Historia religiosa
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/theodoretus-of-cyrrhus" aria-label="More works by Theodoretus of Cyrrhus">
—
⋯
Original / primary: Pg Scrape Grc
10.1.1
Ῥῶσός ἐστι Κίλισσα πόλις, ἐν δεξιᾷ εἰσπλέοντι εἰς τὸν Κιλίκιον κόλπον.
10.1.2
Ταύτης πρὸς ἕω καὶ μεσημβρίαν ὄρος ἐστὶν ὑψηλόν, ἀμφιλαφὲς καὶ κατάσκιον· τρέφει
10.1.3
δὲ καὶ θῆρας ἐν ταῖς λόχμαις ἀγρίους. Ἐν τούτῳ νάπην εὑρών τινα πρὸς θάλατταν
10.1.4
ἀποκλίνουσαν, ὁ μέγας καὶ πολυθρύ λητος Θεοδόσιος βραχύν τινα οἰκίσκον
10.1.5
οἰκοδομήσας μόνος τὴν εὐαγγελικὴν ἠσπάζετο πολιτείαν· ἀνὴρ ἐκ τῆς Ἀντιόχου μὲν
10.1.6
ὁρμώμενος, ἐπίσημος δὲ ὢν ἀπὸ τῆς τοῦ γένους λαμπρό τητος, ἀλλ' ὅμως καὶ οἰκίαν καὶ
10.1.7
συγγένειαν καὶ τὰ ἄλλα πάντα καταλιπών, τὸν πολυτίμητον εὐαγγελικῶς εἰπεῖν
10.1.8
ἐπρίατο μαργαρίτην.
10.2.1
Περὶ μὲν οὖν ἀπαστίας καὶ χαμευνίας καὶ τῆς ἐκ τριχῶν ἀμπεχόνης,
10.2.2
περιττόν ἐστι λέγειν τοῖς τοὺς ἐκείνου θιασώτας καὶ φοιτητὰς θεωμένοις καὶ ταύτην ἐν
10.2.3
αὐτοῖς ὁρῶσι τὴν πολιτείαν· διαφερόντως δὲ ὅμως ταῦτα ἐκεῖνος μετῄει ἅτε δὴ
10.2.4
παράδειγμα ἑαυτὸν προτιθεὶς τοῖς ἀγομένοις. Προσετίθει δὲ τούτοις τὸ ἐκ σιδήρου
10.2.5
φορτίον αὐχένι καὶ ὀσφύϊ καὶ ἀμφοῖν τοῖν χεροῖν· καὶ κόμην δὲ ἔφερεν αὐχμηρὰν καὶ
10.2.6
μέχρις αὐτῶν διήκουσαν τῶν ποδῶν καὶ περαιτέρω προβαίνουσαν καὶ τούτου χάριν τῇ
10.2.7
ἰξύϊ προσ δεδεμένην. Προσευχῇ δὲ καὶ ὑμνῳδίᾳ διηνεκῶς χρώμενος, ἐπιθυμίαν καὶ
10.2.8
θυμὸν καὶ τῦφον καὶ τἄλλα τὰ ἄγρια τῆς ψυχῆς κατε κοίμιζε θηρία. Πόνοις δὲ πόνους
10.2.9
ἐπαύξων ἀεὶ καὶ τὴν ἀπὸ τῶν χειρῶν ἐργασίαν μετῄει, νῦν μὲν τὰς καλουμένας
10.2.10
σπυρίδας ὑφαίνων καὶ ῥιπίδας, νῦν δὲ σμικρὰς ἀρούρας ἐν τῇ νάπῃ κατα σκευάζων καὶ
10.2.11
σπέρματα καταβάλλων καὶ τὴν ἀποχρῶσαν ἐκεῖθεν συλλέγων τροφήν.
