Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
0.1
p. 1 Τῶν ἀρίστων ἀνδρῶν καὶ τῆς ἀρετῆς ἀθλητῶν καλὸν μὲν ἰδεῖν τοὺς ἀγῶνας καὶ τοῖς ὀφθαλμοῖς τὴν ὠφέλειαν ἀρύσασθαι. Ὁρώμενα γὰρ τὰ ἐπαινούμενα ἀξιόκτητά τε φαίνεται καὶ ἀξιέραστα γίνεται, καὶ πρὸς τὴν κτῆσιν ἐπείγει τοὺς θεατάς. Φέρει δὲ ὅμως ὄνησιν οὐ μετρίαν τῶν τοιούτων κατορθωμάτων καὶ τὰ διηγήματα, παρὰ τῶν εἰδότων ταῖς τῶν οὐκ εἰδότων ἀκοαῖς προσφερόμενα. Πιστοτέραν μὲν γὰρ τῆς ἀκοῆς εἶναι τὴν ὄψιν φασί τινες· πείθεται δὲ ὅμως καὶ ἀκοὴ τῇ τῶν λεγόντων ἀληθείᾳ κρίνουσα τὰ λεγόμενα. Καθάπερ γὰρ γλυκύτητι καὶ πικρότητι καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις ποιότησι γλῶττά τε καὶ ὑπερῴα δικάζειν πεπίστευται καὶ κατὰ ταὐτὸν τὴν ψῆφον ἐκφέρου σιν, οὕτως ἀκοὴ τὴν τῶν λόγων ἐνεχειρίσθη διάγνωσιν, καὶ τοὺς ὄνησίν τινα φέροντας τῶν βλαβερῶν ἀποκρίνειν ἐπίσταται. p. 2 Εἰ μὲν οὖν ἄσυλος ἔμενε τῶν ὀνησιφόρων διηγημάτων ἡ μνήμη, καὶ μὴ τῆς λήθης ἡ λώβη οἷόν τις ἀχλὺς ἐπιπατ τομένη ἐξίτηλον αὐτὴν ἀπειργάζετο, περιττὸν ἦν δήπουθεν καὶ παρέλκον λογογραφεῖν τὰ τοιαῦτα, τῆς ἐντεῦθεν ὠφελείας καὶ εἰς τοὺς ὕστερον ἐσομένους εὐπετῶς μάλα διαβαινούσης. Ἐπειδὴ δὲ ὁ χρόνος λωβᾶται μὲν σώμασι γῆρας ἐπιφέρων καὶ θάνατον, λωβᾶται δὲ κατορθώμασι λήθην ἐμποιῶν καὶ τὴν μνήμην ἀμβλύνων, οὐκ ἄν τις ἡμῖν εἰκότως νεμεσήσειε τῶν φιλοθέων ἀνδρῶν τὴν πολιτείαν συγγράφειν ἐπιχει ροῦσιν. Ὥσπερ γὰρ οἱ τὰ σώματα θεραπεύειν πεπιστευμένοι φάρμακα κατασκευάζουσι, τῇ νόσῳ πολεμοῦντες καὶ τοῖς κάμνουσιν ἐπαμύνοντες, οὕτως ἡ τῆς τοιᾶσδε συγγραφῆς φιλοπονία, οἷόν τι φάρμακον ἀλεξίκακον γίνεται, λήθης ἐπίβουλον καὶ μνήμης ἐπίκουρον. Πῶς γὰρ οὐκ ἄτοπον, ποιητὰς μὲν καὶ συγγραφέας τὰς ἐν πολέμοις ἀνδραγαθίας συγγράψαι, τραγῳδοποιοὺς δὲ τὰς καλῶς κεκρυμμένας συμφορὰς προφανῶς τραγῳδῆσαι καὶ τούτων ἀνάγραπτον τὴν μνήμην καταλιπεῖν, ἄλλους δέ τινας εἰς κωμῳδίαν καὶ γέλωτα καταναλῶσαι τοὺς λόγους, ἡμᾶς δὲ περιϊδεῖν λήθῃ παραδιδομένους ἄνδρας ἐν σώματι θνητῷ τε καὶ παθητῷ ἀπάθειαν ἐπιδεδειγμένους καὶ τὴν ἀσώματον φύσιν ἐζηλωκότας; Ποίαν δὲ οὐκ ἂν δικαίως τίσαιμεν δίκην τῶν ἀξιαγάστων τούτων ἀγώνων