Historia ecclesiastica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
97.1.1
τὰς διαθήκας ὡς προσετάχθη), συνήθης ἐγένετο καὶ θαμὰ φοιτᾶν παρ' αὐτὸν ἐκελεύετο. κατιδὼν δὲ εὔριπον τοῦ Κωνσταντίου τὴν γνώμην καὶ καλάμοις ὑπ' ἀνέμων ἐναντίων τῇδε κἀκεῖσε κλινομένοις προσεοικυῖαν, ἐθάρρησε τὸν κατὰ τῶν εὐαγγελικῶν δογμάτων ἀνα δέξασθαι πόλεμον. καὶ τῶν ἐκκλησιῶν δῆθεν τὴν ζάλην ὀλοφυρό μενος, αἰτίους ἔλεγε τοὺς τὴν ἄγραφον τοῦ ὁμοουσίου φωνὴν ἐν τεθεικότας τῇ διδασκαλίᾳ τῆς πίστεως, καὶ τοῦτο καὶ τοῖς ἱερωμένοις καὶ τοῖς πολλοῖς ἐργάζεσθαι τὴν διάστασιν. ἐντεῦθεν Ἀθανασίου καὶ τῶν τὰ ἴσα φρονούντων κατηγορῶν τὰς κατὰ τούτων ἐπιβουλὰς ἐτεκταίνετο. Τούτῳ συνεργῷ κεχρημένοι Εὐσέβιός τε καὶ Θεογόνιος καὶ Θεό δωρος ὁ Περίνθιος (ἐλλόγιμος δὲ διαφερόντως ὁ Θεόδωρος ἦν καὶ δὴ καὶ τῶν θείων εὐαγγελίων τὴν ἑρμηνείαν συνέγραψεν, Ἡρακλεώ την δὲ αὐτὸν ὀνομάζουσιν οἱ πολλοί), οὗτοι συνεχῶς ἅτε δὴ γειτο νεύοντες τὸν βασιλέα ὁρῶντες, τὴν ἀπὸ τῆς ἐξορίας ἐπάνοδον Ἀθα νασίου παμπόλλων ἔλεγον αἰτίαν γεγενῆσθαι κακῶν, καὶ οὐ μόνον τὴν Αἴγυπτον μεταλαγχάνειν τοῦ κλύδωνος, ἀλλὰ καὶ τὴν Παλαιστί νην καὶ τὴν Φοινίκην καὶ τὰ ἄλλα ὅμορα ἔθνη. Τούτοις καὶ τοῖς τοιούτοις λόγοις τὴν κουφοτάτην αὐτοῦ πολι ορκήσαντες γνώμην, ἔπεισαν αὐτὸν ἐξελάσαι τῆς ἐκκλησίας τὸν Ἀθανάσιον· ὁ δὲ προμαθὼν τὴν ἐπιβουλὴν ὑπεχώρησε καὶ τὴν Ἑσπέραν κατείληφε. καὶ γὰρ τῷ Ῥώμης ἐπισκόπῳ (Ἰούλιος δὲ τηνικαῦτα τὴν ἐκκλησίαν ἐκείνην ἐποίμαινεν) οἱ περὶ Εὐσέβιον τὰς κατὰ Ἀθανασίου συντεθείσας συκοφαντίας ἐξέπεμψαν. ὁ δὲ τῷ τῆς ἐκ