10.3.1
Ἐπειδὴ δὲ, τοῦ χρόνου προϊόντος, πάντοσε αὐτοῦ τὸ κλέος διέτρεχε,
10.3.2
συνέθεον πολλοὶ πολλαχόθεν, κοινωνῆσαι αὐτῷ καὶ οἰκήσεως καὶ πόνων καὶ πολιτείας
10.3.3
ἐπιθυμοῦντες· καὶ τούτους ὑποδεχόμενος ἐπὶ τοῦτον ἐποδήγει τὸν βίον. Καὶ ἦν ἰδεῖν
10.3.4
τοὺς μὲν ἱστία, τοὺς δὲ δέρρεις τριχίνας ὑφαίνοντας, τοὺς δὲ τὰς ῥιπίδας ἢ τὰς σπυρίδας
10.3.5
διαπλέ κοντας, ἄλλους δὲ τὴν γηπονίαν ἀναδεδεγμένους. Καὶ ἐπειδὴ παραθαλασσίδιον
10.3.6
ἦν τὸ χωρίον καὶ πορθμεῖον ὕστερον κατασκευάσας, τούτῳ εἰς τὴν τῶν ἀγωγίμων
10.3.7
ἐκέχρητο χρείαν, καὶ ἐκκομίζων τῶν συνοίκων τὰ ἔργα καὶ εἰσκομίζων τὰ δέοντα. Τῆς
10.3.8
ἀποστολικῆς γὰρ μεμνημένος φωνῆς τῆς λεγούσης·" Νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι εἰς
10.3.9
τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν" καὶ·" Αἱ χεῖρες αὗται ἐμοὶ καὶ τοῖς σὺν ἐμοὶ ἐπήρκεσαν",
10.3.10
αὐτός τε εἰργάζετο καὶ τοῖς ὁμοσκήνοις παρῄνει τοῖς κατὰ ψυχὴν πόνοις καὶ τοὺς
10.3.11
σωματικοὺς συνεισφέρειν ἱδρῶτας·" καὶ γὰρ ἄτοπον τοὺς μὲν ἐν βίῳ στρεφομένους καὶ
10.3.12
παιδία καὶ γυναῖκας ταλαιπωρουμένους καὶ πονοῦντας ἀποτρέφειν, καὶ πρὸς τούτοις
10.3.13
καὶ φόρους εἰσφέρειν καὶ δασμοὺς ἀπαιτεῖσθαι καὶ τῷ θεῷ προσφέρειν τὰς ἀπαρχὰς καὶ
10.3.14
τῶν προσαιτῶν εἰς δύναμιν θεραπεύειν τὴν ἔνδειαν, ἡμᾶς δὲ τὴν ἀναγκαίαν ἐκ τῶν
10.3.15
πόνων μὴ πορίζεσθαι χρείαν– καὶ ταῦτα εὐτελεῖ μὲν τροφῇ καὶ βραχείᾳ, εὐτελεῖ δὲ
10.3.16
ἐσθῆτι χρωμένους–, ἀλλὰ καθῆσθαι εἴσω τὰς χεῖρας ἔχοντας καὶ τὰ τῶν ἀλλοτρίων
10.3.17
χειρῶν καρπουμένους". Ταῦτα καὶ τὰ τοιαῦτα λέγων, ἐπὶ τὴν ἐργασίαν προέτρεπε, τὰς
10.3.18
μὲν πανταχοῦ νενομισμένας θείας λειτουργίας ἐπιτελῶν εἰς καιρόν, τὸν δὲ μεταξὺ
10.3.19
χρόνον ἀπονέμων τῇ ἐργασίᾳ.
10.4.1
Οὐχ ἥκιστα δὲ τῆς τῶν ξένων θεραπείας ἐπεμελεῖτο, ἀνδράσι πρᾳότητί τε
10.4.2
καὶ φρονήματος μετριότητι κεκο σμημένοις καὶ τὴν περὶ τὸν πέλας κεκτημένοις ἀγάπην
10.4.3
ταύτην ἐγχειρίσας τὴν πρόνοιαν. Ἐπεσκόπει δὲ αὐτὸς ἅπαντα διερευνώμενος εἰ κατὰ
10.4.4
τοὺς κειμένους ἕκαστον ἐπιτελοῖτο νόμους. Οὕτω δὲ πολυθρύλητος ἐντεῦθεν ἐγένετο
10.4.5
ὡς τοὺς ναυτιλ λομένους καὶ πλείονας ἢ χιλίους ἀφεστῶτας σταδίους, τὸν Θεοδοσίου
10.4.6
καλεῖν ἐν τοῖς κινδύνοις θεὸν καὶ τῇ Θεοδοσίου προσηγορίᾳ κατακοιμίζειν τῆς
10.4.7
θαλάττης τὴν ζάλην.