περιορῶντες ἀμαυρουμένην τὴν μνήμην; Εἰ γὰρ αὐτοὶ τῶν πάλαι γεγενημένων ἁγίων τὴν ἄκραν φιλοσοφίαν ζηλώσαντες, οὐ χαλκῷ καὶ γράμμασι τὴν ἐκείνων ἐνεκόλαψαν μνήμην, ἀλλὰ πᾶσαν αὐτῶν τὴν ἀρετὴν ἐκμαξάμενοι, οἷόν τινας εἰκόνας αὐτῶν ἐμψύχους καὶ στήλας σφᾶς αὐτοὺς πεποιήκασι, ποίας ἂν ἡμεῖς τύχοιμεν εἰκότως συγγνώμης, μηδὲ γράμμασι τὸν ἀοίδιμον τούτων γεραίροντες βίον; p. 3 Καὶ ταῦτα τῶν ἐν Ὀλυμπιάσιν ἀγωνιζομένων ἀθλητῶν τε καὶ παγκρατιαστῶν εἰκόσι τιμωμένων καὶ μέντοι κἀν ταῖς ἱπποδρομίαις τῶν νικηφόρων ἀναφαινομένων ἡνιόχων τοῦτο αὐτὸ δεχομένων τὸ γέρας. Οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ γυναικώδεις ἄνδρας καὶ θηλυδρίας καὶ ἀμφιβόλους εἴτε ἄνδρες εἶεν εἴτε γυναῖκες, οἱ τῆς τούτων θεωρίας φιλοθεάμονες ταῖς σανίσιν ἐγγράφουσιν, ἐπὶ πλεῖστον αὐτῶν τὴν μνήμην διαρκέσαι φιλονεικοῦντες, καίτοι τῆς μνήμης λώβην ταῖς ψυχαῖς, οὐκ ὄνησιν ἐμποιούσης· ἀλλ' ὅμως οἱ μὲν τούτων ἐρῶντες τούτους, οἱ δὲ ἐκείνων ἐκείνους, καὶ ταῦτα λυμαίνοντας, τῇ ζωγραφίᾳ γεραίρουσιν. Καὶ ἐπειδὴ θνητὴν οὖσαν ὁ θάνατος τὴν φύσιν ληΐζεται, χρώματα κεραννύντες καὶ τὰ ἐκείνων ταῖς σανίσιν ἐντιθέντες ἰνδάλματα, πολλῷ τῆς ζωῆς μακροτέραν γενέσθαι τὴν μνήμην σοφίζονται. Ἡμεῖς δὲ βίον μὲν συγγράφομεν φιλοσοφίας διδάσκαλον καὶ τὴν ἐν οὐρανοῖς πολιτείαν ἐζηλωκότα· ζωγραφοῦμεν δὲ οὐ τῶν σωμάτων τοὺς χαρακτῆρας, οὐδὲ τὰ τούτων ἐκτυπώματα τοῖς ἀγνοοῦσιν ἐπιδείκνυμεν, ἀλλὰ τῶν ἀοράτων ψυχῶν τὰς ἰδέας σκιογραφοῦμεν, καὶ πολέμους ἀθεάτους καὶ συμπλοκὰς ἀφανεῖς ἐπιδείκνυμεν. p. 4 Τοιαύτην γὰρ αὐτοῖς καὶ τὴν παντευχίαν ὁ τῆς φάλαγγος αὐτῶν στρατηγὸς καὶ πρόμαχος περιτέθηκε Παῦλος·" Ἀναλάβετε γάρ, φησι, τὴν πανοπλίαν τοῦ θεοῦ ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι". Καὶ πάλιν·" Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλα βόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθαι, καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα θεοῦ." Ταύτην αὐτοὺς τὴν πανοπλίαν ἐνδύσας εἰς τοὺς ἀγῶνας εἰσήγαγεν. Τοιαύτη γὰρ καὶ τῶν πολεμίων ἡ φύσις, ἀσώματος, ἀόρατος, ἀφανῶς ἐπιοῦσα, κρύβδην ἐπιβουλεύουσα, λοχῶσα καὶ ἐξαπιναίως