ δὲ Σάραπις δεξάμενος τὴν πληγὴν οὔτε ἤλγησε (ξύλινος γὰρ ἦν), οὔτε φωνὴν ἀφῆκεν, ἄψυχος ὤν. ἐπειδὴ δὲ τὴν κεφαλὴν ἀφῃρέθη, μύες ἀγεληδὸν ἐξέδραμον ἔν δοθεν· μυῶν γὰρ οἰκητήριον ἦν ὁ Αἰγυπτίων θεός. εἰς μικρὰ δὲ αὐτὸν διελόντες τὰ μὲν παρέδοσαν τῷ πυρί, τὴν δὲ κεφαλὴν διὰ παντὸς τοῦ ἄστεως ἔσυρον, τῶν προσκυνούντων ὁρώντων καὶ τοῦ παρ' αὐτῶν προσκυνηθέντος τὴν ἀσθένειαν κωμῳδούντων. οὕτω δὴ τὰ πανταχοῦ γῆς καὶ θαλάττης τῶν δαιμόνων κατελύθη τεμένη. Ἐν Ἀντιοχείᾳ δὲ Μελετίου τοῦ μεγάλου τὴν προεδρίαν Φλα βιανὸς διεδέξατο, ὁ σὺν Διοδώρῳ τοὺς πολλοὺς ἐκείνους ὑπὲρ τῆς τῶν προβάτων σωτηρίας ὑπομείνας ἀγῶνας. ἐβουλήθη μὲν γὰρ ὁ Παυλῖνος τὴν τῆς ἐκκλησίας ἡγεμονίαν λαβεῖν, ὁ δὲ τῶν ἱερέων ἀντεῖπε χορός, οὐ χρῆναι λέγων τὸν Μελετίου τὰς συμβουλὰς μὴ δεξάμενον μετὰ τὴν ἐκείνου τελευτὴν τὸν ἐκείνου θρόνον λαβεῖν·" ἀλλὰ τὸν πολλοῖς λαμπρυνόμενον πόνοις καὶ ἐπὶ πλεῖστον ὑπὲρ τῶν προβάτων προκινδυνεύσαντα, προσήκει γενέσθαι ποιμένα". Τοῦτο καὶ Ῥωμαίοις καὶ Αἰγυπτίοις δυσμένειαν πρὸς τὴν Ἑῴαν μακροτάτην εἰργάσατο· οὐδὲ γὰρ τῷ Παυλίνου θανάτῳ συγκατελύθη 322 τὸ ἔχθος, ἀλλὰ καὶ μετ' ἐκεῖνον Εὐαγρίου τὸν ἐκείνου παρειληφότος θρόνον διέμειναν τῷ μεγάλῳ Φλαβιανῷ χαλεπαίνοντες, καὶ ταῦτα τοῦ Εὐαγρίου παρὰ τὸν ἐκκλησιαστικὸν προβεβλημένου θεσμόν. μόνος γὰρ αὐτὸν ὁ Παυλῖνος προὐβάλετο, πολλοὺς κανόνας κατὰ ταὐτὸν παραβάς. οὔτε γὰρ ἀνθ' ἑαυτοῦ τῷ τελευτῶντι χειροτονεῖν ἐπι τρέπουσι, καὶ πάντας συγκαλεῖσθαι τῆς ἐπαρχίας τοὺς ἐπισκόπους κελεύουσι, καὶ αὖ πάλιν δίχα τριῶν ἐπισκόπων ἐπισκόπου χειροτονίαν ἀπαγορεύουσι γίγνεσθαι. ἀλλ' ὅμως τούτων οὐδὲν εἰδέναι θελήσαντες τὴν Εὐαγρίου μὲν κοινωνίαν ἠσπάζοντο, κατὰ Φλαβιανοῦ δὲ τὰς βασιλικὰς ἐκίνησαν ἀκοάς. Ἐνοχληθεὶς γὰρ πολλάκις ἤγαγέ τε αὐτὸν εἰς τὴν Κωνσταντι νούπολιν καὶ καταλαβεῖν τὴν Ῥώμην ἐκέλευσεν· ὁ δὲ Φλαβιανὸς χειμῶνά τε εἶναι φήσας καὶ ὑποσχόμενος τοῦ ἀέρος ὑπολάμποντος τὸ προστεταγμένον πληρώσειν ἐπανῆκεν εἰς τὴν πατρίδα. ἐπεὶ δὲ οἱ τῆς Ῥώμης ἐπίσκοποι (οὐ γὰρ μόνον ὁ θαυμάσιος Δάμασος ἀλλὰ καὶ ὁ μετ' ἐκεῖνον Σιρίκιος καὶ Ἀναστάσιος ὁ Σιρικίου διάδοχος) σφοδρότερον τοῦ εὐσεβοῦς βασιλέως καθήψαντο, τοὺς μὲν οἰκείους αὐτὸν φήσαντες καταλύειν τυράννους, τοὺς δὲ κατὰ τῶν Χριστοῦ νόμων θρασυνομένους ἐπὶ τῆς τυραννίδος ἐᾶν, πάλιν αὐτὸν μετα πεμψάμενος ἀπαίρειν εἰς τὴν Ῥώμην ἠνάγκαζε. τότε Φλαβιανὸς ὁ σοφώτατος τῇ ἀξιεπαίνῳ παρρησίᾳ χρησάμενος ἔφη·" εἰ μὲν τῆς πίστεως, ὦ βασιλεῦ, τῆς ἐμῆς ὡς οὐκ ὀρθῆς κατηγοροῦσί τινες ἢ τὸν βίον φασὶν ἱερωσύνης ἀνάξιον, καὶ αὐτοῖς χρήσομαι τοῖς κατηγόροις κριταῖς καὶ τὴν παρ' ἐκείνων ἐκφερομένην ἀγαπήσω ψῆφον· εἰ δὲ περὶ θρόνου καὶ προεδρίας ζυγομαχοῦσιν, οὔτε δικάσομαι οὔτε τοῖς λαβεῖν βουλομένοις ἀντιμαχέσομαι, ἀλλ' ἐκστήσομαι καὶ τῆς προεδρίας ἀφέξο μαι. τοιγάρτοι δὸς ᾧ βούλει τὸν Ἀντιοχέων θρόνον, ὦ βασιλεῦ". ταύ την αὐτοῦ καὶ τὴν ἀνδρείαν καὶ τὴν σοφίαν θαυμάσας ὁ βασιλεὺς τὴν 323 ἐνεγκοῦσαν καταλαβεῖν καὶ τὴν ἐγχειρισθεῖσαν ποιμαίνειν ἐκκλησίαν ἐκέλευσε. Χρόνου δὲ συχνοῦ διελθόντος εἰς τὴν Ῥωμαίων ἀφικόμενος πόλιν ὁ βασιλεὺς τὰς αὐτὰς πάλιν ὑπὸ τῶν ἐπισκόπων κατηγορίας ὑπέμεινεν, ὡς τὴν Φλαβιανοῦ τυραννίδα μὴ καταλύων. ὁ δὲ λέγειν αὐτοὺς ἐκέλευσε τῆς τυραννίδος τὸ εἶδος, αὐτὸς εἶναι Φλαβιανὸς λέγων καὶ ἐκείνου σύνδικος προβεβλῆσθαι. ἐκείνων δὲ λεγόντων ὡς οὐ δύνανται δικάζεσθαι βασιλεῖ, παρῄνεσε λοιπὸν ὁμονοίᾳ τὰς ἐκκλησίας συνάψαι καὶ διαλῦσαι τὴν ἔριν καὶ τὴν ἀνόνητον σβέσαι φιλονεικίαν·" Παυ λῖνός τε γὰρ ἐτελεύτησε πάλαι καὶ Εὐάγριος οὐκ ἐννόμως προβέβληται, καὶ τῆς Ἑῴας αἱ ἐκκλησίαι τῆς Φλαβιανοῦ προεδρίας ἀντέχονται. πρὸς δὲ τῇ Ἑῴᾳ καὶ τὴν Ἀσιανὴν ἅπασαν καὶ τὴν Ποντικὴν καὶ μέντοι καὶ τὴν Θρᾳκικὴν κοινωνούσας ἔχει καὶ συνημμένας· καὶ τὸ Ἰλλυρικὸν δὲ ἅπαν ἐκεῖνον οἶδε τῶν κατὰ τὴν Ἀνατολὴν ἐπισκόπων ἡγούμενον". ταύταις εἴξαντες ταῖς παραινέσεσιν οἱ τῆς Ἑσπέρας ἐπίσκοποι καταλύσειν ὑπέσχοντο τὴν δυσμένειαν καὶ τοὺς πεμφθησο μένους δέξασθαι πρεσβευτάς. Τοῦτο μαθὼν ὁ θεῖος Φλαβιανὸς ἀπέστειλεν εἰς τὴν