10.5.1
Τοῦτον ᾐδέσθησαν καὶ πολέμιοι θρασεῖς καὶ ἀνήμεροι οἱ τῆς ἕω τὸ πλεῖστον
10.5.2
ληϊσάμενοί τε καὶ ἐξανδραποδισάμενοι. Τίς γὰρ τῶν τὴν καθ' ἡμᾶς οἰκουμένην
10.5.3
οἰκούντων ἀνήκοος τῶν κατ' ἐκεῖνον τὸν καιρὸν συμβεβηκότων κακῶν ὑπὸ τῶν πάλαι
10.5.4
μὲν Σολύμων, νῦν δὲ Ἰσαύρων ὀνομαζομένων; Ἀλλ' ὅμως μὴ πόλεως, μὴ κώμης ἐκεῖνοι
10.5.5
φεισάμενοι, ἀλλὰ πάσας ὅσας ἑλεῖν ἠδυνήθησαν ληϊσάμενοι καὶ πυρὶ παραδόντες,
10.5.6
ἐκείνην τὴν φιλοσοφίαν ᾐδέσθησαν καὶ ἄρτους μόνους αἰτήσαντες καὶ εὐχὰς
10.5.7
ἐπαγγείλαντες, ἀλώβητον τὸ ἀσκητικὸν ἐκεῖνο κατέλιπον καταγώγιον καὶ τοῦτο οὐχ
10.5.8
ἅπαξ, ἀλλὰ καὶ δὶς πεποιήκασιν.
10.6.1
Δείσαντες δ' ὅμως τῶν ἐκκλησιῶν οἱ προέδροι μὴ χρημάτων ἔρωτα τοῖς
10.6.2
βαρβάροις ἐκείνοις ἐμβαλὼν ὁ διά βολος δοριάλωτον γενέσθαι παρασκευάσῃ τὸν μέγαν
10.6.3
ἐκεῖνον φωστῆρα– καὶ γὰρ ἦν εἰκὸς λύτρα πάμπολλα πανταχόθεν ὑπὲρ αὐτοῦ παρὰ
10.6.4
πάντων τῶν τὰ θεῖα τιμώντων πεμφθή σεσθαι αὐτοῖς–, παρακαλέσαντες πείθουσι τὴν
10.6.5
Ἀντιόχου καταλαβεῖν. Ἤδη γὰρ δύο τῶν ἐκκλησιῶν προέδρους αἰχμαλώτους εἰλήφασι
10.6.6
καὶ θεραπείας μὲν ἁπάσης ἠξίωσαν· τετρακισχιλίους δὲ καὶ μυρίους ὑπὲρ ἀμφοτέρων
10.6.7
δεξάμενοι χρυσοῦς, οὕτως ἐπέτρεψαν ἐπανελθεῖν ὅποι βούλοιντο. Ἐπειδὴ δὲ εἰς τὴν
10.6.8
Ἀντιόχου ἀφίκετο, ᾤκησε μὲν καταγώγιον τῷ ποταμῷ παρακείμενον, πάντας δὲ πρὸς
10.6.9
ἑαυτὸν εἵλκυσε τοὺς τὰ τοιαῦτα τρυγᾶν ἐπισταμένους.
10.7.1
Ὑπὸ δὲ τῆς τοῦ λόγου ῥύμης ἑλκόμενος, παρῆκα διηγήσασθαι θαῦμα ὑπὸ
10.7.2
τοῦ θεσπεσίου τούτου γενόμενον, ὃ τάχα τοῖς πολλοῖς καὶ ἄπιστον εἶναι δόξει, διαμένει
10.7.3
μέντοι μέχρι καὶ νῦν μαρτυροῦν τῷ λόγῳ καὶ δεικνῦον οἵας ἔτυχεν ὁ θαυμάσιος οὗτος
10.7.4
ἀνὴρ παρὰ τῷ θεῷ χάριτός τε καὶ παρρησίας. Κρημνώδης τις πέτρα ὑπέρκειται τοῦ
10.7.5
φροντιστηρίου οὗπερ αὐτὸς ἐδείματο· ἄνικμος δὲ καὶ ξηρὰ παντελῶς ὑπῆρχε τὸ
10.7.6
πρότερον. Ἐν ταύτῃ ὑδραγώγιον ἐποίησεν ἀπὸ τῆς κορυφῆς ἐπὶ τὸ μοναστήριον
10.7.7
φερόμενον ὥσπερ ὑπὸ χεῖρα ἔχων τῶν ὑδάτων τὴν φοράν. Πεποιθήσεως δὲ γέμων εἰς
10.7.8