προσβάλλουσα. Καὶ τοῦτο διδάσκων αὐτὸς οὗτος ὁ στρατηγὸς ἔλεγεν·" Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμο κράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις." Ἀλλ' ὅμως καὶ τοιούτους ἔχουσα τοὺς ἀντιπάλους ἡ τῶν ἁγίων τούτων συμμορία, μᾶλλον δὲ τούτων ἕκαστος ὑπὸ τοσούτων καὶ τοιούτων πολεμίων κυκλούμενος– οὔτε γὰρ κοινῇ πᾶσιν ἐπῄεσαν, ἀλλὰ νῦν μὲν τούτῳ, νῦν δὲ ἐκείνῳ προσέβαλλον– οὕτω λαμπρὰν ἀνεδήσαντο νίκην ὡς τοὺς μὲν ἀντιπάλους δραπετεῦσαι, τούτους δὲ κατὰ κράτος διῶξαι, καὶ τρόπαιον ἐγεῖραι μηδενὸς ἐμποδὼν γενομένου. p. 5 Παρεῖχε δὲ αὐτοῖς τὴν νίκην οὐχ ἡ φύσις– θνητὴ γὰρ αὕτη, καὶ παθῶν μυρίων ἀνάπλεως–, ἀλλ' ἡ γνώμη τὴν θείαν χάριν ἐφελκομένη. Ἐρασταὶ γὰρ θερμοὶ τοῦ θείου κάλλους γενόμενοι, καὶ ἀσπασίως ἅπαντα καὶ δρᾶσαι καὶ παθεῖν ὑπὲρ τοῦ ἐρωμένου ἑλόμενοι, ἤνεγκαν μὲν γενναίως τὴν τῶν παθῶν ἐπανάστασιν, ἀπεκρούσαντο δὲ καρτερῶς τῶν τοῦ διαβόλου βελῶν τὰς νιφάδας, καὶ ἀπο στολικῶς εἰπεῖν, τὸ σῶμα πιέσαντες καὶ δουλαγωγήσαντες τὰς μὲν τοῦ θυμοῦ φλεγμονὰς κατεπράϋναν, τῶν ἐπιθυμιῶν δὲ τὸ λυσσῶδες ἡσυχίαν ἄγειν ἠνάγκασαν. Ἀπαστίᾳ δὲ καὶ χαμευνίᾳ οὕτω τὰ πάθη κοιμήσαντες καὶ τὰ τούτων σκιρτήματα καταπαύσαντες, σπείσασθαι τὸ σῶμα πρὸς τὴν ψυχὴν κατηνάγκασαν, καὶ τὸν ἔμφυτον τούτων κατέ λυσαν πόλεμον. p. 6 Οὕτω δὲ αὐτοῖς τὴν εἰρήνην βραβεύσαντες, ἅπαν τῶν ἐναντίων τὸ στῖφος ἐξήλασαν. Τοὺς γὰρ τὰ ἔνδον προϊεμένους λογισμοὺς οὐκ ἔχοντες καὶ τῆς τῶν ἀνθρωπίνων μελῶν συνεργίας ἐστερημένοι, πολεμεῖν οὐκ ἠδύναντο. Βέλεσι γὰρ καθ' ἡμῶν ὁ διάβολος τοῖς ἡμετέροις μέλεσι κέχρηται. Ὀφθαλμῶν γὰρ μὴ δελεαζομένων, μηδὲ ἀκοῶν καταθελγομένων, μηδὲ γαργαλιζομένης ἁφῆς, μηδὲ τοῦ νοῦ τὰ πονηρὰ δεχομένου βουλεύματα, μάταιος τοῖς ἐπι βουλεύουσιν ἡ σπουδή. Ὥσπερ γὰρ πόλιν ἐφ' ὕψους ᾠκοδομημένην καὶ περιβόλοις ὀχυροῖς περιτετειχισμένην καὶ φάραγξι βαθείαις πάντοθεν κυκλουμένην, οὐκ ἄν τις ἕλοι πολέμιος, μή τινος τῶν ἔνδον προϊεμένου καὶ πυλίδας τινὰς ὑπανοίγοντος, οὕτως ἀδύνατον τοῖς ἔξωθεν πολεμοῦσι δαίμοσι τῆς ὑπὸ τῆς θείας χάριτος κυκλουμένης περιγενέσθαι ψυχῆς, εἰ μή τινος λογισμοῦ ῥᾳστώνη πυλίδα τινὰ τῶν ἐν ἡμῖν αἰσθητηρίων