Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Theodoretus of Cyrrhus PG 80-84
Historia religiosa
Reli 10.3.12
Choose a text More by Theodoretus of Cyrrhus
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
10.3.1
Ἐπειδὴ δὲ, τοῦ χρόνου προϊόντος, πάντοσε αὐτοῦ τὸ κλέος διέτρεχε,
10.3.2
συνέθεον πολλοὶ πολλαχόθεν, κοινωνῆσαι αὐτῷ καὶ οἰκήσεως καὶ πόνων καὶ πολιτείας
10.3.3
ἐπιθυμοῦντες· καὶ τούτους ὑποδεχόμενος ἐπὶ τοῦτον ἐποδήγει τὸν βίον. Καὶ ἦν ἰδεῖν
10.3.4
τοὺς μὲν ἱστία, τοὺς δὲ δέρρεις τριχίνας ὑφαίνοντας, τοὺς δὲ τὰς ῥιπίδας ἢ τὰς σπυρίδας
10.3.5
διαπλέ κοντας, ἄλλους δὲ τὴν γηπονίαν ἀναδεδεγμένους. Καὶ ἐπειδὴ παραθαλασσίδιον
10.3.6
ἦν τὸ χωρίον καὶ πορθμεῖον ὕστερον κατασκευάσας, τούτῳ εἰς τὴν τῶν ἀγωγίμων
10.3.7
ἐκέχρητο χρείαν, καὶ ἐκκομίζων τῶν συνοίκων τὰ ἔργα καὶ εἰσκομίζων τὰ δέοντα. Τῆς
10.3.8
ἀποστολικῆς γὰρ μεμνημένος φωνῆς τῆς λεγούσης·" Νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι εἰς
10.3.9
τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν" καὶ·" Αἱ χεῖρες αὗται ἐμοὶ καὶ τοῖς σὺν ἐμοὶ ἐπήρκεσαν",
10.3.10
αὐτός τε εἰργάζετο καὶ τοῖς ὁμοσκήνοις παρῄνει τοῖς κατὰ ψυχὴν πόνοις καὶ τοὺς
10.3.11
σωματικοὺς συνεισφέρειν ἱδρῶτας·" καὶ γὰρ ἄτοπον τοὺς μὲν ἐν βίῳ στρεφομένους καὶ
10.3.12
παιδία καὶ γυναῖκας ταλαιπωρουμένους καὶ πονοῦντας ἀποτρέφειν, καὶ πρὸς τούτοις
10.3.13
καὶ φόρους εἰσφέρειν καὶ δασμοὺς ἀπαιτεῖσθαι καὶ τῷ θεῷ προσφέρειν τὰς ἀπαρχὰς καὶ
10.3.14
τῶν προσαιτῶν εἰς δύναμιν θεραπεύειν τὴν ἔνδειαν, ἡμᾶς δὲ τὴν ἀναγκαίαν ἐκ τῶν
10.3.15
πόνων μὴ πορίζεσθαι χρείαν– καὶ ταῦτα εὐτελεῖ μὲν τροφῇ καὶ βραχείᾳ, εὐτελεῖ δὲ
10.3.16
ἐσθῆτι χρωμένους–, ἀλλὰ καθῆσθαι εἴσω τὰς χεῖρας ἔχοντας καὶ τὰ τῶν ἀλλοτρίων
10.3.17
χειρῶν καρπουμένους". Ταῦτα καὶ τὰ τοιαῦτα λέγων, ἐπὶ τὴν ἐργασίαν προέτρεπε, τὰς
10.3.18
μὲν πανταχοῦ νενομισμένας θείας λειτουργίας ἐπιτελῶν εἰς καιρόν, τὸν δὲ μεταξὺ
10.3.19
χρόνον ἀπονέμων τῇ ἐργασίᾳ.

Intertext edge

Open linked passage

Note