Ῥώμην καὶ τῶν ἀξιεπαίνων ἐπισκόπων τινὰς καὶ τῶν Ἀντιοχείας πρεσβυτέρων καὶ διακόνων· ἡγεῖτο δὲ πάντων Ἀκάκιος, ὁ Βεροίας μὲν τῆς ἐν Συρίᾳ πόλεως τὴν ἐκκλησίαν ποιμαίνειν λαχών, πανταχοῦ δὲ γῆς καὶ θαλάττης ᾀδόμενος. οὗτος σὺν τοῖς ἄλλοις ἀφικόμενος εἰς τὴν Ῥώμην, 324 τὴν μακρὰν καταλύσας δυσμένειαν δι' ἑπτακαίδεκα ἐτῶν, ταῖς ἐκκλη σίαις ἐπρυτάνευσε τὴν εἰρήνην. τοῦτο δὲ γνόντες οἱ Αἰγύπτιοι τὴν ἀπέχθειαν σβέσαντες ἠσπάσαντο τὴν ὁμόνοιαν. ἡγεῖτο δὲ τηνικαῦτα τῆς μὲν Ῥωμαίων ἐκκλησίας Ἰννοκέντιος, διαδεξάμενος Ἀναστάσιον, ἀνὴρ ἀγχινοίᾳ καὶ συνέσει κοσμούμενος· τῆς δὲ Ἀλεξανδρέων Θεόφιλος, οὗ καὶ πρόσθεν ἐμνήσθην. τὴν μὲν οὖν τῶν ἐκκλησιῶν εἰρήνην τοῦτον τὸν τρόπον ὁ πιστότατος ἐπρυτάνευσε βασιλεύς. Πρὸ δὲ τῆς γεγενημένης εἰρήνης, τήν τε Βαλεντινιανοῦ τελευ τὴν καὶ τὴν Εὐγενίου τυραννίδα μαθὼν εἰς τὴν Εὐρώπην ἐστρά τευσε. κατ' ἐκεῖνον δὲ τὸν χρόνον ἦν τις Ἰωάννης ἐν Αἰγύπτῳ τὴν ἀσκητικὴν ἀσπαζόμενος πολιτείαν. οὗτος πνευματικῆς μεταλαχὼν χάριτος πολλὰ τοῖς πυνθανομένοις προὔλεγε τῶν ἐσομένων. πρὸς τοῦτον ὁ φιλόχριστος ἀπέστειλεν βασιλεύς, εἰ πολεμητέον τοῖς τυράν νοις μαθεῖν ἐφιέμενος. καὶ ἐπὶ μὲν τοῦ προτέρου πολέμου τὴν ἀναι μωτὶ γενομένην προηγόρευσε νίκην, ἐπὶ δὲ τοῦ δευτέρου μετὰ πολὺν φόνον νικήσειν τὸν βασιλέα προείρηκε. Μετὰ τοιαύτης ἐλπίδος στρατεύσας ὁ βασιλεὺς πολλοὺς μὲν τῶν ἐναντίων παραταττόμενος κατηκόντισε, πολλοὺς δὲ τῶν ἐπικουρούν των αὐτῷ βαρβάρων ἀπέβαλε. τῶν δὲ στρατηγῶν ὀλίγους εἶναι τοὺς συμπαραταττομένους φησάντων καὶ ἀνακωχήν τινα δοῦναι τῷ πολέμῳ συμβουλευσάντων, ὥστε τοῦ ἦρος ἀρχομένου στρατιὰν συναγεῖραι καὶ τῷ πλήθει περιγενέσθαι τῶν δυσμενῶν, οὐκ ἐδέξατο τὴν εἰσήγησιν ὁ πιστότατος βασιλεύς. οὐ γὰρ ἔφη χρῆναι τοσαύτην μὲν ἀσθένειαν τοῦ σωτηρίου κατηγορῆσαι σταυροῦ, τοσαύτην δὲ προσμαρτυρῆσαι δύναμιν τῇ τοῦ Ἡρακλέους εἰκόνι·" ταύτης μὲν γὰρ ὁ σταυρὸς ἡγεῖται τῆς στρατιᾶς· τῆς δὲ τῶν ἀντιπάλων ἐκείνη". τούτων οὕτω πιστῶς

Intertext edge

Open linked passage

Note