ἀνοίξειε καὶ ταύτης εἴσω τὸν πολέμιον δέξαιτο. Ταῦτα σαφῶς ὑπὸ τῆς θείας πεπαιδευμένοι γραφῆς οἱ παρ' ἡμῶν εὐφημούμενοι καὶ ἀκούσαντες τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος ὡς" ἀνέβη θάνατος διὰ τῶν θυρίδων", οἷόν τισι μοχλοῖς καὶ κλείθροις, τοῖς θείοις νόμοις τὰ αἰσθητήρια κλείσαντες, τῷ νῷ τὰς τούτων ἐνεχείρισαν κλεῖς· καὶ οὔτε γλῶττα ἀνεῴγνυ τὰ χείλη, τοῦ νοῦ μὴ κελεύοντος, οὔτε κόρη μὴ ἐπιτρεπομένη προ κύπτειν τῶν βλεφάρων ἠνείχετο· ἀκοὴ δὲ βλεφάροις ἢ χείλεσιν ἀποτειχίσαι μὴ δυναμένη τὴν εἴσοδον, τοὺς ἀνονή τους ἀπεωθεῖτο τῶν λόγων, κἀκείνους μόνους ἐδέχετο, οἷς ὁ νοῦς ἐπετέρπετο. Οὕτω τὴν ὄσφρησιν ἐπαίδευσαν μὴ τὰ εὐώδη ποθεῖν, ἅτε δὴ χαυνοῦν καὶ χαλᾶν πεφυκότα. Οὕτω τῆς γαστρὸς τὸν κόρον ἐξήλασαν καὶ τοιαῦτα λαμβάνειν ἐδίδαξαν οἷα οὐχ ἡδονήν, ἀλλὰ χρείαν ἐπλήρου, καὶ ταῦτα τοσαῦτα ὅσα τὸν ἐκ λιμοῦ κωλύειν ἠδύνατο θάνατον. Οὕτω τὴν γλυκεῖαν τοῦ ὕπνου τυραννίδα κατέλυσαν καί, τὰ βλέφαρα τῆς τούτου δουλείας ἐλευθερώσαντες, κρατεῖν ἀντὶ τοῦ δουλεύειν ἐπαίδευσαν καὶ δέχεσθαι τὴν παρ' αὐτοῦ χρείαν, οὐχ ὅταν αὐτὸς ἐπίῃ, ἀλλ' ὅταν αὐτοὶ καλῶσιν εἰς βραχεῖαν ἐπικουρίαν τῆς φύσεως. Οὕτω τοιγαροῦν τῆς τῶν τειχῶν καὶ τῶν πυλῶν φρον τίσαντες φυλακῆς καὶ τοῖς ἔνδον λογισμοῖς τὴν ὁμόνοιαν πρυτανεύσαντες, τοὺς ἔξωθεν ἐπιόντας ἀντιπάλους ἐγέλων, ἐπεισιέναι μὲν βίᾳ διὰ τὴν τῆς θείας χάριτος οὐ δυναμένους ἀσφάλειαν, οὐδένα δὲ προδότην εὑρίσκοντας εἰσδέχεσθαι τοὺς δυσμενεῖς προαιρούμενον· καὶ τὴν φύσιν ἀόρατον ἔχοντες οἱ πολέμιοι, σώματος ὁρωμένου καὶ ταῖς τῆς φύσεως ἀνάγκαις ὑποκειμένου, κρατεῖν οὐκ ἠδύναντο. Ὁ γὰρ ἡνίοχος τούτου, καὶ μουσικὸς, καὶ κυβερνήτης, ἄριστα μὲν κατέχων τὰς ἡνίας ἐν τάξει φέρεσθαι τοὺς ἵππους ἀνέπεισε· ἐν ῥυθμῷ δὲ τὰς τῶν αἰσθητηρίων πλήττων χορδὰς τὴν παναρμόνιον ἠχὴν ἀποτελεῖν παρεσκεύασεν· ἐπιστημόνως δὲ κινῶν τὰ πηδάλια, καὶ τῶν κυμάτων τὴν προσβολὴν καὶ τὴν τῶν πνευμάτων διέλυσεν ἐμβολήν. p. 7 Τούτους τοίνυν τοὺς διὰ πόνων μυρίων τὸν βίον ὁδεύσαντας, ἱδρῶσι δὲ καὶ ταλαιπωρίαις τὸ σῶμα δαμάσαντας, καὶ γέλωτος μὲν τὸ πάθος ἀγνοήσαντας, ἐν κλαυθμῷ δὲ καὶ δάκρυσιν ἅπαντα τὸν βίον