θεὸν καὶ θαρρῶν, ὡς εἰκός, εὐμενῆ τὸν δεσπότην κεκτη μένος καὶ πίστιν ἔχων
10.7.9
ἀδίστακτον, νυκτὸς διεγερθεὶς ἄνεισιν ἐπὶ τὴν ἄκραν τοῦ ὑδραγωγοῦ πρὶν τοὺς
10.7.10
θιασώτας ἐπὶ τὰς συνήθεις εὐχὰς διαναστῆναι καὶ διὰ προσευχῆς τὸν θεὸν ἱκετεύσας,
10.7.11
θαρρῶν τῷ ποιοῦντι τὸ θέλημα τῶν φοβουμένων αὐτὸν τῇ ῥάβδῳ ἐν ᾗ σκηρι πτόμενος
10.7.12
ἐτύγχανεν, ἔτυψε τὴν πέτραν· ἡ δὲ ῥαγεῖσα ὕδωρ ποτα μηδὸν ἀνέβλυσε· καὶ εἴσω τοῦ
10.7.13
μοναστηρίου διὰ τοῦ ὑδραγωγοῦ γενόμενον καὶ εἰς πᾶσαν χρείαν πλουσίως χορηγοῦν,
10.7.14
εἰς τὴν παρα κειμένην θάλατταν ἐκκρίνεται καὶ δείκνυται μέχρι δεῦρο τοῦ μεγάλου
10.7.15
Θεοδοσίου ἡ μωσαϊκὴ χάρις ἐνεργοῦσα. Ἀπόχρη δὲ καὶ τοῦτο μόνον δεῖξαι τοῦ ἀνδρὸς
10.7.16
τὴν πρὸς τὸν θεὸν παρρησίαν.
10.8.1
Ὀλίγον δὲ ἐπιβιώσας χρόνον πρὸς τὴν ἀγγελικὴν μετέστη χορείαν. Διὰ δὲ
10.8.2
μέσου τοῦ ἄστεως τὸ σῶμα τὸ ἱερὸν ἐφέρετο οἷόν τισι στεφάνοις χρυσοῖς τῷ σιδήρῳ
10.8.3
ἐκείνῳ ὡραϊζόμενον, πάντων ἡγουμένων καὶ τῶν τὰς μεγάλας ἀρχὰς πεπιστευμένων.
10.8.4
Ἔρις δὲ ἦν περὶ τὴν κλίνην καὶ διαμάχη φέρειν ταύτην ἁπάντων ἐπειγομένων καὶ τῆς
10.8.5
ἐντεῦθεν εὐλογίας ἐφιεμένων. Οὕτω φερόμενος εἰς τὸν τῶν ἁγίων μαρτύρων σηκὸν
10.8.6
κατατίθεται, Ἰουλιανοῦ τοῦ νικη φόρου τῆς εὐσεβείας ἀγωνιστοῦ ὁμόσκηνός τε καὶ
10.8.7
ὁμωρόφιος γεγονώς. Θήκη δὲ αὐτὸν ὑπεδέξατο ἣ καὶ τὸν θεσπέσιον ἐκεῖνον καὶ
10.8.8
μακάριον Ἀφραάτην.
10.9.1
Τὴν δὲ τῆς ἀγέλης ἡγεμονίαν Ἑλλάδιος ὁ θαυμάσιος διεδέξατο ὃς ἑξήκοντα
10.9.2
μὲν ἐν ἐκείνοις τοῖς τόποις διετέλεσεν ἔτη, εἶτα τὴν Κιλίκων θεόθεν ἐδέξατο προεδρίαν,
10.9.3
οὔτε τὴν προτέραν φιλοσοφίαν καταλιπὼν καὶ τοῖς πόνοις ἐκείνοις τοὺς τῆς
10.9.4
ἀρχιερωσύνης ἱδρῶτας ὁσημέραι προστιθείς. Τούτου καὶ Ῥώμυλος ὁ μακάριος ἀκροατὴς
10.9.5
γεγονὼς ἀγέλης μεγίστης ἡγεμὼν ἀπεφάνθη. Καὶ διέμεινέ γε ὁ ἐκείνου χορὸς εἰς δεῦρο
10.9.6
τῆς αὐτῆς πολιτείας ἐχόμενος. Παράκειται δὲ τῷ φροντιστηρίῳ κώμη Μαρατὼ συριστὶ
10.9.7
καλουμένη. Ἐγὼ δὲ τοῦδε τοῦ διηγήματος τοῦτο ποιησάμενος πέρας, ἱκετεύω καὶ τῆς
10.9.8
ἐντεῦθεν τυχεῖν εὐλογίας.
10.9.9
11. t ΡΩΜΑΝΟΣ