δαπανήσαντας, καὶ τροφὴν μὲν συβαριτικὴν τὴν ἀσιτίαν νομίσαντας, ὕπνον δὲ ἥδιστον τὴν ἐπίπονον ἀγρυπνίαν, στρωμνὴν δὲ μαλακὴν τὴν τοῦ ἐδάφους ἀντιτυπίαν, ἡδονὴν δὲ ἄμετρόν τε καὶ ἄπληστον, τὴν ἐν προσευχαῖς καὶ ψαλμῳδίαις διατριβήν, τούτους τοὺς πᾶν εἶδος ἀρετῆς συνειληχότας τίς οὐκ ἂν εἰκότως θαυμάσειεν; μᾶλλον δὲ τίς ἂν πρὸς ἀξίαν εὐφημήσειεν; Οἶδα μὲν οὖν κἀγὼ σαφῶς ὡς τῆς τούτων ἀρετῆς οὐδεὶς ἂν ἐφίκοιτο λόγος· ἐγχειρητέον δὲ ὅμως· οὐ γὰρ ἂν καλῶς ἔχοι, εἰ ὅτι τελέως ἄνδρες ἐγένοντο φιλοσοφίας τῆς ἀληθοῦς ἐρασταὶ διὰ τοῦτο μηδὲ μειόνων τύχοιεν ἐπαίνων. p. 8 Γράψομεν δὲ τὴν εὐφημίαν οὐ κοινῇ πᾶσι μίαν· p. 8 διάφορα γὰρ αὐτοῖς θεόθεν ἐδόθη χαρίσματα, καὶ τοῦτο διδάσκων ὁ μακάριος ἔλεγε Παῦλος·" Ὧι μὲν διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων ἐν τῷ αὐτῷ πνεύματι, ἄλλῳ δὲ ἐνεργήματα δυνάμεων, ἄλλῳ δὲ προφητεία, ἄλλῳ δὲ γένη γλωττῶν, ἄλλῳ δὲ ἑρμηνεία γλωττῶν". Καὶ δεικνὺς τὴν τούτων ἁπάντων πηγὴν ἐπήγαγεν·" Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται." Ἐπειδὴ τοίνυν διαφόρων τετυχήκασι δωρεῶν, εἰκότως ἰδίᾳ ἑκάστου ποιησόμεθα τὸ διήγημα, οὐχ ἅπαντα διεξιόντες τὰ πεπολιτευμένα– εἰς γὰρ τὴν τοιαύτην συγγραφὴν οὐδὲ ἅπας ἂν ὁ βίος ἀρκέσειεν–, ἀλλ' ὀλίγα τῶν ἑκάστῳ βεβιωμένων ἢ πεπραγμένων διηγησάμενοι, καὶ διὰ τῶν ὀλίγων τοῦ παντὸς βίου τὸν χαρακτῆρα παραδείξαντες, ἐφ' ἕτερον βαδιούμεθα. p. 9 Οὐδὲ πάντων δὲ τῶν πανταχοῦ διαπρεψάντων ἁγίων τὴν πολιτείαν ἱστορίᾳ παραδοῦναι πειρασόμεθα· οὔτε γὰρ ἴσμεν τοὺς πανταχοῦ διαλάμψαντας, οὔτε δυνατὸν ἅπαντας ὑφ' ἑνὸς συγγραφῆναι. Μόνων τοίνυν τῶν κατὰ τὴν ἕω φωστήρων δίκην ἀναφανέντων, καὶ ταῖς ἀκτῖσι τὰ τῆς οἰκουμένης τέρματα κατειληφότων, ἀναγράψω τὸν βίον. Ἀφηγηματικῶς δὲ ὁ λόγος προβήσεται, οὐ νόμοις ἐγκωμίων χρώμενος, ἀλλ' ὀλίγων τινῶν ἀτεχνῶς ποιούμενος τὴν διήγησιν. p. 10 Ἀξιῶ δὲ τοὺς ἐντευξομένους τῇδε τῇ φιλοθέῳ ἱστορίᾳ ἢ ἀσκητικῇ πολιτείᾳ– ὡς γὰρ βούλεταί τις καλείτω τὸ σύγγραμμα– μὴ ἀπιστεῖν τοῖς λεγομένοις, εἴ τι ὑπὲρ τὴν ἑαυτῶν ἀκούοιεν δύναμιν, μηδὲ σφίσιν αὐτοῖς τὴν ἐκείνων μετρεῖν ἀρετήν, ἀλλ' εἰδέναι σαφῶς ὡς ταῖς τῶν εὐσεβῶν γνώμαις μετρεῖν εἴωθεν ὁ θεὸς τοῦ παναγίου πνεύματος τὰ χαρίσματα, καὶ ταῖς τελειοτέραις τὰ μείζονα δίδωσιν. Ταῦτα δέ μοι πρὸς τοὺς οὐ λίαν ἀκριβῶς τὰ θεῖα μεμυημένους εἰρήσθω· οἱ γὰρ μύσται τῶν ἀδύτων τοῦ πνεύματος ἴσασι τὰς φιλοτιμίας τοῦ πνεύματος καὶ οἷα δι' ἀνθρώπων ἐν ἀνθρώποις θαυματουργεῖ, τῇ τῶν τεράτων μεγαλουργίᾳ τοὺς ἀπίστους εἰς θεογνωσίαν ἐφελκόμενον. Ὁ δὲ τοῖς παρ' ἡμῶν ῥηθησομένοις ἀπιστήσων, εὔδηλον ὡς οὐδὲ τοῖς διὰ Μωϋσέως καὶ Ἰησοῦ καὶ Ἠλία καὶ Ἐλισσαίου γεγενημένοις ὡς ἀληθέσι πιστεύει, μῦθον δὲ ἡγεῖται καὶ τὰς διὰ τῶν ἱερῶν ἀποστόλων γεγενημένας θαυματουργίας. Εἰ δὲ ἐκείνοις ἀλήθεια μαρτυρεῖ, ψεύδους ἐλεύθερα εἶναι πιστευέτω καὶ ταῦτα· ἡ γὰρ ἐν ἐκείνοις ἐνεργήσασα χάρις, αὕτη καὶ διὰ τούτων πεποίηκεν ἃ πεποίηκεν. Ἀέναος δὲ ἡ χάρις, καὶ τοὺς ἀξίους ἐκλεγομένη, οἷον διά τινων κρουνῶν ἀναβλύζει διὰ τούτων τῆς εὐεργεσίας τὰ νάματα. p. 11 Τῶν δὲ λεχθησομένων ἐνίων μὲν αὐτόπτης ἐγενόμην ἐγώ· ὅσα δὲ μὴ τεθέαμαι, παρὰ τῶν ἐκείνους τεθεαμένων ἀκήκοα, ἀνδρῶν ἀρετῆς ἐραστῶν καὶ τῆς ἐκείνων θέας καὶ διδασκαλίας ἠξιωμένων· ἀξιόχρεως δὲ καὶ τὴν εὐαγγελικὴν συγγράφων διδασκαλίαν οὐ μόνον Ματθαῖος καὶ Ἰωάννης, οἱ μεγάλοι καὶ πρῶτοι τῶν εὐαγγελιστῶν, οἱ τῶν δεσποτικῶν θαυμάτων αὐτόπται, ἀλλὰ καὶ Λουκᾶς καὶ Μάρκος, οὓς οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ λόγου, οὐ μόνον ἃ πέπονθέ τε καὶ δέδρακεν ὁ δεσπότης, ἀλλὰ καὶ ἃ διδάσκων διετέλεσεν, ἀκριβῶς ἐξεπαίδευσαν. Ἀλλ' ὅμως καὶ μὴ γεγενημένος αὐτόπτης ὁ μακάριος Λουκᾶς, τῆς συγγραφῆς ἀρξάμενος, περὶ τῶν πεπληροφορημένων πραγμάτων ποιεῖ σθαί φησι τὴν διήγησιν. Καὶ ἡμεῖς δὲ ἀκούοντες ὅτι οὐκ αὐτόπτης ἐγένετο τούτων αὐτῶν τῶν διηγημάτων, ἀλλὰ παρ' ἄλλων ταύτην τὴν διδασκαλίαν παρέλαβεν, οὐδὲν ἧττον αὐτῷ καὶ Μάρκῳ προσέχομεν ἢ Ματθαίῳ καὶ Ἰωάννῃ· ἀξιόχρεως γὰρ ἑκάτερος διηγούμενος, ἅτε δὴ παρὰ τῶν τεθεαμένων δεδιδαγμένος. Τοιγάρτοι καὶ ἡμεῖς τὰ μὲν ἐροῦμεν ὡς αὐτόπται, τὰ δὲ τοῖς αὐτόπταις διηγησαμένοις πεπιστευκότες, ἀνδράσι τὸν ἐκείνων βίον ἐζηλωκόσιν. Πλείονας δὲ περὶ τούτου δεδαπάνηκα λόγους, πεῖσαι βου λόμενος ὡς ἀληθῆ διηγήσομαι. Ἄρξομαι δὲ τῆς διηγήσεως ἔνθεν ἑλών. 1. t ΙΑΚΩΒΟΣ